TLG 5039 001 :: SCHOLIA IN THUCYDIDEM :: Scholia in Thucydidem (scholia vetera et recentiora) SCHOLIA IN THUCYDIDEM Schol. Scholia in Thucydidem (scholia vetera et recentiora) Citation: Book — chapter — section — (line) | ||
1.1.1 | Ὧδε τὸ προοίμιον BGm Θουκυδίδης Ἀθηναῖος: πάντως μέμνηται τοῦ οἰκείου ὀνόματος κατ’ ἀρχάς, ἀντιδια‐ στέλλων ἑαυτὸν τῶν ὁμωνύμων ἐν τοῖς ἔτεσιν mʃ ἅμα μὲν τῆς αὐτῆς αἰτίας ἕνεκεν, ἅμα δὲ καὶ τοῦ μὴ ἕτερόν τινα τὸ αὐτοῦ | |
5 | σφετερίσασθαι σύνταγμα mʃ τὸ πρόσωπον A ξυνέγραψε: ἐστιν ἄλλο γράψαι καὶ ἄλλο ξυγγράψαι· τὸ μὲν γὰρ ἐπὶ ἑνὸς πράγματος λέγεται, τὸ δὲ ξυγγράψαι ἐπὶ πολλῶν ABFmʃ ξυγ‐ γράψαι τὸ μετ’ ἐπιμελείας καὶ σπουδαίως συντάξαι, γράψαι δὲ καὶ τὸ ἁπλῶς καὶ τὸ μὴ ἐπιμελῶς τὴν ἀλήθειαν ἀνευρεῖν m | |
---|---|---|
10 | τὸν πόλεμον: τὸ πρᾶγμα AF ὡς ἐπολέμησαν: ὁ τρόπος ABFG πρὸς ἀλλήλους: καὶ ὁ πρὸς Ξέρξην πόλεμος τῶν αὐ‐ τῶν ἦν, ἀλλ’ οὐ πρὸς ἀλλήλους· διὸ οὐ μάτην πρόσκειται ABFm ἀρξάμενος: ὁ χρόνος ABF καθισταμένου: ἀντὶ τοῦ συν‐ ισταμένου ABFmʃ κατάστασιν καὶ ἀρχὴν λαμβάνοντος m ἐλ‐ | |
15 | πίσας: ἡ αἰτία ABFGmʃ τὸ ἐλπίσας οὐ μόνον ἐπὶ τοῦ ἀγα‐ θοῦ, ἀλλ’ ἁπλῶς ἐπὶ τῇ τοῦ μέλλοντος ἐκβάσει λέγεται ABFm μέγαν: ἢ τῷ χρόνῳ ἢ τοῖς πράγμασιν A (marg.) a (interl.) BFm ἀξιολογώτατον: ἄξιον λόγου καὶ συγγραφῆς amʃ ἀξιολογώ‐ τατος ὁ πλείστου λόγου ἄξιος καὶ οἷον μέγιστος καὶ λαμπρό‐ | |
20 | τατος Patm. ἀκμάζοντες: προθυμούμενοι f ἀκμάζοντες κτἑ.: ἀντὶ τοῦ ἤκμαζον. ᾖσαν: μετὰ σπουδῆς ἐπορεύοντο A (marg.) a (interl.) Bg παρασκευῇ τῇ πάσῃ: πῶς 〈ἤκμαζον〉 | |
ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, εἴ γε τοῖς Πελοποννησίοις χρημάτων ἐνέδει; m τὸ ἄλλο Ἑλληνικόν: οἷον Κερκυ‐ | 1 | |
25 | ραῖοι, Κορίνθιοι καὶ οἱ τοιοῦτοι AB ξυνιστάμενον πρὸς ἑκατέρους: εἰς σύστασιν καὶ εἰς βοήθειαν ἑκατέρων κινού‐ μενον. τὸ μὲν εὐθύς: ἅμα τῷ ἄρξασθαι τὸν πόλεμον. | |
1.1.2 | δὴ: τὸ δὴ ἀντὶ τοῦ πάνυ ABF τῶν βαρβάρων: Θρᾷκας λέγει καὶ Πέρσας· οἱ μὲν γὰρ μετὰ Σιτάλκου συνεμάχουν Ἀθηναίοις, οἱ δὲ μετ’ Ἀρταξέρξου καὶ Δαρείου ὕστερον τοῖς Λακεδαιμο‐ | |
5 | νίοις ABFm ἐπὶ πλεῖστον ἀνθρώπων: διὰ τὰ Σικελικά am τὰ γὰρ πρὸ αὐτῶν: τὰ Μηδικὰ καὶ τὰ Τρωικά ABFGm τὰ ἔτι παλαίτερα: τὰ ἐξ οὗ ἄνθρωποι ABFG ξυμβαίνει: ἀντὶ τοῦ συνάγεται καὶ συγκεφαλαιοῦται· τὸ δ’ ἐπὶ μακρότατον ἀντὶ τοῦ ἐπὶ πολὺ καὶ συνεχῶς καὶ ἐπιμελῶς κεῖται ABF ἐς τὰ | |
10 | ἄλλα: κατασκευῇ Bʃ οἷον τὰς ἐκλείψεις καὶ τοὺς σεισμούς ABFʃ ἤγουν εἰς τὴν κατὰ γῆν καὶ θάλασσαν τοῦ πολέμου παρα‐ σκευήν g | |
1.2.1 | φαίνεται κτἑ.: οὐ βεβαίως ὑπὸ τῶν παλαιῶν ἀν‐ θρώπων. ἢ μᾶλλον οὕτως· φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλου‐ μένη οὐ πάλαι βεβαίως οἰκουμένη ABFʃ πρὸ τούτου γὰρ κατὰ μέρος καὶ κατὰ ἔθνη ἐκαλεῖτο. τὸ δὲ σχῆμα τοῦ ὁμοιοκατα‐ | |
5 | λήκτου Γοργίειον καλεῖται ABFm μεταναστάσεις: μετοική‐ σεις· φαίνονται δηλονότι. ῥᾳδίως: ἀπὸ κοινοῦ τὸ φαίνον‐ ται. πλειόνων: οὐκ εἶπεν ὑπὸ δυνατῶν, ἵνα μὴ ἐπαινέσῃ ABm | |
1.2.2 | τῆς γὰρ ἐμπορίας: τῆς κατὰ θάλατταν πραγμα‐ τείας. οὐδ’ ἐπιμιγνύντες ἀδεῶς: ἐπεμίγνυντο μὲν οὐκ ἀδεῶς δέ ABF νεμόμενοί τε κτἑ.: ἡ περιοχὴ τοῦ λόγου καὶ ἡ σύνταξις τοιαύτη. νεμόμενοι τὰ ἑαυτῶν ἕκαστοι ὅσον | |
5 | ἀποζῆν, καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὐδὲ γῆν φυ‐ τεύοντες, ἀλλὰ σπείροντες, καὶ ἁπλῶς εὐμετακόμιστοι ὄντες | |
πρὸς τὸ μετανίστασθαι· ὅ ἐστιν, οὐ χαλεπῶς ἀνίσταντο, ἀλλ’ εὐχερῶς δηλονότι ABFmʃ ὁ δὲ νοῦς ἀντιπίπτοντος λόγου. ἵνα γὰρ μή τις εἴποι· καὶ πόθεν ἔμελλον εὐπορεῖν τροφῆς ἀπο‐ | 2 | |
10 | λείποντες εὐχερῶς τὰς πατρίδας; φησὶν ὅτι ἐνόμιζεν ἕκαστος τῆς ἀναγκαίου τροφῆς ἐπικρατεῖν καὶ ἐπιτυγχάνειν ὁποιδήπου γένοιτο γῆς AB ἀποζῆν: ἀποζῆν ἐστι τὸ εὐτελῶς ζῆν, ζῆν δὲ τὸ μετὰ τρυφῆς ζῆν. λέγει δὲ τὴν ἐφήμερον τροφήν ABFGʃ ἀποζῆν τὸ τὴν ἐφήμερον καὶ ἀρκοῦσαν ἔχειν τροφήν Patm. ʃ | |
15 | μετρίως ζῆν. περιουσίαν: περιουσία ἐστὶν ἡ περιττὴ οὐσία, οὐσία δὲ ἡ σύμμετρος ABF οὐδὲ γῆν φυτεύοντες: ἀλλὰ μόνον σπείροντες ABF ἄδηλον ὄν: ἀντὶ τοῦ ἀδήλου ὄντος. Ἀττικὸν δὲ τὸ σχῆμα f ἀναγκαίου: σημείωσαι τὸ σχῆμα· ἔδει γὰρ εἰπεῖν ἀναγκαίας ABmʃ Ἀττικὸν ἀντὶ τοῦ τῆς ἀναγ‐ | |
20 | καίας g τῇ ἄλλῃ παρασκευῇ: τῇ ὁπλικῇ ABF | |
1.2.3 | τὰς μεταβολὰς τῶν οἰκητόρων εἶχεν: τὸ εἶχεν ἀντὶ τοῦ ἐδυστύχει καὶ ἐνόσει· ὁ δὲ Ἄντυλλος ἐξηλλάχθαι λέγει τὴν φράσιν ἀντὶ τοῦ μετέβαλλε τοὺς οἰκήτορας ABF ἥ τε νῦν | |
5 | Θεσσαλία καλουμένη: πρότερον γὰρ Ἠμαθία ἐκαλεῖτο BFgʃ Αἱμονία B τὰ πολλὰ: ἀντὶ τοῦ πάντα· εἴωθε δὲ τοῦτο ποιεῖν ὁ Θουκυδίδης Bg ὅσα ἦν κράτιστα: ὅση ἦν ἀρίστη. | |
1.2.4 | αἵ τε δυνάμεις: τὰ στρατεύματα. τισὶ ἐγγιγνόμεναι: τὸ σχῆμα ὑπερβιβασμὸς ἀντὶ τοῦ ἔν τισι γινόμεναι B στάσεις ἐνεποίουν?: ἠξίουν γὰρ αὐτῶν ἄρχειν οἱ δυνατώτεροι AB | |
1.2.5 | τὴν γοῦν Ἀττικὴν κτἑ.: ἡ σύνταξις ἐν ὑπερβατῷ· τὴν γοῦν Ἀττικὴν ἐκ τοῦ ἐπὶ πλεῖστον ἀστασίαστον εἶναι διὰ τὸ λεπτόγεων ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἢ οὕτως· τὴν γοῦν Ἀττι‐ κὴν ἐκ παλαιοῦ χρόνου ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἀστασίαστον | |
5 | οὖσαν διὰ τὸ λεπτόγεων AB ἐκ τοῦ ἐπὶ πλεῖστον: ἐξ ἀρχῆς. οὖσαν: ἀντὶ τοῦ εἶναι AB οἱ αὐτοὶ αἰεί: τῷ γέ‐ νει δηλονότι· οὐ γὰρ ἦσαν ἀθάνατοι ABg | |
1.2.6 | παράδειγμα: | |
ἀντὶ τοῦ σημεῖον ABFGʃ ἀπόδειξις g παράδειγμα κτἑ.: διχῶς ὁ νοῦς· οἱ μὲν οὕτως· σημεῖον δὲ τοῦ τὴν Ἀττικὴν ἀεὶ τοὺς αὐτοὺς οἰκεῖν τὸ κατὰ μὲν τὰ ἄλλα πράγματα μὴ αὐξη‐ | 3 | |
5 | θῆναι, οἷον πλοῦτον καὶ ὅπλα, κατὰ δὲ τὸ πλῆθος τῶν ἀνδρῶν μεγάλην γενέσθαι· ἄλλοι δὲ οὕτως· σημεῖον δέ μοι ἔστω παν‐ τὸς τοῦ προειρημένου λόγου, τοῦ τὰς ἀρίστας τῶν γῶν μετα‐ βάλλειν τοὺς οἰκήτορας, τὸ τὴν Ἑλλάδα κατὰ τὰ ἄλλα αὑτῆς μέρη μὴ ὁμοίως τῇ Ἀττικῇ αὐξηθῆναι τῷ πλήθει τῶν ἀνδρῶν | |
10 | ABf ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος κτἑ.: ἡ σύνταξις οὕτως· ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος ἐκπίπτοντες οἱ δυνατώτατοι παρ’ Ἀθηναίους ἀνεχώρουν ὡς βεβαίας οὔσης τῆς οἰκήσεως AB πολέμῳ ἢ στάσει: πόλεμος ὁ τῶν ἀλλοτρίων, στάσις ἡ ἐμ‐ φύλιος ABg οἱ δυνατώτατοι: οἷον Ἡρακλεῖδαι καὶ Μεσση‐ | |
15 | νίων οἱ περὶ Μέλανθον AB πολῖται γιγνόμενοι: οἱ γὰρ Ἀθηναῖοι τὸ παλαιὸν εὐθὺς μετεδίδοσαν πολιτείας, ὕστερον δὲ οὐκέτι, διὰ τὸ πλῆθος ABG ἐς Ἰωνίαν: τοὺς μετὰ Νη‐ λέως τοῦ Κόδρου λέγει· καὶ γὰρ τὰ ῥηθέντα ταὐτὸ βούλον‐ ται λέγειν ὅτι ἀσθενὴς ἦν ἡ Ἑλλὰς τὴν ἀρχήν ABʃ τὸ σχῆμα | |
20 | προληπτικόν. προληπτικὸν δέ ἐστι σχῆμα, ὅταν τὸ συμβὰν ὕστερον προλαβόντες καλέσωμεν. ὃ γὰρ συνέβη μετὰ τὴν οἴκησιν τῶν ἀνδρῶν (λέγω δὲ τὸ κληθῆναι Ἰωνίαν), τοῦτο αὐτὴν προσηγόρευσε πρὶν ἐκπεμφθῆναι τοὺς ἄνδρας, προ‐ διδοὺς καὶ προχαριζόμενος τὴν προσηγορίαν ταύτην τῇ χώρᾳ. | |
25 | οὐ γὰρ οὔσης πρὸ τούτου τῆς Ἰωνίας ἀπέστειλαν ἐκεῖσε τὸν ὄχλον οἱ Ἀθηναῖοι, ἐφ’ ᾧ κτίσαι καὶ οἰκῆσαι τὴν γῆν, καὶ οἱ πεμφθέντες κατοικῆσαι οὕτω καλεῖσθαι τὴν χώραν παρ‐ εσκεύασαν ὕστερον. τοῦτο δὲ καὶ Ἀριστείδης ἐν τῷ Παναθη‐ ναϊκῷ (p. 169 Canter.) ἐποίησεν εἰπών· λυσαμένη τὴν ζώνην | |
30 | ἐν Ζωστῆρι τῆς Ἀττικῆς. ὁ δὲ νοῦς οὕτως· πολλῶν κατα‐ | |
φευγόντων εἰς τὴν Ἀττικὴν διὰ τὸ ἀσφαλὲς εἶναι τὸ χωρίον τοσοῦτον ἐγένετο πλῆθος, ὥστε τῆς Ἀττικῆς στενοχωρουμένης καὶ μὴ οὔσης ἱκανῆς τρέφειν τὸν ὄχλον ἀνάγκη γέγονε μερί‐ σαι τὸ πλῆθος καὶ εἰς ἀποικίαν ἐκπέμψαι. οὗτος δὲ προλη‐ | 4 | |
35 | πτικῶς χρησάμενος εἶπεν· εἰς Ἰωνίαν ἔπεμψαν ABFGMʃ τὴν νῦν δηλονότι καλουμένην Ἰωνίαν ἀπ’ Ἴωνος τοῦ τῆς ἀποι‐ κίας ἡγησαμένου υἱοῦ Ἀπόλλωνος g | |
1.3.1 | οὐχ ἥκιστα: ἀντὶ τοῦ μάλιστα. | |
1.3.2 | εἶχεν: ἀντὶ τοῦ ἔχειν ABF Δευκαλίωνος: Ἑκαταῖος ἱστορεῖ ὅτι Δευ‐ καλίων τρεῖς παῖδας ἔσχε, Πρόνοον, Ὀρεσθέα καὶ Μαραθώ‐ νιον, Προνόου δὲ τὸν Ἕλληνά φησι γενέσθαι ABG καὶ | |
5 | πάνυ οὐδὲ εἶναι: ἀντὶ τοῦ οὐδ’ ὅλως εἶναι ABFG εἶναι ... παρέχεσθαι: ἀπὸ κοινοῦ τὸ δοκεῖ μοι ABF ἄλλα τε: οἷον Θεσσαλοί, Βοιωτοί, Ἀργεῖοι ABFG ἐπὶ πλεῖστον: ἢ ἐπὶ πλεῖστον μέρος τῆς Ἑλλάδος ἢ ἐπὶ πλεῖστον χρόνον ἐκλήθη‐ σαν Πελασγοί ABFG ἀφ’ ἑαυτῶν τὴν ἐπωνυμίαν παρ‐ | |
10 | έχεσθαι: καλεῖσθαι δηλονότι Πελασγούς gʃ τουτέστι τοῖς ἰδίοις ὀνόμασιν ἐχρῶντο. τῶν παίδων αὐτοῦ: Ἕλληνος παῖδες Δῶρος, Ξοῦθος, Αἴολος, ὥς φησι καὶ Ἡσίοδος (fragm. 27, 2 ed. Rzach.)· Δῶρόν τε Ξοῦθόν τε καὶ Αἴολον ἱππιοχάρμην ABFGM | |
15 | ἐπαγομένων: ἀμφίβολον τίς τίνα ἐπηγάγετο, πότερον οἱ Ἕλ‐ ληνος παῖδες τοὺς ἄλλους ἢ οἱ ἄλλοι τούτους ABFM ὠφελίᾳ: ὠφέλειαν εἴωθεν ὁ Θουκυδίδης τὴν συμμαχίαν καλεῖν ABF καθ’ ἑκάστους: κατὰ μέρος, οὐ πάντας ὁμοῦ AFG ἤδη: ἀντὶ τοῦ πάνυ ABʃ ἀντὶ τοῦ δή F τῇ ὁμιλίᾳ: ὁμιλίαν τὴν διάλεξιν, | |
20 | οὐ τὴν συναναστροφήν, ὡς ἑξῆς ἐρεῖ· ξυνίεσαν γὰρ ἀλλήλων ἀντὶ τοῦ ἤκουον ABGM οὐκ ἀπὸ γραφῆς καὶ δόξης ἁπάντων, | |
ἀλλ’ ἐκ τῆς τῶν ἐπιχωρίων ὁμιλίας. πολλοῦ γε χρόνου: οὕτως λέγουσιν οἱ Ἀττικοί· πολλῶν ἡμερῶν οὐκ εἶδόν σε, ἀντὶ τοῦ ἐν πολλαῖς ἡμέραις ABFMʃ ἐκ g ἐκνικῆσαι: ἀντὶ | 5 | |
25 | τοῦ ἐπικρατῆσαι· τὸ δὲ πᾶσι κατὰ πάντων· καὶ τὸ πολλοῦ γε χρόνου ἀντὶ τοῦ ἐν πολλῷ χρόνῳ Ἀττικῶς, οἷον ἐν πολλῷ γε μέντοι χρόνῳ οὐκ ἐδύνατο καὶ ἅπασιν ἐκνικῆσαι τὸ ὄνομα τοῦτο, ἀλλ’ ἐν πάνυ πλείστῳ χρόνῳ ABFMʃ τελείως ἐπικρατῆ‐ σαι· τὸ καλεῖσθαι Ἕλληνας. | |
1.3.3 | ὕστερος: οὕτως ἐν ἑτέρῳ, καὶ καλῶς γέγραπται· τὸ πολλῷ γὰρ ἀρκεῖ ἐπὶ τοῦ χρόνου καὶ τὸ ὕστερον πλεονάζει· τὸ δὲ ὕστερος ἐπὶ τοῦ Ὁμήρου λεγό‐ μενον ἔχει τὴν ἀκολουθίαν τοῦ λόγου σαφῆ. οὐδαμοῦ κτἑ.: | |
5 | τὸ γὰρ (Β 520) „Ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιοὺσ“ νενόθευται ABFG οὐδὲ βαρβάρους εἴρηκε: τὸ γὰρ (Β 867) βαρβα‐ ροφώνων Καρῶν νενόθευται ABFG Ἕλληνάς πω: τὸ πω παρέλκει BF ἀντίπαλον: ἀντίπαλον καὶ τὸ ἴσον καὶ τὸ πο‐ | |
10 | λέμιον ABFGʃ ἀντίκειται γὰρ τῷ Ἕλλην τὸ βάρβαρος ABFG | |
1.3.4 | οἱ δ’ οὖν· ἐπανάληψις BFG τὸ δὲ ἑξῆς, οἱ Ἕλληνες ὡς ἕκαστοι καὶ ξύμπαντες ὕστερον κληθέντες Ἕλληνες. | |
1.3.5 | θα‐ λάσσῃ ἤδη πλείω χρώμενοι: ἀντὶ τοῦ ἐμπορευόμενοι ABFG ξυνῆλθον: ἀντὶ τοῦ συνεστράτευσαν· δεῖ δὲ προσθεῖναι τὴν εἰς· οἷον ἀλλὰ καὶ εἰς ταύτην τὴν στρατιὰν συνῆλθον ABFG | |
1.4.1 | Μίνως γὰρ παλαίτατος: διὰ τριῶν συγκρίσεων δεί‐ κνυσι τὰ πρὸ τῶν Πελοποννησιακῶν ἀσθενῆ, ἀφ’ οὗ ἄνθρω‐ ποι μέχρι Μίνω, καὶ ἀπὸ τούτου μέχρι τῶν Τρωικῶν, καὶ ἀπὸ τῶν Τρωικῶν μέχρι αὑτοῦ. τινὲς δ’ οὐκ ἐντεῦθεν, ἀλλ’ ἀπὸ | |
5 | τοῦ, φαίνεται γὰρ ἡ νῦν Ἑλλάς, πρώτην λέγουσι σύγκρισιν A (marg.) a (interl.) BFGM ὧν: τὸ ὧν ἀντὶ τοῦ ἐκείνων 〈ὧν〉 | |
ABF ναυτικόν: στρατὸν δηλονότι ABʃ στρατὸν ἢ στράτευμα g τῆς νῦν Ἑλληνικῆς θαλάσσης: πρότερον γὰρ Καρικὴ ἐκαλεῖτο ἡ θάλασσα ABFGʃ θάλασσα διὰ τῶν δύο σς ὁ Θου‐ | 6 | |
10 | κυδίδης χαίρει· οἱ δὲ ῥήτορες θάλαττά φασιν ABF ἐπὶ πλεῖ‐ στον: ἀντὶ τοῦ ἐπὶ πολὺ μέρος, ὅ ἐστιν, ἐπὶ πολὺ μέρος αὐτῆς ἐκράτησεν· ἢ τὸ ἐπὶ πλεῖστον ἀντὶ τοῦ πάνυ ABFG Κυκλά‐ δων: Κυκλάδες αἱ νῆσοι αὗται λέγονται παρὰ τὸ ἐν μέσῳ ἔχειν τὴν Δῆλον τὴν ἱερὰν τοῦ Ἀπόλλωνος καὶ κύκλον τινὰ | |
15 | περὶ αὐτὴν μιμεῖσθαι. εἰσὶ δὲ κατά τινας ιεʹ αὗται· Πάρος, Ἄνδρος, Ἴκαρος, Σκῦρος, Ῥήνεια, Ῥήνη, Δῆλος, Νάξος, Σίφνος, Κέως, Μύκωνος, Τῆνος, Κύθνος, Ἄμοργος, Σέριφος· κατὰ δέ τινας ιβʹ, πλὴν Ῥήνης καὶ Σκύρου καὶ Ἰκάρου, μᾶλλον δὲ πλὴν Ῥήνης καὶ Σκύρου καὶ Ἀμόργου ABFG πρῶτος: ὑπ‐ | |
20 | ακουστέον Ἑλλήνων g ἐγκαταστήσας: πονήσας κατὰ μέρος, οὐ πάντας ὁμοῦ. τό τε λῃστικόν: τὸ μὲν ἐκτὸς τοῦ ρ σημαίνει τὸ σύστημα τῶν λῃστῶν, τὸ δὲ μετὰ τοῦ ρ τὸ κτῆμα τῶν λῃστῶν ABF εἰκός: τὸ ἐοικὸς τὸ ὀφειλόμενον AB τοῦ τὰς προσόδους μᾶλλον ἰέναι αὐτῷ: ἡ γὰρ μὴ λῃστευο‐ | |
25 | μένη πλείους φέρει τὰς προσόδους ABFʃ λείπει ἡ ὑπέρ· ὑπὲρ τοῦ τὰς προσόδους προσιέναι καὶ προσφέρεσθαι αὐτῷ ABF | |
1.5.1 | Οἱ γὰρ Ἕλληνες: τὴν αἰτίαν τοῦ λῃστεύειν ἐπάγει νῦν AB τῇ ἠπείρῳ: ἤπειρος τριχῶς λέγεται· ἡ πᾶσα γῆ, πρὸς ἀντιδιαστολὴν τῆς θαλάσσης, καὶ ἡ Ἀσία κατ’ ἐξοχὴν καὶ μέρος τι τῆς Ἑλλάδος περὶ Κεφαληνίαν ABGM οὐ τῶν | |
5 | ἀδυνατωτάτων: ἀλλὰ τῶν δυνατωτάτων ABFʃ ἀντιλέγει, ἐπειδὴ εἶπεν τοὺς ἐνδοξοτάτους λῃστεύοντας· λύει ὅτι [τοῦτ]ο ἐποίησαν ἕνεκεν τοῦ φυλάττειν τὰ ἑαυτῶν ἀσφαλῶς Vindob. | |
πόλεσιν ἀτειχίστοις: εἶπε γὰρ (2, 2) ἀτειχίστων ὄντων ABF κατὰ κώμας οἰκουμέναις: ὥσπερ ἦν ἡ Ἀττικὴ πάλαι, | 7 | |
10 | κατὰ κώμας οἰκουμένη ABF ἥρπαζον: ἐλῄστευον, ἀπὸ τοῦ ἁρπάζειν ἐβίουν. τὸν πλεῖστον τοῦ βίου: οὕτω Θουκυ‐ δίδης, καὶ τὸν πλεῖστον τοῦ χρόνου ABF οὐκ ἔχοντός πω αἰσχύνην τούτου τοῦ ἔργου: ἤγουν οὐκ αἰσχροῦ νομιζο‐ μένου τοῦ λῃστεύειν. | |
1.5.2 | καλῶς τοῦτο δρᾶν: καλῶς ἀντὶ τοῦ εὐσεβῶς καὶ φιλανθρώπως· οὔτε γὰρ βοῦν ἀροτῆρα ἐλε‐ ηλάτουν ἢ ἔκλεπτον, οὔτε νυκτὸς οὔτε μετὰ φόνων ἐποίουν τὴν λῃστείαν ABF οἱ παλαιοὶ κτἑ.: Ὅμηρος (γ 73)· | |
5 | οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα τοί τ’ ἀλόονται ABF οὐκ ὀνειδιζόντων: τῶν ἐρωτωμένων ἢ τῶν ἐρωτώντων· διχῶς γὰρ ὁ νοῦς ABF | |
1.5.3 | σιδηροφορεῖσθαι: ἀντὶ τοῦ σιδηροφορεῖν ABFG | |
1.6.1 | ξυνήθη τὴν δίαιταν μεθ’ ὅπλων ἐποιή‐ σαντο: ὅθεν καὶ τὰς μαχαίρας μαυλίας ἐκάλουν, διὰ τὸ ὁμοῦ αὐλίζεσθαι, οἷον ὁμαυλίας ABFG | |
1.6.3 | ἐν τοῖς: ἐν τούτοις, ποιητικῶς· ὑπερβιβάζεται γὰρ ὁ δέ ABFM ἀνειμένῃ: τρυ‐ φηλῇ καὶ ἀνθηρᾷ ABFGM ἐς τὸ τρυφερώτερον μετέστη‐ σαν: ἀντὶ τοῦ μετέστησαν εἰς τρυφῶσαν δίαιταν τὸν σίδη‐ | |
5 | ρον καταθέμενοι οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμό‐ νων: ἀντίπτωσίς ἐστιν, οἱ εὐδαίμονες τῶν πρεσβυτέρων ABFf διὰ τὸ ἁβροδίαιτον: ὑπερβατόν, διὰ τὸ ἁβροδίαιτον χιτῶ‐ νας λινοῦς φοροῦντες ABF οὐ πολὺς χρόνος κτἑ.: οὐ πολὺς χρόνος ἀφ’ οὗ ἐπαύσαντο φοροῦντες χιτῶνας λινοῦς | |
10 | καὶ τέττιγας χρυσοῦς ἐξαρτῶντες τῶν τριχῶν πλέγματι. χρυ‐ σῶν τεττίγων: ἐνήλλαξε τὴν πτῶσιν, ἀντὶ τοῦ χρυσοῦς τέτ‐ τιγας. ἐφόρουν δὲ τέττιγας διὰ τὸ μουσικὸν ἢ διὰ τὸ αὐτό‐ χθονες εἶναι· καὶ γὰρ τὸ ζῶον γηγενές ἐστιν ABFGM ἐνέρσει | |
(ἐν ἔρσει) κρωβύλον: ἢ ἐν εἰσέρσει ἢ ἐν πλοκῇ. κρώβυλος δέ | 8 | |
15 | ἐστιν εἶδος πλέγματος τῶν τριχῶν ἀπὸ ἑκατέρων εἰς ὀξὺ καταλῆγον. ἐκαλεῖτο δὲ τῶν μὲν ἀνδρῶν κρώβυλος, τῶν δὲ γυναικῶν κόρυμβος, τῶν δὲ παίδων σκορπίος ABFGMʃ ἐν ἀνα‐ δέσει, παρὰ τὸ εἴρειν ABFG ʃ κροβῦλον πλέγματος τριχῶν εἶδος· ἔρσις ἡ εἰσβολὴ καὶ τὸ εἰσεῖραι Patm. κρωβύλον: | |
20 | ὃν οἱ ἐπίσημοι ἐφόρουν Ἀθήνησιν ἐπὶ τῆς κεφαλῆς ἔμπρο‐ σθεν ἐγκαθήμενον, ὡς δ’ ἄλλοι, ἐπὶ τοῦ τραχήλου, σύμβολον τοῦ γηγενεῖς εἶναι e ʃ ἐμπλοκὴ ἀπὸ τοῦ μετώπου ἐπὶ κορυ‐ φὴν ἀνηγμένη e ἀναδούμενοι: ἀναπλεκόμενοι, ἀναδεσμεύ‐ οντες f σκευή: σημείωσαι τὸ σκευὴ ἐπὶ τῆς ἐσθῆτος G | |
1.6.4 | μετρίᾳ: μετρίᾳ τῇ ἀπὸ τῆς ἐρέας· μέση γὰρ τοῦ σιδηρο‐ φορεῖν καὶ τοῦ λινοῦ GM καὶ ἐς τὸν νῦν τρόπον: λείπει τὸ τῇ, ἵν’ ᾖ καὶ τῇ ἐς τὸν νῦν τρόπον ABFG πρῶτοι Λακεδαιμόνιοι κτἑ.: 〈ὑπερβατόν〉· πρῶτοι Λακεδαιμόνιοι | |
5 | οἱ τὰ μείζω κεκτημένοι μετρίᾳ ἐσθῆτι ἐχρήσαντο καὶ ἐς τὰ ἄλλα τοῖς πολλοῖς ὁμοδίαιτοι κατέστησαν τοὺς πολλοὺς: τοὺς πένητας ABFG οἱ τὰ μείζω κεκτημένοι: οἱ πλούσιοι ABFG | |
1.6.5 | ἐγυμνώθησάν κτἑ.: ταῦτα ὡς ἐν παρεκβάσει εἴρηται ABFGM ἐγυμνώθησάν τε πρῶτοι: ἐν τοῖς ἀγῶσι δηλονότι· καὶ γὰρ περὶ τὰ αἰδοῖα ἐζώννυντο οἱ παλαιοί. Ὅμη‐ ρος (ς 30)· | |
5 | ζῶσαι νῦν, ἵνα. ABFG ʃ ἀπὸ Ὀρσίππου Μεγαρέως ἐγυμνώθησαν ἐν τοῖς ἀγῶσιν, ὡς δηλοῖ καὶ τὸ εἰς αὐτὸν ἐπίγραμμα (Anthol. Palat. app. 272)· Ὀρσίππῳ Μεγαρεῖ μεγαλόφρονι τῇδ’ ἀρίδηλον μνῆμα θέσαν φάμᾳ Δελφίδι πειθόμενοι· | |
10 | πρῶτός θ’ Ἑλλήνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη γυμνὸς ζωννυμένων τῶν πρὶν ἐνὶ σταδίῳ. ABFGM | |
ʃ ἰστέον ὅτι τὰ περὶ τῶν Λακεδαιμονίων οὐκ ἀσθένειαν τῶν ἀρχαίων παραδίδωσιν (ἀδιάφορον γὰρ τὸ γυμνοὺς ἢ ἐζωσμέ‐ νους ἀγωνίζεσθαι πρὸς δύναμιν), ἀλλὰ μόνον ὅτι ὁμοίως διῃ‐ | 9 | |
15 | τῶντο τοῖς βαρβάροις ABFGM λίπα: τὸ λίπα Ὅμηρος ἐπι‐ θετικῶς λέγει τὸ ἔλαιον, οὗτος δὲ οὕτως αὐτὸ ὀνομάζει ABFGM μετὰ τοῦ γυμνάζεσθαι: ἀντὶ τοῦ ἐν τῷ γυμνάζεσθαι ABFG ἔτι δὲ καὶ κτἑ.: τὸ ἑξῆς· ἔτι δὲ καὶ ἐν τοῖς βαρβάροις, καὶ μάλιστα τοῖς Ἀσιανοῖς, οἷς νῦν πυγμῆς καὶ πάλης ἆθλα τί‐ | |
20 | θεται ABF ἐν τοῖς βαρβάροις ἔστιν οἷς: ἔν τισι τῶν βαρβάρων. ἆθλα: ἆθλος ὁ ἀγών, ἀρσενικῶς· ἆθλον τὸ ἔπαθλον, οὐδετέρως ABFM ἔπαθλα g | |
1.7.1 | περιουσίας μᾶλλον ἔχουσαι: ἀδείας τυχοῦσαι τοῦ πλεῖν. ἡ δὲ σύγκρισις πρὸς τοὺς ἀρχαίους ABF ʃ ὥστε φ[άναι ὡς περιο]υσία μᾶλλον ἦν τὰ τότε χρήματα οὐκ εἰς τροφὴν μόνον αὐτα[ρκοῦντα· περιο]υσία γὰρ λέγεται ἡ μετὰ | |
5 | τὰ ἀναγκαῖα περιττότης χρημάτων Vindob. τείχεσιν ἐκτί‐ ζοντο: λείπει ἡ σύν G ἵνα ᾖ σὺν τείχεσιν ἐκτίζοντο. προσ‐ οίκους: τὸ πρόσοικος ἐπὶ πόλεως οἰκειότερον μᾶλλον τοῦ ὅμορος· ἐπὶ γὰρ ὅρων τοῦτο λαμβάνεται. διὰ τὴν λῃστείαν: διὰ τὸ ληστεύεσθαι. ἀντισχοῦσαι: μετὰ μάχης ἐναντιωθεῖ‐ | |
10 | σαι. ἀντισχοῦσαν?: τὴν ληστείαν δηλονότι ABF ἔφερον: τὸ ἔφερον ἀντὶ τοῦ ἐλῄστευον, ἔβλαπτον καὶ Ἡρόδοτος ABFG ἔφερον κτἑ.: τὸ ἑξῆς· τῶν ἄλλων ὅσοι κάτω ᾤκουν, ὄντες οὐ θαλάσσιοι, ἔφερον ἀλλήλους ABF κάτω: ἤτοι ἐγγὺς τῆς θαλάσσης | |
1.8.1 | οὐχ ἧσσον: ἀντὶ τοῦ λίαν ABF Κᾶρές τε ὄντες καὶ Φοίνικες: ἵνα μὴ διαβάλῃ τὸ Ἑλληνικόν, εἶπε Κᾶρας καὶ Φοίνικας ABFM οὗτοι γὰρ δὴ: τὸ σχῆμα προαναφώνη‐ σις ABFM ὑπὲρ ἥμισυ: οὐ τῶν Ἑλλήνων ὑπὲρ ἥμισυ, ἀλλὰ | |
5 | τῶν Φοινίκων· οἱ γὰρ Ἕλληνες ἔκαιον τὰ σώματα ABFM Κᾶρες ἐφάνησαν κτἑ.: οἱ Κᾶρες πρῶτοι εὗρον τοὺς ὀμφα‐ λοὺς τῶν ἀσπίδων καὶ τοὺς λόφους. τοῖς οὖν ἀποθνήσκουσι συνέθαπτον ἀσπιδίσκιον μικρὸν καὶ λόφον, σημεῖον τῆς εὑρέ‐ σεως· καὶ ἐκ τούτου ἐγνωρίζοντο οἱ Κᾶρες. οἱ δὲ Φοίνικες | 10 |
10 | ἐκ τοῦ τρόπου τῆς ταφῆς· τῶν ἄλλων γὰρ ἐπ’ ἀνατολὰς ποι‐ ούντων ὁρᾶν τοὺς νεκρούς, οἱ Φοίνικες ἐξεπίτηδες ἐπὶ δύσιν ABFGM | |
1.8.2 | καταστάντος δὲ τοῦ Μίνω ναυτικοῦ: τὸ σχῆμα ἐπανάληψις· τὸ δὲ Μίνω Ἀττικόν ABF ἀνέστησαν: ἀντὶ τοῦ ἀνάστατοι ἐγένοντο ABFG | |
1.8.3 | οἱ παρὰ θάλασσαν ἄνθρωποι κτἑ.: πανταχοῦ τοὺς παρὰ θάλασσαν ἀνθρώπους εὐπορωτέρους λέγει εἶναι ABF τείχη περιεβάλοντο: καὶ τοῦτο τῆς ἐπαναλήψεως· προεῖπε γὰρ τείχεσιν ἐκτίζοντο ABFM | |
1.8.4 | τούτῳ τῷ τρόπῳ: τῷ δυνατῷ καὶ εὐπόρῳ ABFg. | |
1.9.1 | Ἀγαμέμνων κτἑ.: τὸ ἑξῆς· Ἀγαμέμνων τέ μοι δοκεῖ τὸν στόλον ἀγεῖραι ABF ʃ post lacunam περὶ σχημάτων σεμνότατος g | |
1.9.2 | λέγουσι δέ: ὁ νοῦς τοιοῦτος· λέγουσι δὲ καὶ οἱ τὰ Πελοποννησίων μνήμῃ σαφέστατα δεδεγμένοι, ἵν’ ᾖ ἐπίρρημα τὸ σαφέστατα ABFG ʃ ἔστι δὲ τοῦτο κεφάλαιον κζʹ τοῦ περὶ μεθόδου δεινότητος (Hermog. Rhet. Gr. II 449) G | |
5 | Πέλοπά τε πρῶτον: τὸ ἑξῆς οὕτως· Πέλοπά τε πρῶτον, ἐπηλύτην ὄντα, ὅμως σχεῖν. τὸ πρῶτον πρὸς τὸ πλήθει χρη‐ μάτων ABFM τὴν ἐπωνυμίαν: Ἀπία γὰρ τὸ πρῶτον ἐκαλεῖτο. Ὅμηρος (Α 270)· Τηλόθεν ἐξ Ἀπίης γαίης. | |
10 | Πελοπόννησος γὰρ νῦν καλεῖται ABFGMc ἐπιλύτην ὄντα (lemma): ἐπιλύτης ὁ ξένος καὶ οἱονεὶ ἔπιλυς Patm. καὶ ὕστερον: ἀπὸ κοινοῦ τὸ λέγουσι ABF τοῖς ἐκγόνοις: Ἀτρεῖ, Ἀγαμέμνονι GM ξυνενεχθῆναι: ἀντὶ τοῦ εὐτυχη‐ | |
θῆναι ἢ συναχθῆναι ABFc ʃ ἀντὶ τοῦ συμβῆναι, συνελθεῖν | 11 | |
15 | τοῦτο τὸ ὄνομα g ὑπὸ Ἡρακλειδῶν: οὐχ ὅτι ὑπ’ αὐτῶν μόνων ἐφονεύθη, ἀλλ’ ὅτι δι’ αὐτούς ABFMcg μητρὸς ἀδελφοῦ: Ἀστυδάμεια, μήτηρ Εὐρυσθέως, ἀδελφὴ Ἀτρέως ABFMg αὐτόν: τὸν Ἀτρέα ABFG τὸν πατέρα: τὸν Πέλοπα ABFG διὰ τὸν Χρυσίππου θάνατον: ὁ γὰρ Πέλοψ τὸν | |
20 | Χρύσιππον τὸν υἱὸν ἀνεῖλεν· ὁ δὲ Ἀτρεὺς φοβούμενος μὴ τὸ αὐτὸ πάθῃ ἔφυγεν ABFGM ʃ τοῦτον γὰρ ἀδελφὸν αὐτοῦ ὄντα ἀπέκτεινε g ἀνεχώρησεν: ἀντὶ τοῦ ὑπέστρεψεν ABFG ʃ ἀντὶ τοῦ ἐπανῆλθεν τεθεραπευκότα: χρήμασι δηλονότι ABFGM τῶν Περσειδῶν τοὺς Πελοπίδας: Ὅμηρος (Τ 123)· | |
25 | Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο. ὁ δὲ Ἀτρεὺς Πελοπίδης ABFGM | |
1.9.3 | ἅ: τὰ δύο σκῆπτρα ABFG χάριτι: Ὅμηρος (ε 307)· χάριν Ἀτρείδῃσι φέροντες ABFGMc ναυσί τε: λείπει 〈ἡ〉 σύν, 〈ἵν’ ᾖ σὺν〉 ναυσί τε ABG καὶ | |
5 | Ἀρκάσι προσπαρασχών: τὸ ἑξῆς· πρὸς δὲ καὶ Ἀρκάσι πα‐ ρασχών ABFM ἱκανός: διὰ τοῦ ἱκανός τὸ ἀξιόπιστον τοῦ ποιητοῦ παρέστησεν. | |
1.9.4 | οὐκ ἂν οὖν νήσων κτἑ.: συλλο‐ γισμὸς τὸ σχῆμα ABFGM ʃ Ἀγαμέμνων ἦρχε μὲν τοῦ Ἄργους καὶ τῶν περὶ αὐτὸ νήσων, ἐπέκεινα δὲ τῶν ἐν τῇ περιοχῇ τοῦ Ἄργους νήσων ἦρχε καὶ ἑτέρων νήσων πολλῶν, αἳ οὐκ ἂν | |
5 | ἦσαν πολλαί, εἰ μὴ ναυτικὸν εἶχεν ὁ Ἀγαμέμνων, δι’ οὗ τού‐ των κρατεῖν ἠδύνατο. | |
1.9.5 | ταύτῃ τῇ στρατείᾳ: ἀντὶ τοῦ ἀπὸ ταύτης (λέγει δὲ τῆς Τρωικῆς)· εἰ γὰρ τὰ οὕτως ὑμνού‐ μενα εὐτελῆ ἦν, πόσῳ μᾶλλον τὰ πρὸ αὐτῶν; ABFGM | |
1.10.1 | οὐκ ἀκριβεῖ: οὐ γάρ ἐστιν ἀκριβὲς σημεῖον τὸ ἐκ τῶν τόπων τὰς δυνάμεις τῶν ἀνθρώπων στοχάζεσθαι ABFM μὴ γενέσθαι: Ἀττικῶς τὸ μὴ ἐνταῦθα παρέλκεται ABFc | |
1.10.2 | Λακεδαιμονίων γὰρ κτἑ.: τὸ σχῆμα κατὰ ὑπόθεσιν. καταρᾶται δὲ τοῖς Λακεδαιμονίοις λεληθότως ABF ἡ πόλις: ἡ μητρόπολις, ἡ Σπάρτη ABF λειφθείη δὲ τά τε ἱερά: εὐσεβῶς λέγει τὰ ἱερά ABF τῆς κατασκευῆς: τῶν κτισμά‐ | 12 |
5 | των. Πελοποννήσου τῶν πέντε: Πελοποννήσου αἱ πέντε μοῖραι Λακωνική, Ἀρκαδική, Ἀργολική, Μεσσηνιακὴ καὶ τῆς Ἤλιδος. ἀποθανόντος δὲ τοῦ Κρεσφόντου ἔσχον τὴν Μεσση‐ νιακὴν οἱ Λακεδαιμόνιοι ABFGM τὰς δύο μοίρας: Λακω‐ νικὴν καὶ Μεσσηνιακὴν ABFGM τῆς τε ξυμπάσης ἡγοῦν‐ | |
10 | ται: ἰστέον ὅτι καὶ τῆς Ἀργολικῆς οὐκ ἦρξαν, ἀλλὰ συνεκ‐ δρομικῶς εἶπεν ABFGM ὅμως δὲ κτἑ.: τὸ ἑξῆς οὕτως· ὅμως δὲ φαίνοιτ’ ἂν ὑποδεεστέρα πόλεως καὶ εὐτελοῦς καὶ οὔτε συνοικισθείσης καὶ τὰ ἑξῆς ABFGM πολυτελέσι: πολυδα‐ πάνοις· τέλος γὰρ τὸ ἀνάλωμα ABFGM Ἀθηναίων δὲ τὸ | |
15 | αὐτὸ τοῦτο παθόντων: ἐξ ὑποθέσεώς φησι περὶ Λακε‐ δαιμονίων τὸ εἰ ἡ πόλις αὐτῶν ἐρημωθείη καὶ τὰ ἱερὰ λει‐ φθείη· ἐπεὶ πῶς ἂν περὶ Ἀθηνῶν, Ἀθηναῖος ὤν, καταρώμενος τὸ αὐτὸ εἰρήκει; ὥστε μάτην ἡ παραγραφὴ τέθειται, ὅτι λελη‐ θότως ἐπαρᾶται τοῖς Λακεδαιμονίοις· ἀλλότριον γὰρ τοῦτο | |
20 | τῆς συγγραφέως ἴσμεν προθέσεως ἢ ἔστιν: τὸ ἢ συγκριτι‐ κὸν ἀντὶ τοῦ ἤπερ ABFM ʃ ἡ διάνοια· ἐρημωθείσης τῆς μὲν τῶν Λακεδαιμονίων πόλεως, μείων φαίνοιτ’ ἂν ἡ δύναμις γεγονέναι τοῖς ἔπειτα· τῆς δὲ τῶν Ἀθηναίων, μείζων ἢ νῦν ἐστιν. | |
1.10.3 | κἀνταῦθα: τὰ κατὰ Μυκήνην καὶ τὸν στόλον τὸν εἰς Τροίαν BFM ʃ ἐν τῇ καθαιρέσει (?) G ᾓν: ἥντινα στρατιάν ABFG | |
1.10.4 | πεποίηκε: ἐπιτηδείως εἶπε τὸν ποιητὴν πεποιηκέναι, ὥσπερ λέγομεν τὸν φιλόσοφον ὅτι ἐφιλοσόφησεν ABFGc ʃ ἰστέον ὅτι ἀπὸ Ἡροδότου (II 53, 116?) τοῦτο ὠφέ‐ ληται ABF χιλίων καὶ διακοσίων: ἰστέον ὅτι Εὐριπίδης | |
5 | (Androm. 106, El. 2, Or. 352) καὶ Λυκόφρων (210) χιλίας ναῦς λέγουσι τὸν Ἀγαμέμνονα ἀγαγεῖν, ὁ δὲ Ὅμηρος [Β] χιλίας ἑκατὸν ἑξήκοντα ἕξ ABFG τὰς μὲν Βοιωτῶν: τὰς μεγάλας δηλονότι ABFG τὰς δὲ Φιλοκτήτου: τὰς μικρὰς δηλονότι ABFG ἄλλων γοῦν μεγέθους: ἀνδρῶν δηλονότι | 13 |
10 | ABFGc ἐν νεῶν καταλόγῳ: ἔστι γὰρ καὶ ἀνδρῶν παρ’ αὐτῷ κατάλογος ABF αὐτερέται: οἱ αὐτοὶ ἐρέται καὶ στρα‐ τιῶται Patm. προσκώπους: τοὺς πρὸς ταῖς κώπαις ναύ‐ τας, τοὺς κωπηλάτας ABFGM ʃ πρόσκωποι οἱ πρὸς ταῖς κώ‐ παις ὄντες καὶ οἷον ἐρέττοντες Patm. περίνεως: τοὺς πε‐ | |
15 | ριττοὺς ἐν τῇ νηῒ ἐπιβάτας, οἷον δούλους ABFGM ʃ τοὺς πε‐ ριττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν καὶ πρώτους πλέοντας. ὅθεν καὶ τοὺς κομίζοντάς τινα εἴσθηκε (?) e τῶν μάλιστα ἐν τέλει: οἷον Μηριόνου καὶ Πατρόκλου καὶ τῶν τοιούτων ἐν τέλει ABFGM οὐδ’ αὖ τὰ πλοῖα κτἑ.: οὐκ ἦν, φησί, σεσα‐ | |
20 | νιδωμένα τὰ πλοῖα, ὥστε κάτω μὲν τιθέναι τὰ ὅπλα, αὐτοὺς δὲ ἄνω διάγειν ABFGM λῃστικώτερον: τὰ γὰρ τῶν λῃστῶν πλοῖα οὐκ ἦσαν σεσανιδωμένα, ἀλλὰ κάτω ἐκαθέζοντο διὰ τὸ μὴ φαίνεσθαι ἐπιπλέοντας. ἦν οὖν διὰ τοῦτο κοιλότερα ABFG | |
1.10.5 | τὸ μέσον: μέσον τῶν ἑκατὸν εἴκοσι καὶ τῶν πεντήκοντά ἐστιν ὁ πεʹ. συνάγεται οὖν ὁ τῶν χιλίων διακοσίων νεῶν τῶν ἀνδρῶν ἀριθμὸς μυριάδες δέκα καὶ δισχίλιοι ABFG | |
1.11.1 | ὅσον ἡ ἀχρηματία: συγκριτικῶς, ὅτι καὶ τοῦτο κἀκεῖνο. ἰστέον δὲ ὅτι ηὕρηται ἡ ἀχρηματία ABFM τῆς γὰρ τροφῆς: ζήτει κεφάλαιον ιηʹ τοῦ περὶ μεθόδου δεινότητος (Hermog. Rhet. Gr. II 437) G αὐτόθεν: ἀπὸ τῆς Τροίας | |
5 | ABFG βιοτεύσειν: τροφὴν ἕξειν. μάχῃ: τῇ τῆς ἀποβά‐ | |
σεως εἰς τὴν ξηρὰν ἀπὸ τῶν νεῶν, ἔνθα ὁ Πρωτεσίλαος πίπτει ABFGM τὸ γὰρ ἔρυμα: ἔρυμα νῦν λέγει οὐχ ὅπερ ἐν τῇ ηʹ (337) λέγει Ὅμηρος γενέσθαι, ἀλλὰ πρότερον μικρό‐ τερον διὰ τὰς τῶν βαρβάρων ἐπιδρομάς ABFGM οὐκ ἂν | 14 | |
10 | ἐτειχίσαντο: οὐκ ἂν γὰρ συνεχωρήθησαν ABM πρὸς γεωργίαν: ὧν ἡγεῖτο Ἀκάμας καὶ Ἀντίμαχος ABFGM λῃ‐ στείαν?: ὧν ἡγεῖτο Ἀχιλλεύς GMa τοῖς αἰεὶ ὑπολει‐ πομένοις: τοῖς κατὰ καιρόν ABFM | |
1.11.2 | διέφερον: ἀντὶ τοῦ ἤνυον, εἰργάζοντο ABFGM ʃ ὑπέμενον, ἐπιμελῶς ἐξήνυον, διήνυον. ἀλλὰ μέρει τῷ: ἔνιοι συνεγκλίνουσιν, ἀλλὰ μέρει τῳ, ἀντὶ τοῦ μέρει τινι ABF | |
1.11.3 | αὐτά γε δὴ ταῦτα: τὰ Τρωικά Ga δηλοῦται: ἐλέγχεται αὐτῶν: τῶν Τρωικῶν AB λόγου: δόξης AB | |
1.12.1 | καὶ μετὰ τὰ Τρωικά: τριχῶς διεῖλε τὴν ἀρχαιο‐ λογίαν, εἰς τὰ πρὸ τῶν Τρωικῶν, εἰς αὐτὰ τὰ Τρωικά, εἰς τὰ ἐχόμενα αὐτῶν. καθ’ ἕκαστον δὲ μέρος διπλῆ παράγρα‐ φος κεῖται. δηλοῖ δὲ καὶ διὰ τούτων τὴν αἰτίαν, δι’ ἣν τὰ | |
5 | Ἑλληνικὰ καὶ μετὰ τὴν ἅλωσιν ἦν ἀσθενῆ ABMf ἡσυχάσασα αὐξηθῆναι: ἡσυχία γὰρ καὶ αὔξειν ποιεῖ ABMf | |
1.12.2 | ἥ τε γὰρ ἀναχώρησις κτἑ.: μηκέτι γὰρ ἐλπίζοντες αὐτοὺς ἐπανελθεῖν ἐπανίσταντο, ἐλθοῦσι δ’ ἐπολέμουν, καὶ οἱ ἡττώ‐ μενοι ἐξέπιπτον ABMf ἐνεόχμωσε: νεοχμῶσαι τὸ νεώτερα | |
5 | καὶ καινὰ διαπράξασθαι Patm. ἀφ’ ὧν: ἢ πόλεων ἢ στά‐ σεων ABMf ἐκπίπτοντες τὰς πόλεις ἔκτιζον: πολ‐ λοὶ γὰρ ἐξέπεσον, οἷον Τεῦκρος μὲν ὑπὸ τοῦ πατρὸς ἐκβλη‐ θεὶς διὰ τὸν Αἴαντα εἰς Κύπρον ἀφίκετο, καὶ Φιλοκτήτης, διὰ τὸν Πάριδος θάνατον τὴν θήλειαν νόσον νοσήσας καὶ | |
10 | μὴ φέρων τὴν αἰσχύνην, ἀπελθὼν ἐκ τῆς πατρίδος ἔκτισε πόλιν ἣν διὰ τὸ πάθος Μαλακίαν ἐκάλεσε, καὶ Διομήδης ὑπὸ Κομήτου ἐκβληθεὶς εἰς τὰς Λιβυρνίδας νήσους ἀφίκετο, | |
καὶ ὁ Μενεσθεύς, ὑπὸ τῶν Θησειδῶν, εἰς Ἰβηρίαν, καὶ ἄλλοι πολλοί ABMf | 15 | |
1.12.3 | ἐξ Ἄρνης: Ἄρνη πόλις Θεσσαλίας, ἀφ’ ἧς ὠνόμασται κατὰ μετοικίαν καὶ ἡ ἐν Βοιωτίᾳ Ἄρνη· ἡ δὲ Βοιωτικὴ Ἄρνη νῦν Χαιρώνεια καλεῖται ABGM Καδμηΐδα: τὴν Χαιρώνειαν AB ʃ ἐπειδὴ πρότερον Καδμηῒς ἐκαλεῖτο. ὁ | |
5 | δὲ Ὅμηρος (Β 494, 510) Βοιωτοὺς καλεῖ ἀναχρονισμῷ χρώ‐ μενος· ἔσχατος γὰρ τῶν Τρωικῶν ἐστιν BGM ἀποδασμός: μέρος ABG ὀγδοηκοστῷ ἔτει ξὺν Ἡρακλείδαις: οἱ γὰρ Ἡρακλεῖδαι βουλόμενοι κατελθεῖν εἰς Πελοπόννησον ἤροντο τὸν Ἀπόλλωνα· ὁ δὲ αὐτοῖς ἀνεῖλε διὰ τῶν στενῶν εἰσβα‐ | |
10 | λεῖν. οἱ δὲ νομίσαντες τὸν ἰσθμὸν λέγειν αὐτὸν καὶ ἀστοχή‐ σαντες τοῦ χρησμοῦ προσβάλλουσι τοῖς Πελοποννησίοις κατὰ τὸν ἰσθμόν, καὶ ἡττηθέντες ἐποιήσαντο σπονδὰς ὥστε ἑκατὸν ἔτη παραχωρῆσαι τὴν χώραν Πελοποννησίοις. μετὰ δὲ τὰ ἑκατὸν ἔτη πάλιν ἤροντο τὸν Ἀπόλλωνα περὶ τῆς καθόδου· | |
15 | ὁ δὲ ἀνεῖλεν αὖθις διὰ τῶν στενῶν εἰσβαλεῖν. ἀντιλεγόντων δὲ τῶν Δωριέων ὡς καὶ πρότερον εἶεν ἠπατημένοι, εἶπεν ὡς οὐ συνήκατε τὸν χρησμόν· στενὰ γὰρ λέγω τὸν Κρισαῖον κόλ‐ πον. οἱ δὲ ἐντεῦθεν ἐπιχειρήσαντες ἔτυχον τῆς καθόδου μετὰ πʹ ἔτη τῶν Τρωικῶν. ἡ δὲ πρώτη εἰσβολὴ πρὸ εἴκοσι ἐτῶν | |
20 | ἦν ABGM | |
1.12.4 | ἀποικίας: ἀποικίσαι ἐστὶ κτίσαι πόλιν ἐπ’ ἐρήμοις BMf ἔστιν ἅ: ἀντὶ τοῦ ἔνια. λέγει δὲ Ἀμπρακιώτας, Ἀνακτορίους ABGMf | |
1.13.1 | Τὰ πολλά: ἀντὶ τοῦ ὡς ἐπὶ πολύ ABGf τυραν‐ νίδες ἐνταῖς πόλεσι καθίσταντο: διὰ τοῦτο δὲ ἦσαν καὶ ταῦτα ἀσθενῆ· ἡ γὰρ τυραννὶς οὐκ ἐᾷ τελέως αὔξειν τὰ πράγ‐ ματα ABGf τῶν προσόδων μειζόνων γιγνομένων: τὴν | |
5 | αἰτίαν λέγει τῶν τυραννίδων ABGf ἐπὶ ῥητοῖς γέρασι: | |
ἀντὶ τοῦ ἐπὶ φανεραῖς τιμαῖς, ἐπὶ ὁμολογουμένοις γέρασιν· τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν τῶν τυραννίδων· ὁ γὰρ τύραννος νόμον ἔχει τὴν βούλησιν καὶ οὐχὶ τὸ αἴσιον ABGMf πα‐ τρικαὶ βασιλεῖαι: ἀπὸ τῶν πατέρων παραλαμβανόμεναι | 16 | |
10 | κατὰ διαδοχὴν γένους. διαφορὰν δὲ λέγει τυραννίδος καὶ βασιλείας, ὡς καὶ οἱ φιλόσοφοι· οἱ δὲ ῥήτορες ἀδιαφόρως καλοῦσιν ABGMf ἀντείχοντο: ἐφρόντιζον καὶ ἀντεποιοῦντο καὶ ἐπεμέλοντο, ἔρωτι δηλονότι χρημάτων ABGMʃ προσεῖχον αὐτῇ ABf | |
1.13.2 | μεταχειρίσαι τὰ περὶ τὰς ναῦς: ἐναλλάξαι, τουτέστιν ἀπὸ πεντηκοντέρων ποιῆσαι τριήρεις ABGMf τρι‐ ήρεις: ἀπὸ κοινοῦ τὸ λέγονται AB | |
1.13.3 | ἔτη δ’ ἐστὶ κτἑ.: εἰκὸς γοῦν ἐν τῷ τοσούτῳ χρόνῳ πολλὰς ναῦς γενέσθαι ABGMf μάλιστα: ἀντὶ τοῦ ἀκριβῶς ABG ἐς τὴν τελευτὴν τοῦδε τοῦ πολέμου: γνωστέον καὶ ἐντεῦθεν ὅτι ὕστερον συνέγραψεν | |
5 | ὁ Θουκυδίδης τὴν λέξιν τῆς ἱστορίας ABGMf | |
1.13.4 | ναυμαχία τε παλαιτάτη: Περιάνδρου τοῦ Κυψέλου τυραννοῦντος Κορινθόθι, διὰ τὸν φόνον Λυκόφρονος τοῦ υἱέος αὐτοῦ, ὃν ἀνεῖλον οἱ Κερκυραῖοι. ἡ δὲ ἱστορία κατὰ διέξοδον κεῖται | |
5 | παρ’ Ἡροδότῳ (III 53) ABMf μέχρι τοῦ αὐτοῦ χρόνου: ἐς τὴν τελευτὴν δηλονότι τοῦδε τοῦ πολέμου. | |
1.13.5 | κτησά‐ μενοι: οὐχ οἱ πάντες, ἀλλ’ οἱ Κορίνθιοι δηλονότι ABGM τὸ λῃστικὸν καθῄρουν: ἐπὶ τοῦ Μίνωός φησιν, ἐφ’ ὅσον ἠδύ‐ νατο, τὸ λῃστικὸν καθῄρει· νῦν δὲ τὸ λεῖπον οἱ Κορίνθιοι | |
5 | εἰργάσαντο ABf | |
1.13.6 | Ἴωσιν: μετὰ τὴν τῶν Κορινθίων ναυ‐ πηγίαν ἡ τῶν Ἰώνων εἰσάγεται περὶ τὸ ναυτικὸν ἐπιμέλεια. Κύρου: ἡ ἰστορία δήλη ἐν τῇ αʹ Ἡροδότου AB υἱέος: τὸ υἱέος Ἀττικὸν ἀπὸ εὐθείας τῆς υἱεύς AB τῆς τε καθ’ ἑαυ‐ | |
5 | τούς: τῆς γείτονος· οὐ γὰρ πάσης ABʃ τῆς περὶ τὴν Ἰωνίαν G Πολυκράτης: ἡ ἱστορία ἐν γʹ Ἡροδότου AB Ῥήνειαν: μία τῶν Κυκλάδων ἡ Ῥήνεια ABG Φωκαῆς: Φωκεῖς οἱ τῆς Ἑλλάδος, ἀπὸ Φωκίδος πόλεως· Φωκαῆς οἱ τῆς Ἰωνίας, ἀπὸ Φωκαίας πόλεως ABGMf Μασσαλίαν οἰκίζοντες: Ἴωνες | 17 |
10 | ὄντες οἱ Φωκαῆς καὶ πολεμούμενοι ὑπὸ Περσῶν, ἀφέντες τὴν Ἰωνίαν ἔπλευσαν ἐπὶ τὴν Ἀφρικὴν τὴν πάλαι Καρχηδόνα καλουμένην· ἀεὶ δὲ ταῖς οἰκιζομέναις αἱ πλησίον ἐναντιοῦνται. ἡ δὲ Μεσσαλία πόλις ἐστὶ τῆς Ἀφρικῆς, Καρχηδὼν δὲ ἡ νῦν Ἀφρική ABGM | |
1.14.1 | Δυνατώτατα γὰρ ταῦτα: τὸ Φωκαϊκὸν καὶ τὸ Ἰωνικὸν καὶ τὸ Πολυκράτους ABG πεντηκοντέροις: πεντη‐ κόντερός ἐστι ναῦς ἡ ὑπὸ πεντήκοντα ἐρεσσομένη ABMf ἐξ‐ ηρτυμένα: ἡτοιμασμένα. ἐκεῖνα: τὰ κατὰ τὰ Τρωικά Gf | |
5 | πρὸ τῶν Μηδικῶν: Μηδικὰ καλοῦσι τὰ κατὰ τὴν Ξέρξου ἔλασιν ABGM τοῖς τυράννοις: Ἱέρωνι καὶ Γέλωνι G | |
1.14.2 | προσ‐ δοκίμου ὄντος: διὰ τὴν ἐν Μαραθῶνι μάχην ABG αἷσπερ: δι’ ὧνπερ AB ἐναυμάχησαν: ἐν Σαλαμῖνι δηλονότι ABG | |
1.15.1 | Ὅμως: καίπερ AB οἱ προσσχόντες αὐτοῖς: οἱ σπουδάσαντες αὐτοῖς καὶ τοῖς ὑπηκόοις ABʃ οἱ προσχόντες τοῖς ναυτικοῖς Gf ὅσοι: ἢ οἱ καταστρέφοντες ἢ οἱ κατα‐ στρεφόμενοι ABGMc2 ὅσοι μὴ διαρκῆ εἶχον χώραν: οἱ | |
5 | καταστρεφόμενοι τὴν ἀλλοτρίαν, οὗτοι μὴ διαρκῆ χώραν ἔχοντες ἐπέπλεον πρὸς τὰς πορθουμένας πόλεις f | |
1.15.2 | ὅσοι καὶ ἐγέ‐ νοντο: πόλεμοι C1 καὶ ἐκδήμους στρατείας κτἑ.: τὸ ἑξῆς· καὶ στρατείας ἐκδήμους πολὺ οὐκ ἐξῄεσαν c1ʃ οἷον οἱ ἐκ‐ δημοῦντες ABGMc2f οὐκ ἐξῇσαν: οὐκ ἐξιόντες ἐποίουν οὐ | |
5 | γὰρ ξυνειστήκεσαν κτἑ.: αἱ ἐλάττους πόλεις οὐ συνεμάχουν ταῖς μεγάλαις ὑπήκοοι οὖσαι· οὐ γὰρ ὑπήκουον. ἀπὸ τῆς | |
ἴσης: κατ’ ἰσότητα μιγνύμενοι καὶ στρατευόμενοι c1ʃ λείπει τὸ συντελείας ABGMc2ʃ οἷον ἀπὸ τῆς ἰδίας ἕκαστος οὐσίας τὸ φθάνον ABMc2 | 18 | |
1.15.3 | πόλεμον Χαλκιδέων καὶ Ἐρετριῶν: ἐπολέμουν οὗτοι πρὸς ἀλλήλους περὶ τοῦ Ληλαντίου πεδίου ABGc2 ἑκατέρων: τῶν Χαλκιδέων καὶ Ἐρετριέων. διέστη: διεσπάσθη, ἀνεχώρησεν, οὐ συνεμάχησεν· οὐ γὰρ λέγει ὅτι | |
5 | ἐμερίσθη, ἀλλὰ μόνοι Χαλκιδεῖς μόνοις Ἐρετριεῦσιν ἐμάχοντο ABMc2f | |
1.16.1 | Μὴ αὐξηθῆναι: λείπει τὸ τοῦ Gc2 καὶ Ἴωσι κτἑ.: τὸ ἑξῆς· καὶ Ἴωσι Κῦρος ἐπεστράτευσε Κροῖσον καθελὼν καὶ τὰ ἑξῆς ABGMc2f τῶν πραγμάτων: τίνα δὲ ἦσαν τὰ πράγματα G (marg.) ʃ τῶν Περσικῶν ABGc2f καὶ ὅσα: ἀπὸ | |
5 | κοινοῦ τὸ καθελοῦσα ABMc2 καὶ τὰς νήσους: ἀπὸ κοινοῦ τὸ ἐδούλωσε ABMc2fʃ λέγει δὲ Χίον καὶ Σάμον ABGMc2f | |
1.17.1 | Ἔς τε τὸ σῶμα: εἰς τὸ φυλάσσειν τὸ ἴδιον σῶμα ABGMc2 μάλιστα: τὸ μάλιστα ἀντὶ τοῦ ἀκριβῶς λαμβάνει ὁ Θουκυδίδης ABGMc2fʃ τὸ δὲ ὑπερβατὸν οὕτως· τύραννοι τὰς πόλεις ᾤκουν ABMc2 οἱ γὰρ ἐν Σικελίᾳ: ὁ γάρ ἀντὶ | |
5 | τοῦ δέ ABGc2fʃ σημείωσαι· οὐ λέγω περὶ τῶν ἐν Σικελίᾳ· οἱ γὰρ ἐν Σικελίᾳ ἐπὶ πλεῖστον καὶ τὰ ἑξῆς c1 ἐπὶ πλεῖστον ἐχώρησαν δυνάμεως: ἤγουν πλείονα δύναμιν περιεβάλοντο. φανερὸν: ἀντὶ τοῦ λαμπρόν ABG εἶναι: κατὰ κοινοῦ τὸ κατείχετο ABM | |
1.18.1 | Ἐπειδὴ: ἀντὶ τοῦ ἀφ’ οὗ ABMc2 καὶ πρίν: ἤτοι καὶ πρότερον, δηλονότι πρὸ τῶν †τῆς Ἀθήνης τυράννων. λέγει δὲ πλείστους εἶναι τοὺς Ἀθηναίων τυράννους καὶ αὐτοὺς | |
τελευταίους καταλυθῆναι ὑπὸ Λακεδαιμονίων. τῶν ἐν Σι‐ | 19 | |
5 | κελίᾳ: τυράννων· οὗτοι γὰρ ὕστατοι κατελύθησαν ἁπάντων. ἡ γὰρ Λακεδαίμων κτἑ.: ἡ σύνταξις οὕτως· ἡ γὰρ Λακε‐ δαίμων ἐπὶ πλεῖστον ὧν ἴσμεν χρόνον στασιάσασα, πρὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου δηλονότι, ὅμως μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων αὐτὴν Δωριέων εὐνομήθη ABGMc2fʃ ζήτει | |
10 | κεφάλαιον ιγʹ τοῦ περὶ μεθόδου δεινότητος περὶ ὑπερβατοῦ (Hermog. Rhet. Gr. II 438) Gʃ πόθεν, φησίν, οἱ Λακεδαι‐ μόνιοι τοὺς τυράννους κατέλυσαν; ἐκ τῆς εὐνομίας καὶ τοῦ ἀεὶ τῇ αὐτῇ πολιτείᾳ χρῆσθαι c1ʃ σημείωσαι Δωριεῖς οἱ Λακε‐ δαίμονες c1 ἀφ’ οὗ: γράφεται καὶ ἅ c2ʃ ἃ ἀφ’ οὗ: εἰς ἃ | |
15 | υʹ ἔτη οἱ Λακεδαιμόνιοι, τουτέστιν ἐν οἷς ἔτεσιν ABc2ʃ ἅ: τετρακόσια ἔτη οἱ Λακεδαιμόνιοι M τῇ αὐτῇ πολιτείᾳ: τῇ ὀλιγαρχίᾳ, τῇ γερουσίᾳ ABMc2 καθίστασαν: τὸ καθίστασαν ἀντὶ τοῦ εἰς τάξιν τινὰ καὶ κατάστασιν ἔφερον τὰ πράγματα τὰς τυραννίδας καθαιροῦντες ABMc1ʃ εἰς κατάστασιν ἦγον | |
20 | τοὺς τυράννους καταλύοντες c1 μετὰ δὲ τὴν κτἑ.: τὸ σχῆμα ἐπανάληψις ABGc2ʃ περιττὸς ὁ δέ σύνδεσμος b | |
1.18.2 | ὁ βάρ‐ βαρος: ὁ Ξέρξης ABc2 δουλωσόμενος?: διότι τυραννο‐ κτόνοι ABMc2 διανοηθέντες: οὐχ ὅτι διανοηθέντες οὐκ ἐποίησαν, ἀλλὰ θαυμάζει πῶς ὅλως διενοήθησαν ABMc2 ad | |
5 | verba ἐκλιπεῖν ... ναυτικοί in marg. τοῦ θεολόγου B ἀνα‐ σκευασάμενοι: τὰ σκεύη ἀναλαβόντες GMc2ʃ κατὰ κοινοῦ ἀνασκευασάμενοι τὰς ναῦς c1 ἀπωσάμενοι: οἱ Ἕλληνες δηλονότι ABGc2 πολλῷ διεκρίθησαν: χρόνῳ διέστησαν. οἱ ξυμπολεμήσαντες: τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις | |
10 | ABGMc2 ταῦτα: τὰ πράγματα τῶν Ἀθηναίων καὶ τῶν Λακε‐ δαιμονίων ABMc2 οἱ μὲν ... οἱ δὲ: οἱ Λακεδαιμόνιοι ... οἱ Ἀθηναῖοι Gc1 | |
1.18.3 | ἡ ὁμαιχμία: ἡ φιλία, ἡ ὁμόνοια ABGMc1c2ʃ ὁμαιχμία ἡ συμμαχία, παρὰ τὸ ὁμοῦ ἔχειν τὰς αἰχμάς Patm. ʃ | |
ἡ ὁμαιχμία ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἔχω ἢ μᾶλλον ἐκ τοῦ ὁμοῦ καὶ τοῦ αἰχμή c2 διενεχθέντες: ἡ μὲν ἀκριβὴς αἰτία τῆς | 20 | |
5 | μάχης οὐ φέρεται πόθεν ἐγένετο· δεῖ δὲ εἰδέναι ὡς μετὰ τὸν Μηδικὸν ἐγένετο πόλεμον, καὶ ἔστι μία ὧν μέμνηται ὁ συγ‐ γραφεὺς ἐν τῇ πεντηκονταετηρίδι ABMc2 μετὰ τῶν ξυμ‐ μάχων: τῶν ἰδίων δηλονότι, τουτέστιν ἔχοντες οὗτοι τοὺς 〈ἰδίουσ〉 συμμάχους κἀκεῖνοι τοὺς ἰδίους c1 διασταῖεν: | |
10 | διενεχθεῖεν, στασιάσαιεν πρὸς ἀλλήλους ABGMc2 πρὸς τού‐ τους ἤδη ἐχώρουν: οἱ μὲν ὀλιγαρχικοὶ πρὸς Λακεδαιμο‐ νίους, οἱ δὲ δημοκρατικοὶ πρὸς Ἀθηναίους ABGMc2 | |
1.19.1 | Οὐχ ὑποτελεῖς κτἑ.: τὸ ἑξῆς· ἔχοντες φόρους οὐχ ὑποτελεῖς, τοὺς ξυμμάχους ἡγοῦντο c1 τοὺς ξυμμάχους: ἀντίπτωσις ἀντὶ τοῦ τῶν ξυμμάχων ABc2ʃ σημείωσαι τὸ ἡγοῦ‐ μαι αἰτιατικῇ G ἡγοῦντο: αὐτῶν. κατ’ ὀλιγαρχίαν: οἱ | |
5 | Λακεδαιμόνιοι μὲν ὀλιγαρχίας μᾶλλον ἐν τοῖς συμμάχοις καθ‐ ίστασαν, Ἀθηναῖοι δὲ δημοκρατίας, καὶ φόρους ἐξέλεγον. σφίσιν αὐτοῖς κτἑ.: ὅπως αὐτοῖς τοῖς Λακεδαιμονίοις ἐπι‐ τηδείως καὶ ὁμοίως πολιτεύεσθαι ἀναγκάσωσι θεραπεύοντες, αὐτοὶ δηλονότι οἱ Λακεδαιμόνιοι ABGMc2ʃ τὸ ἑξῆς· θερα‐ | |
10 | πεύοντες δηλονότι συμμάχους τοῦτο μόνον, ὅπως πολιτεύσω‐ σιν ἐπιτηδείως σφίσιν αὐτοῖς, τουτέστι κατ’ ὀλιγαρχίαν ʃ ἢ ἐπιμελούμενοι οἱ Λακεδαιμόνιοι ὁμοιωθῆναι 〈τοὺς ξυμμάχουσ〉 αὐτοῖς τοῖς Λακεδαιμονίοις διὰ τὴν ξυμμαχίαν κατὰ τὴν ὀλι‐ γαρχίαν. παραλαβόντες: ἀπὸ κοινοῦ τὸ ἡγοῦντο ABGc2 | |
15 | πλὴν Χίων καὶ Λεσβίων: ὡς δυνατῶν ὄντων τούτων· ὕστερον δὲ καὶ τούτους ἐχειρώσαντο ABGMc2 τοῖς πᾶσι: λείπει ξυμμάχοις ABGc2 μείζων: ἐκ τῶν φόρων δηλονότι AGc2 ἢ ὡς κτἑ.: ὅτε εἶχον ἀβλαβῆ τὴν τῶν πάντων συμ‐ μαχίαν, ἐπὶ τῶν Μηδικῶν ABGMc2ʃ τὸ ἑξῆς· ἢ ἤνθησάν ποτε | |
20 | μετὰ τῆς ἀκραιφνοῦς ξυμμαχίας c1 ἀκραιφνοῦς: ἀβλαβοῦς | |
Gc2ʃ δυνατῆς καὶ ὁλοκλήρου. | 21 | |
1.20.1 | Τοιαῦτα: εὐτελῆ ABGʃ ὥστε παλαιὰ εἶναι ἀποχρών‐ τως (cf. 21, 1) BMc2 χαλεπὰ ὄντα κτἑ.: χαλεπὰ γάρ εἰσιν, ἐξ ὧν εἶπε, πιστεῦσαι ὅτι μεγάλα ἦν ABGMc2 τὰς ἀκοάς: τὰς ἀκροάσεις ABGc2ʃ τὰς φήμας. ἀβασανίστως: ἡ λέξις | |
5 | μετενήνεκται ἀπὸ τῆς βασάνου τῆς λίθου, ἥτις τὸν χρυσὸν δοκιμάζει ABGMc2 | |
1.20.2 | Ἀθηναίων: δεινῶς ἐνταῦθα προέταξεν Ἀθηναίους τοὺς δοκοῦντας σοφοὺς Ἑλλάδος εἶναι, ὅτι οὐδὲ αὐτοὶ δοκιμάζουσι τὰ ἴδια ABGMc2 Ἵππαρχον: Ἵππαρχος ὄνομα κύριον. τὸ ἑξῆς· Ἵππαρχον τύραννον ὄντα c1 τύραν‐ | |
5 | νον ὄντα: οὐ μὴν δὲ τύραννος ἦν ABGc2 οὐκ ἴσασιν: Ἡροδότου καθάπτεται ABGM(?)c2 ὅτι Ἱππίας κτἑ.: ταῦτα λέγει ὁ συγγραφεὺς ὡς καὶ αὐτὸς ὢν τοῦ γένους τῶν Πεισι‐ στρατιδῶν καὶ διαβάλλει τοὺς περὶ Ἁρμόδιον ABFGMc2 πρε‐ σβύτατος ὤν: τὸ ἑξῆς· πρεσβύτατος ὢν τῶν Πεισιστρατιδῶν | |
10 | ἦρχε, τῶν Ἀθηναίων δηλονότι. τὸ δὲ υἱέων ἀπὸ τῆς υἱεύς εὐθείας ABFGMc2 ἦρχε: ἐτυράννει ABFc2 ὑποτοπήσαντες: ἀντὶ τοῦ ὑπονοήσαντες ABFGc2 ὑπολαβόντες. ʃ τὸ ἑξῆς· ὑπο‐ τοπήσαντες καὶ παραχρῆμα μεμηνῦσθαι· ὅτι ἅμα ἐβουλεύ‐ σαντο καὶ ἐγνώσθησαν ABFGMc2 ἐκείνῃ τῇ ἡμέρᾳ: ἐν ᾗ | |
15 | δηλονότι συνέθεντο ἀνελεῖν τὸν τύραννον ABFGMc2ʃ παρα‐ χρῆμα καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ c2 μεμηνῦσθαι: τὴν ἐπι‐ βουλὴν τοῦ Ἱππίου δηλονότι ABFGc2 τοῦ μὲν: τοῦ Ἱππίου δηλονότι Gc2 τῷ Ἱππάρχῳ περιτυχόντες: ὃ λέγει, τοῦτό ἐστιν, ὅτι Ἱππίας μᾶλλον ἦρχε τυράννων, οὐχ Ἵππαρχος. ἀδελ‐ | |
20 | φὸς δ’ ἦν Ἱππίου ὁ Ἵππαρχος. ἀνῃρέθη δὲ παρὰ Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὐχ ὡς οἱ Ἀθηναῖοι ᾤοντο, τύραννος ὤν, ἀλλ’ ὡς οὗτός φησιν, αὐτοὶ μᾶλλον ἐπιβουλευσάμενοι Ἱππίᾳ καὶ γνωσθέντες, ἐπεὶ εὗρον τὸν αὐτὸν Ἵππαρχον ἀδελφὸν ὄντα | |
τοῦ Ἱππίου παρὰ τὸ Λεωκόριον, ἀπέκτειναν c2 τὸ Λεω‐ | 22 | |
25 | κόρειον: ἐλίμωξέ ποτε ἡ Ἀττική, καὶ λύσις ἦν τὼν δεινῶν παίδων σφαγή. Λεὼς οὖν τις τὰς ἑαυτοῦ κόρας ἐπ[ιδ]έδωκε καὶ ἀπήλλαξε τοῦ λιμοῦ τὴν πόλιν. καὶ τούτων ἱερὸν ἐγένετο ἐν τῇ Ἀττικῇ, τὸ καλούμενον Λεωκόριον ABFGMc2 | |
1.20.3 | πολλὰ δὲ καὶ ἄλλα κτἑ.: ἐπιτείνει τὸ ἄτοπον τῶν ἀνθρώπων, ὅτι οὐ μόνον τὰ παλαιά, ἀλλὰ καὶ τὰ ἐγγὺς τῷ χρόνῳ ἀβασανίστως ἀκούουσιν· τὸ γὰρ τῶν Πεισιστρατιδῶν ἀρχαῖον ABFGMc2 ἀμνη‐ | |
5 | στούμενα: τὰ 〈μὴ〉 μνημονευόμενα Patm. οὐκ ὀρθῶς οἴονται: αἰνίττεται τὸν Ἡρόδοτον ABF τούς τε Λακεδαι‐ μονίων βασιλέας: οἱ γὰρ Λακεδαιμονίων δύο βασιλεῖς ψή‐ φους ἔφερον ἐν τῇ γερουσίᾳ ἑκάτερος ἕνα, διττὴν ἔχοντα τὴν δύναμιν ABFMc2 προστίθεσθαι: ἀντὶ τοῦ ψηφίζεσθαι ABFc2 | |
10 | τὸν Πιτανάτην λόχον: Ἡρόδοτος [IX 53] μαρτυρεῖ ὅτι ἦν ὁ Πιτανάτης λόχος· λέγεται δὲ ἀπὸ Πιτάνης, κώμης Λακωνικῆς ABFGMc2 ἀταλαίπωρος: ἀνεξέταστος c1 τὰ ἑτοῖμα: τὰ εὐχερῆ καὶ ἀναπόδεικτα ABFMc2 | |
1.21.1 | ἐκ δὲ τῶν εἰρημένων τεκμηρίων: τὸ ὑπερ‐ βατὸν οὕτω· τὰ μὲν οὖν παλαιὰ τοιαῦτα εὗρον (20, 1)· εἶτα μετὰ τὰ παραδείγματα ὕστερον πρὸς τοῦτο ἀποδίδωσι τὸ ἐκ δὲ τῶν εἰρημένων τεκμηρίων ABFMc2 λογογράφοι: αἰνίτ‐ | |
5 | τεται τὸν Ἡρόδοτον ABFGc2 τὸ προσαγωγότερον: τὸ ἡδύ‐ τερον, ὃ προσάγει ABFGc2 ἀνεξέλεγκτα: 〈οὐκ〉 ἐλέγχους οὐδὲ ἀποδείξεις ἔχοντα οὐδὲ ἀληθῆ ABFGc2 τὰ πολλὰ ὑπὸ χρόνου αὐτῶν: τὸ ἑξῆς· τὰ πολλὰ αὐτῶν c1 ἐκνενικη‐ κότα: νεύοντα gc2 ἡγησάμενος: οὐχ ἁμαρτάνει δηλονότι | |
10 | ABFc2 εἶναι: τὸ εἶναι ἀντὶ τοῦ ὄντα ABFGMc2 ἀποχρών‐ | |
τως: ἡ περιοχὴ τοῦ λόγου· οὕτω, φησί, διῆλθον αὐτά, ὡς πρέπει τὸν παλαιὰ διηγούμενον πράγματα ἀρκούντως εἰπεῖν ABFGc2 | 23 | |
1.21.2 | ὁ πόλεμος οὗτος: ὁ τῶν Πελοποννησίων G ʃ λείπει τὸ τοίνυν· καὶ ὁ πόλεμος τοίνυν οὗτος ὁ τῶν Πελο‐ ποννησίων c1 ʃ τὸ ἑξῆς· καὶ ὁ πόλεμος οὗτος τοῖς ἀπ’ αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει, ὅτι μείζων ἐστὶ γεγενημένος | |
5 | τῶν ἀρχαίων· τοῦτο γάρ ἐστι τὸ αὐτῶν. ἢ τῶν Ἀθηναίων καὶ Πελοποννησίων, τουτέστι μείζων τῆς δυνάμεως αὐτῶν ἐγένετο c1 | |
1.22.1 | ὅσα μὲν λόγῳ εἶπον: προκατασκευάζει τὰς δημηγορίας ABFGMc2 χαλεπὸν κτἑ.: ἐπιτηδείως τὴν ἄγνοιαν προφασίζεται, ἵνα χρήσηται τοῖς οἰκείοις ἐνθυμήμασιν ABFGMc2 ʃ χαλεπὸν ἦν ἐμοί τε αὐτῷ, φησίν, ὧν ἤκουσα καὶ τοῖς ἀπαγ‐ | |
5 | γέλλουσί μοι τὴν ἀκρίβειαν τῶν λεχθέντων διαμνημονεῦσαι· ὡς ἐδόκουν τοίνυν ἐμοὶ τὰ δέοντα εἰπεῖν, ἐχομένῳ μοι τῆς ὅλης γνώμης ἐγγύτατα τῶν ἀληθῶς λεχθέντων, οὕτως εἴρηται· τουτέστιν, ὡς ἔδοξα δὲ ὅτι εἶπον ἂν ἀληθῶς, οὕτως εἴρηκα, εἰ καὶ μὴ αὐτὰ ἐκεῖνα τὰ λεχθέντα ῥήματα c1 | |
1.22.2 | οὐδ’ ὡς ἐμοὶ ἐδόκει: ἐπειδὴ φιλαθήναιος δοκεῖ, τοῦτο λέγει ABFGMc2 τῶν πραχθέντων: σημείωσαι· εἶπε πρῶτον περὶ τῶν λεχ‐ θέντων ἐν τῷ πολέμῳ, εἶτα λέγει καὶ περὶ τῶν πραχθέντων | |
5 | ὅπως εἰδείη ἑκάτερα c1 οἷς τε αὐτὸς παρῆν: ἐστρατήγει γὰρ καὶ αὐτὸς ἕως τῆς τετάρτης ἱστορίας BGMac1c2 ʃ ἡ διά‐ νοια· ἠξίωσα τῆς γραφῆς τὰ ἔργα, οἷς αὐτὸς παρῆν. ἐπεξ‐ ελθών: ἐρευνῶν | |
1.22.3 | εὐνοίας ἢ μνήμης: εὐνοίας ἐπὶ Λακεδαιμονίων, μνήμης ἐπὶ Ἀθηναίων ABFGMc2 ἔχοι: ἀντὶ τοῦ εἶχον ABFc2 | |
1.22.4 | τὸ μὴ μυθῶδες: πάλιν πρὸς Ἡρόδοτον FMac2 αὐτῶν: τῶν συγγραμμάτων BFGc2 ʃ τῶν λεχθέντων Mc1 ʃ ὅρα δὲ πῶς πρότερον εἰπὼν περὶ τῶν ἐν τῷ πολέμῳ λόγων καὶ ἔργων ἐνταῦθα λέγει περὶ τῆς ἱστορίας τῆς τε | |
5 | φράσεως αὐτῶν καὶ τῆς ὠφελείας c1 ὅσοι δὲ βουλήσονται κτἑ.: τὸ ἑξῆς καὶ ἡ διάνοια· ἀρκούντως ἕξει, ἤτοι ἀρκέσει, κρῖναι αὐτά, τὰ γεγραμμένα δηλονότι, ὠφέλιμα εἶναι, ἤτοι ὠφέλιμα πᾶσιν, ὅσοι βουλήσονται σκοπεῖν τῶν τε γενομένων τὸ σαφὲς καὶ τῶν μελλόντων ἔσεσθαί ποτε αὖθις τοιούτων | 24 |
10 | καὶ παραπλησίων κατὰ τὸ ἀνθρώπειον. κατὰ τὸ ἀνθρώ‐ πινον: ἐπειδὴ ἄδηλα τὰ ἀνθρώπινα ABFMc2 τοιούτων: ποιότητος· παραπλησίων: μεγέθους ABFMc2 κτῆμα: κτῆμα τὴν ἀλήθειαν, ἀγώνισμα τὸν γλυκὺν λόγον. αἰνίττεται δὲ τὰ μυθικὰ Ἡροδότου ABFGMc2 ʃ κέρδος. ʃ διὰ τοῦτο Διονύσιος | |
15 | περὶ Δημοσθένους (p. 982) φησί· οὐκ ἀνάθημα ποιῶν τὸν λόγον ὡς ὁ συγγραφεύς c1 ἀγώνισμα: θέαμα, παιδιά, ποι‐ ητικὸν ἀγώνισμα κωμῳδοποιῶν ἢ τραγῳδοποιῶν. ʃ ἐπίδειξιν. ʃ τὸ ἀγώνισμα, φησίν, εἰς τὸ παραχρῆμα ἀκούειν ξύγκειται, τουτέστι σαφές ἐστιν c1 | |
1.23.1 | μέγιστον: ὑποληπτέον τὸ ἔργον, μέγιστον ἔργον· κατὰ σύγκρισιν δὲ ἐκφέρει τὸν λόγον αὔξων τὸ τῆς ἱστορίας πρᾶγμα c1 δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν: ναυ‐ μαχίαι δύο, ἐν Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι· πεζομαχίαι δύο, | |
5 | ἐν Πύλαις καὶ ἐν Πλαταιαῖς ABFGMc2 ταχεῖαν τὴν κρίσιν ἔσχεν: ἤγουν ταχέως ἐπαύσατο. τούτου δὲ τοῦ πολέμου: τοῦ Πελοποννησίου. αὐτῷ: τῷ πολέμῳ c1 ἐν ἴσῳ χρόνῳ: ἐν κζʹ ἔτεσιν ABFGc2 | |
1.23.2 | εἰσὶ δ’ αἳ καὶ οἰκήτορας μετέ‐ βαλον: οἷον Ποτίδαια καὶ Αἴγινα ABFMc2 ὁ δὲ διὰ τὸ στασιάζειν?: ἀπὸ κοινοῦ τὸ ξυνηνέχθη γενέσθαι ABFGMc2 | |
1.23.3 | τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα κτἑ.: καὶ τὰ λεγό‐ μενα, φησίν, ὅτι ἐγένοντο πρότερον, ἅπερ σπανιώτερον ἔργῳ βεβαιοῦντο, τουτέστιν ὅτι τοιαῦτα ἔστιν ὅτε ἐγένοντο. καὶ ἐβεβαιοῦντο τὰ λεγόμενα ἀκοῇ, ἔργῳ· καὶ τὰ λεγόμενα τοίνυν | |
5 | οὐκ ἄπιστα κατέστη. πόθεν; ἐκ τοῦ συμβῆναι τοιαῦτα. καὶ | |
γὰρ ἐλέγετο, φησί, περὶ σεισμῶν καὶ ἐκλείψεων ἡλίου καὶ αὐχμῶν, καὶ γεγόνασιν ἐν τῷ καιρῷ τοῦ πολέμου δεινότερα τοιαῦτα, ὥστε πιστευθῆναι καὶ τὰ λεγόμενα πρότερον c1 καὶ ἀπ’ αὐτῶν κτἑ.: σημείωσαι ὅτι ἀπὸ τῶν αὐχμῶν λιμὸς καὶ | 25 | |
10 | λοιμός c1 ʃ σημείωσαι· τὴν λοιμώδη νόσον τῶν παθημάτων λέγει μείζονα c1 βλάψασα: τοὺς Ἀθηναίους ABFc2 μετὰ κτἑ.: ἡ σύνταξις· μετὰ τοῦ πολέμου ἅμα. παρέλκον τὸ ἅμα κεῖται c1 | |
1.23.4 | τὰς τριακοντούτεις σπονδάς: μετὰ λϛʹ ἔτη τῶν Μηδικῶν ἐγένοντο αἱ τριακοντούτεις σπονδαί, καὶ ἐφυλά‐ χθησαν ἔτη ιδʹ, ὡς γενέσθαι ἔτη νʹ ἀπὸ τῶν Μηδικῶν ἕως τῶν Πελοποννησιακῶν ABFGMc2 | |
1.23.5 | προύγραψα: μετ’ ὀλίγον ἔγραψα ABFMc2 τοῦ μή τινα ζητῆσαι: λείπει τὸ ἕνεκεν. ἐξ ὅτου: ἐκ τίνος c1 | |
1.23.6 | πρόφασιν: τὴν αἰτίαν c1 ἀφανε‐ στάτην: κεκρυμμένην. τοὺς Ἀθηναίους ... ἀναγκάσαι ἐς τὸ πολεμεῖν: τὰ ὀνόματα ῥήματα ἐποίησεν· βούλεται γὰρ δηλοῦν ὅτι μεγάλοι γινόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον | |
5 | τοῦ πολέμου ABFMc2 αἱδ’ ἦσαν: ποῖαι; αἱ καθεξῆς ῥηθη‐ σόμεναι c1e | |
1.24.1 | Ἐπίδαμνος: ἣ νῦν Δυρράχιον καλεῖται, ἥν τινες παραγραμματίζοντες Δοράκιον καλοῦσιν ABFGMc2ʃ ἀρχὴ τῆς διηγήσεως e | |
1.24.2 | ἀπῴκισαν: οὐχὶ τὸ ἀπανέστησαν τῆς οἰκίας, ἀλλὰ τὸ ἀποικίαν ἔπεμψαν. καὶ γὰρ μετ’ ὀλίγον (§ 6) φησί, πέμπουσιν ἐς τὴν Κέρκυραν ὡς μητρόπολιν. οἱ μὲν οὖν Κερκυραῖοι πέμπουσι τὴν ἀποικίαν· ὁ δὲ Φάλιος, Κορίν‐ | |
5 | θιος ὢν καὶ ἐν Κερκύρᾳ ὤν, συνεκπεμφθεὶς οἰκίζει τὴν Ἐπίδαμνον c1 τὸν παλαιὸν νόμον: σημείωσαι· ὁ παλαιὸς νόμος οὐκ ἀπὸ τοῦ γένους ἐκάλει, ἀλλ’ ἀπὸ τῆς μητροπόλεως, τουτέστι τῆς πατρίδος c1 ἐκ τῆς μητροπόλεως: ἐκ τῆς | |
Κορίνθου· Κορίνθιος 〈γὰρ ἦν〉 c1 κατακληθείς: κατα‐ | 26 | |
10 | κληθείς κυρίως εἶπεν· ἀπὸ γὰρ μειζόνων τῶν Ἡρακλειδῶν· ὥσπερ ἀνακληθείς ἀπὸ ἐλασσόνων λέγεται ABFGMc2 | |
1.24.3 | ἡ τῶν Ἐπιδαμνίων πόλις: κείμενον δύναμις· ἀντὶ τοῦ οἱ Ἐπιδάμνιοι a | |
1.24.4 | στασιάσαντες: οἱ Ἐπιδάμνιοι ABFGMc2 ζήτει κεφάλαιον ληʹ τοῦ περὶ μεθόδου δεινότητος περὶ ἀμφι‐ βολίας (Hermog. Rhet. Gr. II 454) g τῶν προσοίκων βαρβάρων: τῶν Ταυλαντίων ABFGMc2 τῆς πολλῆς: τῆς | |
5 | πλείονος, οὐ μὴν δὲ τῆς πάσης ABFGMc2 | |
1.24.5 | τὰ δὲ τελευ‐ ταῖα: 〈κατὰ〉 τὰ τελευταῖα τῆς στάσεως αὐτῶν ABFGMc2ʃ ἀντὶ τοῦ τέλος δέ c1 τοῦδε τοῦ πολέμου: τοῦ Πελοπον‐ νησιακοῦ. αὐτῶν: τῶν Ἐπιδαμνίων | |
1.24.6 | οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι: ὁ δῆμος δηλονότι ABFGMc2 τούς τε φεύγοντας: τοὺς πλουσίους FGMac2 ξυναλλάξαι: ἀντὶ τοῦ καταλλάξαι c1 | |
1.24.7 | Ἥραιον: ἱερὸν τῆς Ἥρας c1 | |
1.25.1 | τιμωρίαν: βοήθειαν ABFGMʃ [ἐκδίκησιν] βοή‐ θειαν, ἢ ὑπακουστέον τὸ κατὰ τῶν ἀδικούντων, τιμωρίαν, κατὰ τῶν ἀδικούτων αὐτοὺς δηλαδή, ἐκδίκησιν c1 θέσθαι τὸ παρόν: θέσθαι τὸ εὖ θέσθαι, τὸ δὲ παρὸν ἀντὶ τοῦ παρ‐ | |
5 | όντος· ἐβουλεύοντο γὰρ καὶ τὴν πόλιν παραδοῦναι καὶ τιμωρίαν λαβεῖν. ὡς οἰκισταῖς: διὰ τὸν Φαλίον δηλονότι ABFMc2 ἐφ’ ὅσον οἰκιστὴς αὐτὸς ἦν, Κορίνθιος ὤν. ʃ ση‐ μείωσαι ὡς οἰκισταῖς λέγει οὐχ ὅτι ἀληθῶς Κορίνθιοι αὐτοὺς ᾤκισαν, ἀλλ’ ἐφ’ ὅσον ὁ οἰκιστὴς Φάλιος Κορίνθιος ἐγένετο c1 | |
10 | ἀνεῖλε: ἀντὶ τοῦ ἐχρησμώσησεν c1 ἡγεμόνας ποιεῖσθαι: τοὺς Κορινθίους. | |
1.25.2 | τὸ μαντεῖον: τὴν μαντείαν, τὸ μάν‐ τευμα c1 παρέδοσαν: τοῖς Κορινθίοις δηλονότι. τόν τε οἰκιστήν: Φάλιον. τὸ χρηστήριον: τὸ χρησμώδημα, τὸν χρησμόν c1 | |
1.25.3 | κατά τε τὸ δίκαιον: κατὰ τὸ δοκοῦν αὐ‐ | |
τοῖς δίκαιον ABFMc2 ἐνόμιζον γὰρ αὑτῶν μᾶλλον εἶναι τὴν ἀποικίαν. ὑπεδέξαντο τὴν τιμωρίαν: σημείωσαι· οὐχὶ τὴν πρεσβείαν ὑπεδέξαντο, ἀλλὰ τὴν τιμωρίαν. τὸ τέλος εἶπεν | 27 | |
5 | ἀντὶ τῆς πράξεως, συντομώτερον εἰπὼν καὶ καινότερον· τὸ γὰρ εἰπεῖν ὅτι ὑπεδέξαντο τὴν πρεσβείαν καὶ κατέθεντο τὴν τιμωρίαν ποιῆσαι μακρὸν ἂν ἐγένετο καὶ σύνηθες κατὰ τὴν φράσιν c1 ὄντες ἄποικοι: σημείωσαι ἄποικοι τουτέστιν πέμψαντες τὴν ἀποικίαν c1 | |
1.25.4 | οὔτε γὰρ κτἑ.: ἰστέον ὅτι ὁ γὰρ παρέλκει, ἢ ἀπὸ κοινοῦ τὸ παρημέλουν. ἢ τὸ διδόντες ἀντὶ τοῦ ἐδίδοσαν, ὡς καὶ Ὅμηρος (Θ 307)· καρπῷ βριθομένη | |
5 | ἀντὶ τοῦ βρίθεται ABFGMc2 ἐν πανηγύρεσι: ἐν Ὀλυμπίοις, Νεμέοις καὶ τοῖς τοιούτοις ἀγῶσιν ABFGMc2ʃ σημείωσαι ὅτι οἱ πέμποντες ἀποικίας, οὗτοι ἐποίουν τὰς πανηγύρεις τὰς δημοσίας ἐν ἐκείναις ταῖς πόλεσι καὶ δι’ ὁμογενῶν τῶν οἰ‐ κιστῶν ἀπήρχοντο τῶν ἱερῶν, τουτέστι τῶν θυσιῶν c1 γέρα: | |
10 | τὰς τιμὰς καὶ προεδρίας ABFGMc2 νομιζόμενα: νενομοθε‐ τημένα c1 Κορινθίῳ ἀνδρί: ἔθος γὰρ ἦν ἀρχιερέας ἐκ τῆς μητροπόλεως λαμβάνειν ABFGMc2 προκαταρχόμενοι: διδόντες τὰς καταρχάς. αἱ ἄλλαι ἀποικίαι: ἀντὶ τοῦ αἱ πεμφθεῖσαι ἀποικίαι c1 περιφρονοῦντες δὲ αὐτούς: | |
15 | Ἀττικὴ ἡ σύνταξις ἀντὶ τοῦ περιφρονοῦντες αὐτῶν ABFGMc2ʃ κατὰ κοινοῦ τὸ παρημέλουν ἐπὶ τῶν ὅλων ABGc2 ὁμοῖα: ἀντὶ τοῦ ὁμοίως c1 ἔστιν ὅτε: οὐ γὰρ ἀεὶ πλέον εἶχον ναυτικόν· διὰ τοῦτό φησιν ἔστιν ὅτε ABFGMc2 κατὰ τὴν Φαιάκων προενοίκησιν: ὡς τῶν Κερκυραίων οὕτω δοξα‐ | |
20 | ζόντων λέγει καὶ οὐχὶ ἀφ’ ἑαυτοῦ· ἀεὶ γὰρ τὸ μυθῶδες φεύγει ABFGMc2ʃ ἀντὶ τοῦ ὁμοίως τῇ προενοικήσει τῶν Φαιάκων. προενοικήσει λέγει τῆς Κερκύρας· καὶ γὰρ οἱ Φαίακες παλαιό‐ | |
τεροι ἦσαν τῶν Κερκυραίων καὶ ἄριστοι τὰ ναντικά. κλέος ἐχόντων: τῶν Φαιάκων ἐς τὰ περὶ τὰς ναῦς c1 ᾗ καὶ | 28 | |
25 | μᾶλλον: τὸ ᾗ ἀντὶ τοῦ διό· καὶ μᾶλλον· διὰ τὴν φήμην τῶν Φαιάκων, μὴ φανεῖεν χείρους ABFGMc2 καὶ ἦσαν οὐκ ἀδύνατοι: τὸ οὐκ ἀδύνατοι μεσότητός ἐστι ῥῆμα, οἷον οὔτε τελείως δυνατοὶ οὔτε ἀσθενεῖς. πολεμεῖν: πρὸς Κορινθίους ABFc2ʃ τοῖς Κορινθίοις δηλονότι g | |
1.26.1 | ἐγκλήματα ἔχοντες: ἰδίως εἶπε τὸ ἐγκαλεῖν ἐγκλήματα ἔχειν ABFGc2ʃ ἀντὶ τοῦ κατὰ τῶν Κερκυραίων c1ʃ ἤγουν ἐγκαλοῦντες ἕνεκα πάντων τούτων οἱ Κορίνθιοι τοῖς Κερκυραίοις. ὠφελίαν: βοήθειαν, συμμαχίαν, ἐπικουρίαν | |
5 | ABFGc1c2 φρουρούς: ἔπεμπον δηλονότι φρουροὺς καὶ οἰκή‐ τορα c1 | |
1.26.2 | περαιούμενοι: πλέοντες | |
1.26.3 | τήν τε ἀποικίαν Κορινθίοις δεδομένην: τουτέστι τὴν τῶν Ἐπιδαμνίων τοῖς Κορινθίοις ἀναφερομένην c1 τούς τε φεύγοντας: τοὺς πλουσίους ABFGMc2ʃ τοὺς φυγάδας. κατ’ ἐπήρειαν: κατὰ | |
5 | βλάβην καὶ στάσιν, ὅπως πάλιν στασιάσωσιν ABFGMc2ʃ ἢ κατ’ ἀπειλήν. ʃ τρία εἴδη ὀλιγωρίας, καταφρόνησις, ἐπηρεασμὸς καὶ ὕβρις. τούτων γὰρ καταφρονεῖ τις, ἃ μηδενὸς 〈ἄξια〉 ἡγεῖ‐ ται. καὶ γὰρ ὁ ἐπηρεάζων φαίνεται καταφρονεῖν. ἔστι γὰρ κατὰ Ἀριστοτέλην (rhet. II 2 p. 1378 b) ὁ ἐπηρεασμὸς ἐμ‐ | |
10 | ποδισμός *** f (multa valde incerta) αὐτούς: τοὺς Ἐπι‐ δαμνίους. οἱ τῶν Ἐπιδαμνίων φυγάδες: οἱ πλούσιοι ABFGMc2 προϊσχόμενοι: προτείνοντες ἀποπέμπειν: ἀπὸ κοινοῦ τὸ ἐκέλευον οἱ Κερκυραῖοι ABFMc1ʃ τῆς Ἐπιδάμνου. | |
1.26.4 | ὑπήκουσαν: ὑπακούω πρὸς γενικῆς c1 ὡς κατάξοντες: τοὺς φυγάδας· τοῦτο γὰρ ὑπακουστέον. τὸ ἑξῆς· στρατεύουσι καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες c1 | |
1.26.5 | προσκαθεζόμενοι δὲ τὴν πόλιν: τὴν πόλιν Θουκυδίδειον, τῇ πόλει κοινόν. ἐπείθοντο: οἱ Ἐπιδάμνιοι δηλονότι. ἔστι δ’ ἰσθμὸς τὸ | |
χωρίον: μεταξυλογία ABFMc2 ἰσθμός: γῆ ἀμφιθάλασσος. | 29 | |
1.27.1 | πολιορκοῦνται: οἱ Ἐπιδάμνιοι. ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ: λείπει τιμῇ· ἴσῃ καὶ ὁμοίᾳ, τοῖς Ἐπιδαμνίοις δηλονότι ABFMc2 ʃ τουτέστιν πολιτείᾳ, ἵνα κἀκεῖ ἔχῃ πάντα ὡς ἐν Κορίνθῳ c1 εἰ δέ τις τὸ παραυτίκα κτἑ.: τουτέστιν, | |
5 | εἴ τις οὐ βούλεται ἀπιέναι, ἀλλὰ ἔχειν λόγον ὅτι συνήργησεν εἰς τὴν ἀποικίαν, διδότω δραχμὰς πεντήκοντα καὶ μενέτω, φησίν, ἐν Κορίνθῳ οἰκῶν c1 | |
1.27.2 | Παλῆς Κεφαλλήνων: Παλῆς ὡς Μεγαρῆς. πόλις δὲ ἡ Πάλη τῆς Κεφαλληνίας· τετράπολις γάρ ἐστι Κεφαλληνία, Πάλη, Κράναια, Σάμαια, Πρώναια ABFGMc2. | |
1.28.1 | τὴν παρασκευήν: τὴν οἰκονομίαν τοῦ πο‐ λέμου. παρέλαβον: ἵνα αὐτοῖς ὦσι μάρτυρες τῶν λόγων ἢ ἵνα αὐτοὺς αἰδεσθῶσιν οἱ Κορίνθιοι ABFGMc2 ʃ σημείωσαι τὸ παρέλαβον ἐπὶ τοῦ φιλικῶς ἔλαβον καὶ ὡς συναγωνιστάς c1 | |
5 | ἐκέλευον: ἀντὶ τοῦ ἐπέτρεπον καὶ ἐμαρτύραντο c1 ἀπ‐ άγειν· ἐκβάλλειν c1 ὡς οὐ μετόν: ἀντὶ τοῦ οὐδὲν κοινόν c1 | |
1.28.2 | εἰ δ’ ἔτι ἀντιποιοῦνται: ζήτει τοῦ περὶ εὑρέσεως βι‐ βλίου τόμον βʹ περὶ νόμου εἰσφορᾶς (Hermog. Rhet. Gr. II 191 sqq.) G δίκας ἤθελον δοῦναι: ἐπιτρέψαι δικαστηρίῳ καὶ κριθῆναι ἐβούλοντο ABFGMc2 ʃ ἀντὶ τοῦ ἔλεγον δίκας ἀμ‐ | |
5 | φοτέρους διδόναι, αὐτούς τε Κερκυραίους καὶ Κορινθίους δικάσασθαι ἔνθα βούλονται καὶ συμφωνήσουσιν c1 ξυμβῶ‐ σιν: ξυμφωνήσωσιν. δικασθῇ: ἀποφανθῇ. ἤθελον δὲ καὶ τῷ ἐν Δελφοῖς μαντείῳ ἐπιτρέψαι: ἴσως γὰρ οὐκ ἐπύθοντο τὸν χρησμὸν ὃν ἔλαβον οἱ Ἐπιδάμνιοι διὰ Κοριν‐ | |
10 | θίους ABFGMc2 ʃ ἀντὶ τοῦ, ἔλεγον δὲ ὅτι ἐρωτήσωμεν καὶ τὸ μαντεῖον, τίσι νέμει τὴν ἀποικίαν καὶ τὰ δίκαια c1 ἐπι‐ τρέψαι: τὴν ἐπιτροπὴν τῆς κρίσεως δοῦναι. | |
1.28.3 | πόλεμον | |
δὲ οὐκ εἴων ποιεῖν: διότι ἄποικοι ἦσαν καὶ ᾐδοῦντο αὐ‐ τούς ABFGMc2 εἰ δὲ μή: εἰ δὲ οὐκ ἐθελήσουσι παῦσαι τὸν πόλεμον. βιαζομένων: ἀντὶ τοῦ βιαζόντων. οὓς οὐ βού‐ | 30 | |
5 | λονται: οἱ Κερκυραῖοι, οὐχ οἱ Κορίνθιοι ABFGMc2 ἑτέρους τῶν νῦν ὄντων μᾶλλον: ἄλλους ἀπὸ τῶν παρόντων φίλων. ἢ ἑτέρους λέγει μᾶλλον φίλους τῶν παρόντων φίλων. τῶν νῦν ὄντων: τῶν νῦν ἰσχυόντων. λέγει δὲ Ἀθηναίους ABFGMc2 ὠφελίας: βοηθείας c1 | |
1.28.4 | τοὺς βαρβάρους: τοὺς Ταυλαντίους F ἀπαγάγωσι: ἀποστήσωσιν. | |
1.28.5 | ἀντ‐ έλεγον: οὐκ ἐναντία ἔλεγον, ἀλλὰ ἴσα· ὡς ἀντίθεος ὁ ἰσό‐ θεος ABFMc2 ἑτοῖμοι δὲ εἶναι κτἑ.: ἀντὶ τοῦ ἑτοίμως ἔχουσιν, εἰ μὴ ἐκεῖνο βούλονται, σπονδὰς ποιήσασθαι, μένειν | |
5 | ἐν Ἐπιδάμνῳ καὶ τοὺς πεμφθέντας Κορινθίων καὶ τοὺς πεμφθέντας Κερκυραίων, μηδὲν πράττοντας εἰς κάκωσιν, ἕως ἂν δίκας δώσουσιν c1 κατὰ χώραν: ἐφ’ ἡσυχίας, ἵνα μὴ ἐν τῷ μεταξὺ ἀλλήλους ἀδικῶσι ABFMc2 | |
1.29.1 | ὑπήκουον: πρὸς γενικῆς ἀντὶ τοῦ ἠνείχοντο c1 προπέμψαντες κήρυκα: ὅρα ὡς κατεφρόνουν οἱ Κορίν‐ θιοι· καὶ γὰρ οὐ λάθρα ἐβούλοντο πλεῖν ABFMc2 κήρυκα: κήρυξ ἐν πολέμῳ, πρέσβεις ἐν εἰρήνῃ ABFc2 ἄραντες: τὸ | |
5 | ἑξῆς· ἄραντες ἔπλεον c1 δισχιλίοις τε ὁπλίταις: καὶ μὴν ἄνω (cap. 27, 2) τρισχιλίους ἡτοίμαζον. ῥητέον οὖν ὅτι ἴσως οὐκ ἦν χρεία τῶν χιλίων, ἢ καὶ καταφρονοῦντες τῶν Κερκυ‐ ραίων τοῦτο ποιοῦσιν ABFGMc2 ἐναντία: ἀντὶ τοῦ κατὰ πρόσωπον c1 | |
1.29.3 | ἐν Ἀκτίῳ τῆς Ἀνακτορίας γῆς: ἡ Ἀνακτορία γῆ ἐστι τῆς ἠπείρου, τὸ δ’ Ἄκτιον λιμήν ABF κή‐ ρυκά τε προύπεμψαν: ἵνα εἰρηνικὰ φρονοῦντες δηλώσω‐ σιν. ἀπεροῦντα: ἀπαγορεύσοντα c1ʃ ἀποστρέψοντα, τὰ | |
5 | ἐναντία ἐροῦντα. ἐπλήρουν: ἀνδρῶν δηλονότι. ζεύξαν‐ τες: ζυγώματα αὐταῖς ἐνθέντες εἰς τὸ συνέχεσθαι ABFGMc2ʃ | |
ζήτει κεφάλαιον αʹ τοῦ περὶ μεθόδου δεινότητος (Hermog. Rhet. Gr. II 427) gʃ εὐτρεπίσαντες, τοὺς ζυγοὺς ἁρμόσαντες ἐν αὐταῖς· καὶ γὰρ ἔθος ἔχουσιν αἴρειν αὐτοὺς ἀπὸ τῶν οὐ | 31 | |
10 | πλεουσῶν νεῶν. ἀλλ’ ἐν τούτῳ τὸν εὐτρεπισμὸν εἶπε c1 τὰς παλαιάς: οὐδεμία καινὴ ναῦς ἦν, εἴ γε τὰς μὲν ἔζευξαν δια‐ λελυμένας οὔσας καὶ ζυγωμάτων προσδεηθείσας εἰς συνοχήν, τὰς δὲ ἐπεσκεύασαν. ἐπισκευάσαντες: ἐπισκευάζω τὸ ἐκ παλαιότητος εἰς νέαν κατάστασιν εἰδοποιῶ, καὶ ἐπισκευαστὴς | |
15 | ὁ τῶν σαθρῶν οἰκοδόμος. ʃ ἐκ σαθρότητος νέας ποιήσαντες. | |
1.29.4 | εἰρηναῖον: εἰρήνης ποιητικόν. τεσσαράκοντα: προ‐ εῖπε γὰρ (cap. 25, 4) ὅτι ἑκατὸν εἴκοσι εἶχον ABFGMc2 ἐναυ‐ μάχησαν: τὴν ναυμαχίαν ταύτην οὐκ ἀκριβῶς διηγεῖται, πρεσβυτέραν ἴσως οὖσαν αὐτοῦ. διὰ δὲ τῆς φθορᾶς τῶν πεν‐ | |
5 | τεκαίδεκα νεῶν τὴν ἐπικράτειαν αὐτῶν δηλοῖ. καὶ αὗται μὲν τελείως διεφθάρησαν, αἱ δὲ λοιπαὶ ἐτραυματίσθησαν, καὶ αἰχμάλωτοι ἐλήφθησαν ἱκανοί. παρὰ πολύ: ἀντὶ τοῦ σφόδρα ABFGMc2 διαφερόντως, μᾶλλον ἢ πολύ. | |
1.29.5 | τῇ δὲ αὐτῇ ἡμέρᾳ κτἑ.: δευτέραν νίκην λέγει τῶν Κερκυραίων ABFGMc2 ἐπήλυδας: ξένους. ἀποδόσθαι: πωλῆσαι FGMac2. | |
1.30.1 | τροπαῖον: τροπαῖον ἡ παλαιὰ Ἀτθίς, ἧς ἔστιν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· τρόπαιον ἡ νέα Ἀτθίς, ἧς ἔστι Μένανδρος καὶ οἱ ἄλλοι ABFGMc2 Κο‐ ρινθίους δὲ δήσαντες εἶχον: οὗτοι ἐδέθησαν. καὶ οἱ ἐν | |
5 | Ἐπιδάμνῳ ἄλλοι Κορίνθιοί εἰσιν ABGMc2 | |
1.30.2 | τῆς γῆς ἔτε‐ μον: Ἀττικὴ ἡ σύνταξις ABFGMc2 Κυλλήνην: ἄλλη Κυλ‐ λήνη τῆς Ἀρκαδίας ABFGMc2 ἐπίνειον: ἐπίνειόν ἐστι πό‐ λισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῶν πόλεων εἰσίν, | |
5 | ὥσπερ Πειραιεὺς τῶν Ἀθηναίων καὶ Νίσαια τῆς Μεγαρίδος· δύνασαι δὲ ἐπὶ παντὸς ἐμπορίου καὶ παραθαλασσίου χρή‐ | |
σασθαι τῷ ὀνόματι τούτῳ, ὃ νῦν οἱ πολλοὶ κατάβολον καλοῦ‐ σιν ABFGMc2 | 32 | |
1.30.3 | τοῦ τε χρόνου τὸν πλεῖστον: ἀεὶ ὁ Θουκυδίδης τὸν πλεῖστον ἀρσενικῶς λέγει FMac2 περιόντι: ἐνισταμένῳ. ἐπόνουν: ὑπὸ τῶν Κερκυραίων BFc2 τὸ Χει‐ μέριον: οὕτως καλεῖται ὁ τόπος ABFc2 | |
1.30.4 | ἀντικαθεζό‐ μενοι: ἀντιστρατοπεδεύοντες. | |
1.31.1 | ὀργῇ φέροντες τὸν πρὸς Κερκυραίους πό‐ λεμον: ὀργιζόμενοι διὰ τὸν πόλεμον τῶν Κερκυραίων. | |
1.31.2 | ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι: οὐκ ἐνε‐ γράφησαν ταῖς σπονδαῖς. ἔνσπονδοι: φίλοι. κυρίως δὲ ἔνσπονδος ὁ ἀπὸ πολέμου ABFGMc2. | |
1.32.1 | αʹ δημηγορία Κερκυραίων ABCFGMe πρὸς Ἀθη‐ ναίους c2 δίκαιον: δίκαιον ἀντὶ τοῦ εὔλογον ABFGMc2ʃ ἡ τοῦ Κερκυραίου δημηγορία μᾶλλον τὸ συμφέρον προβάλλεται ἤπερ τὸ δίκαιον, ἡ δὲ τοῦ Κορινθίου μᾶλλον τὸ δίκαιον ἤπερ | |
5 | τὸ συμφέρον· οἱ γὰρ Κορίνθιοι σύμμαχοι ἦσαν, οἱ δὲ Κερκυ‐ ραῖοι ναῦς εἶχον ἑκατὸν εἴκοσι ABFGMc2ʃ οὔτε εὐεργεσίαν ὀφείλετε, ὦ Ἀθηναῖοι, οὔτε συμμαχίαν ἢ ἡμῖν ἢ τοῖς Κοριν‐ θίοις. δίκαιον οὖν ἐστι τοὺς πρὸς τοιούτους ἥκοντας δεησο‐ μένους ἐπικουρίας πρῶτον ἀναδιδάξαι ὅτι μάλιστα συμφέροντα | |
10 | δέονται c1 τοὺς μήτε κτἑ.: ἡμᾶς τοὺς Κερκυραίους. μήτε εὐεργεσίας μεγάλης: εὐτελίζει τῶν Κορινθίων τὴν χάριν τῶν εἴκοσι νεῶν (cap. 41, 2) ABFGc2 τοὺς πέλας: τῇ γνώμῃ· οὐ γάρ ἐστιν ἡ Κέρκυρα πέλας τῶν Ἀθηνῶν ABFGMc2 ἀναδιδάξαι: ἄνωθεν διδάξαι c2ʃ τί πρῶτον ἀναδιδάξαι; μά‐ | |
15 | λιστα μέν: c1 τὴν χάριν: τὴν ἀντίχαριν. βέβαιον: ση‐ μείωσαι· ἡ βέβαιος ABFc2 σαφὲς καταστήσουσι: ἀποδεί‐ ξουσιν. τουτέστιν, εἰ τοιαῦτα ἀποδείξουσιν ἑαυτοὺς ζητοῦντας, ἐπιτυχεῖν εἶεν ἂν ἄξιοι, εἰ δὲ μή, ἀποτυγχάνειν. δεικνύουσι δ’ ἑαυτοὺς ἔχοντας μᾶλλον ταῦτα καὶ δικαίους ἐπιτυχεῖν ὧν | |
20 | δέονται c1 μὴ ὀργίζεσθαι: ἀπὸ κοινοῦ τὸ δίκαιον ABFc2 | 33 |
1.32.2 | Κερκυραῖοι δέ: τὸ δέ ἀντὶ τοῦ γάρ. μετὰ τῆς ξυμ‐ μαχίας τῆς αἰτήσεως: μετὰ τῆς αἰτήσεως συμμαχίας. | |
1.32.3 | τετύχηκε δέ: δεύτερον προοίμιον ABFGc2 τὸ αὐτὸ ἐπι‐ τήδευμα: τὸ ἰδιοπραγμονεῖν καὶ ἡσυχάζειν λέγει ἐπιτήδευμα ABFGMc2ʃ ἀνάφορμον (?) ὑμῖν εἰς τὴν ἡμῶν συμμαχίαν τὸ ἱδιοπραγμονεῖν ἡμᾶς fʃ ἐγὼ δ’ ἂν ἐπιτήδευμα εἴποιμι τὸ | |
5 | αἱρεῖσθαι αὐτοὺς ἕως νῦν (ὡς κατιών φησι) μηδενὶ ξυμμα‐ χεῖν· νῦν γάρ, φησίν, καὶ δεόμεθα ἡμεῖς, καὶ ὧν, εἰ πρὶν ξυνεμαχοῦμεν, ἐμέλλομεν νῦν βοηθείας ἀπολαύειν, ἀποτυγ‐ χάνομεν c2 πρός τε ὑμᾶς: ὅσον ἐς τὴν κρίσιν τὴν ὑμετέ‐ ραν. ἀξύμφορον: καθὸ ἔρημοί ἐσμεν ξυμμαχίας ABFGMc2 | |
1.32.4 | καὶ περιέστηκεν κτἑ.?: συμπαρόντων τῶν Κορινθίων καὶ ἀκροωμένων ταῦτα οἰκονομικῶς οἱ Κερκυραῖοί φασιν c2 σω‐ φροσύνη: ἡ ἰδιωτεία καὶ ἀπραγμοσύνη ABFGMc2 τῇ τοῦ πέλας γνώμῃ: πολλάκις ἀδίκῳ οὔσῃ, εἰ κατὰ πατέρων ἢ κατὰ ἱεροῦ | |
5 | στρατεύοιεν ABFGMc2ʃ ἀντὶ τοῦ βουλῇ c2 | |
1.32.5 | τὴν μὲν οὖν γε‐ νομένην ναυμαχίαν: τρίτον προοίμιον ABFGMc2 ʃ λείπει ἡ κατά BFGMac2 ἐφ’ ἡμᾶς: καθ’ ἡμῶν. περιγενέσθαι: τῶν Κορινθίων. ἐσόμεθα ὑπ’ αὐτοῖς: Ἀττικὴ ἡ σύνταξις, | |
5 | εἰμὶ ὑπὸ σοί ABFGMc2ʃ ἤγουν εἰ δουλωθείημεν αὐτοῖς. ἀπραγμοσύνῃ: ἀπραξίᾳ c2. | |
1.33.1 | γενήσεται δὲ ὑμῖν κτἑ.: ἐντεῦθεν οἱ ἀγῶνες ABFMc2 ἡ ξυντυχία τῆς χρείας: ἀντὶ τοῦ ἡ ἐπιτυχία τῆς χρείας c2ʃ περιφραστικῶς ἡ χρεία ABFMc2 πρῶτον μὲν: τὸ δίκαιον πρῶτον ABFMc2 οὐχ ἑτέρους βλάπτουσι: | |
5 | ὥσπερ οἱ Κορίνθιοι ABFMc2 τὴν ἐπικουρίαν: ἤγουν βοηθήσετε. ἔπειτα: τὸ συμφέρον δεύτερον ABFc2 μαρ‐ τυρίου: 〈σημείωσαι〉 ὅτι τὸ μαρτύριον οὐδετέρως μόνος ὁ Θουκυδίδης λέγει ABFc2 | |
1.33.2 | σπανιωτέρα: τὰ γὰρ καλὰ | |
καὶ χρήσιμα σπάνια, τὰ δὲ χερείονα νικᾷ (Hom. Α 576) ABFc2 ὑμεῖς ἂν πρὸ πολλῶν χρημάτων κτἑ.: ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω (De‐ | 34 | |
5 | mosth. I 1). ἐτιμήσασθε: ἠγοράσατε ABFc2 ἀρετήν: εὐδοξίαν Bc2f ὀλίγοις δή: ἀντὶ τοῦ οὐδὲ ὀλίγοις. Ὅμηρος (Ε 800)· ἦ ὀλίγον οἱ παῖδα ABFc2 οἷς ἐπικαλοῦνται: οὓς ἐπάγονται πρὸς συμμαχίαν. | |
1.33.3 | τῷ κοινῷ ἔχθει: τῇ κοινῇ ἔχθρᾳ, ἤγουν ἵνα μὴ κοινοὶ ἐχθροὶ τῶν Κορινθίων γενόμενοι 〈καὶ τὰ ἑξῆσ〉. μηδὲ δυοῖν κτἑ.: λείπει θάτερον. ἐν ὑπερβατῷ δὲ ἡ σύνταξις. ὁ δὲ νοῦς | |
5 | τοιοῦτος· μηδὲ ἀποτύχωσι δυοῖν θατέρου, ἢ φθάσαι ἡμᾶς κακῶσαι ἢ ἑαυτοὺς βεβαιώσασθαι ABFc2 | |
1.33.4 | προτερῆσαι: προέχειν, τὰ πρωτεῖα λαμβάνειν Fʃ προλαβεῖν. τῶν μὲν: ἡμῶν δηλονότι διδόντων ABFc2 καὶ προεπιβουλεύειν?: ἡμέτερον ἔργον ἀπὸ κοινοῦ ABF | |
1.34.1 | μαθόντων: ἀμαθεῖς γάρ εἰσι διὰ τὴν ἐνοῦσαν πονηρίαν ABFc2 εὖ μὲν πάσχουσα: ὑπὸ τῆς μητροπόλεως. ὁμοῖοι τοῖς λειπομένοις: ὁμότιμοι τοῖς ὑπολειφθεῖσιν ἐν τῇ μητροπόλει. | |
1.34.2 | ἠδίκουν: οἱ Κορίνθιοι. σαφές ἐστιν: προείρηται ABFc2 προκληθέντες: παρακινηθέντες. τῷ ἴσῳ: τῷ νόμῳ καὶ τῷ δικαίῳ, παρ’ οἷς ἡ ἰσότης. μετελθεῖν: κολάσαι. | |
1.34.3 | ἐκ τοῦ εὐθέος: γνώμῃ. ἐκ τοῦ εὐθέος μὴ ὑπουργεῖν: ἀσκέπτως μὴ ὑπηρετεῖν. ὁ γὰρ ἐλαχίστας κτἑ.: ἀντὶ τοῦ, ὁ μηδ’ ὅλως λαμβάνων μεταμέλειαν ἐκ τοῦ χαρίζε‐ σθαι τοῖς ἐχθροῖς ἀσφαλέστατος ἂν διατελοίη ac2f | |
1.35.2 | εἴρηται γὰρ ἐν αὐταῖς: ῥητὸν καὶ διάνοια· τὸ μὲν ῥητὸν ὁ Κερκυραῖος, τὴν δὲ διάνοιαν ὁ Κορίνθιος ABFc2ʃ ὅρα τὸ παρὰ ταῖς σπονδαῖς κείμενον ῥητόν c2 | |
1.35.3 | τοῖσδε: τοῖς Κορινθίοις ABFc2 τῶν ὑμετέρων ὑπηκόων: λανθα‐ νόντως κολακεύει τοὺς Ἀθηναίους ABFc2ʃ πολλάκις γάρ τινες | |
διὰ πενίαν ἐμισθοφόρουν καὶ κατὰ τῶν οἰκείων ἐστράτευον. | 35 | |
5 | λέγει δὲ περὶ Παλέων τῆς Κεφαλληνίας, οἵτινες Ἀθηναίων ὄντες ὑπήκοοι Κορινθίοις συνεμάχουν ABFc2 εἶτα ἐν ἀδι‐ κήματι θήσονται: ἢ ἐν ὑποστιγμῇ ἢ εἰρωνικῶς ABFc2 | |
1.35.4 | ἐπιόντων: καθ’ ἡμῶν. μάλιστα δὲ ἀπὸ τοῦ προ‐ φανοῦς: ἢ προφανῶς ἢ λάθρα, μάλιστα δὲ φανερῶς ABFc2 βοηθεῖν: λείπει τὸ χρή, ἵν’ ᾖ χρὴ βοηθεῖν ABFc2 | |
1.35.5 | ὑπεί‐ πομεν: προείπομεν. ἡ ἀλλοτρίωσις: ἡ στέρησις ABFc2 ἀλλὰ κτἑ.: κατὰ κοινοῦ τὸ δίκαιον Fac2 | |
1.36.1 | καὶ ὅτῳ τάδε ξυμφέροντα κτἑ.: ἀντίθεσις ἀπὸ τοῦ δικαίου, ἣν λύει τῷ ξυμφέροντι ABFc2 τὸ μὲν δεδιὸς αὐτοῦ κτἑ.: τὸ μὲν λῦσαι τὰς σπονδάς, δεδιὸς ὄν, φοβερὸν ἦν τοῖς Λάκωσι, τὸ δὲ μὴ λῦσαι, θαρσοῦν, ἀδεέστερον ἦν | |
5 | τοῖς αὐτοῖς. οἱ γὰρ Ἀθηναῖοι δεδιότες τὴν τῶν σπονδῶν λύ‐ σιν οὐκ ἂν δηλονότι ἐδέξαντο τοὺς Κερκυραίους καὶ τὴν ἀπὸ αὐτῶν δύναμιν. καὶ δῆλον ὅτι τὸ δεδιὸς τοῦτο ἰσχὺν ἔφερε τοῖς Ἀθηναίοις ἀπὸ τῶν Κερκυραίων, φόβον δὲ τοῖς Λακε‐ δαιμονίοις. θαρσήσαντες δὲ ταῖς σπονδαῖς καὶ ἀπωσάμενοι | |
10 | τοὺς Κερκυραίους αὐτοῖς μὲν τοῖς Ἀθηναίοις ἀσθενὲς ἦν τὸ θάρσος τοῦτο, ζημιουμένοις τὴν ἐκ τῆς Κερκύρας βοήθειαν, τοῖς δὲ πολεμίοις αὐτῶν Πελοποννησίοις ἀσφαλὲς καὶ ἀδεέστε‐ ρον ABFc2ʃ τὸ λῦσαι τὰς σπονδάς, τοῦτο τὸ φόβον ἐμποιοῦν, τοῦτο οὖν τὸ κατάφοβον ἰσχὺν ἔχει, ἡμῶν ἐν τῇ συμμαχίᾳ | |
15 | προσλαμβανομένων· τὸ δὲ θαρσοῦν καὶ εὔελπι, τὸ μὴ ἡμᾶς προσδέξασθαι, ἀσθενὲς ὄν. πρὸς γὰρ τοὺς Λακεδαιμονίους, τοὺς ἐχθροὺς ὑμῶν καὶ ἰσχύοντας, τοῦτο ἀδεέστερον ἔσται. καὶ ἅμα ... Βουλευόμενος: ἀπὸ κοινοῦ τὸ γνώτω ABFc2 οὐ τὰ κράτιστα: ἀλλὰ τὰ ἀσθενῆ καὶ ἐπιβλαβῆ ABFc2 ὅταν | |
20 | ἐς τὸν μέλλοντα κτἑ.: τὸ ἑξῆς οὕτως· ὅταν ἐνδοιάζῃ καὶ διστάζῃ χωρίον προσλαβεῖν εἰς τὸν σχεδὸν μέλλοντα πόλεμον, τὸ αὐτίκα περισκοπῶν, τουτέστι τὴν ἐνυπάρχουσαν εἰρήνην ABFc2 | |
ὅσον οὐ: ἀντὶ τοῦ οὐχ ὅσον, τὸ οὐ βραδέως, ἀλλὰ ταχύ ABFc2 καιρῶν: καιρῶν νῦν εὐτυχιῶν καὶ ἀτυχιῶν, ἢ μᾶλλον και‐ | 36 | |
25 | ρῶν λέγει ἀντὶ τοῦ ἀναγκῶν καὶ κινδύνων ABFc2 | |
1.36.3 | βρα‐ χυτάτῳ δ’ ἂν κεφαλαίῳ: ἐντεῦθεν οἱ ἐπίλογοι ABFc2 τοῖς τε ξύμπασι καὶ καθ’ ἕκαστον: λείπει τὸ λέγομεν, ἢ δο‐ τικὴ ἀντὶ εὐθείας, ἵν’ ᾖ μάθοιτε ἂν οἵ τε σύμπαντες καὶ καθ’ | |
5 | ἕκαστον ABFc2 μὴ προέσθαι: μὴ προδῶτε. ἐς ταὐτόν: εἰς συμμαχίαν ABF ἕξετε: ἰσχύσετε. | |
1.37.1 | βʹ δημηγορία Κορινθίων ABCFc πρὸς Ἀθη‐ ναίους c2 ἀναγκαῖον Κερκυραίων κτἑ.: οὐ μόνον οἱ Κερ‐ κυραῖοι λόγον ἐποιήσαντο περὶ τοῦ δέξασθαι ὑμᾶς αὐτούς, ἀλλ’ ἤδη ἥψαντο καὶ ἡμῶν, κατηγοροῦντες ὅτι παρὰ τὸ εἰκὸς αὐ‐ | |
5 | τοῖς μαχόμεθα. ἀνάγκη τοίνυν ἐστὶ μνησθῆναι ἀμφοτέρων πρότερον, ὅτι οὐ δικαίως δέξεσθε αὐτοὺς καὶ ὅτι προσηκόν‐ τως αὐτοῖς μαχόμεθα, εἶτα ἐλθεῖν καὶ ἐπὶ τὸν ἄλλον λόγον. | |
1.37.2 | ξυμμαχίαν διὰ τὸ σῶφρον κτἑ.: οὐ συνεμάχησάν τινι διὰ τὴν σωφροσύνην. ἐπετήδευσαν: μετεχειρίσαντο. αἰσχύ‐ νεσθαι?: ἔχειν μάρτυρα τῆς αἰσχύνης. | |
1.37.3 | καὶ ἡ πόλις αὐτῶν κτἑ.: συμβαίνει τῇ γνώμῃ τῶν πολιτῶν· λῃστεύοντες γὰρ ἔχουσιν αὐτὴν συνεργοῦσαν, ἐπιτηδείαν ἔχουσαν τὴν θέσιν πρὸς ἁρπαγήν. οὐ γὰρ ἐκπλέουσι πρός τινας, μᾶλλον δὲ τοὺς | |
5 | πλέοντας ὑπὸ τῆς βίας τῶν πνευμάτων καταίροντας δέχονται καὶ διαρπάζουσιν, εἶτα δικάζουσιν αὐτούς, ὡς δίκαια δηλαδὴ πεπόνθασιν. καίτοι γε οὐ προκάθηνται εἰς τὸ δικάζειν συν‐ θήκῃ, ἤγουν συμφωνίᾳ· τὸ δὲ ὅλον αὐτοὶ ἀδικηταὶ καὶ κριταί. ἐν τούτῳ γίγνεται αὐτοῖς τὸ ἄσπονδον εὐπρόσωπον καὶ πιθα‐ | |
10 | νόν· διὰ τοῦτο γὰρ συμμάχους οὐκ ἔχουσιν, ἵνα καταμόνας αὐτοὶ ἀδικῶσι καὶ μὴ μεθ’ ἑτέρων τὴν ἀδικίαν ἐργάζωνται, ἵνα μὴ μάρτυρας μᾶλλον ὧν ἐργάζονται ἢ συμμάχους ἔχωσιν. αὐτάρκη θέσιν κειμένη: λείπει ἡ εἰς ABMʃ περιτροπὴ τὸ σχῆμα· ἡ θέσις τῆς πόλεως αὐτῶν ἁρμόττει αὐτῶν τῇ γνώμῃ | |
15 | καὶ αὐτάρκης ἐστὶ τῆς προαιρέσεως αὐτῶν καὶ κακίας πρὸς τὸ λῃστεύειν ABFM διὰ τὸ ἥκιστα κτἑ.: εἰ γὰρ ἐξέπλεον, φησίν, ἀλλαχοῦ, οἱ ἀδικούμενοι ἂν ἐκράτουν αὐτῶν ὁμήρους ABFM ἀνάγκῃ: διὰ πνευμάτων βίαν ABF καταίροντας (παρόν‐ τας ABF) δέχεσθαι: ὑποδέχεσθαι φιλικῶς, δέχεσθαι λῃστρι‐ | 37 |
20 | κῶς ABFGM | |
1.37.4 | κἀν τούτῳ (b) τὸ εὐπρεπὲς κτἑ.: τὸ ἑξῆς· κἀν τούτῳ τὸ ἄσπονδον εὐπρεπὲς προβέβληνται καὶ τὰ ἑξῆς ABFG κατὰ μόνας?: μὴ κωλυόμενοι ὑπὸ τῶν συμμάχων δι’ οἶκτον FG κρατῶσι: φανερῶς ABF λάθωσι: λάθρα ABF ἢν δέ | |
5 | πού τι: ἐπὶ παρακαταθήκης BF ἀναισχυντῶσιν: ἀρνού‐ μενοι δηλονότι, μὴ κοινωνοῦντος αὐτοῖς τινος εἰς τὴν τῶν λαφύρων διανομήν ABFGM | |
1.37.5 | ἀληπτότεροι: οἱ γὰρ εὐάλω‐ τοι φόβῳ τῶν πέλας κολακεύειν ἀναγκάζονται τοὺς ἀδικοῦντας ABFGMʃ ἀκατηγορητότεροι. ἐξῆν αὐτοῖς κτἑ.: τὸ ἑξῆς· φα‐ νερωτέραν ἐξῆν αὐτοῖς τὴν ἀρετὴν δεικνύναι διδοῦσι καὶ δε‐ | |
5 | χομένοις τὰ δίκαια ABF τὴν ἀρετήν: φιλίαν, δύναμιν, συμ‐ μαχίαν ABFGʃ τὴν μίαν τῶν γενικῶν φησι, τὴν δικαιοσύνην c2 | |
1.38.1 | διὰ παντός: τὸ διὰ παντός, ἵνα μή τις εἴπῃ ὅτι νῦν ἀδικηθέντες AFG ἐκπεμφθεῖεν: ὑφ’ ἡμῶν δηλον‐ ότι. | |
1.38.2 | ἡμεῖς δὲ οὐδ’ αὐτοί κτἑ.: σημείωσαι· ἐκ τοῦ ἰσά‐ ζοντος τὸν λόγον ἀνέστρεψε (?) c1 | |
1.38.4 | οὐδ’ ἐπεστρατεύομεν κτἑ.: εἰ γὰρ μὴ ἠδικούμεθα περιφανῶς, οὐκ ἂν προδήλως ἐστρατεύομεν. ἐκπρεπῶς: ἐκδήλως F ὑπερβαλλόντως πάνυ BGF (?) διαφερόντως: ἐξαιρέτως F ὑπερβαλλόντως πάνυ | |
5 | AF (?) | |
1.38.5 | καλὸν δ’ ἦν κτἑ.: ὅμως, εἰ καὶ ἡμαρτάνομεν, ἐπαινετὸν ἦν ἐνδοῦναι ἡμῖν ὀργιζομένοις. τῇ ἡμετέρᾳ ὀργῇ: ὡς πατρικῇ ABFG μετριότητα: ἀνεξικακίαν, ἐπιείκειαν ABFG | |
1.39.1 | πρότερον: πρὸ τοῦ λαβεῖν αὐτήν BFGa ἥν γε: λείπει ἡ εἰς, εἰς ἥν BFʃ τὴν δίκην Gʃ ὁ νοῦς οὕτως· οὐ δεῖ τὸν ἐν ἀσφαλείᾳ ὄντα καὶ προβαλλόμενον δίκην δοκεῖν λέ‐ | |
γειν τι. μετέθηκε τὸν χρόνον ὁ Κορίνθιος· μετὰ γὰρ τὸ λα‐ | 38 | |
5 | βεῖν, φησί, τὸ χωρίον καὶ κατασχεῖν ἠξίουν δικάζεσθαι οἱ Κερ‐ κυραῖοι. καὶ οὐ δεῖ, φησίν, προσέχειν τὸν ἐκ τοῦ ἀσφαλοῦς καὶ ἰσχυροῦ προκαλούμενον εἰς κρίσιν οὐδὲ δοκεῖν ὅτι λέγει τι, ἀλλὰ καὶ καταφρονεῖν ABFGM διαγωνίζεσθαι: δικάζεσθαι BFG | |
1.39.2 | οὗτοι δὲ οὐ πρὶν κτἑ.: μεταληπτικῶς ἔλυσεν ἀπὸ τοῦ χρόνου c1 ἀλλ’ ἐπειδὴ κτἑ.: ἀλλὰ μετὰ τὴν τῶν νεῶν ἔκπεμψιν ABFGM τὸ εὐπρεπὲς τῆς δίκης: τὴν δόκησιν τῆς δίκης, οὐχὶ τὴν ἀλήθειαν· ἠδίκουν γὰρ κατ’ ἀλήθειαν | |
5 | ABFGM οὐ τἀκεῖ μόνον αὐτοὶ ἁμαρτόντες: οὐκ ἀδική‐ σαντες αὐτοὶ μόνον εἰς τὰ κατὰ τὴν Ἐπίδαμνον. τἀκεῖ: τὰ ἐν Ἐπιδάμνῳ δηλονότι ABFG ξυναδικεῖν: τὸ σχῆμα παρί‐ σωσις, ὃ καὶ Γοργίειον καλεῖται ABF | |
1.39.3 | καὶ μὴ ἐν ᾧ: λείπει τὸ ἐν ἐκείνῳ καιρῷ ABF μηδ’ ἐν ᾧ ὑμεῖς κτἑ.: τὸ ἑξῆς· μήτε μεταδώσετε αὐτοῖς τῆς ὠφελείας ὑμεῖς, τότε τῆς δυνά‐ μεως αὐτῶν οὐ μεταλαβόντες. λέγει δὲ τὸν κατὰ Σαμίων καὶ | |
5 | Αἰγινητῶν πόλεμον ABF τῆς ἀφ’ ἡμῶν αἰτίας τὸ ἴσον ἕξετε: τῶν τῆς Ἐπιδάμνου. ἀπὸ κοινοῦ δὲ τὸ ἐν ᾧ. αἰτια‐ σόμεθα γάρ, φησί, τοὺς συμμαχήσαντας τοῖς Κερκυραίοις ὡς ἐχθρούς. καὶ ὑμεῖς δὲ τὸ ἴσον αὐτοῖς ἕξετε αἴτιον καὶ πολέ‐ μιοι κληθήσεσθε ABFG πάλαι δὲ κοινώσαντας κτἑ.: ἀπὸ | |
10 | κοινοῦ τὸ οὓς ἐχρῆν ABF | |
1.40.1 | κεφαλαίων (G): τοῦ δικαίου G | |
1.40.3 | μὴ ἄνευ ὑμῶν τούτους: τοὺς Κερκυραίους· τουτέστι κολασθήσεσθε καὶ ὑμεῖς μετ’ αὐτῶν. | |
1.40.4 | ἀνακωχῆς: ἀνακωχή ἐστιν εἰρήνη πρόσκαι‐ ρος πόλεμον ὠδίνουσα, οἷον ἡ μικρὰ τοῦ πολέμου ἀνάβλησις, παρὰ τὸ ἄνω ἔχειν τὰς ἀκωκὰς τῶν δοράτων ABFGM καὶ τὸν νόμον μὴ καθιστάναι: ἀπὸ κοινοῦ τὸ δίκαιοί ἐστε. τὸ δὲ | |
5 | τόν ἄρθρον περισσόν ABFGM | |
1.40.5 | δίχα ἐψηφισμένων: δι‐ σταζόντων, φησίν, αὐτῶν ἡμεῖς φανερῶς ἀντείπομεν ABFM ἀμύνειν: ἀμύνειν, βοηθεῖν· ἀμύνεσθαι, κολάζειν ABFM | 39 |
1.40.6 | εἰ γάρ: ὁ γάρ ἀντὶ τοῦ δέ BF φανεῖται: ἀντὶ τοῦ μέλλει φα‐ νῆναι ABFM ἃ τῶν ὑμετέρων: αἰνίττεται Ποτίδαιαν ABFGM καὶ τὸν νόμον κτἑ.: πολλοί, φησίν, εἰσὶ φόρου ὑποτελεῖς | |
5 | παρ’ ὑμῖν, οἵτινες πολλάκις μελετῶσιν ἀπόστασιν· καὶ εἰ δέ‐ ξεσθε Κερκυραίους τούσδε καὶ κοινὸν τοῦτον ποιήσετε νόμον, ὁρᾶτε μὴ ἑαυτοὺς λανθάνετε βλάπτοντες. φοβεῖ δὲ αὐτοὺς τὸ δέξασθαι νόμον καλῶν ABFM ἐφ’ ὑμῖν: ἀντὶ τοῦ καθ’ ὑμῶν ABFG | |
1.41.1 | παραίνεσιν δὲ καὶ ἀξίωσιν: τὸ παραινεῖν καὶ ἀξιοῦν, ῥήματα ὄντα, ὀνοματικῶς προήνεγκεν ABFMe ἣν κτἑ.: ἣν χάριν ἀντιδοθῆναι ἡμῖν ἐν τῷ παρόντι φαμὲν χρῆναι ABFM οὐκ ἐχθροὶ ὄντες ὥστε βλάπτειν: οἱ γὰρ τοῖς ἐχθροῖς τι | |
5 | συγκροτοῦντες βλάπτονται μᾶλλον ABFGM ἐπιχρῆσθαι: τὸ πολλάκις χρῆσθαι ABFGM | |
1.41.2 | τὸν Αἰγινητῶν πόλεμον: τὸν περὶ τῶν ἀγαλμάτων ABF τῶν ἁπάντων ἀπερίοπτοί εἰσι: τῶν προλαβόντων ἁπάντων πρὸς ἔχθραν ἢ φιλίαν με‐ σολαβημάτων ἀπερίοπτοι ἢ παρορωταί εἰσι c2 ἀπερίοπτοι: | |
5 | ἀπροόρατοι ἢ ἀπρονόητοι ἢ ἀνεπίστροφοι Fʃ αἱ περιορῶντες καὶ οἱονεὶ καταφρονοῦντες Patm. παρὰ τὸ νικᾶν: ἤγουν διὰ τὴν νίκην. | |
1.41.3 | ἐπεὶ καὶ τὰ οἰκεῖα: ἀντὶ τοῦ, καὶ γὰρ τὰ οἰκεῖα ABFM | |
1.42.1 | ὧν: τῶν προειρημένων εὐεργεσιῶν. ἀμύνεσθαι: ἀντὶ τοῦ ἀμείβεσθαι. μόνος δὲ Θουκυδίδης ἐνταῦθα κέχρηται τῇ ἐναλλαγῇ τῆς λέξεως, ὡς καί τινας ἐναλλάττειν τὴν γραφὴν καὶ γράφειν ἀμείβεσθαι. οὐκ ἔστι δέ ABFGMʃ ἀντὶ τοῦ ἀμύ‐ | |
5 | νειν καὶ βοηθεῖν· ἀντὶ γὰρ τοῦ ἐνεργητικοῦ τὸ ἀμύνεσθαι παρ‐ είληπται. | |
1.42.2 | ἐν ᾧ: ἀντὶ τοῦ ᾧ ABFM ἐλάχιστα: ἀντὶ τοῦ | |
οὐδ’ ἐλάχιστα ABFM τὸ μέλλον τοῦ πολέμου: ἀντὶ τοῦ, ὁ μέλλων πόλεμος. κελεύουσιν: σημείωσαι ὅτι τὸ κελεύω οὐκ ἐπὶ μειζόνων μόνον λέγεται ABGM ὑποψίας: ὑποψίαν εἶπε | 40 | |
5 | τὴν μάχην εὐφήμως· ἐρεῖ δὲ ταύτην ἐν τῇ πεντηκονταετηρίδι ABFGM ὑφελεῖν μᾶλλον: ὑπακουστέον ἄξιον, ὑφελεῖν μᾶλ‐ λον ἄξιον c1 | |
1.42.3 | ἡ γὰρ τελευταία χάρις καιρὸν ἔχουσα: ἡ γὰρ μετὰ τὴν ἔχθραν φιλία εὐκαίρως γινομένη καὶ τὰ ἑξῆς ABFGM | |
1.42.4 | ἐφέλκεσθαι: ὑπακουστέον κἀνταῦθα τὸ ἄξιον, ἐφέλκεσθαι ἄξιον c1 τῷ αὐτίκα: τῷ πρὸς ὀλίγον ABFG τῷ αὐτίκα φανερῷ: τῇ δυνάμει τῶν Κερκυραίων. ἡ γὰρ ἐκ θεῶν βοήθεια κρυπτὴ καὶ ἀφανής ABFG | |
1.43.1 | ἡμεῖς δέ: οἱ ἐπίλογοι ἐντεῦθεν ABFG περι‐ πεπτωκότες: ἐκ τύχης τινός. φοβεῖ δὲ διὰ τούτου τοὺς Ἀθηναίους, ὅτι τὸ τῆς τύχης ἄδηλον, καὶ ὅτι μὴ καὶ αὐτοὶ περιπέσητε ABFG οἷς ἐν τῇ Λακεδαίμονι κτἑ.: οἷα ἐν | |
5 | τῇ Λακεδαίμονι εἴπομεν, ποῖα εἴπομεν, τὸ τοὺς σφετέρους ξυμμάχους καὶ τὰ ἑξῆς, τοῦτο καὶ παρ’ ὑμῶν ἀξιοῦμεν c1 βλάψαι: τὸ ἀξιοῦμεν ἀπὸ κοινοῦ ABF | |
1.43.2 | τὸ δὲ ἴσον ἀνταπόδοτε: τοῦτό φησιν ὑμῶν τότε δικαζομένων ἔφαμεν τὸ ἴσον νῦν ἀνταπόδοτε ἡμῖν c1 | |
1.43.3 | τούσδε: ἐμφαντικὸν τὸ τούσδε, οἷον τοὺς ἀδικοῦντας ABFGM | |
1.44.1 | ἀκούσαντες ἀμφοτέρων: (Hesiod. fragm. 268 ed. Rzach.) μηδὲ δίκην δικάσῃς πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς ABFM οὐχ ἧσσον: ἀλλὰ πάνυ καὶ μᾶλλον ABF μετέγνω‐ σαν: μετεβουλεύσαντο ABFGʃ τὸ ἑξῆς· ξυμμαχίαν μὲν ποιή‐ | |
5 | σασθαι μετέγνωσαν, ἐπιμαχίαν δ’ ἐποιήσαντο. διαφέρει συμ‐ μαχία δ’ ἐπιμαχίας· ἐπιμαχία ὅταν ἀλλήλοις παρέχωσι δυνάμεις ἑκάτεροι, συμμαχία δέ, ὅταν μόνοι Ἀθηναῖοι δῶσι Κερκυραί‐ οις βοήθειαν c1 ʃ ξυμμαχία ἐστὶ καθὼς καὶ ἐκ τῶν κατωτέρω | |
ἔνεστι γνῶναι ἡ (?) κατὰ τῶν πολεμίων ??? προκαλεσαμένων | 41 | |
10 | καὶ αὐτοὺς βοηθησάντων ἄμυνα καὶ ἐχθρὰ (?) ἐπιχείρησις· ἐπιμαχία δὲ ἡ πρὸς τοὺς (?) μετὰ τὸ ἀσθενεῖν πρὸς τὴν ἐχθρῶν ἄμυναν προκαλεσαμένους παρὰ τῶν τὴν ἱκεσίαν δεξα‐ μένων δι’ ἀποστολῆς διδομένη (?) ἀρήγειν ἱκανὴ ἰσχύς c2 εἰ γὰρ κτἑ.: αἰτία δι’ ἣν ξυμμαχίαν οὐκ ἐποίησαν ABFGMc2 | |
15 | ἐπιμαχίαν δὲ ἐποιήσαντο: αὐτὸς δηλοῖ τί ἐστι συμμαχία καὶ ἐπιμαχία. ἔστι δὲ συμμαχία, ὅταν τις τὸν αὐτὸν ἔχῃ τῷ συμμαχουμένῳ ἐχθρὸν καὶ φίλον, ἐπιμαχία δέ, ὅταν τις τῷ συμμαχουμένῳ μόνον ἀδικουμένῳ βοηθῇ, οὐ μέντοι καὶ ἀδι‐ κοῦντι συμπράττῃ. ἐπιμαχίαν οὖν νῦν βούλονται ποιῆσαι οἱ | |
20 | Ἀθηναῖοι ABFGMʃ ἐπιμαχία τὸ ἐπαμύνειν μόνον κινδυνευ‐ ούσαις ταῖς τῶν φίλων πόλεσι, συμμαχία δὲ τὸ καὶ συνεπι‐ στρατεύειν ἐπὶ ἑτέρας πόλεις Patm. τοὺς τούτων ξυμμά‐ χους: εἶχον γὰρ καὶ οἱ Κερκυραῖοι ξυμμάχους τοὺς Ἐπι‐ δαμνίους καὶ Ζακυνθίους ABFGMc2 | |
1.44.2 | καὶ ὥς: καὶ ἐὰν μὴ δέξωνται Κερκυραίους ABFGMc2 προέσθαι: προδοῦναι F ξυγκρούειν δέ: ἀπὸ κοινοῦ τὸ ἐβούλοντο ABFMc2 τοῖς ἄλ‐ λοις: Πελοποννησίοις δηλονότι ABFGMc2 | |
1.44.3 | τῆς τε Ἰταλίας κτἑ.: τοῖς παραπλέουσιν 〈εἰσ〉 Ἰταλίαν καὶ Σικελίαν 〈καλῶσ〉 ἔχειν τὴν Κέρκυραν. | |
1.45.1 | βοηθούς: οὐκ εἶπε συμμάχους ABFGMc2 | |
1.45.2 | Λα‐ κεδαιμόνιος: ὄνομα κύριον ABFGc2ʃ εὐθεῖα c2 | |
1.45.3 | τῶν ἐκείνων τι χωρίων: αἰνίττεται Ἐπίδαμνον ABFGMc2 | |
1.46.1 | παρεσκεύαστο: τὰ τῆς μάχης BFGMac2 | |
1.46.2 | πέμ‐ πτος αὐτός: ἀντὶ τοῦ μετ’ ἄλλων τεσσάρων. αὐτὸς δὲ ἀντὶ τοῦ πρῶτος. ὡς γὰρ τῶν ἄλλων μὴ ὄντων ἐπισήμων τῇ τοῦ ἑνὸς ἠρκέσθη ὀνομασίᾳ, ἢ ὅτι αὐτῷ ἠκολούθουν οἱ ἄλλοι ὡς | |
5 | μεῖζόν τι καὶ σοφώτερον βουλευομένῳ ABFGMc2 | |
1.46.4 | τῇ Ἐλαιάτιδι τῆς Θεσπρωτίδος: ὡς εἶναι τὴν Ἐλαιᾶτιν μέ‐ ρος χώρας ὑπὸ μείζονα χώραν ABFGMc2 Θεσπρωτίδος Ἐφύρη: ἔστι γὰρ καὶ ἄλλη Ἐφύρη, ἡ Κόρινθος ABFMc2 | 42 |
5 | ὧν ἐντός: πρὸς θάλασσαν, ὡς εἶναι ἰσθμόν ABFGMc2 ἀνέ‐ χει: ἀνατείνεται. | |
1.46.5 | στρατόπεδον: 〈σημείωσαι〉 ὅτι τὸ στρα‐ τόπεδον σημαίνει δύο, τόν τε λαὸν τοῦ στρατοῦ καὶ τὸν τό‐ πον ἐν ᾧ ὁ λαός, καὶ ἐτυμώτερόν ἐστιν ἐπὶ τοῦ τόπου λέγεσθαι, οἷον τοῦ στρατοῦ πέδον ABFGMc2 | |
1.47.1 | προσπλέοντας: ἀπὸ τῆς Λευκίμμης εἰς τὸ Χει‐ μέριον AFc2 Σύβοτα: τρεῖς εἰσιν αὗται αἱ νῆσοι, μικραί, σῦς ἔχουσαι πολλάς ABFGMc2 | |
1.47.2 | τῇ Λευκίμνῃ: ἀκρωτήριον Κερκύρας ABFGMc2 | |
1.48.2 | μετεώρους: ἀντὶ τοῦ πελαγίους καὶ οὐκ ἐπ’ ἀγκυρῶν ἱσταμένας, ἀλλ’ ἀπεχούσας τῆς γῆς, ὡς ἀπὸ μετα‐ φορᾶς τῶν ἀπεχόντων τῆς γῆς καὶ ἐν ὄρει ὄντων, ἢ παρὰ τὸ ἀφεῖναι τὴν γῆν καὶ περὶ τὸν ἀέρα λοιπὸν εἶναι ABFGMc2 | |
1.48.3 | ἐπὶ μὲν τὸ δεξιόν: τὸ σχῆμα ἔκφρασις ABFc2 κέρας: τῆς φάλαγγος τὸ ἄκρον ἢ † πολέμου μέρος F | |
1.48.4 | τοὺς Ἀθηναίους: ἐνόμιζον γὰρ καὶ τοὺς Ἀθηναίους πολεμεῖν ABFGMc2 | |
1.49.1 | τὰ σημεῖα: σύμβολά τινα εἶχον περὶ τὸν καιρὸν τῆς μάχης δεικνύμενα, καὶ ὅτε μὲν ἀνετείνετο τὰ σύμβολα, ἤρχοντο τῆς μάχης, ὅτε δὲ κατεσπῶντο, ἐπαύοντο ABFGMc2 καταστρωμάτων: σανιδωμάτων ABFGc2 τῷ παλαιῷ τρό‐ | |
5 | πῳ: τῷ κατὰ τὰ Μηδικά ABFGMc2 | |
1.49.2 | οὐχ ὁμοίως: τὸ καρ‐ τερὰ ἀπὸ κοινοῦ ABFGMc2 προσφερής: ὁμοία f | 43 |
1.49.3 | ἡσυ‐ χαζουσῶν: ἀντὶ τοῦ μὴ ναυμαχουσῶν ABFMc2 διέκπλοι: διέκπλους ἐστὶ τὸ ἐμβαλεῖν καὶ πάλιν ὑποστρέψαι καὶ αὖθις ἐμβαλεῖν ABFGMc2 | |
1.49.4 | δεδιότες οἱ στρατηγοί: σημείωσαι τὴν σύνταξιν g ʃ οὐκ ἦρχον αἱ νῆες μάχης, τῶν στρατηγῶν δεδιότων τὴν πρόρρησιν. | |
1.49.6 | ἀπὸ ἐλάσσονος πλήθους: ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τὸ πλῆθος τῶν Κερκυραίων νεῶν ἔλασ‐ σον ἦν τῶν Κορινθιακῶν, δῆλον ὅτι, τῶν εἴκοσι ἀναχωρη‐ σασῶν ἐκ τοῦ πολέμου, πολὺ ἐλάττονες ἐγένοντο οἱ Κερκυ‐ | |
5 | ραῖοι, κἂν τὰς τοῦ δεξιοῦ κέρως νέας τῶν Κορινθίων ἀφεί‐ λοντο ABFGMc2 | |
1.49.7 | ἀπροφασίστως: ἀνενδοιάστως, ἀνεγκλήτως FGMac2 ξυνέπεσεν: ἤγουν τὰ πράγματα ABFMc2 ἐπιχειρῆσαι: σχετλιάζων ταῦτα λέγει, ὅτι οἱ ἔνσπονδοι οὕτως ἦλθον εἰς χεῖρας BFGMc2 | |
1.50.1 | σκάφη: σκάφη καλεῖ τὰ κοιλώματα τῶν νεῶν, ἃ ἡμεῖς γάστρας καλοῦμεν ABFGMc2 ἀναδούμενοι: ἀναπλεκόμενοι, ἀναδεσμεύοντες f ἃς καταδύσειαν: Ἀττικῶς ὧν κατέδυον ABFGMc2 φονεύειν: τὸ ὠμὸν τῶν Κορινθίων δηλοῖ ABFGMc2 | |
5 | τούς τε αὐτῶν φίλους: Μεγαρέας καὶ Ἀμπρακιώτας ABFGMc2 οἱ: τὸ οἱ ἄρθρον προτακτικόν ABFMc2 ἔκτεινον: τὸ ἑξῆς· τοὺς ἑαυτῶν φίλους ἀγνοοῦντες ἔκτεινον νομίζον‐ τες εἶναι Κερκυραίους ABFMc2 | |
1.50.2 | ναυμαχία γὰρ αὕτη κτἑ.: διὰ τὴν ἐν Σαλαμῖνι, διὰ τὴν ἐν Σικελίᾳ ABFGMc2 | |
1.50.3 | ναυάγια: ναυάγια μὲν οὐδετέρως, ὅταν τι τῆς νεὼς ἀπό‐ ληται, οἷον πηδάλιον ἤ τι τοιοῦτον, ναυαγία δὲ θηλυκῶς ἡ πᾶσα τῆς νεὼς ἀπώλεια λέγεται. νῦν οὖν οὐδετέρως εἴρηκε | |
ABFGmc2 τῶν πλείστων: σωμάτων. τινὰ γὰρ ὁ ἄνεμος τῇ | 44 | |
5 | Κερκύρᾳ προσέρριψε ABFGMc2 προσκομίσαι: ἐφρόντιζον γὰρ τῆς ταφῆς τῶν ἐν τῷ πολέμῳ πιπτόντων. τὰ Σύβοτα: Σύβοτα ἄλλα ἐν τῇ ἠπείρῳ, ὁμώνυμα ταῖς πρὸ μικροῦ λεχθεί‐ σαις νήσοις πρὸ τῆς Κερκύρας ABFGc2 | |
1.50.4 | ταῖς πλωίμοις: ταῖς πληγείσαις μέν, δυναμέναις δὲ πλεῖν ABFGMc2 λοιπαί: ὑγιεῖς, ἀβλαβεῖς ABFGMc2 ἀντεπέπλεον: ἐπὶ τῷ κωλῦσαι δηλονότι ABFGc2 | |
1.50.5 | ὀψέ: οὐ λέγει ὅτι ἦν ἑσπέρα, ἀλλ’ ὡς ὥρα ἐνάτη ἢ δεκάτη· τὸ γὰρ 〈ὀψέ〉 ἐπὶ τῆς ἑσπέρας ἅπαξ κεῖται ἐν τῇ τρίτῃ (cap. 108, 3) ABFGMc2 ἐπεπαιάνιστο αὐτοῖς ὡς ἐς ἐπίπλουν: δύο παιᾶνας ᾖδον οἱ Ἕλληνες, | |
5 | πρὸ μὲν τοῦ πολέμου τῷ Ἄρει, μετὰ δὲ τὸν πόλεμον τῷ Ἀπόλ‐ λωνι. τὸ δὲ ὡς ἐς ἐπίπλουν λέγει ἀντὶ τοῦ ὡς πρὸς τὸ ἄρξαι τὸν πόλεμον, ὅπερ δὲ ἔδει πρὸ τῆς ναυμαχίας εἰπεῖν, ὕστερον λέγει ABFGMc2 ὡς ἐς ἐπίπλουν: ὡς ἐπιπλέοντες κατὰ τῶν Κορινθίων. πρύμναν ἐκρούοντο: πρύμναν κρούεσθαί | |
10 | ἐστι τὸ κατ’ ὀλίγον ἀναχωρεῖν μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀναχωρῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ. τοῦτο δὲ ποιοῦσιν, ἵνα μὴ δόξωσι φανερῶς φεύγειν, κατ’ ὀλίγον ὑπαπ‐ ιόντες, ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες ῥᾷον τιτρώ‐ σκωνται ABFGMc2 | |
1.51.1 | προϊδόντες: πρὸ τῶν Κερκυραίων ABFGMc2 ὑπο‐ τοπήσαντες: ἀντὶ τοῦ ὑποπτεύσαντες· οὕτω γὰρ οἱ Ἀθη‐ ναῖοι ἀναλύουσι τὴν λέξιν ABFGMc2 | |
1.51.2 | ἐπέπλεον γὰρ μᾶλλον ἐκ τοῦ ἀφανοῦς: αἱ εἴκοσι νῆες τῶν Ἀθηναίων· κατὰ νώτου γὰρ αὐτῶν ἦσαν BFGMac2 ἐθαύμαζον: οἱ Κερκυραῖοι c2 ʃ νικήσαντες γὰρ ἦσαν ABFGMc2 ʃ θαυμάζω | |
5 | σου, ἐπὶ μέμψεως· θαυμάζω σε, ἐπὶ ἐπαίνου καὶ πολλάκις ἐπὶ ἐκπλήξεως ABFGMc2 πρύμναν κρουομένους: ἐπαναχω‐ ροῦντας. πρὶν: ἕως οὗ G | 45 |
1.51.3 | ἡ ἀπαλλαγὴ ἐγένετο ἀλ‐ λήλων: διελύθησαν ἀπ’ ἀλλήλων ABFc2 | |
1.51.4 | στρατοπεδευο‐ μένοις: σκηνουμένοις ABFGc2 Ἀνδοκίδης: ὁ εἷς τῶν δέκα ῥητόρων, ὥς φησιν Ἀκουσίλαος c2f διὰ τῶν νεκρῶν καὶ ναυαγίων: τῶν Κερκυραϊκῶν δηλονότι c2 ἔγνωσαν: | |
5 | τοὺς Ἀθηναίους οἱ Κερκυραῖοι ABFGc2 | |
1.52.1 | τοῖς Συβότοις: τῆς ἠπείρου ABFGc2 | |
1.52.2 | ἀκραι‐ φνεῖς: ἀβλαβεῖς, ἀκεραιοφανεῖς ABFGMc2 αἰχμαλώτων τε περὶ φυλακῆς: ἠπόρουν πῶς αὐτοὺς φυλάξουσι ABFGMc2 ἐπισκευὴν οὐκ οὖσαν τῶν νεῶν: μὴ δυνάμενοι τὰς βλα‐ | |
5 | βείσας τῶν νεῶν ἐπισκευάσαι ABFGMc2 | |
1.53.1 | κελήτιον: κελήτιόν ἐστι μικρὸν πλοιάριον ὑπὸ ἑνὸς ἐρεττόμενον, ἀπὸ μεταφορᾶς τοῦ κέλητος ἵππου, ᾧ εἷς ἀνὴρ ἐπικάθηται ABFGMc2 ʃ μικρὸν πλοιάριον Patm. ἄνευ κηρυκείου: κηρύκιόν ἐστι ξύλον ὀρθὸν ἔχον ἑκατέρωθεν δύο | |
5 | ὄφεις περιπεπλεγμένους καὶ ἀντιπροσώπους πρὸς ἀλλήλους κειμένους, ὅπερ εἰώθασι φέρειν οἱ κήρυκες μετ’ αὐτῶν, καὶ οὐκ ἐξῆν αὐτοὺς ἀδικεῖν παρ’ οὓς ἀπήρχοντο. σύμβολον δὲ ἦν τὸ μὲν ὀρθὸν ξύλον τοῦ ὀρθοῦ λόγου, τὸ δὲ παρ’ ἑκάτερα εἶδος τῶν ὄφεων τὰ ἀντιτασσόμενα στρατόπεδα· ὁ γὰρ ὀρθὸς | |
10 | λόγος δι’ ἀμφοτέρων χωρεῖ ABFGMc2 | |
1.53.2 | ἀδικεῖτε: δημη‐ γορία Κορινθίων γʹ ABCFG ʃ πρὸς Ἀθηναίους c2 | |
1.53.3 | τῶν δὲ Κερκυραίων: τῶν δέ, τουτέστι τῶν τοῦ ἄλλου μέρους· οὕτω Φοιβάμμων φησίν. ἵν’ ᾖ, τῶν δὲ τὸ μὲν στρατόπεδον τῶν Κερκυραίων ... οἱ δὲ Ἀθηναῖοι c1 | |
1.53.4 | οὔτε ἄρχομεν | |
κτἑ.?: διὰ τοῦ κοινοῦ τὸ ἰδικὸν ἐσήμανεν ABFGMc2 ʃ ἀπό‐ κρισις Ἀθηναίων πρὸς Πελοποννησίους πρώτη, κατὰ δὲ τὰς προλαβούσας δημηγορίας τετάρτη τὴν τάξιν c2 τοῖσδε ξυμ‐ | 46 | |
5 | μάχοις οὖσι: τὴν ἐπιμαχίαν ξυμμαχίαν λέγει ABFGMc2 ʃ μᾶλ‐ λον δὲ κατὰ τὰ προλαβόντα καὶ ἐνταῦθά φησιν. οἷς γὰρ αὐτοὶ ἐπιμαχίαν στείλαντες ἐβοήθουν, ἐκείνους ἑαυτῶν συμ‐ μάχους ἄρτι καλεῖ, εἰκότως, ὡς μόλις καὶ διὰ ξυμμαχία, ἣν προέφημεν (cf. 44, 1) ἀναδοχὴν τοῦ ὅλου πολέμου εἶναι καὶ | |
10 | τῆς τῶν ξυμμάχων πρὸς τοὺς πολεμίους ἔχθρας οἰκείωσιν, τὴν ἐκ πολὺ μείζονος πόλεως σταλεῖσαν [καὶ] ἐπιμαχίαν ἀντισηκώ‐ σαντας c2 | |
1.54.1 | τά τε ναυάγια κτἑ.: γράφεται τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο τὰ κατὰ σφᾶς, ἐξενεχθέντων ὑπό τε τοῦ ῥοῦ καὶ ἀνέμου. γενόμενος: λείπει ἡ διά, ἵν’ ᾖ δια‐ γενόμενος ABFMc2 πανταχῇ: τῆς Κερκύρας πανταχῇ | |
5 | ABFGMc2 | |
1.54.2 | προσεποιήσαντο: ἰδιοποιήσαντο. οὐκ ἐλάσσους χιλίων: χίλιοι γὰρ ἦσαν καὶ πεντήκοντα. κατα‐ δύσαντες: ἀντὶ τοῦ τρώσαντες· οὐ γὰρ λέγει ἐπὶ τοῦ βαπτί‐ σαντες. τοιοῦτο δέ ἐστι καὶ τὸ (cap. 50, 1) ἃς καταδύσειαν | |
5 | ABFGMc2 μάλιστα: τὸ μάλιστα ἢ πρὸς τὸν ἀριθμόν, ὅτι οὐχὶ εἴκοσι ἐννέα, ἢ πρὸς τὸ διαφθείραντες, ὅτι οὐ μόνον ἔτρωσαν, ἀλλὰ μάλιστα ἔφθειραν αὐτάς, ἐκεῖνοι δὲ μόνον κατ‐ έδυσαν ABFGMc2 | |
1.55.1 | ἀποπλέοντες: ἀπὸ τῶν Συβότων πλέοντες. εἷλον ἀπάτῃ: ὡς φίλοι γὰρ οὐχ ὑπωπτεύοντο ABFGc2 ἀπέδοντο: ἐπώλησαν BFGc2 ʃ διὰ τὰ ἐν τῷ πολέμῳ ἀναλώματα, καὶ οὐκ ἀπέκτειναν. διὰ δὲ τούτου καὶ τὸ ἥμερον τοῦ Ἑλληνικοῦ | |
5 | τρόπου δηλοῖ, καὶ ὡς ἀπηνὲς μετὰ μάχην τοὺς ἑαλωκότας θανατοῦν, ἄλλως τε καὶ δούλους τοὺς μὴ κατὰ γνώμην | |
οἰκείαν πολεμοῦντας. προσποιήσειαν: προσαγάγωσιν c1 | 47 | |
1.56.1 | καὶ τάδε: βʹ αἰτία ABF | |
1.56.2 | αὐτοὺς: τοὺς Ἀθη‐ ναίους BFMc2 τὸ ἐς Παλλήνην τεῖχος: ἀντὶ τοῦ τὸ μέρος τοῦ τείχους τὸ ἀφορῶν εἰς τὴν Παλλήνην ABFGMc2 ὁμή‐ ρους: τοὺς ἕνεκα εἰρήνης δεδομένους εἰς ἐνέχυρα. ὁμή‐ | |
5 | ρους δοῦναι: ἵνα, ἐὰν ἀποστῶσιν, εὐάλωτοι γένωνται ABFMc2 ἐπιδημιουργοὺς: ἐπιδημιουργοὺς ὄνομα ἀρχῆς παρὰ Κοριν‐ θίοις· ἄλλοι γὰρ ἄλλως τοὺς ἄρχοντας καλοῦσιν. ἰστέον δὲ ὅτι τούτους ἀπέστελλον οἱ Κορίνθιοι κατὰ ἔτος ἄρχοντας Ποτι‐ δαιάταις ὡς ἀποίκοις ABFGMc2 ʃ ὁ Ἀσκληπιάδης τὴν ἐπί | |
10 | πρόθεσιν περιττὴν εἶναι λέγει ABFGMc2 ʃ σημείωσαι ἐπιδη‐ μιουργοὶ ἄρχοντες πεμπόμενοι, φυλάρχων τάξιν ἔχοντες c1 ʃ ἐπιδημιουργοὺς τοὺς ἐπιμελητὰς τῆς ἀνακτίσεως τῶν τειχῶν. δείσαντες: οἱ Ἀθηναῖοι BF | |
1.57.2 | Ἀλεξάνδρου: τοῦ Φιλέλληνος καλουμένου, ὃς ἐν τοῖς Μηδικοῖς ἤκμαζεν ABFGMc2 ἐπεπολέμωτο: πολέ‐ μιος ἦν ABF | |
1.57.3 | Δέρδα: ὁ Δέρδας Ἀρριδαίου παῖς, ἀνεψιὸς Περδίκκα καὶ Φιλίππου ABFGMc2 | |
1.57.4 | αὐτοῖς: τοῖς Ἀθηναίοις FGc2 προσεποιεῖτο: φίλους ἐποιεῖτο ABFGMc2 | |
1.57.5 | τοῖς ἐπὶ Θρᾴκης Χαλκιδεῦσι: εἰσὶ γὰρ καὶ ἐν Εὐβοίᾳ Χαλκι‐ δεῖς, οἵτινες ἀπῴκησαν εἰς Θρᾴκην ABFGMc2 ὅμορα: Μακεδονίᾳ καὶ ἀλλήλοις ABFGMc2 τὸν πόλεμον: τὸν | |
5 | κατὰ Φιλίππου καὶ τῶν Ἀθηναίων ABFMc2 | |
1.57.6 | βουλό‐ μενοι προκαταλαμβάνειν: βουλόμενοι κατέχειν καὶ κω‐ λύειν τὰς πόλεις, ἵνα μὴ ἀποστῶσι. ἐπὶ τὴν γῆν αὐτοῦ: τοῦ Περδίκκα, διὰ τὴν τοῦ Φιλίππου βοήθειαν ABFGMc2 | |
5 | ἐπιστέλλουσι: ἐντέλλονται· οὔπω γὰρ ἦσαν ἀποδημήσαντες ABFGMc2 | |
1.58.1 | νεωτερίζειν: νεώτερα ποιεῖν. τὰ τέλη: ἤτοι οἱ προάρχοντες τῶν Λακεδαιμονίων c2 ʃ οἱ Λακεδαιμόνιοι τοὺς ἄρχοντας τέλη ἐκάλουν διὰ τὸ τέλος τοῖς πράγμασι τι‐ θέναι ABFGMc2 ʃ ἀπὸ κοινοῦ τὸ ἐπειδή BFGMa2c2 τότε δή: | 48 |
5 | τὸ ἑξῆς· ἐπειδὴ οὐδὲν εὗρον ἐπιτήδειον, τότε δὴ καὶ τὰ ἑξῆς. | |
1.58.2 | τὰς ἐπὶ θαλάσσῃ πόλεις ἐκλιπόντας: ἐφοβοῦντο γὰρ τοὺς θαλασσοκράτορας Ἀθηναίους, ὄντες παραθαλάσσιοι ABFGMc2 ἀνοικίσασθαι ἐς Ὄλυνθον: τὴν οἴκησιν ἀναγα‐ γεῖν ἐς τὴν Ὄλυνθον. | |
1.59.1 | τὰ ἐπὶ Θρᾴκης: μέρη δηλονότι. | |
1.59.2 | τῇ παρ‐ ούσῃ δυνάμει: ὀλίγῃ οὔσῃ BF ἄνωθεν στρατιᾷ ἐσβεβληκότων: ὥστε τὸν Περδίκκαν μεταξὺ ἀποληφθῆναι AFGMc2 | |
1.60.1 | ἀφεστηκυίας: ἀπ’ Ἀθηναίων πρὸς Περδίκκαν AFMc2 ψιλούς: ψιλοὶ καλοῦνται οἱ μὴ καθωπλισμένοι μέν, ἐν καιρῷ δὲ τῆς μάχης τῷ παρατυχόντι ἢ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τινὶ ὀργάνῳ χρώμενοι. ἢ οἱ τοξόται παρὰ τὸ ψιλῇ | |
5 | σκευῇ χρῆσθαι ABFGMc2 | |
1.60.2 | Ἀδειμάντου: τοῦτον ἴσμεν ἐν τοῖς Μηδικοῖς πρὸς τὸν Θημιστοκλέα στασιάζοντα ABFGMc2. | |
1.60.3 | τεσσαρακοστῇ ἡμέρᾳ: ἀντὶ τοῦ μετὰ τεσσαράκοντα ἡμέ‐ ρας BFGMac2 ᾗ (codd.) Ποτείδαια ἀπέστη: ἀντὶ τοῦ ἐν ᾗ ἡμέρᾳ· ἢ ἀντὶ τοῦ ἀφ’ οὗ ABFGMc2 | |
1.61.1 | Καλλίαν: Ἀδείμαντον c2 (interl.) | |
1.61.2 | τοὺς προ‐ τέρους χιλίους: τοὺς ἐν ταῖς λʹ ναυσὶ τῶν Ἀθηναίων ABFGc2 Θέρμην: σημείωσαι ὅτι ἡ νῦν Θεσσαλονίκη πόλις πάλαι Θέρμη ἐκαλεῖτο. ἔστι δὲ καὶ αὕτη καὶ Πύδνα καὶ Βέ‐ | |
5 | ροια πόλεις Μακεδονικαί ABFMc2 ʃ ἡ αὐτὴ καὶ Ὑπάτη ἐκα‐ λεῖτο καὶ Ἠμαθία· λέγει δὲ τὴν νῦν Θεσσαλονίκην G Πύ‐ δναν: τὸν Ἴστρον G (interl.) | 49 |
1.61.4 | τοῦ χωρίου: τῆς Βεροίας ABFMc2 Παυσανίου: οὗτος ὁ Παυσανίας κατὰ μέν τινας υἱὸς τοῦ Δέρδου, κατὰ δὲ ἄλλους ἀδελφός ABFGMc2 | |
1.61.5 | Γί‐ γωνον: Γίγωνος χωρίον ἐστὶ μεταξὺ Μακεδονίας καὶ Θρᾴ‐ κης, 〈οὐ〉 πολὺ ἀπέχον Ποτιδαίας ABFGMc2 | |
1.62.3 | ἐπὶ σφᾶς: ἐπὶ τὴν Ποτίδαιαν ABFGMc2 τοὺς πολεμίους: τοὺς Ἀθηναίους ABFMc2 | |
1.62.4 | τοὺς μὲν Μακε‐ δόνας ἱππέας: τοὺς μετὰ Φιλίππου ABFGMc2 ἀναστή‐ σαντες: νῦν ἀντὶ τοῦ ἐγείραντες κεῖται ἡ λέξις, οὐκ ἐπὶ τοῦ ἐκβαλόντες ABFGMc2 | |
1.62.6 | ἐς τὸ τεῖχος: τῆς Ποτιδαίας BFGMac2 | |
1.63.1 | ἠπόρησε κτἑ.: ἐν ἀμηχανίᾳ ἐγένετο, εἰς ὁπό‐ τερον μέρος ἐλεύσεται, δηλονότι διὰ κινδύνου. ὡς ἐς (om. codd. praeter M) ἐλάχιστον χωρίον: ἢ ἐλάχιστον χωρίον λέγει, ὅτι συνῆξεν αὐτούς, ὡς γενέσθαι ἐν ὀλίγῳ χωρίῳ, ἢ | |
5 | μᾶλλον τὸ διάστημα λέγει τῆς Ποτιδαίας· ἐγγὺς γὰρ ἦν ἤπερ ἡ Ὄλυνθος. τὸ γοῦν ὡς ἐλάχιστον τοῖς ἑξῆς συναπτέον ABFMc2 τὴν χηλήν: χηλὴ καλεῖται οἱ ἔμπροσθεν τοῦ πρὸς θάλασσαν τείχους προβεβλημένοι λίθοι διὰ τὴν τῶν κυμάτων βίαν, μὴ τὸ τεῖχος βλάπτοιτο· εἴρηται δὲ παρὰ τὸ ἐοικέναι | |
10 | χηλῇ βοός ABFGMc2 | |
1.63.2 | οἱ ... βοηθοί: οἱ Μακεδόνες ABFMc2 ἀπέχει: ἤγουν διίσταται Ὄλυνθος τῆς Ποτιδαίας ἔστι καταφανές: ὑψηλὸν γὰρ [τὸ] χωρίον ἡ Ὄλυνθος ABFGMc2 οἱ Μακεδόνες ἱ.: οἱ Φιλίππου ABFMc2 ἱππῆς (in –εῖς Corr. | |
5 | e recens) ἱππῆς τις ἐξώρθωσε, δίφθογγον γράφων· | |
ἦτα δὲ γράψον Ἀττικῷ τρόπῳ γράφων· ὁ Σκύλλος οὗτος Ἀττικώτατα γράφει. τὰ πάντα ταῦτα τοιγαροῦν ἦτα γράφε, | 50 | |
10 | ἱππῆς, ἀριστῆς, Φωκαῆς, πλὴν κυρίων· τὰ κύρια μόνα δὲ δίφθογγα γράφε, Δημοσθένεις λέγω τε καὶ τὰ τοιάδε e recentior ἐς τὸ τεῖχος: τῆς Ὀλύνθου ABF παρεγένοντο: ἐν τῇ μάχῃ ABFGMc2 οὔτε τοῖς Ἀθηναίοις Ἀθηναῖοι οὔτε Ποτι‐ | |
15 | δαιάταις Ποτιδαιᾶται. | |
1.63.3 | τροπαῖον: καὶ τὸ τροπαῖον μὴ τρόπαιόν μοι γράφε· ἂν Ἀττικῶς γράφῃς δέ, ταῦτά σοι λέγω. ἄλλῃ δὲ γλωσσῶν εἰ γράφεις μοι τοὺς λόγους, | |
5 | δίφθογγον ἱππεῖς καὶ τρόπαιόν μοι γράφε e ὑποσπόνδους: ἐπειδάν τι μέρος τῶν μαχομένων ἡττηθῇ, μὴ δυνάμενον τοὺς νεκροὺς αὑτοῦ λαβεῖν, αἰτεῖ γενέσθαι σπονδάς, ἕως οὗ λαβὸν θάψῃ, καὶ τότε πάλιν μάχονται. ἔστι δὲ πολλάκις ὅτε καὶ ἀσπόνδους αὐτοὺς ἐκομίζοντο, δηλον‐ | |
10 | ότι κατὰ τὸ ἴσον ἔχοντες ἑκάτεροι καὶ τῆς μάχης ἰσορρόπου γενομένης ABFGMc2 ʃ διὰ σπονδῶν ABFc2. | |
1.64.1 | τὸ δὲ ἐκ τοῦ ἰσθμοῦ τεῖχος ... ἀποτειχί‐ σαντες: τὸ πρὸς Ὄλυνθον ὁρῶν τεῖχος περιοικοδομήσαντες, ἵνα μή τις ὑπεκφύγῃ τῶν ἔνδον ABFGMc2 τὸ δ’ ἐς τὴν Παλλήνην: τὸ πρὸς τὴν Παλλήνην ABFGc2 | |
1.64.2 | ἐξ Ἀφύ‐ τιος: ἡ γὰρ ὁδὸς ἐκεῖθέν ἐστιν ἀπὸ Θρᾴκης· μία δὲ πόλις τῶν ἐν Παλλήνῃ ἡ Ἄφυτις. Ἰωνικῶς δὲ εἶπε τὸ Ἀφύτιος· ἔδει γὰρ διὰ τοῦ δ ABFGMc2 | |
1.65.1 | ἐλπίδα: οὐ περὶ ἑαυτοῦ, ἀλλὰ περὶ τῆς Ποτι‐ | |
δαίας ABFGMc2 ἢ ἄλλο παράλογον (codd.): οἷον σεισμός· εἰώθεσαν γὰρ οἱ Ἕλληνες ἀναχωρεῖν τοιούτου τινὸς γινομένου οἰωνιζόμενοι ABFGMc2 καὶ αὐτὸς ἤθελε κτἑ.: ἔπαινος | 51 | |
5 | Ἀριστέως ABFc2 ὡς δ’ οὐκ ἔπειθε κτἑ.: τὸ ἑξῆς· ὡς δὲ βουλόμενος τὰ ἐπὶ τούτοις παρασκευάζειν οὐκ ἔπειθεν ABFMc2 | |
1.65.2 | τά τε ἄλλα: τὰ μὴ ἀποστάντα τῶν Ἀθηναίων ABFMc2 ξυνεπολέμει: τοῖς Χαλκιδεῦσι AB καὶ Σερμυλιῶν κτἑ.: τὸ ἑξῆς οὕτως· καὶ πολλοὺς τῶν Σερμυλίων, λοχήσας αὐτοὺς πρὸς τῇ ἑαυτῶν πόλει, διέφθειρεν. ἔστι δὲ ἡ Σερμυλὶς Χαλ‐ | |
5 | κιδικὴ πόλις τὰ Ἀθηναίων φρονοῦσα ABFGMc2ʃ καὶ τῶν Σερ‐ μυλίων πολλοὺς διέφθειρεν c1 | |
1.65.3 | Φορμίων ... ἐδῄου: ἄπορον πῶς ὁ Φορμίων τὸ πρὸς τῇ Παλλήνῃ τεῖχος φυλάσ‐ σων τὴν Χαλκιδικὴν καὶ Βοττικὴν γῆν ἐδῄου καὶ οὐχὶ μᾶλ‐ λον τὸ ἕτερον μέρος τῆς φυλακῆς, ὅπερ εἶχεν ὁ Καλλίας πρὶν | |
5 | ἢ τελευτῆσαι. καί φαμεν ὅτι τὸ πρὸς Παλλήνῃ μέρος φίλιον ἦν τοῖς Ἀθηναίοις, τὸ δὲ πρὸς Ὀλύνθῳ ἐχθρόν· εἰκότως οὖν ἠμέλητο τὸ τοῦ Φορμίωνος μέρος ὡς ἱκανῶν ὄντων τῶν Παλ‐ ληναίων τὸ καθ’ ἑαυτοὺς μέρος φυλάττειν ABFGMc2. | |
1.66.1 | τοῖς δ’ Ἀθηναίοις κτἑ.: ἐπανάληψις c τοῖς μὲν Κορινθίοις κτἑ.: σημείωσαι δι’ ἃς αἰτίας ἤρξαντο Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μάχεσθαι b ἑαυτῶν τε πόλιν κτἑ.: ἀπὸ κοινοῦ τὸ ὅτι οἱ Κορίνθιοι ABFMc2 οὐ μέντοι ὅ | |
5 | γε πόλεμος: ὁ Πελοποννησιακός, φησί, πόλεμος οὔπω συν‐ εκροτήθη ABFGMc2 ξυνερρώγει: συνεπεπτώκει. | |
1.67.1 | οὐχ ἡσύχαζον: οἱ Κορίνθιοι BF | |
1.67.2 | οὐκ εἶναι αὐτόνομοι: αἱ γὰρ σπονδαὶ εἶχον τὰς ἀγράφους τῶν πόλεων αὐτονόμους εἶναι· Αἰγινήτας δέ, μὴ ἐγγεγραμμένους ταῖς σπονδαῖς, ὑφ’ ἑαυτοὺς εἶχον οἱ Ἀθηναῖοι ABFGMc2 κατὰ | |
5 | τὰς σπονδάς: κατὰ τὴν συμφωνίαν τῶν σπονδῶν. | |
1.67.3 | ξύλ‐ | |
λογον ... τὸν εἰωθότα: εἰωθότα λέγει ξύλλογον, ὅτι ἐν πανσελήνῳ ἐγίγνετο ἀεί ABFGMc2 | 52 | |
1.67.4 | λιμένων τε εἴργεσθαι κτἑ: φασὶν ὅτι Περικλῆς μέλλων λόγον δοῦναι τῶν χρημάτων τοῦ ἀγάλματος, ὃ κατεσκεύασεν ὁ Φειδίας, ἠθύμει. ἰδὼν οὖν αὐτὸν ὁ Ἀλκιβιάδης παῖς ὢν ἤρετο ὅ,τι ἀθυμεῖ. τοῦ δὲ φή‐ | |
5 | σαντος ὅτι Διὰ τοῦτο ἀθυμῶ, ὅπως δώσω λόγον τῶν χρημά‐ των, ἐκεῖνος φθάσας εἶπε· Μᾶλλον σκόπει ὅπως μὴ δώσεις. ὁ δὲ ὑπολαβὼν τὸν λόγον εἰσάγει ψῆφον εἰς τὴν πόλιν κατὰ Μεγαρέων, ἀξιῶν αὐτοὺς εἴργεσθαι λιμένων καὶ ἀγορᾶς, καὶ τῶν Ἀθηναίων θορυβηθέντων αὐτὸς ἐκφεύγει. οἱ δέ φασιν | |
10 | ὅτι διὰ τοῦτο τὴν ψῆφον εἰσήγαγε, διότι οἱ Μεγαρεῖς Ἀσπα‐ σίαν τὴν διδάσκαλον Περικλέους ὕβρισαν, πόρνην αὐτὴν ἀπο‐ καλέσαντες ABFGMc2. | |
1.68.1 | δημηγορία Κορινθίων δʹ ABCFGMc τὸ πιστὸν κτἑ.: τὸ πρὸς Ἀθηναίους πιστὸν καὶ ἄδολον καὶ βέβαιον τῆς ὑμετέρας πολιτείας ποιεῖ ἀπιστοτέρους ὑμᾶς ἐάν τι λέγομεν κατ’ ἐκείνων ὡς ἀδικούμενοι· λείπει δὲ τὸ ἡμᾶς τοῦ πρώτου | |
5 | προσώπου b ἀπιστοτέρους: ὑμᾶς ἀπίστους, μὴ πειθομέ‐ νους ABFc2 πρὸς τὰ ἔξω πράγματα: πρὸς τὰ τῶν συμ‐ μάχων. | |
1.68.2 | παρεκαλέσατε: κυρίως παρακαλεῖν ἐστιν ἢ τὸ καλεῖν ἢ τὸ προτρέπεσθαι· ἄκυρον γὰρ τὸ δέεσθαι ABFGMc2 ἐγκλήματα ἔχομεν: κατὰ τῶν Ἀθηναίων καὶ ὑμῶν δηλον‐ ότι. | |
1.68.3 | καὶ εἰ μὲν κτἑ.: ἐντεῦθεν οἱ ἀγῶνες καὶ τὸ δίκαιον κεφάλαιον ABFMc2 ἀφανεῖς που ὄντες: ἤγουν λελη‐ θότως. προσέδει: ὑμῖν τοῖς Λακεδαιμονίοις. τοὺς μὲν: τοὺς Αἰγινήτας ABFc2 τοῖς δ’: τοῖς Ποτιδαιάταις καὶ Με‐ | |
5 | γαρεῦσι ABFM ἐκ πολλοῦ προπαρεσκευασμένους: ὡς | |
συνειδότας τὰς ἑαυτῶν ἁμαρτίας καὶ γιγνώσκοντας ὡς πάντως οὐκ ἀνεξόμεθα, ἀλλὰ πολεμήσομεν ABFGMc2 ʃ ἀπὸ κοινοῦ τὸ ὁρᾶτε ABFc2 | 53 | |
1.68.4 | τὸ μὲν: ἡ Ποτίδαια ABF ἐπικαιρό‐ τατον: ἁρμοδιώτατον. ἀποχρῆσθαι: ἐνέργειαν ποιεῖν. ἡ δὲ ναυτικὸν ἂν κτἑ.: ἡ δὲ ἔδωκεν ἂν συμμαχίαν ναυτικήν, εἰ πόλεμος γενήσεται δηλονότι. | |
1.69.1 | μετὰ τὰ Μηδικά: μετὰ τὸν πόλεμον τὸν Μη‐ δικόν. κρατῦναι: ἰσχυροποιῆσαι. ἐς τόδε: μέχρι τοῦδε. οὐ γὰρ ὁ δουλωσάμενος κτἑ.: τὸ σχῆμα συλλογισμός ABFGMc2 αὐτό: τὸ δουλοῦν ABFGc2 εἴπερ: ἐπεί. τὴν | |
5 | ἀξίωσιν τῆς ἀρετῆς φέρεται: τὸ σεμνολόγημα, τὸ ἀξίωμα τῆς δικαιοσύνης ἔχει. | |
1.69.2 | οὐδὲ νῦν ἐπὶ φανεροῖς: καὶ νῦν γάρ, φησίν, ἀμφιβάλλεται εἰ ἀδικούμεθα ABFGMc2 οἱ γὰρ (codd.) δρῶντες κτἑ.: οἱ γὰρ Ἀθηναῖοι πρὸς οὐ διεγνω‐ κότας ἡμᾶς ABFGMc2 ʃ οἱ γὰρ μετὰ σκέψεως εἰς τὴν πρᾶξιν | |
5 | ἐρχόμενοι οὐκ ἀναβεβλημένως ἔρχονται κατὰ τῶν ἀγνοούντων. | |
1.69.3 | οἵᾳ ὁδῷ: οἵῳ τρόπῳ ABFGMc2 ʃ κατ’ ὀλίγον ABFMc2 ἐπὶ τοὺς πέλας: ἐπὶ τοὺς Λακεδαιμονίους ABFGMc2 διὰ τὸ ἀναίσθητον: διὰ τὴν ἄγνοιαν FGMc2 ἰσχυρῶς ἐγκεί‐ σονται: μετὰ βάρους ἐπιτεθήσονται. | |
1.69.4 | ἡσυχάζετε γὰρ μόνοι: ἐπιπλήττων κολακεύει ABFGMc2 | |
1.69.5 | ἀσφαλεῖς: προσ‐ εκτικοί, ἐν οὐδενὶ σφαλλόμενοι. ὁ λόγος τοῦ ἔργου ἐκράτει: τουτέστιν ὁ λόγος ψευδὴς ἦν τοῦ ὑμᾶς ἀσφαλεῖς εἶναι ABFGMc2 ἢ τὰ παρ’ ὑμῶν: τὸ ἤ ἀντὶ τοῦ ἤπερ. δηλοῖ | |
5 | δὲ αὐτῶν τὸ ὀκνηρόν ABFGMc2 ἀξίως: ἀξιομάχως. ἐς τύχας ... καταστῆναι: ὁ γὰρ πρὸς μείζονα πολεμῶν τύχην καλείτω συνεργόν ABFGc2 τύχας: ἀδήλους ἐκβάσεις ABFGM καταστῆναι: ἀπὸ κοινοῦ τὸ βούλεσθε ABFc2 περὶ αὑτῷ τὰ | |
πλείω σφαλέντα: ἐν τῷ στενῷ τῆς Σαλαμῖνος τολμήσαντα | 54 | |
10 | ναυμαχῆσαι, ὅπερ καὶ ἐγένετο αἴτιον τῆς ἥττης ABFGMc2 καὶ πρὸς αὐτοὺς τοὺς Ἀθηναίους: ἀντὶ τοῦ καὶ πρὸς αὐτῶν τῶν Ἀθηναίων. τὸ σχῆμα αἰτιατικὴ ἀντὶ γενικῆς ABFGMc2 | |
1.69.6 | ἢ αἰτίᾳ: ὁ ἤ ἀντὶ τοῦ ἀλλά ABFMc2 φίλων ἀνδρῶν: λείπει ἡ κατά FM(?)ac2 ἐχθρῶν: λείπει ἡ κατά ABM(?) | |
1.70.1 | καὶ ἅμα, εἴπερ τινὲς καὶ ἄλλοι, κτἑ.: ἐπειδὴ ἐπέπληξεν ὁ Κορίνθιος, λέγει νῦν, ὅτι οὐχ ὁ τυχών εἰμι, καὶ μὴ ἀπαξιώσῃς ὑπ’ ἐμοῦ ὀνειδιζόμενος ABFGMc2 | |
1.70.2 | νεωτε‐ ροποιοί: οἱ νεωτέρων πραγμάτων ὀρεγόμενοι ABFGMc2 ἐπι‐ τελέσαι ἔργῳ ὃ (codd.) ἂν γνῶσιν: πᾶν νόημα καὶ πρᾶξαι. οὐ γὰρ δύναμιν λέγει, ἐπεὶ ἀποτροπὴ τὸ τοιοῦτόν ἐστιν ABFMc2 | |
5 | ἐπιτελέσαι: ἀπὸ κοινοῦ τὸ ὀξεῖς ABFMc2 οὐδὲ τἀναγκαῖα ἐξικέσθαι: οὐδὲ τῶν ἀναγκαίων περιγενέσθαι ABFGMc2ʃ τὸ δὲ ἐξικέσθαι ἀντὶ τοῦ ἀρκεῖν. | |
1.70.3 | πιστεῦσαι: θαρρῆσαι. | |
1.70.4 | μελλητάς: ἀναβεβλημένους. ἀποδημηταί: ὑπερόριοι τῆς οἰκείας πατρίδος. ἀποδημηταὶ πρὸς ἐνδημοτάτους: ἤγουν ἀποδημοῦσι τῆς οἰκείας πατρίδος καὶ ἐπιδημοῦσι δή‐ μοις ἀλλοτρίοις πρὸς τὸ κτήσασθαι αὐτούς. ἀπουσίᾳ: ἀπο‐ | |
5 | δημίᾳ ABFGc2 τῷ ἐπελθεῖν (codd.) κτἑ.: οἴεσθε, φησίν, ὅτι, ἐὰν ἐπέλθητέ τισι, καὶ τὰ ὑπάρχοντα ὑμῖν ἀπόλλυται ABFGMc2 τὰ ἕτοιμα: τὰ ὑπάρχοντα, τὰ ἑτοίμην ἀπόλαυ‐ σιν ἔχοντα. | |
1.70.5 | ἐπ’ ἐλάχιστον ἀναπίπτουσιν: ἢ ἀνα‐ παύονται ἢ ἀθυμοῦσιν· τὸ δὲ ἐπ’ ἐλάχιστον ἀντὶ τοῦ οὐδὲ ἐλάχιστον ABFGMc2 | |
1.70.6 | ἀλλοτριωτάτοις: λείπει τὸ ὡς, | |
ἵν’ ᾖ ὡς ἀλλοτριωτάτοις ABFGMc2 οἰκειοτάτῃ: πρὸς τὴν πατρίδα ABFGMc2 | 55 | |
1.70.7 | μὴ ἐπεξέλθωσιν: μὴ πράξωσι. τυχεῖν πράξαντες: ἀπὸ κοινοῦ τὸ ἡγοῦνται BFMc2 του: τινός ABFGMc2 μόνοι γὰρ ἔχουσι κτἑ.: τὸ ἑξῆς οὕτω· μό‐ νοι γάρ, φησίν, ἃ ἂν γνῶσιν, ἐλπίζουσί τε ὁμοίως καὶ ἔχουσι, | |
5 | διὰ τὸ ταχεῖαν τὴν ἐπιχείρησιν ποιεῖσθαι. πρῶτον γάρ τις ἐπι‐ νοεῖ, εἶτα ἐλπίζει, καὶ εἶθ’ οὕτως ἐπιχειρεῖ, ὕστερον δὲ καὶ κτᾶται ABFGMc2 | |
1.70.8 | ἐλάχιστα: οὐδ’ ἐλάχιστα ABFc2 (γρ.) ἑορτήν: αἰνίττεται τοὺς Λάκωνας, οἵτινες ἐν ἑορτῇ οὐκ ἐστράτευον ABFGMc2 ἡγεῖσθαι: ἀπὸ κοινοῦ ἡ διά ABFc2 ἢ ἀσχολίαν ἐπίπονον: ἀπὸ κοινοῦ ληπτέον τὸ ἡγεῖσθαι | |
5 | ABFMc2. | |
1.71.1 | καὶ οἴεσθε τὴν ἡσυχίαν οὐ τούτοις κτἑ.: ὁ νοῦς τῶν λεγομένων τοιοῦτος· νομίζετε οὐ τούτοις τῶν ἀν‐ θρώπων δεῖν παραμένειν τὴν ἡσυχίαν καὶ εἰρήνην, οἳ τῇ μὲν διαγωγῇ καὶ παρασκευῇ εἰρηναίως διάγουσι, τῇ δὲ γνώμῃ φα‐ | |
5 | νεροί εἰσιν ὡς ἀμυνοῦνται ἢν ἀδικῶνται. θέλει δὲ εἰπεῖν ὡς ὑμεῖς αὐτοί, ὦ Λακεδαιμόνιοι, οὐ ποιεῖτε τοῦτο ABFGc2 ʃ ταῦτά τινες κατ’ ἐρώτησιν, τινὲς δὲ κατ’ ἀπόφασιν ἀνέγνωσαν ABFGMc2 ἐπὶ τῷ μὴ λυπεῖν τε κτἑ.: οὔτε ἀδικεῖν βού‐ λεσθε καὶ ἀδικούμενοι ἀμύνεσθε, καὶ διὰ τοῦτο τὸ ἴσον νέ‐ | |
10 | μετε ABFGMc2 | |
1.71.2 | ὁμοίᾳ: ὁμογνώμονι, τὰ ἴσα ζηλούσῃ. ʃ τοῖς Ἀθηναίοις ABFMc2 τούτου: τοῦ ἴσον νέμειν ABFGMc2 ἀρχαιότροπα: οἷον ἁπλᾶ καὶ ἀφελῆ· προεῖπε δὲ τοὺς Ἀθη‐ ναίους νεωτεροποιούς ABFGMc2 | |
1.71.3 | ἀνάγκη δὲ κτἑ.: παρὰ τὸ | |
Ὁμηρικόν (α 351sq.)· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσιν ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται ABFGMc2 | 56 | |
5 | τὰ ἐπιγιγνόμενα: τοῦτο πρὸς τὸ ἀρχαιότροπα. οὐκ ἔδει, φησίν, ὑμᾶς ἀεὶ τοιούτους εἶναι καὶ ἀρχαῖα ἔθη ζηλοῦν ABFGMc2 ἐπιτεχνήσεως: ἐξευρέσεως· ἐπιμένει δὲ τῇ παραβολῇ ABFGMc2 κεκαίνωται: κεκαινοτόμηται ABFGc2 | |
1.71.4 | νῦν δέ: οἱ ἐπίλογοι ἐντεῦθεν ABFGMc2 ὑπεδέξασθε: ὑπέσχοντο γὰρ ἀνωτέρω (cap. 58 § 1) τοῖς Ποτιδαιάταις ABFGMc2 ξυγγενεῖς: Δωριεῖς γὰρ οἱ Ποτιδαιᾶται ABFGMc2 πρὸς ἑτέραν τινὰ ξυμμαχίαν: | |
5 | πρὸς τοὺς Ἀργείους· ἐχθροὶ γὰρ ἦσαν τοῖς Λακεδαιμονίοις ABFGMc2 ʃ ἀντὶ τοῦ εἰς ἑτέρων φιλίαν περὶ ξυμμαχίας ὑμᾶς καταλιπόντας c1 | |
1.71.5 | δρῷμεν δ’ ἂν ἄδικον οὐδέν: ἐπειδὴ εἶπεν ὁ Κορίνθιος πρὸς ἑτέραν συμμαχίαν τραπέσθαι μὴ βοη‐ θούμενος ὑπὸ τῶν Λακεδαιμονίων, νῦν τοῦτο κατασκευάζει καὶ λέγει ὅτι οὐδὲν ἄδικον δρῶμεν, εἰ πρὸς ἑτέρους τραπῶμεν | |
5 | συμμάχους. αἰνίττεται δὲ τοὺς Ἀργείους, οἵτινες ἐχθρωδῶς διέκειντο πρὸς τοὺς Λακεδαιμονίους ABFMc2 τῶν ὁρκίων: τῶν ἐφόρων τῶν ὅρκων. τῶν αἰσθανομένων: ἤτοι τῶν ζώντων ἢ τῶν φρονίμων ἢ τῶν ἡρώων ABFGMc2 δι’ ἐρη‐ μίαν: συμμαχίας δηλονότι. προσιόντες: προσιόντες καὶ | |
10 | ἐπικαλούμενοι συμμαχεῖν ABFGMc2 | |
1.71.6 | μενοῦμεν: ἤγουν ἐν τῇ ὑμετέρᾳ συμμαχίᾳ. | |
1.71.7 | ἐξηγεῖσθαι: ἄρχειν, κρατεῖν ἑτέ‐ ρων ABFGMc2 ʃ ἀντὶ τοῦ ἄγειν τὸ ἐξηγεῖσθαι c1. | |
1.72.1 | ἔτυχε γὰρ πρεσβεία ... παροῦσα: ἤγουν ἔτυ‐ χον παρόντες πρέσβεις. ᾔσθοντο: οἱ Ἀθηναῖοι Gc2 παρι‐ τητέα: δίκαιον εἶναι παριέναι. μηδὲν ἀπολογησομένους: | |
ὡς μέγα φρονῶν ὁ Ἀθηναῖος οὐδὲ ἀπολογεῖται ABFGMc2 αἱ | 57 | |
5 | πόλεις: αἱ σύμμαχοι τῶν Λακεδαιμονίων. δηλῶσαι δέ: ὡς κηδόμενος τῶν Λακεδαιμονίων ABFGMc2 σημῆναι: Ἰα‐ κῶς BF ʃ Ἰακόν· πλὴν τὸ σημᾶναι πλείονα ἔχει τὴν εὐρύτητα. τοῖς πρεσβυτέροις: τῶν Λακεδαιμονίων ABF | |
1.72.2 | παρελ‐ θόντες: ἐπελθόντες ἐπὶ ξένων, παρελθόντες ἐπὶ ἰδίων ABFMc2. | |
1.73.1 | ἡ μὲν πρέσβευσις κτἑ.: δημηγορία Ἀθη‐ ναίων εʹ ACFGMe ʃ ἡ στάσις πραγματική· τὸ μέλλον γὰρ ζητεῖ ABFGMc2 ʃ ταύτην ἐπλάσατο οἰκονομικῶς τὴν δημηγορίαν ὁ συγγραφεύς, χαίρων ταῖς ἀντιθέτοις δημηγορίαις ἀεί ABFMc2 ʃ | |
5 | ἐμέρισε πρὸς μὲν τὴν κατηγορίαν τῶν Κορινθίων τὴν ἀπολο‐ γίαν τῶν Ἀθηναίων, πρὸς δὲ τὴν ἐπίπληξιν αὐτῶν τὴν ἀντί‐ θεσιν Ἀρχιδάμου τοῦ Λακεδαιμονίου ABFGc2 πρέσβευσις: 〈σημείωσαι〉 ὅτι πρέσβευσις καὶ καταβόησις καὶ καταβοὴ οὐ λέγεται εἰ μὴ ἰδίως παρὰ Θουκυδίδῃ ABFMc2 ἡ πρέσβευ‐ | |
10 | σις ... ἐγένετο: οὐκ ἐπρεσβεύσαμεν εἰς τὸ ἀντειπεῖν τοῖς συμμάχοις ὑμῶν. καταβοήν: κατηγορίαν. τοῖς ἐγκλή‐ μασι: τοῖς καθ’ ἡμῶν c1 ἀλλ’ ὅπως μὴ κτἑ.: οἱ γὰρ κατά τινος στρατεύοντες ἢ ὡς ἀδικούμενοι τοῦτο ποιοῦσιν ἢ ὡς εὐτελοῦς καὶ καταφρονουμένου. τεχνικῶς δὲ ὁ Ἀθηναῖος | |
15 | δείκνυσιν ἑαυτὸν καὶ δίκαιον καὶ μέγαν καὶ οὐκ εὐκαταφρό‐ νητον ABFGMc2 ὡς οὔτε ἀπεικότως ἔχομεν: οἱ ἀγῶνες καὶ τὸ δίκαιον κεφάλαιον μετὰ τοῦ συμφέροντος ABFGMc2 ἃ κεκτήμεθα: ἤγουν τὴν τῶν Ἑλλήνων ἀρχήν. ἀξία λό‐ γου: ἀξιέπαινος. | |
1.73.2 | τὰ πάνυ παλαιά: τὰ κατὰ Ἀμαζόνας καὶ Θρᾷκας καὶ Ἡρακλείδας ABFGMc2 τὰ δὲ Μηδικὰ κτἑ.: ἀεὶ γὰρ ἐμεγαλαύχουν οἱ Ἀθηναῖοι διὰ τὰ Μηδικά ABFM ἐκιν‐ δυνεύετο: μετὰ κινδύνων ἐπράττετο ABFGMc2 ἧς: ὠφελείας | |
5 | ABFMc2 τοῦ μὲν ἔργου μέρος μετέσχετε: ἐπειδὴ ἕως | |
Μυκάλης ἐδίωξαν, οἱ δὲ Ἀθηναῖοι καὶ ἕως Παμφυλίας ABFGc2 μὴ παντός: μὴ παντός εἶπε διὰ τὰ τοῦ Κίμωνος ἔργα. τὸ δὲ μὴ στερισκώμεθα ἐν ἤθει ἀναγνωστέον ABFGc2 | 58 | |
1.73.3 | οὐ παραιτήσεως ἕνεκα: οὐχὶ ἕνεκα τοῦ αἰτεῖν συγγνώμην φη‐ σίν ABFGc2 | |
1.73.4 | μόνοι προκινδυνεῦσαι τῷ βαρβάρῳ: πρὸ τῆς Ἑλλάδος κινδυνεῦσαι. τοὺς δὲ Πλαταιεῖς εἴασεν, ὅτι ὕστερον παρεγένοντο ABFGc2 ʃ μετὰ κινδύνων μαχέσασθαι τῷ βαρβάρῳ ἐν Μαραθῶνι. πανδημεί: καὶ γέροντες καὶ | |
5 | νέοι ABFGc2 ἔσχε: ἐπέσχε, διεκώλυσε. | |
1.73.5 | τῷ πλέονι τοῦ στρατοῦ: λαβὼν τὸ πλέον τοῦ στρατοῦ. | |
1.74.1 | τοιούτου: θαυμαστικῶς ABFGMc2 ἐν ταῖς ναυσὶ κτἑ.: ἤγουν ἡ βοήθεια τῶν Ἑλληνικῶν πραγμάτων ἐν ταῖς ναυσὶν ἦν. ἀριθμόν τε νεῶν πλεῖστον: ταῦτα πάντα παρ’ Ἡροδότῳ (VIII 44) κεῖται κατὰ διέξοδον ABFMc2 τῶν | |
5 | δύο μοιρῶν: ἀντὶ τοῦ τὸ δίμοιρον, ὅ ἐστι διακόσιαι ἑξήκοντα· ἦσαν γὰρ αἱ πᾶσαι τετρακόσιαι, κατὰ δὲ ἄλλους υπʹ. τοῦτο οὖν λέγει ὅτι αὐτοὶ ἡμεῖς τὸ δίμοιρον δεδώκαμεν ABFMc2 ʃ 〈υπʹ〉 τῶν νεῶν οὐσῶν τὸ δίμοιρον τούτων τριακόσιαι εἴκοσιν G ἐν τῷ στενῷ: † ῥητῶ στενῶ τοῦ καιροῦ καὶ τοῦ κινδύνου c1 ʃ | |
10 | ἐν τῇ Σαλαμῖνι. | |
1.74.2 | τῶν ἄλλων: Μακεδόνων, Θεσσαλῶν, Λοκρῶν, Βοιωτῶν, Φωκέων ABFGMc2 μέχρι ἡμῶν: μέχρι τῆς πόλεως ἡμῶν. ἠξιώσαμεν: ἄξιον ἐκρίναμεν ABFMc2 διαφθείραντες: τὸ διαφθείραντες τινές φασι τὸ διαφθα‐ | |
5 | ρῆναι ἐάσαντες· ἄλλοι δὲ παριστοροῦσιν ὅτι αὐτοὶ οἱ Ἀθηναῖοι αὐτοχειρὶ τὴν πόλιν κατέβαλον, ἵνα μὴ ἔχῃ αὐτῇ ὁ βάρβαρος ὡς ὁρμητηρίῳ χρῆσθαι πρὸς τὴν Ἑλλάδα ABFGMc2 ʃ ἄλλως· τὰ οἰκεῖα διαφθείραντες οὐκ ἐπὶ τῆς πόλεως εἴληπται, ἀλλ’ ἐπὶ τῶν σκευῶν τῶν ἐν ταῖς οἰκίαις καὶ τῆς ἄλλης περιουσίας, | |
10 | ἣν οὐκ ἦν δυνατὸν ὑπεκθέσθαι οὔτε ἐν ταῖς ναυσὶν φέρειν. τάχα δὲ καὶ ἐπὶ κυνῶν καὶ βοσκημάτων τοῦτο συννοηθῆναι | |
δύναται. μηδ’ ὥς: μηδ’ οὕτως, ποιητικῶς ABFGMc2 προ‐ λιπεῖν: μὴ προλιπεῖν ἠξιώσαμεν, ἀλλὰ βοηθῆσαι ABFGMc2 σκεδασθέντες: εἰς ἄλλας χώρας· αὐτοῖς δὲ λέγει τοῖς συμ‐ | 59 | |
15 | μάχοις AFGMc2 καὶ μὴ ὀργισθῆναι: ἀπὸ κοινοῦ τὸ ἠξιώ‐ σαμεν ABFM ἀλλὰ βοηθεῖν ὑμῖν τοῖς Λακεδαιμονίοις. | |
1.74.3 | ὑμεῖς μὲν γὰρ κτἑ.: κατασκευὴ τοῦ νοήματος ABFGc2 τὸ λοιπόν: λοιπὸν χρόνον (comp.) F οὐ παρεγένεσθε: εἰς βοήθειαν. οὐκ οὔσης: διεφθαρμένης. τῆς ἐν βραχείᾳ ἐλπίδι οὔ‐ | |
5 | σης: οὐκ οὔσης τῆς πόλεως, ἐν βραχείᾳ ἐλπίδι αἱ τριήρεις ἢ τὰ σώματα τῶν ἀνθρώπων ABFMc2 | |
1.74.4 | προσεχωρήσαμεν: οἱ Ἀθηναῖοι προσήλθομεν. ἄλλοι: οἱ Θηβαῖοι ABFGMc2 περὶ τῇ χώρᾳ: ἑαυτῶν δηλονότι. μὴ ἐτολμήσαμεν ὕστε‐ ρον ἐσβῆναι ἐς τὰς ναῦς: ἀλλὰ μεταναστῆναι εἰς ἄλλην | |
5 | χώραν ὡς ἀπόλιδες ABFMc2 οὐδὲν ἂν ἔδει κτἑ.: τὸ ἑξῆς· οὐδὲν ἂν ἔδει ὑμᾶς ναυμαχεῖν c μὴ ἔχοντας ναῦς ἱκα‐ νάς: δέκα γὰρ εἶχον μόνας ναῦς ABFGMc2 καθ’ ἡσυχίαν: ἀμαχητί ABFGMc2 προεχώρησε (προσεχ. B): προσῆλθε. | |
1.75.1 | ἆρ’ ἄξιοί ἐσμεν κτἑ.: ἐν ἐρωτήσει· ἆρα, φησίν, ἄξιοί ἐσμεν ἕνεκα τῆς ἀρετῆς ἡμῶν μὴ φθονεῖσθαι τῆς ἀρχῆς; ABFGMc2 γνώμης ξυνέσεως: ἤγουν προαιρέσεως. ἀρχῆς τε (codd. mell.): ὁ τε ἀντὶ τοῦ γε ABFMc2 ἐπιφθόνως | |
5 | διακεῖσθαι: ἐφθονοῦντο γάρ ABFGM | |
1.75.2 | αὐτὴν τήνδε: τὴν ἀρχὴν δηλονότι ABFGMc2 πρὸς τὰ ὑπόλοιπα τοῦ βαρ‐ βάρου: ἕως γὰρ Μυκάλης μόνον ἦλθον οἱ Λακεδαιμόνιοι ABFMc2 πρὸς τὴν ὑπολειφθεῖσαν μάχην. | |
1.75.3 | ἐξ αὐτοῦ δὲ τοῦ ἔργου: ἐξ αὐτῆς τῆς φύσεως τοῦ πράγματος· λέγει δὲ τῆς ἀρχῆς· ὁ γὰρ ἄρχων ἀεὶ μισεῖται ABFGMc2 ὑπὸ δέους: τοῦ βαρβάρου ἢ τῶν κακῶς παθόντων ἐν τῇ ἀρχῇ ὑπηκόων | |
5 | ABFGMc2 ὠφελίας: τῶν φόρων ABFGMc2 | |
1.75.4 | καί τινων καὶ ἤδη ἀποστάντων κατεστραμμένων: ταῦτα διηγεῖται ἐν τῇ πεντηκονταετηρίδι ABFMc2 διαφόρων: ἐχθρῶν. ἀνέν‐ τας: ἀπολύσαντας. καὶ γὰρ ἂν αἱ ἀποστάσεις πρὸς | 60 |
5 | ὑμᾶς ἐγίγνοντο: καὶ οὐκ ἂν ἠλευθέρωντο· ὥστε οὐκ ἠδί‐ κουν ABFMc2 | |
1.75.5 | ἀνεπίφθονον: ἄμεμπτον, ἄψογον ABFGMc2 τῶν μεγίστων περὶ κινδύνων: ταὐτὸν εἶπεν ἀντὶ τοῦ· ἵνα μὴ ἐμπέσῃ εἰς μεγίστους κινδύνους. εὖ τίθεσθαι: καλῶς οἰκονομεῖν. | |
1.76.1 | ὑμεῖς γοῦν κτἑ.?: ἡ στάσις ἀντίληψις FGc2 ὑμεῖς ... ἐξηγεῖσθε: τὸ ἐγκαλούμενον τοῖς Ἀθηναίοις, τὸ δουλώσασθαι τοὺς συμμάχους, ἀνθυποφέρει τοῖς Λακεδαι‐ μονίοις· ἐξηγεῖσθαι γὰρ λέγει καὶ αὐτοὺς κατὰ τὸ αὐτοῖς ὠφέ‐ | |
5 | λιμον. τὸ ὑμῖν ὠφέλιμον: τὴν ὀλιγαρχίαν ABFc2 τότε: ἀπὸ τῆς Μυκάλης ABFMc2 ἀπήχθεσθε: οἱ γὰρ ἄρχοντες μισοῦνται· φιλελεύθερον γὰρ τὸ ἀνθρώπινον ABFMc2 ἐγκρα‐ τῶς: ἰσχυρῶς. | |
1.76.2 | διαδιδομένην: κατὰ διαδοχὴν διδομένην. ἀνεῖμεν: ἐλαττοῦμεν, ἀφίεμεν. τοῦ τοιούτου: τοῦ ἄρχειν δηλονότι ABFGMc2 καθεστῶτος: νομίμου ὄντος, νομιζομένου ABFGMc2 κατείργεσθαι: κατέχεσθαι, ἄρχεσθαι ABFGMc2 ʃ | |
5 | δουλοῦσθαι. ἄξιοί τε ἅμα νομίζοντες κτἑ.?: τοῦτο πρὸς τὸ οὐκ ἄνιμεν ABFGc2 ἄξιοί τε ἅμα κτἑ.: ὁ νοῦς τῶν λε‐ γομένων οὕτως· ἄξιοι τοῦ ἄρχειν καὶ ὑμῖν αὐτοῖς ἐδοκοῦμεν, μέχρι οὗ τὰ συμφέροντα λογιζόμενοι νῦν, τουτέστιν ἐν τῷ προλαβόντι χρόνῳ, νῦν, ἐν τῷ ἐνεστῶτι χρόνῳ, τῷ δικαίῳ λόγῳ | |
10 | χρῆσθε, τῷ τῆς ἐλευθερίας τῶν Ἑλλήνων δηλονότι, κρίνοντες δίκαιον ὑπάρχειν νῦν ἐλευθέρους εἶναι τοὺς Ἕλληνας ABF τὰ ξυμφέροντα λογιζόμενοι: ἀπὸ κοινοῦ τὸ νῦν, καὶ δηλοῖ ἐνταῦθα παρῳχημένον χρόνον ABFMc2 τῷ δικαίῳ λόγῳ: | |
δίκαιον λόγον τὴν ἐλευθερίαν τῶν Ἑλλήνων φησίν ABFGMc2 | 61 | |
15 | νῦν χρῆσθε: ἐνταῦθα τὸ νῦν ἐνεστῶτα χρόνον δηλοῖ ABFM ὃν: δίκαιον λόγον ABFc2 ὃν οὐδείς πω κτἑ.: ὁ νοῦς τοι‐ οῦτος· ὅντινα λόγον οὐδεὶς πώποτε προκρίνας ἀπετράπετο τοῦ πλέον ἔχειν τι κτήσασθαι. ὁ δὲ μή Ἀττικῇ συνηθείᾳ περιτ‐ τός, ὡς καὶ παρὰ Δημοσθένει πολλάκις ABFGMc2 παρα‐ | |
20 | τυχόν: ἀντὶ τοῦ παρατυχόντος, ὡς τὸ ἐξὸν ἀντὶ τοῦ ἐξόντος ABFMc2 προθείς: προτιμήσας, προκρίνας ABFGc2 | |
1.76.3 | ἐπαι‐ νεῖσθαί τε ἄξιοι, οἵτινες: ἀορίστως μέν, ἑαυτὸν δὲ λέγει ABFGMc2 τῇ ἀνθρωπείᾳ φύσει κτἑ.: τῇ παρεπομένῃ τῇ τῶν ἀνθρώπων φύσει ἀρχῇ ABFMc2 δικαιότεροι: ἀντὶ τοῦ | |
5 | μετριώτεροι ABFGc2 | |
1.76.4 | ἄλλους γ’ ἄν: ἀορίστως μέν, εἰς τοὺς Λακεδαιμονίους δὲ αἰνίττεται ABFGMc2 τὰ ἡμέτερα: τὴν ἀρχήν φησιν BFGc2 δεῖξαι ἂν μάλιστα: δηλονότι βιαιό‐ τερον ἄρξαντας ABFGMc2 μετριάζομεν: ταπεινοί ἐσμεν. | |
5 | ἐκ τοῦ ἐπιεικοῦς: ἐκ τῆς μετριότητος. | |
1.77.1 | ἐλασσούμενοι: ἀδικούμενοι, ζημιούμενοι ἐν ταῖς συναλλαγματικαῖς χρείαις, καθὸ ἐξ ἰσοτιμίας δικαζόμεθα πρὸς αὐτούς, καίτοι δυνάμενοι ὡς ἄρχοντες ἔχειν τὸ πλέον ABFGMc2 καὶ παρ’ ἡμῖν αὐτοῖς κτἑ.: καὶ ἐν τοῖς παρ’ | |
5 | ἡμῖν ὁμοίοις νόμοις ποιήσαντες τὰς κρίσεις φιλοδικεῖν δοκοῦ‐ μεν ABFGMc2 ἐν τοῖς ὁμοίοις νόμοις: ὁμοίοις νόμοις λέγει τῷ τε ξένῳ καὶ τῷ πολίτῃ· ἴσος γὰρ ἀμφοτέροις παρ’ ἡμῖν ὁ νόμος ABFGc2 φιλοδικεῖν: ἐκωμῳδοῦντο γὰρ οἱ Ἀθηναῖοι ὡς φιλόδικοι ABFGMc2 | |
1.77.2 | τοῖς καὶ ἄλλοθί που ἔχουσιν ἀρχήν: οἷον Πέρσαις, Σκύθαις ABFG καὶ ἧσσον | |
ἡμῶν: ἀντὶ τοῦ οὐδὲ ἧσσον ABFMc2 οὐκ ὀνειδίζεται: οὐκ ὀνειδίζεται τὸ βίαιον τῆς ἀρχῆς παρ’ ἄλλοις, ἀλλὰ μόνοις | 62 | |
5 | παρ’ ἡμῖν ABFMc2 ὀνειδίζεται: προφέρεται. δικάζεσθαι: ἀντὶ τοῦ δίκαια πράττειν πρὸς τοὺς ὑπηκόους ABFGMc2 | |
1.77.3 | οἱ δὲ εἰθισμένοι κτἑ.: διὰ τούτων ἔδειξε τὸ σπάνιον τῆς ἀδι‐ κίας. ὁ δὲ νοῦς οὕτως· ἐάν τι τοιοῦτο πάθωσι παρ’ ἡμῶν παρ’ ὃ νομίζουσιν αὐτοὶ μὴ δίκαιον εἶναι, ἀγανακτοῦσιν. οὐκ | |
5 | εἶπε δὲ τὸ δίκαιον, ἀλλὰ τὸ παρ’ ὃ ἐκεῖνοι νομίζουσι μὴ δί‐ καιον ABFGMc2 ἤν τι κτἑ.: ἐάν τι παρὰ τὴν ἑαυτῶν δόξαν διὰ τὴν ὑπάρχουσαν ἡμῖν ἀρχὴν ἢ λόγῳ ἢ ἔργῳ νομίσωσιν ἐλαττωθῆ‐ ναι. ἢ γνώμῃ ἢ δυνάμει: ἢ λόγῳ ἢ ἔργῳ ABFGc2 ἐλασ‐ σωθῶσιν: τὸ ἑξῆς· ἤν τι καὶ ὁπωσοῦν ἐλασσωθῶσιν ABFc2 | |
10 | ἀλλὰ τοῦ ἐνδεοῦς: λείπει ἡ ὑπέρ, ἵν’ ᾖ ἀλλ’ ὑπὲρ τοῦ ἐν‐ δεοῦς ABFGc2 ἢ εἰ ἀπὸ πρώτης: τὸ ᾗ ἀντὶ τοῦ ὡς. Ὅμη‐ ρος (Ι 134)· ᾗ θέμις ἀνθρώπων πέλει ABFc2 ἐπλεονεκτοῦμεν: κατὰ τὸν τῆς ἀρχῆς νόμον. ἐκείνως | |
15 | δέ: ὁ δέ ἀντὶ τοῦ γάρ ABFMc2 | |
1.77.4 | ἀδικούμενοί τε ... ἢ βιαζόμενοι: διὰ τοῦτο, φησίν, ὀργίζονται οἱ σύμμαχοι, ὅτι ἀδικεῖσθαι νομίζουσι καὶ οὐχὶ βιάζεσθαι· ἴσους γὰρ ἡμῶν αὐτοὺς ἐξ ἀρχῆς εἴχομεν ABFGMc2 | |
1.77.5 | ἡ δὲ ἡμετέρα ἀρχή: ἀρχὴ τῶν Ἀθηναίων, ἡ φιλάνθρωπος ABFGMc2 τὸ παρόν: τὸ ἐνεστηκός, τὸ ἄρχον ABFGMc2 | |
1.77.6 | εἰ καθελόντες ἡμᾶς ἄρξαιτε: προμαντεύεται· καθεῖλον γὰρ αὐτῶν τὰ τείχη οἱ Λακεδαιμόνιοι ABFMc2 εἴπερ οἷα κτἑ.: τὸ ἑξῆς· εἴπερ ὅμοια γνώσεσθε οἷα καὶ ἐπὶ τοῦ Μήδου ABFc2 ʃ τὸν Παυσανίαν αἰ‐ | |
5 | νίττεται ABFGc2 ἄμεικτα γὰρ κτἑ.: οὐδενὶ γὰρ ξένῳ μετε‐ | |
δίδοσαν τῶν παρ’ αὐτοῖς νομίμων οἱ Λακεδαιμόνιοι, ἀλλὰ καὶ ἐξενηλάτουν ABFGMc2 ἐξιών: εἰς ἀρχὴν δηλονότι. τού‐ τοις: τοῖς παρ’ ὑμῖν ABF | 63 | |
1.78.1 | βουλεύεσθε οὖν: ἐντεῦθεν οἱ ἐπίλογοι ABFc2 ἀλλοτρίαις: ταῖς τῶν Κορινθίων ABFMc2 πρόσθησθε: ἀνάθησθε, ἑαυτοῖς δηλονότι. τὸν παράλογον: τὸ ἀπροσδό‐ κητον BFMc2 ʃ σημείωσαι τὸν παράλογον ἀρσενικῶς ABFGMc2 | |
1.78.2 | ἐς τύχας: εἰς ἀδηλότητα. Ὅμηρος (Z 339)· νίκη δ’ ἐπαμείβεται ἄνδρας ABFGMc2 περιίστασθαι: περιτρέπεσθαι. ἴσον τε ἀπέχομεν: ἑκα‐ τέροις γὰρ τὸ μέλλον ἀόρατον καὶ ἀφανές ABFGMc2 ὁποτέρως | |
5 | ἔσται κτἑ.: ἄδηλόν ἐστιν ὁποῖον μέρος κινδυνεύσει. κινδυ‐ νεύεται: ἀντὶ τοῦ μετὰ κινδύνων πράττεται ABFGc2 | |
1.78.3 | οἱ ἄνθρωποι: οἱ ἀπροβούλευτοι καὶ ἀνόητοι ABFGMc2 πρό‐ τερον: πρὸ τῶν βουλευμάτων δηλονότι ABFGMc2 ἃ χρῆν: ἔργα δηλονότι ABFc2 | |
1.78.4 | ἁμαρτίᾳ: τῇ προλεχθείσῃ ἀβουλίᾳ τοῦ πολέμου. αὐθαίρετος: αὐτεξούσιος ABFGMc2 κατὰ τὴν ξυνθήκην: κατὰ τὰς ὁμολογίας τῶν ἐν ταῖς σπονδαῖς ABFGMc2 τοὺς ὁρκίους: οὓς ἐν ταῖς σπονδαῖς ὠμόσαμεν | |
5 | ABFGMc2 ὑφηγῆσθε: ὁδηγῆτε ὑμεῖς. | |
1.79.1 | ἐς τοὺς Ἀθηναίους: κατὰ τῶν Ἀθηναίων. μεταστησάμενοι πάντας ἐβουλεύοντο: ἔθος γὰρ εἶχον οἱ Λακεδαιμόνιοι παρὰ τὰς ἐκκλησίας ἰδιαζόντως βουλεύεσθαι καὶ δημηγορεῖν, διώκοντες τοὺς πολλούς ABFGMc2 | |
1.79.2 | ἐπὶ τὸ αὐτὸ αἱ γνῶμαι ἔφερον: ὡμονόουν. πολεμητέα: ἄξιον πολεμῆσαι. | |
1.80.1 | καὶ αὐτὸς κτἑ.: δημηγορία Ἀρχιδάμου ἀποτρέ‐ πουσα τοὺς Λακεδαιμονίους πολεμεῖν ABCFGMe ὁρῶ: λείπει τὸ ἐμπείρους ABFMc2 ἀπειρίᾳ: γλυκὺς ἀπείρῳ πόλεμος (Pindar. Fragm. 110) ABFGMc2 οἱ πολλοί: οἱ ἀπαιδευτοί. | |
1.80.2 | εὕροιτε: ἕως ὧδε τὸ προοίμιον ABFGMc2 τόνδε: τὸν πόλεμον ABMg ἂν ἐλάχιστον γενόμενον: ἤγουν δι’ ἐλα‐ χίστου καιροῦ καὶ ἔργου γενησόμενον. αὐτόν: τόνδε τὸν πό‐ λεμον F | 64 |
1.80.3 | πρὸς μὲν γὰρ ... πρὸς δὲ κτἑ.: ἐκ παραλ‐ λήλου ABFMc2ʃ οἱ ἀγῶνες καὶ τὸ δυνατόν. παρόμοιος ἡμῶν ἡ ἀλκή: πεζόμαχοι γὰρ πάντες. ἐφ’ ἕκαστα: λείπει χωρία ABFGMc2 ἑκάς: ἑκὰς τῆς Πελοποννήσου ὥστε δυσχερὴς | |
5 | ὁ πόλεμος διὰ τὰ ἐφόδια ABFMc2 ἐξήρτυνται: εὐτρεπι‐ σμένοι εἰσίν. πλούτῳ τε κτἑ.: διὰ τὰ Περσικά ABFMc2 καὶ τίνι πιστεύσαντας κτἑ.: χρὴ δηλονότι. ἐπειχθῆναι: ἑτοίμως ἐλθεῖν. | |
1.80.4 | ἥσσους: ἐνδεέστεροι. πολλῷ πλέον .. ἐλλείπομεν: πένητες γὰρ ἦσαν οἱ Λακεδαιμόνιοι ABFGMc2 τούτου: τοῦ ἔχειν χρήματα. ἐν κοινῷ: ταμείῳ δηλονότι. | |
1.81.1 | ὑπερφέρομεν: οἱ Λακεδαιμόνιοι. δῃοῦν: κείρειν. ἐπιφοιτῶντες: κατ’ ἐκείνων ἐρχόμενοι. | |
1.81.2 | ἄλλη γῆ: Θρᾴκη καὶ Ἰωνία ABFGMc2ʃ ἐξαίρει τὴν δύναμιν τῶν Ἀθηναίων καταπλήττων τοὺς Λάκωνας a2 ἐκ θαλάσσης: τὸ ἐκ ἀντὶ τοῦ διά. ἐπάξονται: εἰσάξουσιν. | |
1.81.3 | ἀφιστά‐ ναι: ἀποστῆσαι. | |
1.81.4 | τίς οὖν ἔσται: κατὰ ποῖον τρόπον ABFMc2 τὰς προσόδους: τὰ κέρδη. τὰς προσόδους ἀφ‐ αιρήσομεν: διὰ τὸ ἀποστῆσαι τοὺς συμμάχους ABFMc2 | |
1.81.5 | κἀν τούτῳ: τῷ πράγματι. οὐδὲ καταλύεσθαι: οὐδὲ τὸν πό‐ λεμον παῦσαι ABFGMc2 ἄρξαι μᾶλλον: τὸ μᾶλλον πρόσκει‐ ται, ὅτι οὐχὶ αὐτοί, ἀλλὰ καὶ Κορίνθιοι καὶ ἄλλοι ἤρξαντο | |
5 | τοῦ πολέμου ABFGMc2 | |
1.81.6 | μὴ καὶ τοῖς παισίν: Ὅμηρος (Γ 160)· μηδ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσω πῆμα λίποιτο ABFGMc2 φρονήματι: ἐπάρσει. μήτε τῇ γῇ δουλεῦσαι: τῆς γῆς, | |
5 | φησί, τεμνομένης τῶν Ἀθηναίων οὐκ εἰκὸς οὐδὲ πρέπον τῷ | |
φρονήματι αὐτῶν ἡμῖν δουλεῦσαι καὶ ὑπακοῦσαι ABFMc2 | 65 | |
1.82.1 | Μὴ καταφωρᾶν: μὴ ἐλέγχειν BFGMc2 Patm. μήπω κινεῖν: κελεύω ἀπὸ κοινοῦ g ἐπιτρέψομεν: ἐνδώ‐ σομεν. κἀν τούτῳ: τῷ καιρῷ δηλονότι. ἐξαρτύεσθαι: τὸ κελεύω ἀπὸ κοινοῦ ABFMc2ʃ οἰκονομεῖσθαι. προσαγωγῇ: | |
5 | συναθροίσει. ἀνεπίφθονον: ἄψογον, ἀμώμητον ABFGMc2ʃ ἐκείνοις δηλονότι. ὅσοι ὥσπερ καὶ ἡμεῖς ὑπ’ Ἀθηναίων ἐπιβουλευόμεθα: ἐξαίρει τὴν δύναμιν τῶν Ἀθηναίων κατα‐ πλήττων τοὺς Λάκωνας ABFGMc2 καὶ τὰ αὑτῶν ἅμα ἐκ‐ ποριζώμεθα: πορισμὸν ζωῆς ἐκ τῶν ἡμετέρων ἔχωμεν. | |
1.82.2 | πεφραγμένοι: ὡπλισμένοι. ἴμεν: πορευσόμεθα, ἀπὸ τοῦ ἰέναι. | |
1.82.3 | παρασκευήν: ἑτοιμασίαν. ἄτμητον: ἀδῄωτον. | |
1.82.4 | ὅμηρον: ἐνέχυρον τὸ ὑπὲρ εἰρήνης παρεχόμενον, παρὰ τὸ ὁμοῦ εἴρειν ABFGMc2 χρή: ἡμᾶς G ἐς ἀπόνοιαν κατα‐ στήσαντας: διὰ τοῦ τεμεῖν αὐτῶν τὴν γῆν ABFGMc2 αὐ‐ τούς: ἤγουν τοὺς Ἀθηναίους G ἀληπτοτέρους: διὰ τὸ | |
5 | ῥιψοκίνδυνον ABFGMc2ʃ ἀσχέτους. | |
1.82.5 | αἴσχιον καὶ ἀπο‐ ρώτερον: ὁ γὰρ ἐν πολέμῳ ἡττώμενος ἀναγκάζεται ἀπορεῖν καὶ εἰς αἰσχύνην καθίστασθαι, ἢ δουλεύων ἢ ἐπὶ μεγάλῃ ζημίᾳ τὸν πόλεμον καταλύων ABFGMc2 | |
1.82.6 | ἕνεκα τῶν ἰδίων: ἰδιών λέγει τῶν Κορινθίων· οὐ γὰρ ἦν κοινὰ τὰ ἐγκλήματα πάντων τῶν Πελοποννησίων, ἀλλὰ μόνων τῶν Κορινθίων ABFGMc2 καθ’ ὅ τι χωρήσει: ἂν πρὸς ὅπερ ἀποβήσεται c1 θέσθαι: | |
5 | ἀποθέσθαι, καταλῦσαι ABFc2 | |
1.83.2 | Ἄλλως τε καὶ ἠπειρώταις: πλεόνων οὖν διὰ τοῦτο χρημάτων δεόμεθα. κατὰ κοινοῦ δὲ τὸ ἔστιν ὁ πό‐ λεμος BFGMc2 | |
1.83.3 | αὐτήν: τὴν δαπάνην c2 οἵπερ: ἡμεῖς οἱ Λακεδαιμόνιοι ABFGMc2 ἐπ’ ἀμφότερα: καὶ νίκην καὶ ἧτταν. τι αὐτῶν: τῶν ἀποβησομένων. | |
1.84.1 | Καὶ τὸ βραδὺ καὶ μέλλον κτἑ.: τὸ ἑξῆς οὕτω· καὶ τὸ βραδὺ ἡμῶν καὶ μέλλον, ὃ μέμφονται μάλιστα, μὴ αἰσχύνεσθε. καὶ νεμόμεθα διὰ παντὸς τὴν πόλιν ἐλευθέραν καὶ ἐνδοξοτάτην. σπεύδοντες γὰρ σχολαίτερον ἂν παύσαισθε | 66 |
5 | διὰ τὸ ἀπαράσκευοι ἐγχειρεῖν. ὑποστικτέον οὖν εἰς τὸ μὴ αἰσχύνεσθε ABFGMc2 ὃ μέμφονται: οἱ Κορίνθιοι μέμφον‐ ται ABFGMc2 πόλιν: τὴν Λακεδαίμονα λέγει c1 | |
1.84.2 | σωφρο‐ σύνη ἔμφρων: σωφροσύνην ἔμφρονα λέγει τὴν μετὰ λογισ‐ μοῦ τυγχάνουσαν, οὐ τὴν ἀλόγιστον καὶ ἀπὸ φύσεως μόνον συμβαίνουσαν ABFGMc2 τοῦτ’ εἶναι: τὸ βραδὺ καὶ τὸ μέλλον | |
5 | ABFGc2 δι’ αὐτὸ: τὸ βραδύ G τῶν τε ξὺν ἐπαίνῳ κτἑ.: ταῦτα πάντα πρὸς τὸν Κορίνθιον ἀποτείνει· ἐκεῖνος γὰρ κατά τι καὶ ἐπῄνεσεν αὐτούς, κατά τι καὶ ἔψεξεν, εἰπὼν αὐτοὺς μελλητάς ABFGc2 | |
1.84.3 | πολεμικοί τε καὶ εὔβουλοι κτἑ.: ἀσαφὲς τὸ χωρίον ποιεῖ ἡ τῶν ὀνομάτων ἐναλλαγή. τήν τε γὰρ αἰδῶ καὶ τὴν αἰσχύνην κατὰ τοῦ αὐτοῦ τίθησι συνω‐ νύμως, καὶ λοιπὸν ἔμφασιν παρέχει ὡς ἐπὶ ἄλλου καὶ ἄλλου | |
5 | τάσσων τὴν λέξιν, ὡς καὶ τὴν σωφροσύνην καὶ τὴν εὐκοσμίαν ὁμοίως τέθεικε. δεῖ οὖν οὕτω νοεῖν· πολεμικοί τε γιγνόμεθα καὶ εὔβουλοι διὰ τὸ εὔκοσμον. ἀνάγκη γὰρ τοὺς εὐκόσμους σωφροσύνης πλεῖστον μετέχειν διὰ τὸ τοὺς εὐκόσμους καὶ αἰδή‐ μονας εἶναι, αἰδήμονας δὲ ὄντας εἶναι εὐψύχους καὶ πολεμι‐ | |
10 | κούς· τῆς γὰρ αἰδοῦς καὶ αἰσχύνης ἡ εὐψυχία πλεῖστον μετ‐ έχει. Ὅμηρος (Ε 531 = Ο 563)· αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται BFGMc2 τὸ μέν: τὸ πολεμικόν BFc2 ἀμαθέστερον: ὁ μὴ εἰδώς τι κακὸν ποιῆσαι ἀμαθῶς αὐτοῦ ἔχει δηλονότι· ἡμεῖς οὖν, φησί, παι‐ | |
15 | δευόμεθα ἀμαθῶς ἔχειν τοῦ καταφρονεῖν τῶν νόμων, τουτ‐ έστιν οὐ παιδευόμεθα ὥστε ὑπερορᾶν τῶν νόμων ABFGMc2 | |
ξὺν χαλεπότητι: οἱ γὰρ Λάκωνες βαρυτάτην εἶχον ἀγωγὴν ζημιούμενοι καὶ σωφρονιζόμενοι. ἐν γὰρ Λακεδαίμονι ἔφοροί τινες ἦσαν, καὶ εἴ τινα ἴδοιεν ἀργοῦντα, τοῦτον ἔτυπτον, λέ‐ | 67 | |
20 | γοντες ὅτι ὁ ἀργῶν καὶ τῶν νόμων σπεύδει καταφρονεῖν ABFGMc2 αὐτῶν: τῶν νόμων δηλονότι. τὰ ἀχρεῖα: τὰ σοφίσματα τῶν λόγων· οἱ γὰρ Λάκωνες βραχυλόγοι ABFGMc2 ἀνομοίως ἔργῳ ἐπεξιέναι: ὡς τῶν Κορινθίων οὕτως ὄντων BGc2 τῶν πέλας: ἀντὶ τοῦ τῶν ὁμοίων ἀνθρώπων. ὁ δὲ τέ σύνδεσμος | |
25 | πρὸς τὸ οὔ ἐπίρρημα. τὸ δὲ οὔ ἀντὶ τοῦ μή, ἵν’ ᾖ οὕτως ἡ σύνταξις· καὶ πολεμικοὶ καὶ εὔβουλοι γινόμεθα, παιδευόμενοι μὴ νομίζειν τὰς διανοίας τῶν πέλας καὶ τὰς προσπιπτούσας τύχας ὁμοίως εἶναι λόγῳ διαιρετάς, ἀντὶ τοῦ· οὐχ ὡς λόγῳ λέγουσιν οἱ μὴ σκοποῦντες ἃ δεῖ, οὕτω τὰς τύχας ἔχειν ὑπο‐ | |
30 | λαμβάνομεν. οὐδὲ γὰρ ἔστι λόγῳ διελθεῖν τὰ μέλλοντα ὑπὸ τύχης ἔσεσθαι ABFGMc2 προσπιπτούσας τύχας: ἀποβάσεις. διαιρετάς: φανεράς f | |
1.84.4 | ὡς πρὸς εὖ βουλευομένους κτἑ.: πρὸς τοὺς λόγους τοῦ Κορινθίου αἰνίττεται ABFc2 ἔργῳ: ἐμπράκτως. πολύ τε διαφέρειν κτἑ.: πολύ τε δια‐ φέρειν ἄνθρωπον ἀνθρώπου οὐ δεῖ νομίζειν, ὥστε οἴεσθαι | |
5 | πολὺ διαφέρειν τοῖς λογισμοῖς, ἀλλὰ κράτιστον τοῦτον νομίζειν μόνον, ὃς ἂν ὑπὸ τῶν δεινῶν καὶ τῶν περιστάσεων παιδευό‐ μενος ἐπίνοιάν τινα σωτηρίας πορίσηται. ʃ γνώμη, ὥραιον A κράτιστον δὲ εἶναι κτἑ.: κράτιστόν φησιν εἶναι, ὅστις μήτε πᾶσι μήτε περὶ πάντων πείθεται, περὶ δὲ μόνων τῶν | |
10 | ἀναγκαίων παιδεύεται ἀκούειν καὶ τῶν αὐτῷ προσηκόντων | |
ABFGMc2 ἀναγκαιοτάτοις: ἐπικινδυνοτάτοις. | 68 | |
1.85.1 | Μηδὲ ἐπειχθέντες: καὶ ταῦτα πρὸς τὸν Κορίνθιον αἰνίττεται ὁ Ἀρχίδαμος ABFMc2 διὰ ἰσχύν: δι’ ἣν ἔχομεν ἰσχύν, μή πως φθάσαντες ἀπολέσωμεν ταύτην δι’ ἀβουλίαν. | |
1.85.2 | δίκας δοῦναι: κρίσεις. μιμεῖ κακῶς Λάκωνας μακροῖς ἐν λόγοις· αἴκα (?) γὰρ ἐχρῆν ἢ μικρὸν πλέον φάναι καὶ συμπεραίνειν τῶν Λακώνων τοὺς λόγους e | |
1.85.3 | τῶν ἐφόρων: ἰστέον ὅτι ἦσάν τινες παρὰ Λακεδαιμονίοις ἄρχοντες, τὸν ἀριθμὸν πέντε, οὓς ἐφόρους ἐκάλουν διὰ τὸ ἐφορᾶν τὰ τῆς πολιτείας πράγματα· ἐν διαδοχῇ δὲ ἦσαν ABFc2 | |
1.86.1 | Τοὺς μὲν λόγους κτἑ.: δημηγορία Σθενε‐ λαΐδου τοῦ ἐφόρου κατὰ τῶν Ἀθηναίων καὶ τοῦ Ἀρχιδάμου. τὸ δὲ τῆς δημηγορίας σύντομον καὶ Λακωνικὸν καὶ διὰ τοῦτο προοίμια οὐκ ἔχει ABFGMc2ʃ προοίμιον ἡ δημηγορία οὐκ ἔχει | |
5 | ὡς Λακωνική· σύντομοι γὰρ οἱ Λάκωνες c2ʃ τὸν σκοπόν φησι τοῦ λόγου ABFʃ ταύτης τῆς δημηγορίας μέμνηται Πλού‐ ταρχος ἐν τοῖς πολιτικοῖς παραγγέλμασιν (p. 803 b) f καίτοι κτἑ.: ἐντεῦθεν οἱ ἀγῶνες ABFGMc2 πρὸς τοὺς Μήδους: κατὰ τῶν Μήδων. διπλασίας ζημίας ἄξιοί εἰσιν: τὸ | |
10 | σχῆμα περιτροπή ABFGc2 κακοί: κακότροποι. | |
1.86.2 | ὁμοῖοι: ἐλευθερωταὶ τῆς Ἑλλάδος ABFGMc2 μελλήσομεν: ὑπερθη‐ σόμεθα Fʃ τοῦτο πρὸς Ἀρχίδαμον λέγοντα ὡς δεῖ βραδύνειν ABFMc2 οἱ δ’ οὐκέτι μέλλουσι: ὑπακουστέον τὸ ἐπειδή, | |
5 | ἵν’ ᾖ· ἐπειδὴ οὐκέτι μέλλουσι κακῶς πάσχειν. τὸ γὰρ μέλλουσι νῦν οὐχὶ ὥσπερ ἐπὶ τοῦ βραδύνουσι δεκτέον, ἀλλ’ ἐπὶ τοῦ ἐσο‐ μένου χρόνου ABFc2 | |
1.86.3 | ἄλλοις μὲν γὰρ κτἑ.: ταῦτα πάλιν πρὸς Ἀρχίδαμον ἀποτείνει, λέγοντα ὡς πλούσιοί εἰσιν οἱ Ἀθη‐ ναῖοι. ὅρα δὲ πῶς ἄψυχά τινα καὶ ἀλόγιστα τοῖς Ἀθηναίοις | |
ἐμαρτύρησεν ABFGc2 παραδοτέα: ἅπαξ κεῖται ἡ λέξις αὕτη | 69 | |
5 | παρὰ τῷ ῥήτορι· οὐ χρὴ δὲ ἐν τῷ πολιτικῷ λόγῳ λέγειν αὐτήν ABFGc2 | |
1.86.4 | τοὺς μέλλοντας ἀδικεῖν: τοὺς Ἀθηναίους ABFGMc2ʃ καὶ ταῦτα πρὸς Ἀρχίδαμον ABF | |
1.86.5 | ψηφίζεσθε: διαλαλεῖτε (?), κηρύσσετε c1 | |
1.87.2 | κρίνουσι γὰρ βοῇ καὶ οὐ ψήφῳ: τὴν ἀποδοχὴν τοῦ λόγου οὐ ψήφῳ κρίνουσιν οἱ Λακεδαιμόνιοι τῶν παρόντων, ἀλλὰ βοῇ, οἷον ἢ πάντες βοῶσιν ἢ ἡσυχάζουσί τινες, τινὲς δὲ βοῶσιν ἐπαινοῦντες τὸ εἰρημένον c1 δείξας | |
5 | τι χωρίον αὐτοῖς: τὸ ἑξῆς τῆς διανοίας οὕτως· ἔλεξε δείξας τὸ χωρίον αὐτοῖς· τὸ γὰρ δείξας τὸ χωρίον αὐτοῖς πρὸς τὸ ἔλεξε BFGMc2 | |
1.87.4 | δοκοῖεν: ἔδοξαν. τοὺς πάντας ξυμ‐ μάχους: μόνοι γὰρ οἱ πρέσβεις παρῆσαν καὶ οὐχὶ ἅπαν τὸ πλῆθος τῶν συμμάχων ABFMc2 | |
1.87.5 | οἱ μέν: ἤγουν οἱ ξύμ‐ μαχοι. διαπραξάμενοι: ἰστέον ὅτι τὸ ἀνύσασθαί τι παρὰ τοῖς ἄρχουσι διαπράξασθαι λέγεται, καὶ ὁμοίως πάλιν τὸ τοὺς ἄρχοντας προστάξαι τοῖς ὑπηκόοις ABFGMc2 ὕστερον: ἀν‐ | |
5 | εχώρησαν δηλονότι. χρηματίσαντες: χρηματίσαι μέν ἐστι τὸ πρᾶξαι, χρηματίσασθαι δὲ τὸ κερδᾶναι· καὶ σημείωσαι τὴν λέξιν ABFMc2ʃ ἀντὶ τοῦ διαλεχθέντες ἢ πράξαντες· τὸ παθη‐ τικὸν μέντοι τούτου ἀντὶ τοῦ κερδάναντες g | |
1.87.6 | ἡ δὲ δια‐ γνώμη: ἡ διάγνωσις καὶ διάκρισις. ἰδικὴ δὲ αὕτη ἡ λέξις ABFGMc2 μετὰ τὰ Εὐβοϊκά: μεθ’ ὃ ἕλαβον οἱ Ἀθηναῖοι τὴν Εὔβοιαν ABFGMc2 | |
1.89.1 | Οἱ γὰρ Ἀθηναῖοι: ἀρχὴ τῆς πεντηκοντα‐ ετίας ABFGMc2 | |
1.89.2 | ἐπειδὴ Μῆδοι κτἑ.: θαυμάζεται τὸ χω‐ ρίον καὶ ἐπὶ τῇ σαφηνείᾳ καὶ ἐπὶ τῇ συντομίᾳ ABFGMc2 καὶ ναυσὶ καὶ πεζῷ: κατὰ τάξιν καὶ τοὺς ἀγῶνας τέθεικε, ναυσὶ | |
καὶ πεζῷ. τὸ δὲ ὑπὸ Ἑλλήνων θαυμαστικὸν τάχα, τὸ τοὺς | 70 | |
5 | Μήδους, τοσούτους ὄντας, ὑπὸ μικρᾶς χώρας αὐτοὺς ἀπελα‐ θῆναι. αὐτῶν: τῶν Μήδων. Σηστόν: σημείωσαι ὅτι Σηστὸς ἡ πόλις λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ABFGMc2 ἐπιχειμάσαντες: τὸν χειμῶνα διαβιβάσαντες. ἐκλιπόντων: ἤγουν ἀφανισθέντων. | |
1.89.3 | Ἀθηναίων δὲ κτἑ.: ζήτει τὸν δʹ τόμον τοῦ περὶ εὑρέσεως βιβλίου, ἐν ᾧ φησιν ὁ Ἑρμογένης (IV 8 ed. Rabe) παράδειγμα κύκλου τό, λέγεται τοίνυν ἐκεῖ‐ νος τειχίζειν εἰπὼν οἴχεσθαι πρὸς Λακεδαίμονα· αὕτη γάρ | |
5 | ἐστιν ἡ ἱστορία G ὅθεν ὑπεξέθεντο: τουτέστιν ἐκ Τροι‐ ζῆνος καὶ ἐκ Σαλαμῖνος ABFGMc2 τὴν περιοῦσαν κατα‐ σκευήν: τὴν κινητὴν περιουσίαν. τὴν πόλιν: διαστολὴν πόλεως καὶ τειχῶν ἐποιήσατο, καὶ ἔοικε κυριωτέραν τῆς πό‐ λεως τὴν λέξιν ἐπὶ τῶν οἰκιῶν λαμβάνειν. οἰκίαι: ἀντὶ τοῦ | |
10 | τῶν οἰκιῶν. Ὅμηρος (μ 73)· οἱ δὲ δύο σκόπελοι ABFMc2 | |
1.90.1 | ἦλθον κτἑ.: γράφεται δίχα τοῦ εἰς, πρεσβείᾳ δοτι‐ κῶς c2 μητ’ ἐκείνους μήτ’ ἄλλον μ. τ. ἔ.: ἀτείχιστον γὰρ ᾤκουν οἱ Λακεδαιμόνιοι τὴν πόλιν ABFGMc2 | |
1.90.2 | εἱστήκει: περίβολος δηλονότι. μετὰ σφῶν: τῶν Λακεδαιμονίων. τὸ μὲν βουλόμενον κτἑ.: οὐκ εἶπεν ἁπλῶς· τὴν γνώμην οὐ δηλοῦντες, ἀλλὰ μετὰ προσθήκης· τὸ βουλόμενον τῆς γνώμης. | |
5 | ἐν φίλοις γὰρ μόνον ἡ γνώμη φανεροῦται, ἐν δὲ τοῖς ἐναν‐ τίοις καὶ τὸ ὑπονοούμενον ἀποκρύπτεται. διὰ δὲ τοῦ ὑπό‐ πτου τὸ κρυπτὸν τῆς αὐτῶν πολιτείας σημαίνει. ἀφορμήν: ἀφορμή· τὸ σημαινόμενον ἐξ ἧς ὁρμώμενός τις σώζεται ABFMc2 | |
1.90.3 | ἐπισχεῖν: κωλῦσαι. τειχίζειν: εἰς τὴν ἀνάκτισιν τοῦ τείχους συνέρχεσθαι. πάντας πανδημεί: τὸ πάντας, αὐτοὺς καὶ γυναῖκας καὶ παῖδας· τὸ δὲ πανδημεί, μηδενὸς ἐν ταῖς οἰκίαις ὑπολειπομένου. ἐς τὸ ἔργον: εἰς τὴν κτίσιν. πάντα: | |
5 | τὰ οἰκοδομήματα. | |
1.90.5 | προυφασίζετο: αἰτίας προέτεινεν. ἐπέρχεται· ἐπέρχεται ὁ ξένος, παρέρχεται ὁ πολίτης ABFGMc2ʃ οὐκ ἀκριβὴς ἡ παραγραφή· αὐτὸς γὰρ οὕτω περὶ τῶν Ἀθη‐ ναίων λέγει (cap. 72, 2)· καὶ παρελθόντες ἔλεγον. μή ποτ’ | 71 |
5 | οὖν τὸ μὲν παρελθεῖν τὸ αὐτίκα δηλοῖ, τὸ δὲ ἐπελθεῖν τὸ ἀνα‐ βαλλόμενον κατ’ ἀρχὰς χρόνῳ τοῦτο διαπράξασθαι; προσ‐ δέχεσθαι: ἀπὸ κοινοῦ τὸ ἔφη ABFGMc2 | |
1.91.2 | Παράγεσθαι: ἀπατᾶσθαι. σκεψάμενοι: ἰδόντες, τοῖς ὀφθαλμοῖς δηλονότι. | |
1.91.3 | ὡς ἥκιστα: τὸ ὡς ἀντὶ τοῦ ὄντως. αὐτοί: οἱ περὶ τὸν Θεμιστοκλέα. Ἀριστείδης: ὁ λεγόμενος δίκαιος ABFGMc2 ἀγγέλλοντες: τῷ Θεμιστοκλεῖ δηλονότι. ἐφοβεῖτο γὰρ μὴ κτἑ.: τὸ ἑξῆς οὕτως· μὴ οὐκέτι | |
5 | αὐτοὺς ἀφῶσιν οἱ Λακεδαιμόνιοι, ὁπότε σαφῶς ἀκούσειαν ABFMc2 | |
1.91.4 | τοὺς πρέσβεις: τῶν Λακεδαιμονίων. ἐνταῦθα: ἐν τούτῳ τῷ χρόνῳ. φανερῶς εἶπεν: τὸ σχῆμα πλάγιον· δυ‐ νατὸν γὰρ καὶ ὡς ἀπὸ Θεμιστοκλέους καὶ ὡς ἀπὸ Θουκυδίδου ταῦτα λέγεσθαι ABFGMc2ʃ κακῶς καὶ τοῦτο παραγέγραπται. | |
5 | ἄντικρυς τοῦ Θουκυδίδου ἐστὶν ἡ φωνή. λέγει γὰρ οὗτος· καὶ Θεμιστοκλῆς ἐπελθὼν τοῖς Λακεδαιμονίοις ἐνταῦθα δὴ φανερῶς εἶπε. πρεσβεύεσθαι: πρέσβεις πέμπειν. παρὰ σφᾶς: ἤγουν τοὺς Ἀθηναίους. | |
1.91.5 | τήν τε γὰρ πόλιν κτἑ.: τοῦτο ἀπόδειξις τοῦ ὅτι ἔμφρονές εἰσιν ABFGMc2 μετ’ ἐκεί‐ νων: ἤγουν τῶν Λακεδαιμονίων. βουλεύεσθαι?: ἀπὸ κοι‐ νοῦ τὸ ἐδόκει ABFGMc2 φανῆναι?: ἀπὸ κοινοῦ τὸ ἔφασαν | |
5 | ABFGMc2 | |
1.91.7 | οὐ γὰρ οἷον τ’ εἶναι κτἑ.: ἐὰν μὴ ἔχωμεν, φησί, τεῖχος ὡς οἱ ἄλλοι, μέλλομεν οὐδὲ τὴν αὐτὴν γνώμην ἔχειν ἐν τοῖς πολέμοις. ἴσως γὰρ πολεμίων ἐλθόντων ἡμῖν μὲν δόξει μὴ μάχεσθαι, ἀλλὰ σπένδεσθαι ὡς μὴ ἔχουσι τεῖχος, | |
5 | τοῖς δὲ ἄλλοις πολεμεῖν. οὐ γὰρ ἐνδέχεται τὸν μὴ ὄντα ἴσον | |
τῶν ἄλλων θαρσῆσαι καὶ ὅμοιόν τι ἀποφήνασθαι ABFGMc2 ἢ πάντας κτἑ.: ἵνα ἐπὶ πάντων σώζηται τὸ ἴσον ABFMc2 ἀτειχίστους: ἀπὸ ἀτειχίστου πόλεως. | 72 | |
1.92.1 | Κωλύμῃ: κωλύσει· ἰδία δὲ ἡ λέξις Θουκυδίδου ABFM δῆθεν: τὸ δῆθεν προσποίησιν μὲν ἔχει ἀληθείας, δύναμιν δὲ ψεύδους ABFGM τῷ κοινῷ: ἀντὶ τοῦ ὑπὲρ τοῦ κοινοῦ ABFGM ἐπρεσβεύσαντο: πρέσβεις ἔπεμπον. τὰ μάλιστα: ὑπερ‐ | |
5 | βαλλόντως. ἀνεπικλήτως: μηδὲν ἐγκληθέντες ABMc2ʃ ἀκατ‐ ηγορήτως. | |
1.93.1 | Τῷ τρόπῳ: τῇ μηχανῇ. | |
1.93.2 | οἰκοδομία: τὸ οἰκο‐ δομία τινὲς ὀξύνουσιν· οἰκοδομὴ δὲ οὐκ εἴρηται ABFMc2 οὐ ξυνειργασμένων: οὐ ξυσθέντων καὶ ἰσωθέντων ABFGMc2 ἔστιν ᾗ: κατά τινας τόπους ABFGMc2 ἀπὸ σημάτων: ἀπὸ | |
5 | βάσεων ἀνδριάντων ABFMc2 εἰργασμένοι: οἱ ἐγγεγλυμμένοι τύπους τινὰς καὶ πρόσωπα ἔχοντες ABFGMc2ʃ λελαξευμένοι ἐγκατελέγησαν: ἐγκατῳκοδομήθησαν. Ὅμηρος (ς 359)· αἱμασιάς τε λέγων ABFGMc2 μείζων: τοῦ προτέρου μείζων ABFGMc2 πάντα ὁμοίως: | |
10 | καὶ κοινὰ καὶ ἱερά ABFGMc2 | |
1.93.3 | ὑπῆρκτο δ’ αὐτοῦ: ἀρξάμενος ἦν τοῦ ἔργου αὐτὸς ὁ Θεμιστοκλῆς c1 ἐκεί‐ νου: τοῦ Θεμιστοκλέους. κατ’ ἐνιαυτόν: κατά τινα ἐνι‐ αυτόν ABFGMc2 ἦρξε: πρὸ τῶν Μηδικῶν ἦρξε Θεμιστο‐ | |
5 | κλῆς ἐνιαυτόν ABFGMc2 αὐτοφυεῖς: αὐτοφυεῖς καὶ οὐ χει‐ ροποιήτους ABFGMc2 αὐτούς: τοὺς Ἀθηναίους ABFGMc2 προφέρειν: ἐπιδοῦναι. ἐς τὸ κτήσασθαι δύναμιν: εἰς τὸ δυνατωτέρους γενέσθαι. δύναμιν: θαλασσίαν GMc2 | |
1.93.4 | ὡς ἀνθεκτέα ἐστί: ὅτι δεῖ πάσῃ δυνάμει ἀντέχεσθαι τῆς θαλάσσης ABFGMc2 εὐθὺς ξυγκατεσκεύαζεν: εὐθύς, φη‐ σίν, ἅμα τῷ συμβουλεῦσαι ἤρξατο τὴν θαλασσοκρατίαν κατα‐ σκευάζειν ABFGMc2 | |
1.93.5 | τοῦ τείχους: τοῦ ἐν Πειραιεῖ, ὅπερ νῦν ἔτι δῆλόν ἐστιν ABFGMc2 ἐναντίαι ἀλλήλαις: ἢ ὑπ‐ αντῶσαι ἀλλήλαις ἢ συνεζευγμέναι διὰ τὰ μεγέθη τῶν λίθων ABFMc2 ξυνῳκοδομημένοι: συνδεδεμένοι. ἐντομῇ: διὰ | 73 |
5 | τῆς τομῆς. ἐγγώνιοι: τετράγωνοι c2ʃ τετράπλευροι ABFGMc2 οὗ διενοεῖτο: οὗτινος ὕψους διενοεῖτο εἶναι τὸ τεῖχος ABFGMc2 | |
1.93.6 | ἐβούλετο: ὁ Θεμιστοκλῆς ABFG ἀφιστάναι: ἀποτροπὴν ποιεῖν, ἀποπέμπειν. ἐπιβουλάς: ἐπιθέσεις. τῶν ἀχρειο‐ τάτων: οἷον γερόντων καὶ παίδων ABFGMc2 | |
1.93.7 | ταῖς γὰρ ναυσὶ κτἑ.: διὸ καὶ ναυμάχος ἐκαλεῖτο ABFMc2 προσέκειτο ἰδών: τὸν νοῦν προσεῖχε νοήσας. ἰδών κτἑ.: ἐπιστάμενος, φησί, τοὺς Πέρσας ῥᾷον διὰ θαλάσσης ἢ διὰ γῆς ἔρχεσθαι | |
5 | ABFGMc2 εὐπορωτέραν: πλέον δυναμένην. ὠφελιμώ‐ τερον: εἶναι δηλονότι | |
1.93.8 | οὕτως: τῇ γνώμῃ Θεμιστοκλέους ABFGMc2 ἐτειχίσθησαν: τῷ τείχει περιεφυλάχθησαν. τἆλλα: τὰ ἰδιωτικὰ καὶ οἱ ναοί ABFGMc2 εὐθύς: μετὰ τὸ τειχι‐ σθῆναι. μετὰ τὴν Μήδων ἀναχώρησιν: μετὰ τὰ κατὰ | |
5 | Μαρδόνιον. ταῦτα δὲ ἔδει εἰπεῖν μετὰ τὰ ἐν Μυκάλῃ· ἀλλὰ διὰ μέσου τὴν τειχοποιίαν εἰπὼν εἰκότως πάλιν ἐπανέρχεται ἐπὶ τὰ κατὰ Παυσανίαν ABFGMc2 | |
1.94.1 | Παυσανίας δὲ κτἑ.: τὰ κατὰ Παυσανίαν ABFGc2 | |
1.94.2 | ἐς Κύπρον: διὰ τὸ εἶναι αὐτὴν ὑπὸ βασιλέα ABFGMc2 κατεστρέψαντο: κατεχάλασαν. ἐς Βυξάντιον: ἀπὸ κοινοῦ τὸ ἐστράτευσαν. ἐξεπολιόρκησαν: πολιορκῆσαι τὸ μόνον πόλει προσκαθεσθῆναι πολεμίους· ἐκπολιορκῆσαι τὸ τελέως | |
5 | καταλαβεῖν τὴν πόλιν καὶ εἰσελθεῖν ABFGMc2 | |
1.95.1 | Βιαίου ὄντος: τυραννικοῦ ὑπάρχοντος. αὐτοῦ: τοῦ Παυσανίου ABFGMc2 κατὰ τὸ ξυγγενές: διὰ τὴν ξυγ‐ γένειαν. ἐπιτρέπειν: ἄδειαν διδόναι. | |
1.95.2 | προσεῖχον τὴν γνώμην: πρὸς αὐτοὺς εἶχον τὴν γνώμην ABFGMc2 τἆλλα: τὰ περὶ τῆς ἡγεμονίας ABFGc2 φαίνοιτο: ἀντὶ τοῦ ἐφάνη. | 74 |
1.95.3 | μετεπέμποντο vel ἀφικνουμένων: εἰς Λακεδαίμονα BFGMc2 ἢ στρατηγία: τὸ η τινὲς σύνδεσμον, τινὲς ἄρθρον ABFMc2 | |
1.95.4 | καλεῖσθαι: εἰς Λακεδαίμονα δηλονότι ABFMc2 μετατάξασθαι: μετελθεῖν BFGc2ʃ μετατεθῆναι. πλὴν τῶν ἀπὸ Πελοποννήσου στρατιωτῶν: οἱ γὰρ Πελοποννήσιοι ὑπήκουον τῶν Λακεδαιμονίων ABFGMc2 | |
1.95.5 | ηὐθύνθη: εὐ‐ θύνας δέδωκε καὶ κατεδικάσθη καὶ κατεγνώσθη ABFMc2 τὰ δὲ μέγιστα: ὅ ἐστι δημόσια ABFGM μηδισμός: τὰ τῶν Μήδων φρονῆσαι. σαφέστατον: τοῦτο ὡς παρὰ τοῦ Θου‐ | |
5 | κυδίδου εἴρηται. οὐ γὰρ λέγει τοῖς Λακεδαιμονίοις σαφέστα‐ τον εἶναι· ἦ γὰρ ἂν ἐτιμωρήσαντο αὐτόν, ὃ καὶ πεποιήκασιν ὕστερον μετὰ τὸν ἔλεγχον ABFGMc2 | |
1.95.6 | οὐκέτι ἐκπέμπου‐ σιν: Λακεδαιμονίοις πρὸ τῆς ἐξετάσεως ἐδόκει τὸ ἔγκλημα σαφὲς εἶναι· μετὰ δὲ τὴν οὐκ ὀρθὴν ἐξέτασιν ἔδοξε μὲν ἀπο‐ λελύσθαι, οὐ μὴν παντάπασιν ἀπήλλακτο τῆς ὑπονοίας. διὸ | |
5 | οὐδὲ ἐξεπέμφθη παρ’ αὐτῶν ἔτι. Δόρκιν: ὄνομα κύριον BF ἐφίεσαν: παρεχώρουν. τὴν ἡγεμονίαν: ἡγεμονεύειν. | |
1.95.7 | οἱ δέ: οἱ περὶ τὸν Δόρκιν ABFGMc2 ἀπῆλθον: εἰς Λακεδαί‐ μονα. μὴ σφίσιν οἱ ἐξιόντες κτἑ.: μὴ μηδίσωσι καὶ χεί‐ ρους τῶν πραγμάτων τῶν Λακωνικῶν γένωνται ABFGMc2 ἀπ‐ | |
5 | αλλαξείοντες: ἀπαλλακτικῶς ἔχοντες, τουτέστιν ἐπιθυμοῦντες ἀπαλλαγῆναι ABFGMc2 ἐξηγεῖσθαι: ἡγεμόνας εἶναι. ἐν τῷ τότε παρόντι: ἐν τῷ ἐνισταμένῳ χρόνῳ. | |
1.96.1 | Πρὸς τὸν βάρβαρον: κατὰ τοῦ βαρβάρου ABFGc2 πρόσχημα: πρόφασις ABFGc2 ὧν ἔπαθον: λείπει ἡ ὑπέρ, ἵν’ ᾖ ὑπὲρ ὧν BFc2 | |
1.96.2 | Ἑλληνοταμίαι: οἱ δεχόμενοι τοὺς | |
φόρους συναγομένους ἀπὸ τῶν Ἑλλήνων καὶ φυλάσσοντες αὐτοὺς οὕτως ἐκαλοῦντο ABFGMʃ Ἑλληνοταμίαι ἀρχή τις παρ’ Ἀθηναίοις, ἣ τοὺς φόρους ὑπεδέχετο Patm. οὕτω: φόρος | 75 | |
5 | ὠνομάσθη ABFMc2 ἡ φορά: ἡ δόσις. ὁ πρῶτος φόρος ταχθείς: ἐτάχθη ὑπὸ Ἀριστείδου τοῦ δικαίου ὁ πρῶτος ABFGc2 ταμιεῖόν τε Δῆλος ἦν αὐτοῖς: ἵνα μὴ δόξωσιν οἱ Ἀθη‐ ναῖοι ἴδιον κέρδος ἔχειν ABFMc2 Δῆλος: ἡ Δῆλος BFMʃ ὄνομα νήσου c1ʃ νῆσος μία τῶν Κυκλάδων. ξύνοδοι: | |
10 | συνελεύσεις. | |
1.97.1 | αὐτονόμων τὸ πρῶτον: ὕστερον γὰρ ὡς δούλων ἦρχον GMc2 ἀπὸ κοινῶν ξυνόδων: πάντες γὰρ κοινῶς συνηθροίζοντο ἐν ταῖς βουλαῖς ABFGM2 τοσάδε ἐπῆλθον: τοσαῦτα διεπράξαντο, ὅσα κατιὼν ἐρεῖ ABFGMc2 | |
5 | διαχειρίσει: ἀντὶ τοῦ διοικήσει ABFGMc2 μεταξὺ τοῦδε τοῦ πολέμου καὶ τοῦ Μηδικοῦ: ἐν τῇ πεντηκονταετηρίδι ABFGMc2 αὐτοῖς: τοῖς Ἀθηναίοις. νεωτερίζοντας: ἀφιστα‐ μένους BFGMc2 προστυγχάνοντας: ἐμποδίζοντας. ἑκάστῳ: πολέμῳ ἢ χωρίῳ ἢ χρόνῳ ABFGMc2 | |
1.97.2 | ἔγραψα: οὐχ ὅτι ἤ‐ δη ἔγραψεν, ἀλλ’ ὅτι γέγραπται, εἰ καὶ μήπω εἴρηται ABFGMc2ʃ μέχρι τούτου ἡ παρεκβολὴ τῆς διηγήσεως τῶν προϋπαρξάν‐ των. τὴν ἐκβολήν: τὴν παράβασιν ἢ μετάβασιν fʃ τὴν | |
5 | ἐκτροπήν. τοῖς πρὸ ἐμοῦ: ἱστοροῦσι. ἐκλιπὲς ἦν: εἰάθη παρ’ ἐκείνοις. τοῦτο τὸ χωρίον: τὸ τῆς πεντηκονταετίας ABFMc2 τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικά: τὰ Τρωικὰ καὶ Ἀμαζονικὰ καὶ Θρᾳκικὰ καὶ ἄλλα ABFGMc2 ξυνετί‐ θεσαν: συνέγραψαν. κατέστη: ἐγένετο. | |
1.98.1 | πρῶτον μέν: σημείωσαι· ἐκεῖ συναπτέον εἰς τὸ τοσάδε ἐπῆλθον πρῶτον μέν c1 Ἠιόνα: 〈ἰστέον〉 ὅτι δύο Ἠιόνες εἰσὶν ἐν τῇ Θράκῃ, ἀλλ’ ἡ μὲν λιμὴν τῆς Ἀμφιπόλεώς | |
ἐστι, περὶ ἧς νῦν λέγει, ἡ δὲ ἄλλη πόλις. Λυκόφρων (417)· | 76 | |
5 | τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία ABFGMc2 Στρυμόνι: Στρυμὼν ποταμὸς Θρᾴκης ABFGc2 | |
1.98.2 | Σκῦρον: Σκῦρος μία τῶν Κυκλάδων ABFGc2 ᾤκισαν: ἀποίκους ἀποστεί‐ λαντες δηλονότι ABFGMc2 | |
1.98.3 | αὐτοῖς: τοῖς Ἀθηναίοις. ἄνευ τῶν ἄλλων Εὐβοέων: μόνοι γὰρ τῶν Εὐβοέων οὐχ ὑπή‐ κουον Ἀθηναίων, ἀλλὰ διὰ τοῦτο πρὸς μόνους αὐτοὺς ἐπολέμησαν ABFGMc2 καθ’ ὁμολογίαν: ὁμολογεῖν ἐστι τὸ | |
5 | συμφωνεῖν F | |
1.98.4 | ἐπολέμησαν: οἱ Ἀθηναῖοι δηλονότι. παρ‐ εστήσαντο: ἐδούλωσαν. παρὰ τὸ καθεστηκός: παρὰ τὸ νόμιμον καὶ πρέπον· ἐλεύθεροι γὰρ ἦσαν οἱ Ἕλληνες τότε ABFGMc2 ὡς κτἑ.: ἀπὸ κοινοῦ τὸ ἐδουλώθη ABFGMc2 | |
1.99.1 | ἔκδειαι: σημείωσαι· ἔκδεια ἑκούσιον, ἔνδεια ἀκούσιον ABFGMc2 ʃ ἔκδειαι, οὐκ ἔνδειαι· τουτέστιν ἀπο‐ λείψεις, ἀτέλειαι c1 λιποστράτιον: τὸ μὴ θέλειν στρατεύεσθαι ABFGMc2 ἀκριβῶς ἔπρασσον: ἀπῄτουν ἀνενδότως. οὐκ | |
5 | εἰωθόσιν: τοῖς Ἕλλησιν. | |
1.99.2 | οὐκέτι ὁμοίως ἐν ἡδονῇ ἄρχοντες: ὡς ἐν ἀρχῇ μετὰ τὸν Παυσανίαν· ἀλλ’ ὡς ἄρχον‐ τες δουλικῶς ἐχρῶντο τοῖς συμμάχοις ABFGMc2ʃ τὸ δὲ ἐν ἡδονῇ ἀντὶ τοῦ ἱλαρότητι. προσάγεσθαι: δουλοῦν. | |
1.99.3 | διὰ γὰρ τὴν ἀπόκνησιν: τὴν αἰτίαν ἐπιφέρει· διὰ τὸν ὄκνον τοῦ στρατεύεσθαι ABFGMc2ʃ τὴν ἀναβολήν. ἀπ’ οἴκου ὦσι: ἀποδημήσωσι τῆς πατρίδος. τὸ ἱκνούμενον ἀνάλωμα | |
5 | φέρειν: τὸ φθάνον, τὸ ἐπιβάλλον ἑκάστῳ τιμήματι τῆς νεὼς καταβάλλειν ABFGMc2ʃ τὸ ἐπιβάλλον καὶ οἷον ἀναλογοῦν Patm.ʃ τὸ ἀρκοῦν εἰς περιποίησιν τῶν νεῶν. αὐτοὶ δέ: ἤγουν οἱ σύμμαχοι. ἀπαράσκευοι: ἀδύνατοι. καθί‐ σταντο: ἐγένοντο. | |
1.100.1 | ἀμφότερα: πεζομαχίαν καὶ ναυμαχίαν. | |
1.100.2 | Θασίους· Θάσος νῆσος ἀντικρὺ τῆς Θρᾴκης· ἀντιπέρας τῆς νήσου μέ‐ | |
ταλλά ἐστι χρυσοῦ ABFGMc2 διενεχθέντας: ἔλεγον γὰρ αὐ‐ τοῖς οἱ Ἀθηναῖοι παραχωρῆσαι τὰ ἐμπόρια καὶ τὰ μέταλλα, | 77 | |
5 | καὶ οὐκ ἠβούλοντο ABFGc2ʃ διαφορὰν σχόντας. ἀντιπέρας: παροξυτόνως· ὄνομα γάρ ἐστι θηλυκὸν γενικῆς πτώσεως σύνθετον ABFGMc2 ἃ ἐνέμοντο: σημείωσαι περὶ τῶν με‐ τάλλων, ὅτι καὶ Θουκυδίδης ἐν Θάσῳ ταῦτα γιγνώσκει, πλὴν ὅτι ἐν τῇ ἀντιπέρας λέγει· ταῦτα οἱ Θάσιοι ἐνέμοντο c1 οἱ | |
10 | Ἀθηναῖοι κτἑ.: ναυτικῷ στρατῷ ABFMc2 | |
1.100.3 | ἐπὶ δὲ Στρυ‐ μόνα: ποταμὸς Ἀμφιπόλεως· λέγει δὲ νῦν τὴν πόλιν ABFGMc2 ὡς οἰκιοῦντες: ἰδιοποιοῦντες c2 ʃ οἰκειούμενοι. Ἀμφί‐ πολιν: σημείωσαι· Ἀμφίπολις εἴρηται διὰ τὸ περιρρέεσθαι | |
5 | αὐτὴν ὑπὸ τοῦ ποταμοῦ ABFGc2 | |
1.101.1 | Θάσιοι δὲ νικηθέντες: πάλιν τοῖς κατὰ τοὺς χρόνους ἀκολουθῶν μετέβη ἐπὶ τοὺς Θασίους, μεταξὺ τάξας τὰ τῆς Ἀμφιπόλεως ABFGc2 | |
1.101.2 | κρύφα τῶν Ἀθηναίων: τέως γὰρ φίλοι ἦσαν ABFc2 οἱ Εἵλωτες: Ἕλος πόλις Λα‐ κωνικῆς, ἧς οἱ πολῖται Εἵλωτες· οἱ οὖν Λακεδαιμόνιοι, διὰ τὸ ἀεὶ διαφόρους εἶναι ἀλλήλοις, τοὺς δούλους αὐτῶν ἐκάλουν | |
5 | Εἵλωτας κατὰ ἀτιμίαν καὶ ὕβριν ABFGc2 ᾗ: τὸ ᾗ ἀντὶ τοῦ καθό, διό ABFGMc2 | |
1.101.3 | ἐν Ἰθώμῃ: ἡ Ἰθώμη τῆς Μεσση‐ νιακῆς μοίρας ἦν. ἁλούσης οὖν τῆς Μεσσήνης, ὅσοι τῶν πέριξ ἀπέστησαν, εἰς Ἰθώμην ἀπέστησαν ὡς ἐχθρὰν οὖσαν Λακεδαιμονίων ABFGc2 χρήματά τε ὅσα ἔδει: ἀναλωθέντα | |
5 | ἐν τῇ πολιορκίᾳ ABFGMc2 αὐτίκα ταξάμενοι: ἀπὸ κοινοῦ τὸ παραδόντες αὐτίκα ABFGMc2. | |
1.102.1 | Λακεδαιμόνιοι δὲ κτἑ.: ἀρχὴ τῆς διαφορᾶς τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων ABFGMc2 οἱ δ’ ἦλθον κτἑ.: κατὰ τὸν Ἀριστείδην γʹ ABFMc2 | |
1.102.2 | τειχομαχεῖν ἐδόκουν: τειχομάχοι ἦσαν A τοῖς δέ: ὁ δέ ἀντὶ τοῦ γὰρ ABFMc2 τού‐ του: τοῦ τειχομαχεῖν ABFMc2 βίᾳ γὰρ ἂν εἷλον τὸ χωρίον: εἰ τειχομάχοι ἦσαν ABFGMc2 | 78 |
1.102.3 | βίᾳ οὐχ ἡλίσκετο: βίᾳ τῆς τέχνης ABFGMc2 ἀλλοφύλους ἅμα ἡγησάμενοι: ὅτι οἱ μὲν Δωριεῖς, οἱ δὲ Ἴωνες ABFGMc2 | |
1.102.4 | οὐκ ἐπὶ τῷ βελτίονι λόγῳ: ἀλλ’ ἐπὶ ὑποψίᾳ ABFMc2 τοῦτο παθεῖν: μετὰ σπουδῆς γὰρ αὐτοὺς καλέσαντες εὐτελῶς ἀπέπεμψαν ABFGMc2 ἀμφοτέροις: Ἀθηναίοις καὶ Ἀργείοις ABFGMc2. | |
1.103.1 | ἀντέχειν: μάχεσθαι. ἐφ’ ᾧ ἐξίασιν: ἀντὶ τοῦ ἐπὶ τῷ ἐξιέναι· ἰδίωμα δὲ τοῦτο Θουκυδίδου ABFGMc2 | |
1.103.2 | ἦν δέ τι καὶ χρηστήριον: αἰτίαν λέγει τοῦ μὴ ἀποκτεῖναι αὐ‐ τούς, δέκα ἔτη ποιήσαντας ἐν τῷ πολέμῳ ABFGMc2 Ἰθωμήτα: Δωριστί ABFG | |
1.103.3 | ἔτυχον ᾑρηκότες: ἐκράτησαν. | |
1.103.4 | προσ‐ εχώρησαν: προσῆλθον. Λακεδαιμονίων ἀποστάντες: οὐκ ἐβούλοντο γὰρ αὐτοῖς βοηθεῖν οἱ Λακεδαιμόνιοι ABFGMc2 περὶ γῆς ὅρων πολέμῳ κατεῖχον: ἐμάχοντο αὐτοῖς ἕνεκεν | |
5 | ὁρίων τῆς γῆς. Πηγάς: Πηγαὶ ἐμπόριον πλησίον Μεγάρων ABFGMc2 Νίσαιαν: Νίσαια λιμὴν Μεγάρων ABFGMc2 αὐ‐ τοί: οἱ Ἀθηναῖοι ABFGc2 ἀπὸ τοῦδε: τοῦ τρόπου. | |
1.104.1 | ὑπὲρ Φάρου: Φάρος νῆσος μικρὰ πρὸ τῆς Ἀλεξ‐ ανδρείας ABFGMc2 ἀπέστησεν: ἐποίησεν ἀποστῆναι. ἄρχων: τῆς ἀποστάσεως ABFc2 ἐπηγάγετο: ἐπεσπάσατο, εἰς συμ‐ μαχίαν δηλονότι. | |
1.104.2 | ἦλθον: ἀπῆλθον εἰς συμμαχίαν τοῦ Ἰνάρου. τῆς Μέμφιδος κτἑ.: φασὶ γὰρ ὅτι τρία τείχη εἶχεν ἡ Μέμφις. τῶν οὖν δύο ληφθέντων πρὸς τὸ τρίτον ἡ μάχη ἐγίγνετο. Λευκὸν δὲ ἐκαλεῖτο ὡς τῶν ἄλλων μὲν ἀπὸ | |
5 | πλίνθων ἐσκευασμένων, ἐκείνου δὲ ἀπὸ λίθων ABFGMc2 αὐ‐ τόθι: ἐν τῷ Λευκῷ τείχει. οἱ μὴ ξυναποστάντες: τῷ Ἰνάρῳ. | |
1.105.1 | ἐς Ἁλιᾶς: Ἁλιαὶ ὀξυτόνως πόλις Πελοποννήσου περὶ Τροίζηνα, τῆς Ἀργολικῆς μοίρας ABFMc2 πρὸς Κοριν‐ θίους: διὰ τὴν ἀπόστασιν τῶν Ἐπιδαυρίων πρὸς τοὺς Κο‐ ρινθίους ABFGMc2 ἐπὶ Κεκρυφαλείᾳ: νῆσος αὕτη περὶ τὰ | 79 |
5 | δυτικὰ τῆς Πελοποννήσου ABFGMc2 | |
1.105.2 | πολέμου δὲ κατα‐ στάντος: οὗτος διὰ τὰ ἀγάλματα πρὸ τῶν Μηδικῶν ἤρξατο ABFGMc2 ναυμαχία: αὕτη ἡ ναυμαχία μετὰ τὰ Μηδικά ABFGMc2 αὐτῶν: τῶν Αἰγινητῶν δηλονότι ABFGc2 ἐπο‐ | |
5 | λιόρκουν: τὴν Αἴγιναν ABFc2 Λεωκράτους: Μυρώνδου (?) c2 | |
1.105.3 | τὰ δὲ ἄκρα κτἑ.: λείπει τὸ ὕστερον, ἵν’ ᾖ ὕστερον δὲ τὰ ἄκρα ABFGMc2 Γερανείας: Γεράνεια ἀκρωτήριόν ἐστι τῆς Μεγαρίδος, νεῦον εἰς τὴν μεσόγειαν, ἐπίμηκες, καὶ ἀπὸ τοῦ σχήματος οὕτως ὀνομάζεται ABFGMc2 κατέλαβον: οἱ | |
5 | Πελοποννήσιοι BFG στρατιᾶς πολλῆς: τῶν Ἀθηναίων δη‐ λονότι. | |
1.105.6 | ἐκράτησαν γὰρ ὅμως μᾶλλον: διὰ τὸ ἀνα‐ χωρῆσαι τοὺς Κορινθίους ABFGMc2 κακιζόμενοι: ὅτι νέοι ὄντες ὑπὸ γερόντων ἡττήθησαν ABFGMc2ʃ ψεγόμενοι. παρα‐ σκευασάμενοι: ὁπλισθέντες. ἀνθίστασαν τροπαῖον: | |
5 | ἐναντίον τροπαῖον ἔστησαν. ἐκβοηθήσαντες: μετὰ βοῆς ἐξελθόντες ABFGMc2 ξυμβαλόντες: συμπεσόντες εἰς μάχην. | |
1.106.1 | οἱ δέ: οἱ Κορίνθιοι. αὐτῶν: τῶν Κορινθίων. προσβιασθέν: μετὰ βίας ἀπεληλαθέν. ἔς του χωρίον ἰδιώτου: τὸ ἑξῆς· εἴς τινος ἰδιώτου χωρίον, οὐχὶ δὲ δημό‐ σιον χωρίον, ἀλλ’ ἰδιωτικόν ABFGMc2 περιεῖργον: περι‐ | |
5 | κλεῖον τοὺς ἐμβάντας. οὐκ ἦν ἔξοδος: διὰ τοῦ ἄλλου μέρους δηλονότι BFGMc2ʃ τοῖς ἐμβᾶσι. | |
1.106.2 | κατὰ πρόσωπον: καθ’ ὃ μέρος εἰσῆλθον BFGMc2 εἶργον: ἐκώλυον ἐξελθεῖν. τοῖς ὁπλίταις: διὰ τῶν ὁπλιτῶν g τὸ δὲ πλῆθος: τὸ σωθὲν | |
τῶν Κορινθίων ABFGMc2 | 80 | |
1.107.1 | τό τε Φάληρόνδε καὶ τὸ ἐς Πειραιᾶ: ἕως τοῦ Φαληρικοῦ καὶ ἕως τοῦ Πειραιῶς. | |
1.107.2 | ἐς Δωριᾶς: τὸ Δωριᾶς Ἀττικῶς ἀντὶ τοῦ Δωριέας ABFGMc2 Βοιὸν καὶ Κυτίνιον καὶ Ἐρινεόν: αὗται αἱ τρεῖς πόλεις περὶ τὸν Παρνασσόν εἰσι ABFGMc2 ἑλόντων: τῶν Φωκέων. | |
1.107.3 | καὶ κατὰ θάλασσαν κτἑ.: τὸ ἑξῆς· καὶ αὐτούς, εἰ βούλοιντο περαιοῦσθαι κατὰ θάλασσαν, ἔμελλον οἱ Ἀθηναῖοι ναυσὶ κω‐ λύσειν c1 οὐκ ἀσφαλές: οὐκ ἀκίνδυνον. αὐτοῖς ἐφαί‐ | |
5 | νετο: ἀπὸ κοινοῦ τὸ περαιοῦσθαι ABFMc2 δύσοδος: δυσ‐ πόρευτος. | |
1.107.4 | σκέψασθαι: βουλεύσασθαι ἄνδρες: προδόται δηλονότι ABFGMc2 δῆμον: τὴν δημοκρατίαν ABFGMc2 | |
1.107.5 | ἐβοήθησαν δὲ ἐπ’ αὐτούς: ἔδραμον μετὰ βοῆς κατ’ αὐτῶν. ἐβοήθησαν?: συνήχθησαν f | |
1.107.6 | νομίσαντες δὲ ἀπορεῖν: νομίσαντες οἱ Ἀθηναῖοι ἀπορεῖν τοὺς Λάκωνας ABFGMc2 τοῦ δήμου: τῆς δημοκρατίας g τοῦ δήμου καταλύσεως ὑποψίᾳ: ὑπώπτευον, φησίν, ὅτι τὴν δημο‐ | |
5 | κρατίαν ἐβούλοντο καταλῦσαι ABFGMc2 ὑποψία ἦν?: τοῖς Ἀθηναίοις δηλονότι. | |
1.107.7 | μετέστησαν: τοιοῦτοι γὰρ οἱ Θεσ‐ σαλοί, εὐχερεῖς τὸν τρόπον ABFGMc2ʃ μετετάξαντο. ἐν τῷ ἔργῳ: ἐν τῷ πολέμῳ. | |
1.108.2 | ἐς τὴν Μεγαρίδα: γῆν δηλονότι. δευτέρᾳ καὶ ἑξηκοστῇ ἡμέρᾳ: ἤγουν παρελθουσῶν ἡμερῶν ἑξήκοντα δύο. μετὰ τὴν μάχην: τὴν ἐν Τανάγρᾳ ABFGMc2 | |
1.108.3 | ἐν Οἰνοφύτοις: τὰ Οἰνόφυτα χωρίον τῆς Βοιωτίας ABFGMc2 περιεῖλον: καθεῖλον. | |
1.108.4 | ἐς τὸν ἔπειτα χρόνον: δίδοσθαι δηλονότι. | |
1.108.5 | Πελοπόννησον περιέπλευσαν: ἐπὶ βλάβῃ τῆς Πελοποννήσου ABFGMc2 Χαλκίδα: Χαλκὶς Θρᾴκης, Χαλκὶς Εὐβοίας, Χαλκὶς Σικελίας, Χαλκὶς Ἀκαρνανίας, ἣ | |
νῦν λέγεται ABFGMc2 | 81 | |
1.109.1 | πολλαὶ ἰδέαι πολέμων: οἷον ναυμαχίαι καὶ πεζομαχίαι, καὶ νῖκαι καὶ ἧτται ABFGMc2ʃ διάφοροι πόλεμοι. | |
1.109.2 | βασιλεύς: ὁ Ἀρταξέρξης. | |
1.109.3 | οὐ προυχώρει: τὰ κατὰ σκοπὸν οὐκ ἐγίγνετο. ἄλλως: μάτην. ἄνδρα Πέρσην: ἀεὶ ὡς τίμιον λαμβάνει τὸ ὄνομα τοῦ Περσοῦ ABFGMc2 | |
1.109.4 | τούς τε Αἰγυπτίους κτἑ.: τοὺς ἀποστάντας, καὶ τοὺς ξυμμάχους αὐτῶν, Ἀθηναίους ABFGMc2 ἐς Προσωπίτιδα: Προσωπῖτις ἐκαλεῖτο ἡ νῦν Νικίου. νῆσος δὲ οὖσα τότε, ἠπειρώθη ὑπὸ | |
5 | Μεγαβύζου ABFGMc2 κατέκλῃσεν: τοὺς Ἀθηναίους. πεζῇ: διὰ πεζομαχίας. | |
1.110.1 | τὰ τῶν Ἑλλήνων πράγματα κτἑ.: ἤγουν οἱ Ἕλληνες οἱ ἐν Αἰγύπτῳ, ἓξ ἔτη πολεμήσαντες κατὰ τὴν Αἴγυπτον. | |
1.110.2 | ἕλους ... ἑλεῖν: παρήχησις ABFGc2 | |
1.110.3 | ὃς τὰ πάντα ἔπραξε περὶ τῆς Αἰγύπτου: ἤγουν τὴν ἀπόστασιν ἐποίησε τῆς Αἰγύπτου. | |
1.110.4 | ἔσχον: ἐλιμένισαν. τὸ Μενδή‐ σιον κέρας: τὴν νῦν καλουμένην Θμοῦιν ABFGMc2 ʃ κέρας τοῦ Νείλου καλεῖ τὸ στόμα καὶ τὴν ἐκβολήν. ἑπτὰ γὰρ εἶχε στόματα ὁ Νεῖλος ABFGMc2 ʃ τὸ τοῦ Νείλου στόμιον Patm. | |
5 | αἱ δ’ ἐλάσσους διέφυγον: αἱ περισωθεῖσαι, ὀλίγαι οὖσαι, ἔφυγον. | |
1.111.1 | παραλαβόντες Βοιωτοὺς καὶ Φωκέας: εἶπε γὰρ ὅτι ἐχειρώσαντο αὐτούς ABFGMc2 ἐπὶ Φάρσαλον: ἀφ’ ἧς ἐξέπεσεν Ὀρέστης ABFGMc2 τῆς μὲν γῆς: μέρος. ὅσα: ἀντὶ τοῦ ὅσον ABF προυχώρει αὐτοῖς οὐδέν: οὐ κατὰ | |
5 | τὸν σκοπὸν αὐτῶν ἐγίγνετο. | |
1.111.3 | παραλαβόντες: εἰς συμ‐ μαχίαν δηλονότι. πέραν: εἰς τὸ πέραν ὑποστικτέον ABFGMc2 | |
1.112.1 | διαλιπόνων: παραδραμόντων. σπονδαὶ γί‐ γνονται: οὔπω γεγόνασιν αἱ τριακοντούτεις ABFGMc2 | |
1.112.2 | ἔσχον: ἐπέσχον. | |
1.112.3 | Κίτιον: Κίτιον πόλις Κύπρου, ὅθεν ἦν Ζήνων ὁ Κιτιεύς, φιλόσοφος ABFGMc2 | |
1.112.4 | ἀποθανόντος: αὐτομάτῳ θανάτῳ ABFMc2 λιμοῦ γενομένου: ὁ λιμὸς ἀρ‐ σενικῶς ABFMc2 | 82 |
1.112.5 | τὸν ἱερὸν καλούμενον: ἱερὸς ἐκλήθη, ὅτι ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο ABFGMc2 ἐν Δελ‐ φοῖς: 〈ἰστέον〉 ὅτι εἴκοσι δύο πόλεις ἦσαν Δελφικαί, ὧν μία ἦν οἱ Δελφοί ABFGMc2ʃ Δελφοὶ ὁμωνύμως καὶ ἡ πόλις καὶ | |
5 | οἱ ἄνδρες, ὡς καὶ Λεοντῖνοι ABFGMc2 ἀποχωρησάντων αὐτῶν: ὑποστρεψάντων τῶν Λακεδαιμονίων εἰς τὴν οἰκείαν πατρίδα. | |
1.113.1 | Βοιωτῶν τῶν φευγόντων ἐχόντων κτἑ.: τινὲς γὰρ τῶν Βοιωτῶν, μὴ θέλοντες ὑπακούειν τοῖς Ἀθη‐ ναίοις, κατέλαβον ταῦτα τὰ χωρία ABFGMc2 Ὀρχομενόν: ἡ Ὀρχομενός θηλυκῶς παρὰ Θουκυδίδῃ, ὁ Ὀρχομενός ἀρσενι‐ | |
5 | κῶς παρὰ Δημοσθένει ABFMc2 Χαιρώνειαν: Χαιρωνίαν γίνωσκε καὶ Κορωνίαν Ἴωνας ἐγγράφοντας, ὡς Τζέτζης λέγει· ἰῶτα λοιπόν ἐστιν Ἰώνων λόγοις. οὕτω γράφειν δέ φησι καὶ Θουκυδίδην, | |
10 | οὐδὲν παρ’ εἰκός· αὐτὸς αὑτοῦ γὰρ λόγοις τοὺς Ἀττικοὺς Ἴωνας ὡς εὑρεῖν λέγει e | |
1.113.2 | αὐτοῖς: τοῖς Ἀθηναίοις. Κορωνείᾳ: πόλις Βοιωτίας ABFGMc2 τῆς Ὀρχομενοῦ: Δημοσθένης ἀρσενικῶς ἐκφέρει τοῦτο τὸ ὄνομα G Λοκροί: οἱ Ὀπούντιοι Λοκροί ABFGMc2 τῆς αὐτῆς γνώμης: τοῦ αὐτοῦ σκοποῦ. κρατήσαντες: | |
5 | οἱ φυγάδες. | |
1.113.3 | ἐφ’ ᾧ: ἐφῶ ἀντὶ τοῦ διότι ἐν παροχειμένω ὥσπερ τὸ ἐφῶ γενάδιον ἔγραψε καὶ ἐπὶ τοῦ μέλλοντος ὡς ἐνταῦθα g recens τοὺς ἄνδρας: τοὺς αἰχμαλώτους BFMa2c2 | |
1.114.1 | στρατιᾷ: σὺν στρατιᾷ. αὐτῷ: παράσημον τὸ σχῆμά ἐστι, διαβεβηκότων, ἠγγέλθη αὐτῷ ἀνακόλουθον γὰρ | |
ABFMc2ʃ καὶ (?) οὕτω συντακτέον· ὡς ἠγγέλθη αὐτῷ πάλιν ἐκόμιζε τὴν στρατιάν· τὸ δὲ Περικλῆς περισσόν· νοεῖται γὰρ bʃ | 83 | |
5 | τῷ Περικλεῖ δηλονότι. ἀφέστηκε: τῶν Ἀθηναίων δηλονότι. | |
1.114.2 | Θρίωζε (codd.): εἰς τὸ Θριάσιον πεδίον, ὡς Ἀθήναζε ABFGMc2 Παυσανίου: τοῦ Πλαταιᾶσι ABFGMc2 ἀπεχώρη‐ σαν ἐπ’ οἴκου: μετὰ τὸ ὑποτάξαι τὰ Μέγαρα ABFMc2 | |
1.114.3 | ὁμο‐ λογίᾳ κατεστήσαντο: ἀτάραχον, εἰρηνικὴν ἐποίησαν. Ἑστι‐ αιᾶς: Ἑστίαια πόλις Εὐβοίας, ἥτις νῦν Ὠρεὸς καλεῖται ABFGMc2 | |
1.115.1 | τοὺς ξυμμάχους: τοὺς Λακεδαιμονίων A | |
1.115.2 | ἕκτῳ δὲ ἔτει: μετὰ τὰς τριακοντούτεις σπονδάς ABFGMc2 περὶ Πριήνης: πλησίον γὰρ ἦν τῆς Μιλήτου, καὶ ἐζήτουν αὐτὴν ἔχειν οἱ Μιλήσιοι ABFGMc2 ξυνεπελάβοντο: ἐβοήθουν τοῖς | |
5 | Μιλησίοις. νεωτερίσαι κτἑ.: θέλοντες καινοτομῆσαι τὴν πολιτείαν δημοκρατίαν ποιήσαντες ABFGMc2 | |
1.115.3 | ἐς Λῆμνον: ἡ γὰρ Λῆμνος ὑπήκοος ἦν τῶν Ἀθηναίων ABFGMc2 φρουρὰν ἐγκαταλιπόντες: διὰ τοὺς ὁμήρους ABFGMc2 ἀνεχώρη‐ σαν?: εἰς τὴν Σάμον. | |
1.115.4 | οἳ οὐχ ὑπέμειναν: τὴν δημο‐ κρατίαν. ξυνθέμενοι κτλ.: τοῖς μὴ θέλουσι δημοκρατεῖν ABFGMc2 ʃ συμφωνήσαντες. τοῖς δυνατωτάτοις: τῶν Σα‐ μίων δηλονότι. Σάρδεις: Σάρδις ἐπὶ τῆς πόλεως, Σάρ‐ | |
5 | δεις οἱ πολῖται ABFGMc2 διέβησαν ὑπὸ νύκτα: ἤγουν λα‐ θόντες νυκτὸς εἰσῆλθον. | |
1.115.5 | τῷ δήμῳ: τῶν Σαμίων. τῶν πλείστων: δημοτῶν. ἀπέστησαν: τῶν Ἀθηναίων δηλονότι. παρεσκευάζοντο στρατεύειν: μετ’ αὐτοῦ. | |
1.116.1 | ἐπὶ Σάμου: τὸ ἐπὶ Σάμου Ἀττικόν ABFGMc2 οὐκ ἐχρήσαντο: κατὰ τῆς Σάμου. τῶν Φοινισσῶν νεῶν: ἤκουον γὰρ ὅτι Φοίνικες κατ’ αὐτῶν ἔρχονται ABFGMc2 πρὸς Τραγίᾳ: αὕτη κεῖται πλησίον Σάμου ABFGMc2 ὧν: τῶν Σα‐ | |
5 | μίων. στρατιώτιδες: στρατιώτας ἄγουσαι τοὺς μέλλοντας πεζομαχεῖν· ἃς καὶ ἱππαγωγοὺς καλεῖ ABFGMc2 | |
1.116.2 | αὐτοῖς: τοῖς Ἀθηναίοις. πεζῷ: τάγματι BF τρισὶ τείχεσι: τουτ‐ έστι τρισὶ τειχίσμασι. | 84 |
1.116.3 | τῶν ἐφορμουσῶν: τῶν πολιορ‐ κουσῶν τὴν Σάμον ABFGMc2ʃ τῶν εἰς ἐπίθεσιν οὐσῶν. ἐπ’ αὐτούς: κατ’ αὐτῶν, τῶν Ἀθηναίων. Στησαγόρας: Σά‐ μιος ἦν οὗτος ὁ Στησαγόρας ABFGMc2 | |
1.117.1 | σημείωσαι ἐξαπιναίως AB προφυλακίδας: τὰς πρὸ τῶν ἄλλων ὁρμούσας ABFGMc2 | |
1.117.2 | κατεκλῄσθησαν: οἷον τειχήρεις ἐγένοντο FGMa2c2 Θουκυδίδου: ἕτερός τις Θουκυδίδης, οὐχὶ ὁ συγγραφεύς ABFGMc2 | |
1.117.3 | προσεχώρη‐ σαν ὁμολογίᾳ: τοῖς Ἀθηναίοις. ταξάμενοι: ὁρίσαντες. κατὰ χρόνους: οὐδὲ γὰρ εὐπόρουν ἀθρόον ἐκτῖσαι τὸ πᾶν ABFGMc2 ξυνέβησαν: συνεφώνησαν. καὶ πρότερον: ἦσαν | |
5 | δηλονότι. | |
1.118.1 | οὐ πολλοῖς ἔτεσιν ὕστερον: τῷ τεσσαρεσ‐ καιδεκάτῳ ἔτει τῶν σπονδῶν ABMc2f ὅσα πρόφασις: τὸ Κυλώνειον ἄγος καὶ τὰ Παυσανίου ABFGMc2ʃ αἰτία. | |
1.118.2 | τοῦδε τοῦ πολέμου: τοῦ Πελοποννησιακοῦ, τοῦ προκειμένου. ἐν οἷς: ἔτεσιν. οἱ Ἀθηναῖοι κτἑ.: τέλος τῆς πεντηκονταετίας GMc2 ἐγκρατεστέραν: ἰσχυροτέραν. ἐπὶ μέγα ἐχώρησαν | |
5 | δυνάμεως: ἐδυνήθησαν τὰ μεγάλα. ἢν μὴ ἀναγκάζων‐ ται: εἰ μὴ ἐξ ἀνάγκης κινηθεῖεν. τὸ δέ τι (codd.): κατά τι. αὐτῶν: τῶν Λακεδαιμονίων c1 οὐκέτι ἀνασχετὸν ἐποι‐ οῦντο: ἤγουν, οὐκ ἠνέσχοντο οἱ Λακεδαιμόνιοι. ἐπιχειρη‐ τέα: τοῦ συγγαφέως ἡ λέξις· ἐχρῆν γὰρ εἰπεῖν ἐπιχειρητέον | |
10 | ABFGMc2 | |
1.118.3 | διέγνωστο: διεψήφιστο. κατὰ κράτος: τὸ ἑξῆς· κατὰ κράτος νίκην ἔσεσθαι ABFMc2 ἔφη ξυλλήψε‐ σθαι: αἰνίττεται τὸν μέγαν λοιμόν ABFGMc2 | |
1.119.1 | παρακαλέσαντες: προτρέψαντες ABFGM ψῆφον ἐπαγαγεῖν: ἤγουν κυρῶσαι. ἀπὸ τῆς ξυμμαχίας: ἀντὶ | |
τοῦ· ἀπὸ τῶν ξυμμάχων. ψηφίσασθαι τὸν πόλεμον: διὰ ψήφου ἐπικυρῶσαι. μὴ προδιαφθαρῇ: μὴ πρὸ τοῦ εἰσβα‐ | 85 | |
5 | λεῖν αὐτοὺς εἰς τὴν Ἀττικὴν διαφθαρῇ ABFGMc2 | |
1.120.1 | τοὺς μὲν Λακεδαιμονίους κτἑ.: δημηγορία Κο‐ ρινθίων, ηʹ BCFGMe οὐ καὶ αὐτοὶ ἐψηφισμένοι ... εἰσι: οὐ ψηφίζονται. χρὴ γὰρ τοὺς ἡγεμόνας κτἑ.: οὐ χρή, φησίν, ἐν τοῖς ἰδιωτικοῖς πράγμασι τοὺς ἡγεμόνας προέχειν, | |
5 | ἀλλ’ ἐν τοῖς κοινοῖς ABFMc2ʃ γνώμη c τὰ ἴδια ἐξ ἴσου νέμοντας: ἤγουν μὴ προέχοντας ἐν τοῖς ἰδιωτικοῖς πράγμα‐ σιν G προσκοπεῖν: προτιμᾶν. ἐν ἄλλοις: ἐν προεδρίᾳ καὶ τοῖς τοιούτοις ABFGMc2 ἐκ πάντων: ἀντὶ τοῦ ὑπὲρ πάν‐ τας ABFG | |
1.120.2 | ἡμῶν: τῶν παραθαλασσίων BFGMa2c2 ἐνηλ‐ λάγησαν (codd.): ἀντὶ τοῦ συνέμιξαν καὶ ὡμίλησαν. ἐναν‐ τίον δέ ἐστι τὸ διηλλάγησαν· διαλλαγῆναι γάρ ἐστι τὸ δι’ αὐτοῦ τοῦ ἐχθροῦ παρακληθῆναι καὶ φιλιωθῆναι αὐτῷ, ἐναλλα‐ | |
5 | γῆναι δὲ τὸ ἀπὸ φιλίας εἰς φιλίαν ἄλλου μεταπηδῆσαί τινος ἐχθροῦ ὄντος τῷ πρώτῳ φίλῳ ABFMc2 φυλάξασθαι: φο‐ βηθῆναι FGc2 ἐν πόρῳ κατῳκημένους: πόρον καλεῖ τὰ ἐμπόρια ABFGc2ʃ τουτέστιν ἐν τῇ παράλῳ c τοῖς κάτω: τοῖς παραλίοις c1 τῶν ὡραίων: τῶν καρπῶν c1 τῶν νῦν | |
10 | λεγομένων: παρ’ ἡμῶν. ἀπὸ κοινοῦ δὲ τὸ χρή ABFGMc2 προσδέχεσθαι: ἐλπίζειν. πρόοιντο: ἀμελήσαιεν. | |
1.120.3 | ἀν‐ δρῶν γὰρ σωφρόνων κτἑ.: γνώμη C εὖ δὲ παρασχόν: ἀντὶ τοῦ παρασχόντος, δηλονότι τοῦ δαίμονος, ὅ ἐστι δωρησα‐ μένου αὐτοῖς τὴν νίκην ABFGMc2 | |
1.120.4 | ὅ τε γὰρ διὰ τὴν ἡδονὴν κτἑ.: τὸ ἑξῆς· ὅ τε γὰρ διὰ τὴν ἡδονὴν ὀκνῶν εἰ ἡσυχάζοι ABFGMc2 οὐκ ἐντεθύμηται θράσει ἀπίστῳ ἐπαιρόμενος: ἐντεῦθεν δείκνυσι τοῦ πολέμου τὸ ἄδηλον | |
5 | ABFGMc2 | |
1.120.5 | κακῶς: ἀνοήτως c2 ἀβουλοτέρων: κακοβουλο‐ | |
τέρων ABFGc2 τυχόντα: ἔργον γάρ ἐστι τῆς τύχης τὸ τοὺς ἐναντίους ἀβουλοτέρους καταστῆσαι· ἐπεὶ οὐ μέγα, εἰ οὕτως ἐνίκησαν ABFGMc2 ἐς τοὐναντίον αἰσχρῶς περιέστη: | 86 | |
5 | εὐβούλων τῶν ἐναντίων τυχόντα gMc2 ἐνθυμεῖται γὰρ κτἑ.: οὐδείς, φησίν, ἐνθυμεῖται [τὸ] ὁμοίως οἷς πιστεύει. 〈πιστεύει γὰρ〉 νικᾶν, τὸ πῶς οὐκ ἐννοῶν. καὶ οὐδεὶς ὁμοίως ἔργῳ ἐπεξ‐ έρχεται οἷς ἐνθυμεῖται. δείκνυσι γὰρ τὴν πίστιν μείζονα τῶν ἐνθυμημάτων καὶ τὸ ἐνθύμημα μεῖζον τοῦ ἔργου ABFGMc2ʃ | |
10 | οὐδεὶς γὰρ ἐνθυμεῖται παρόμοια τοῖς βεβαίοις· πίστις γὰρ ἐν‐ ταῦθα τὴν βεβαιότητα τῶν πραγμάτων καὶ τὴν ἀσφαλῆ ἀπό‐ βασιν σημαίνει· οὐδεὶς οὖν οὔτε ὅμοια τοῖς πράγμασιν ἐνθυ‐ μεῖται οὔτε ἔργῳ τὰ πιστευθέντα τελειοῖ, ἀλλ’ ἐν ἑκατέροις σφάλλεται διὰ τὸ καὶ τὴν γνώμην ἡμῶν ἀβέβαιον εἶναι καὶ | |
15 | τὰ πράγματα μὴ κατὰ τὴν θέλησιν ἡμῶν ἀπαντᾶν, ἀλλὰ μετὰ τὰ ἀσφαλῶς ἐνίοτε δοξασθέντα, ἤτοι βουλευθέντα, ἐπὶ τῶν ἔργων διὰ τὸ προσπῖπτον δέος ἐκλείπομεν, ὅτι τὸ μὲν βουλεύ‐ σασθαι χωρὶς ἀγώνων καθίσταται, τὰ δὲ ἔργα ἐπὶ τῆς ταρα‐ χῆς καὶ συγχύσεως ἀλλοιοῦνται. τῇ πίστει: τῷ θάρρει. μετ’ | |
20 | ἀσφαλείας μὲν κτἑ.: ἀσφαλῶς, φησίν, ἐνθυμούμεθα διὰ τὸ καθ’ ἡσυχίαν δοξάζειν καὶ βουλεύεσθαι· μετὰ φόβου δὲ ὑστε‐ ροῦμεν ἐν τῷ ἔργῳ διὰ τὸ λοιπὸν ὁρᾶν αὐτὰ τὰ ἔργα καὶ ἐν τῇ παρουσίᾳ εἶναι τῶν πραττομένων ABFGMc2 ἐλλείπομεν: διαμαρτάνομεν c2ʃ φοβηθέντες ἐξεπέσομεν τῆς πράξεως ἣν | |
25 | προσεδοκήσαμεν λαβεῖν. | |
1.121.1 | ἱκανὰ ... ἐγκλήματα: τὰ παρακινοῦντα τὸν πόλεμον. ἐγκλήματα: κατὰ τῶν Ἀθηναίων δηλονότι. ἀμυ‐ νώμεθα: τὰ ἴσα ἀνταποδῶμεν. | |
1.121.2 | κατὰ πολλὰ δὲ κτἑ.: τὸ δυνατὸν κεφάλαιον ABFc2 | |
1.121.3 | ᾧ ἰσχύουσιν: οἱ Ἀθη‐ ναῖοι. ἐξαρτυσόμεθα: παρασκευάσομεν. Ὀλυμπίᾳ: γρά‐ φεται Ὀλυμπίασιν ὡς Ἀθήνησιν ABFMc2 ὑπολαβεῖν: δέξα‐ σθαι. τοῦτο: τὸ μεταπεισθῆναι. | |
1.121.4 | μιᾷ τε νίκῃ ναυ‐ μαχίας κτἑ.: εἰ ἅπαξ, φησί, τῇ ναυμαχίᾳ νικηθῶσιν, οὐκέτι ἕξουσιν ἐλπίδα νίκης· οὐ γάρ εἰσι πεζομάχοι. ἡμεῖς δὲ δηλον‐ ότι καὶ ταῖς ναυσὶν ἐὰν νικηθῶμεν, τῷ πεζῷ ἰσχύομεν | 87 |
5 | ABFGMc2 κατὰ τὸ εἰκός: ὡς ἔστιν εἰκάσαι. ἁλίσκονται: νικῶνται. ἀγαθόν: ἤγουν τὴν εὐψυχίαν. ὃ δ’: ἀντὶ τοῦ εἰς ὅ ABFMc2 | |
1.121.5 | οὐκ ἀπεροῦσιν: οὐκ ἀπαγορεύσουσιν BFGMc2 ἐπὶ τῷ τιμωρούμενοι: ἀντὶ τοῦ ἐπὶ τῷ τιμωρήσασθαι ABFc2 αὐτοῖς τούτοις: τοῖς χρήμασι δηλονότι ABFGMc2 | |
1.122.1 | ὁδοί: πορισμοί. παραίρεσις: παράσπασις, παραφαίρεσις c1 ἐπιτειχισμός: αἰνίττεται τὴν Δεκέλειαν, ἣν ὕστερον ἐτείχισαν ABFGMc2 ʃ ἐπίθεσις. τῇ χώρᾳ: τῶν Ἀθηναίων. προΐδοι: ἄδηλα γὰρ τὰ τοῦ πολέμου ABFGMc2 ʃ | |
5 | προγνοίη ἐπὶ ῥητοῖς: ἐπὶ λέγεσθαι δυναμένοις, ἐπὶ ὡρι‐ σμένοις c1 χωρεῖ: κινεῖται. τεχνᾶται: μεθοδεύει. παρα‐ τυγχάνον: παρεμπῖπτον. ἐν ᾧ: ἀντὶ τοῦ διό ABFc2 εὐορ‐ γήτως: εὐσκόπως, εὐπρεπῶς, εὐτρόπως· ὀργὴ γὰρ ὁ τρόπος ABFGMc2 Patm. ʃ μεγαλοψύχως. ὁ δ’ ὀργισθείς: ὁ μικρο‐ | |
10 | ψυχήσας. | |
1.122.2 | ἐνθυμώμεθα: ἀντὶ τοῦ ἐνθυμηθῶμεν· ἔστι γὰρ ὑποθετικόν ABGMc2f οἰστόν: ὑπομονητόν. ἱκανοί: δουλωσόμενοι δηλονότι ABFGMc2 δίχα γε ὄντας: διαχω‐ ρισθέντας. ἴστω: ὁ ἀκούων δηλονότι. φέρουσαν: ἡμῖν | |
5 | δηλονότι. | |
1.122.3 | ὃ καὶ λόγῳ ἐνδοιασθῆναι: τὴν δουλείαν καὶ λόγῳ ἀμφιβάλλειν ABFGMc2 ʃ εἴωθεν ὁ συγγραφεὺς ἀπὸ τῶν θηλυκῶν μεταβαίνειν εἰς τὸ οὐδέτερον, οἷον (59, 2)· τρέπονται ἐπὶ τὴν Μακεδονίαν, ἐφ’ ὅπερ καὶ τὸ πρῶτον ἐξεπέμποντο. | |
5 | λέγει δὲ ὅτι τὴν δουλείαν ὅλως τῷ λόγῳ ἀμφιβάλλειν οἷον λογίσασθαι τοὺς Πελοποννησίους αἰσχρόν. ὁ γὰρ ἐνδοιασμὸς λογισμοῦ ἐστι μερισμός. περιφραστικῶς οὖν εἴρηται τὸ λόγῳ ἐνδοιασθῆναι, οἷον τὸ λογίσασθαι ἡμᾶς καὶ ἐπὶ νοῦν λαβεῖν τὴν δουλείαν. ʃ εἰς ἀμφιβολίαν ἐλθεῖν. ὑπὸ μιᾶς: τῆς τῶν | |
10 | Ἀθηναίων. κακοπαθεῖν: δουλοῦσθαι. ἐν ᾧ: ἐν τῷ κακο‐ παθεῖν ABFGMc2 ἢ δικαίως κτἑ.: οἱ γὰρ ἀμελοῦντες [καὶ] μὴ ἐπεξερχόμενοι δοκοῦσιν ἢ δικαίως πάσχειν ἢ διὰ δειλίαν ἀνέχεσθαι ABFGMc2 αὐτό: τουτέστι τὴν ἐλευθερίαν ABFGMc2 τοὺς δ’ ἐν μιᾷ: πόλει· μονάχρους δὲ τοὺς τυράννους ABFGMc2 | 88 |
1.122.4 | ξυμφορῶν: ἐνταῦθα οὐ κεῖται κυρίως ἡ λέξις, ἀλλὰ ξυμφοράν φησι τὴν κακίαν· ταῦτα δὲ λέγει τὸ τυραννεῖσθαι καὶ φέρειν τὴν τυραννίδα. τὸ δὲ ἑξῆς· καὶ ἴσμεν ὅπως ποτὲ τάδε ὅτι οὐκ ἀπήλλακται τῶν τριῶν μεγίστων συμφορῶν | |
5 | ABFGMc2 ἢ μαλακίας: ὁ ἤ παραδιαζευκτικὸς ἀντὶ τοῦ καί. Ὅμηρος (Ξ 108)· ἢ νέος ἠὲ παλαιός ABFGMc2 οὐ γὰρ δὴ πεφευγότες κτἑ.: οὐ δύνασθε, φησίν, εἰπεῖν ὅτι οὐ διὰ τὸ ἔχειν τὰ τρία ταῦτα οὐ πολεμοῦμεν, ἀλλὰ διὰ κατα‐ | |
10 | φρόνησιν, ὅ ἐστι διὰ τὸ ἄγαν φρονεῖν καὶ οἷον ὑπερφρονεῖν. ἡ γὰρ κατά πρόθεσις ἐπίτασιν ἐνταῦθα σημαίνει ABFGMc2 αὐτά: τὰ τρία BF καταφρόνησιν: σημείωσαι ὅτι τὴν κατα‐ φρόνησιν ἀφροσύνην λέγει ABFc2 | |
1.123.1 | περὶ δὲ τῶν ἔπειτα κτἑ.: τὸ ἑξῆς οὕτως· ὑπὲρ δὲ τῶν μελλόντων δεῖ τοῖς παροῦσι πράγμασι βοηθοῦν‐ τας ἐπιταλαιπωρεῖν, τουτέστι προσθεῖναι τοῖς πόνοις ABFGMc2 μεταβάλλειν τὸ ἔθος: ἀπὸ κοινοῦ τὸ πάτριον ABF ἐξου‐ | |
5 | σίᾳ: δυνάμει ABFGc2 ὀλίγον προφέρετε: οἱ γὰρ Λάκωνες τῶν προγόνων ἦσαν ὀλίγον εὐπορώτεροι ABFGMc2 ʃ ὑπερφέ‐ ρετε τῶν ἄλλων. ἃ τῇ ἀπορίᾳ ἐκτήθη: ὑπ’ ἀπορίας κινη‐ θέντες ἐκτησάμεθα. θαρσοῦντες (ABCEF): ψιλόν τις ἐξώρθωσεν (?) ἐνθαδὶ βλέπεις, | |
10 | χρεὼν τὸ λοιπὸν καὶ τὸ θαρσοῦντες τόδε θαρσοῦντας εἰπεῖν, ὡς γελῶν Τζέτζης λέγει· ἀλλ’ οὐδαμῶς, ἄνθρωπε· μηδαμῶς ξέε· οὕτω γάρ, οἶδ〈α〉, Ἀττικοῦ τρόπου λόγος, θαρσοῦντες ἰέναι ἀντὶ τοῦ ἴτε γράφειν. | 89 |
15 | τὰς συγγραφὰς κρίνειν δὲ τεχνικῷ τρόπῳ Σκύλλου τε τουδὶ καὶ παλαιῶν καὶ νέων Τζέτζου μόνου χάρισμα δυσμαθεστάτου· ἡ φύρσις ὅνπερ καὶ χυδαιότης βίου ἐγγωνιῶντα τῇ στοᾷ καὶ τῇ θόλῳ | |
20 | σύρει διαμπὰξ ἡ(?) σοφὴ κουστωδία. ἀνθ’ οὗπερ αὐτοῖς οὐδαμῶς συνειστρέχει, ὅτι τέ φησι τεχνικῶς δέον γράφειν πεζοῖς ὁμοῦ λόγοις τε καὶ τοῖς ἐν μέτρῳ, φύρειν δὲ μηδὲν μηδαμοῦ τὰ τῆς τέχνης. | |
25 | πηγαὶ γάρ εἰσι τῷ καλῷ βίῳ τέχναι· ὅστις δ’ ἀναιρεῖν τοὺς τεχνῶν λόγους θέλει, οὗτος παρεισφρεῖ κοπρεῶνα τῷ βίῳ, ὢν ἐκ συωδῶν, ἐξ ἀτέχνων βαρβάρων. τοῖός τις ἐσμὸς ἐξανορθοῖ τὰς βίβλους, | |
30 | οἷός τις ἐξώρθωσε καὶ τὴν Ἡροδότου τὴν εἰς Ὁμήρου τὴν γονὴν γεγραμμένην, Ἰωνικῇ(?) πᾶν συγγραφῇ μετατρέπων, ὡς πρὸς τὸ δόξαν οἷ σοφῷ πεφυκότι. ἐπ’ ἡμισείῃ εἰ γὰρ ἦν γεγραμμένον, | |
35 | εἴτ’ οὖν ἀπικνεῖται δέ, καὶ τὰ τοιάδε, εἰς φῖ σοφῶς μετῆγεν, ὀρθωτὴς μέγας, ἄλλ τε πολλὰ μὴ συνεὶς ἀποξέων κἀνθαῦτα κἀνταῦθα δὲ ποιῶν ὀρθίως e ξυλλήψεσθαι: βοηθήσειν. τὰ μὲν φόβῳ: ἵνα μὴ δου‐ | |
40 | λωθῇ ABFGMc2 | |
1.123.2 | παραβεβάσθαι: ἀθετηθῆναι τὰς σπον‐ δὰς ὑπὸ τῶν Ἀθηναίων. οἱ πρότεροι ἐπιόντες: οἱ ἄρξαν‐ | |
τες ἀδίκων χειρῶν. | 90 | |
1.124.1 | ὥστε κτἑ.: ἐντεῦθεν οἱ ἐπίλογοι ABFGMc2 πανταχόθεν: ἀπὸ πολλῶν ἀφορμῶν. εἴπερ βεβαιότατον: λείπει τὸ δοκεῖ, ἵν’ ᾖ, εἴπερ δοκεῖ ABFMc2 ὑπὸ Ἰώνων: διαβέβληται γὰρ τὸ ὄνομα τῶν Ἰώνων εἰς μαλακίαν, τῶν δὲ | |
5 | Δωριέων ἐπὶ ἀνδρείᾳ δοξάζεται ABFGMc2 καὶ τῶν ἄλλων κτἑ.: ἀπὸ κοινοῦ τὸ μέλλετε ABFMc2 μετελθεῖν: ἀντὶ τοῦ ἀνασώσασθαι ABFGMc2 ὡς οὐκέτι ἐνδέχεται: τὸ ὡς ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ, οὐκέτι γὰρ ἐνδέχεται. Ὅμηρος (Κ 173)· ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. | |
10 | τὸ δὲ περιμένοντας ἀντὶ τοῦ περιμενόντων ABFMc2 τοὺς μέν: λείπει ἡμῶν ABFG μὴ πολὺ ὕστερον: ἀλλ’ εὐθέως δηλονότι ABFM | |
1.124.2 | τάδε: ἃ εἴπομεν δηλονότι. τὸ αὐτίκα δεινόν: τὸ πρὸς ὀλίγον γινόμενον ἐκ τοῦ πολέμου ABFGMc2 ἀπ’ αὐτοῦ: τοῦ πολέμου. διὰ πλείονος: χρόνου. | |
1.124.3 | καθ‐ εστηκυῖαν: γεγονυῖαν. πόλιν τύραννον: τὰς Ἀθήνας λέγει. τὸ δὲ ἑξῆς· πόλιν τύραννον παραστησώμεθα ABFGMc2ʃ πλεονάζει τὸ τῆς τυραννίδος ὄνομα, ἵνα μᾶλλον παροξύνῃ. | |
5 | ἐπὶ πᾶσιν: κατὰ πάντων. διανοεῖσθαι: ἀπὸ κοινοῦ τὸ ἄρχειν. παραστησώμεθα: δουλωσώμεθα. | |
1.125.1 | γνώμην: ἀπόφασιν. ψῆφον: νῦν σκέψιν· δηλοῖ δὲ ὅτι τισὶ δοκεῖ καὶ τισὶν οὔ ABFGMc2 ἑξῆς: κατὰ τάξιν. τὸ πλῆθος: τῶν Λακεδαιμονίων ABFMc2 | |
1.125.2 | ἀδύ‐ νατα: ἀντὶ τοῦ ἀδύνατον. ἐκπορίζεσθαι: ἔκ τινος πόρου λαμβάνειν. ʃ ἀπὸ τῶν ἐκτὸς εἰς ἄστυ κομίζειν, ὃ νῦν λέγου‐ σιν σκα...ζειν ἐν τῷ κάστρῳ εἰσάγειν. κάστρον δὲ λέγεται τὸ | |
5 | ἄστυ, καὶ ἔστι λέξις Ἰταλική. μέλλησιν: ἀναβολήν. καθι‐ σταμένοις: παρασκευαζομένοις ABFMc2. | |
1.126.1 | ἐγκλήματα ποιούμενοι: ἐγκαλοῦντες. | |
1.126.2 | τὸ | |
ἄγος: τοὺς τὸ ἄγος δράσαντας ABFGMc2 τῆς θεοῦ: τῆς Ἀθηνᾶς ABFGc2 | 91 | |
1.126.3 | Κύλων ἦν κτἑ.: 〈ἰστέον〉 ὅτι τὰ κατὰ τὸν Κύλωνα ἐπράχθη σχεδὸν ἐπὶ τῆς ἐν Μαραθῶνι μάχης ABFGMc2 ʃ 〈ἰστέον〉 ὅτι τοῦ διηγήματος τοῦ κατὰ τὸν Κύλωνα τὴν σαφήνειάν τινες θαυμάσαντες εἶπον ὅτι λέων ἐγέλασεν | |
5 | ἐνταῦθα, λέγοντες περὶ Θουκυδίδου ABFGMc2 ʃ 〈ἰστέον〉 ὅτι τὸ διήγημα τὸ κατὰ τὸν Κύλωνα θαυμάζει σφόδρα ὁ τεχνο‐ γράφος καὶ συμβουλεύει ἐπιμελέστατα αὐτὸ ἐκμαθεῖν τοὺς νέους, ἵνα μιμήσωνται ABFGc2 ʃ γρ. ἄριστον τὠφήγημά σου | |
10 | κάλλιστον ἁπλοῦν ὧδε διήγημά σοι c2 δυνατός: πλούσιος. | |
1.126.4 | χρωμένῳ: περὶ τυραννίδος δηλον‐ ότι, ὡς ἐκ τῆς ἀποκρίσεως δείκνυται τοῦ θεοῦ ABFGMc2 ἀκρόπολιν: ταύτην γὰρ κατελάμβανον οἱ τυραννίδος ἐρῶν‐ τες ABFGc2 | |
1.126.5 | τὰ ἐν Πελοποννήσῳ: τοῦτο προσέθηκεν, ἐπειδὴ ἔστιν Ὀλύμπια καὶ ἐν Μακεδονίᾳ καὶ ἐν Ἀθήναις ABFGMc2 ὡς ἐπὶ τυραννίδι: ὡς τυραννήσων. | |
1.126.6 | εἰ δὲ ἐν τῇ Ἀττικῇ κτἑ.: ἐκ τούτου δηλοῦται σαφῶς, ὅτι περὶ τῆς τῶν Διασίων τὸ μαντεῖον ἔλεγε. καὶ Ἀθηναίοις: καὶ παρ’ Ἀθηναίοις. Διάσια: ἣν καὶ ἔλεγεν ἴσως ὁ θεὸς ἑορ‐ | |
5 | τήν ABFGMc2 ʃ ἑορτὴ Ἀθήνῃσι τοῦ Διός, ἃ καὶ Διιπόλια κα‐ λεῖται Patm. ἐν ᾗ πανδημεὶ κτἑ.: ἐν ᾗ πανδημεὶ ἑορτά‐ ζουσι, θύουσι δὲ πολλοί ABFMc2 ἱερεῖα: πρόβατα. θύματα ἐπιχώρια: τινὰ πέμματα εἰς ζώων μορφὰς τετυπωμένα ἔθυον ABFGMc2 ὀρθῶς γιγνώσκειν: ἀπλανῶς νοεῖν, τὸν χρησμὸν | |
10 | δηλονότι. τῷ ἔργῳ: τῇ τυραννίδι. | |
1.126.7 | αἰσθόμενοι: αἴσθη‐ σιν τοῦ πράγματος λαβόντες. ἐπ’ αὐτούς: κατ’ αὐτῶν. | |
1.126.8 | αὐτοκράτορσι: αὐτεξουσίοις ABFc2 διαθεῖναι: οἰκο‐ νομῆσαι. ᾗ ἄν: 〈τὸ〉 ᾗ ἂν ἀντὶ τοῦ ὡς ἄν c1 | |
1.126.9 | φλαύ‐ ρως: ἀσθενῶς. | |
1.126.10 | ἐπιέζοντο: ἐταλαιπώρουν. καθίζου‐ | |
σιν ἐπὶ τὸν βωμόν: καθίζουσιν ἀπὸ τοῦ καθίζω, καθ‐ έζονται ἀπὸ τοῦ καθέζομαι ABFc2 ʃ ἑαυτοὺς δηλονότι παρὰ τὸν βωμόν. | 92 | |
1.126.11 | οἱ τῶν Ἀθηναίων ἐπιτετραμμένοι τὴν φυλακήν: οἱ ἔχοντες ἀπὸ τῶν Ἀθηναίων τὴν ἐπιτροπὴν τῆς φυλακῆς. τῶν σεμνῶν θεῶν: τῶν Ἐρινύων, κατὰ ἀντί‐ φρασιν· ἃς μετὰ τὸν Ὀρέστην οἱ Ἀθηναῖοι πλησίον τοῦ | |
5 | Ἀρείου πάγου ἱδρύσαντο, ἵνα πολλῆς τιμῆς τύχωσιν ABFGc2 | |
1.126.12 | Κλεομένης: βασιλεὺς Λακεδαιμονίων, οὗ μέμνηται Ἡρόδοτος (V 70) ABFc2 μετὰ Ἀθηναίων στασιαζόντων: ἀμφίβολον, πότερον ἤλασε μετὰ τῶν στασιαζόντων Ἀθηναίων, τουτέστι καὶ τοὺς στασιάζοντας, ἢ ἤλασε μετὰ τῶν Ἀθηναίων, | |
5 | ὅτι ἐστασίαζον, ἵνα μὴ ὦσιν ἐν τῇ πόλει οἱ ἀλιτήριοι· ὅπερ ἄμεινον ABFc2 κατῆλθον μέντοι ὕστερον: μετὰ τὸν Κλεο‐ μένην BF ʃ οἱ φυγαδευθέντες. | |
1.127.1 | προσεχόμενον: ἔνοχον ὄντα. αὐτῷ: τῷ ἄγει. κατὰ τὴν μητέρα: κατὰ τὸ ἄγος τὸ μητρῷον. | |
1.127.2 | τοῦτο: τὸ ἐκβληθῆναι BFGc2 διαβολὴν οἴσειν: συνέ‐ βαινε γὰρ αὐτῷ μὴ πιστεύεσθαι στρατηγίαν τοιούτῳ ὄντι ABFGc2 αὐτῷ: τῷ Περικλεῖ. τὴν ἐκείνου ξυμφοράν: διὰ τὸ ἄγος, τουτέστι διὰ τὸ μὴ ἐκβληθῆναι αὐτὸν ὄντα ἐναγῆ | |
5 | ABFGc2 ʃ τὴν ἀπὸ περιστάσεως δυστυχίαν καὶ οὐκ ἐξ οἰκείας ἀβουλίας κακοπραγία. καὶ ἐν τῇ δημηγορίᾳ (122, 4)· καὶ οὐκ ἴσμεν ὅπως τῶνδε τριῶν τῶν μεγίστων ξυμφορῶν ἀπήλ‐ λακται· ἤτοι κακιῶν. καὶ γὰρ αἱ τῆς φύσεως ἐλαττώσεις καὶ διαπτώσεις κακίαι πάντως εἰσί. καὶ προϊὼν ἐν τῇ δημη‐ | |
10 | γορίᾳ Περικλέους τὰς ἀποτυχίας εἴρηκεν (140, 1)· ἐνδέχεται γὰρ τὰς ξυμφορὰς τῶν πραγμάτων οὐχ ἧσσον ἀμαθῶς χωρῆσαι ἢ καὶ τὰς διανοίας τοῦ ἀνθρώπου. | |
1.127.3 | τῶν καθ’ ἑαυτόν: τῶν ὄντων κατὰ τὴν ζωὴν αὐτοῦ. | |
1.128.1 | Ταινάρου: Ταίναρον ἀκρωτήριον τῆς Λακω‐ νικῆς ἱερὸν Ποσειδῶνος ABFGc2 | |
1.128.2 | ἐκέλευον δὲ καί: οἱ Ἀθηναῖοι. τῆς Χαλκιοίκου: Χαλκίοικος ἡ Ἀθηνᾶ ἐν Σπάρτῃ, ἢ ὅτι χαλκοῦν εἶχεν οἶκον, ἢ διὰ τὸ στερεὸν εἶναι, ἢ διὰ τὸ τοὺς Χαλκιδεῖς τοὺς ἐξ Εὐβοίας φυγάδας αὐτὸν κτίσαι | 93 |
5 | ABFGc2 | |
1.128.3 | αὐτῶν: τῶν Σπαρτιατῶν. ἐξεπέμφθη: εἰς ἀρ‐ χὴν τοῦ Ἑλλησπόντου. αὐτός: Παυσανίας. Ἑρμιονίδα: Ἑρμιονὶς ἀπὸ Ἑρμιόνης πόλεως Λακωνικῆς ABFGc2 τὰ πρὸς βασιλέα πράγματα πράσσειν: ἐμήδιζε γάρ ABFGc2 | |
5 | ʃ βουλόμενος δηλονότι τὰ τοῦ βασιλέως πράγματα ποιεῖν. | |
1.128.4 | ἀπὸ τοῦδε: ἀπὸ τούτου τοῦ ἐπιφερομένου, περὶ Βυζαν‐ τίου δηλονότι ABFGc2 | |
1.128.5 | τῇ προτέρᾳ παρουσίᾳ: ἐνταῦθα τὰ περὶ τῆς πρώτης αὐτοῦ παρουσίας διηγεῖται ABFGc2 προσ‐ ήκοντες: διαφορὰ προσήκοντος καὶ συγγενοῦς. τῷ δὲ λόγῳ: τῇ φήμῃ. | |
1.128.6 | αὐτῷ: τῷ Πέρσῃ. | |
1.128.7 | Παυσανίας κτἑ.: ἐπιστολὴ Παυσανίου πρὸς Ξέρξην BFc2 γνώμην ποιοῦμαι: διάθεσιν ποιεῖ (?) τινα F εἰ οὖν τί σε τούτων ἀρέσκει: ἀντὶ τοῦ σοί. Ἀττικὴ δὲ καὶ ἀρχαία ἡ φράσις, ἀντὶ | |
5 | δοτικῆς αἰτιατικῇ συντάξαι ABFGc2 | |
1.129.1 | ἡ γραφή: γραφὴ ἡ ζωγραφία καὶ ἡ κατηγορία καὶ [ἡ] ἐπὶ γραμμάτων ἁπλῶς ὡς τὰ νῦν ABFGc2 ἐπὶ θά‐ λασσαν: ἐπὶ τὰ παραθαλάσσια. ἐς Βυζάντιον: ὄντα δη‐ λονότι. αὐτῷ: τῷ Ἀρταβάζῳ ABFc2 τὴν σφραγῖδα: ἡ | |
5 | σφραγὶς τοῦ Περσῶν βασιλέως εἶχε κατὰ μέν τινας τὴν βασι‐ λέως εἰκόνα, κατὰ δέ τινας τὴν Κύρου, τοῦ πρώτου βασιλέως αὐτῶν, κατὰ δέ τινας τὸν Δαρείου ἵππον, δι’ ὃν χρεμετίσαντα ἐβασίλευσεν ABFGc2 ἀποδεῖξαι: τῷ Παυσανίᾳ. παραγ‐ γέλλῃ: κελεύῃ c1 | |
1.129.3 | ὧδε λέγει κτἑ.: ἀντεπιστολὴ Ξέρξου πρὸς Παυσανίαν c2 τῶν ἀνδρῶν: λείπει ἡ ὑπέρ FGc2 κείσεταί σοι εὐεργεσία κτἑ.: διὰ παντὸς εὐεργέτης κλη‐ θήσῃ ἐν τῷ ἡμετέρῳ οἴκῳ. ἀνεῖναι: ἄνεσιν δοῦναι, ἀφεῖναι | |
5 | F ʃ ῥᾳθυμῆσαι. | 94 |
1.130.1 | ὢν καὶ πρότερον κτἑ.: ἤγουν τιμώμενος τὰ μεγάλα ὑπὸ τῶν Ἑλλήνων. ἐν τῷ καθεστῶτι τρόπῳ: τῷ Λακωνικῷ ABFGc2 ἀλλὰ σκευάς τε κτἑ.: ταῦτα πάντα ἐν τῇ πρώτῃ παρουσίᾳ ἐπράχθη ABFGc2 ἐδορυφόρουν: μετὰ | |
5 | δοράτων προέπεμπον. Περσικήν: τρυφηλήν. | |
1.130.2 | δυσπρόσ‐ οδον: δυσέντευκτον. ἐς πάντας: κατὰ πάντων. | |
1.131.1 | τό τε πρῶτον: τὸ ἑξῆς· τὸ πρῶτόν τε ABFGc2 καὶ ἐπειδή: ἐντεῦθεν ἄρχεται ἡ δευτέρα παρουσία ABFGc2 ἐκπολιορκηθείς: τῇ πολιορκία ἐκβληθείς. τὰς Τρῳάδας: εἰσὶ γὰρ καὶ Ἀττικαί ABFc2 ἱδρυθείς: καθεσθείς. πράσ‐ | |
5 | σων: τὰ συμφέροντα ἑαυτῷ. ἐσηγγέλλετο: ἐμηνύετο. τὴν μονήν: τὴν ἀργίαν. ποιούμενος: τὸ ἐπειδή πρὸς τὸ ποιού‐ μενος AFc2 ἐπέσχον: ἑαυτοὺς δηλονότι. σκυτάλην: ἀντὶ τοῦ ἐπιστολὴν Λακωνικήν. ἦν δὲ ἡ σκυτάλη ξύλον στρογ‐ γύλον ἐξεσμένον, ἐπίμηκες. δύο δὲ παρὰ Λακεδαιμονίοις | |
10 | ὑπῆρχον σκυτάλαι, καὶ τὴν μὲν μίαν κατεῖχον οἱ ἔφοροι τῶν Λακεδαιμονίων, τὴν δὲ ἑτέραν τῷ ἐκπεμπομένῳ τῶν στρατη‐ γῶν παρεῖχον. καὶ ὁπότε ἐβούλοντο ἐπιστεῖλαί τι αὐτῷ, φέ‐ ροντες ἱμάντα λευκὸν περιείλουν τὴν σκυτάλην καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον, καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τῷ | |
15 | ἀποφέροντι. τοῦτο δὲ ἐποίουν, ἵνα μὴ μάθωσιν οἱ ἀποφέ‐ | |
ροντες τὰ ἐν τῷ ἱμάντι γεγραμμένα. ὁ δὲ στρατηγὸς λαβὼν τὸν ἱμάντα τῇ ἑαυτοῦ σκυτάλῃ περιείλιττε, καὶ ἐγίνωσκε τὴν τῶν γραμμάτων περιοχήν. εἰ δέ τις εἴποι· καὶ πῶς εἶχεν ὁ Παυσανίας τὴν σκυτάλην, λάθρα τῆς πόλεως ἐξελθών; ῥητέον | 95 | |
20 | ὅτι ἀπὸ τῆς πρώτης στρατηγίας εἶχε τὴν σκυτάλην ABFGc2 ʃ τί ἐστι σκυτάλη; γραμματεῖόν ἐστι, καθὼς ἄν τις μεταφράσειεν, 〈ἢ〉 ἐπιστολή. κατεσκεύαζον δὲ ἰσομήκεις σκυτάλας πρὸς τόρ‐ νον τοῦ αὐτοῦ μήκους καὶ πάχους ἀκριβῶς. τούτων μὲν τὴν ἑτέραν ἡ πόλις εἶχε, τὴν δ’ ἑτέραν ἤτοι ἁρμοστὴς μόνος ἐκ‐ | |
25 | πεμπόμενος ἢ βασιλεὺς ἢ ναύαρχος ἤ τις ἄλλος. ὁπότε οὖν ἐβούλοντο διαπέμψασθαι, ἀπ’ ἄκρας λευκῷ ἱμάντι περιει‐ λοῦντες τὴν παρ’ αὐτοῖς σκυτάλην ἐπέγραφον ἐπὶ ταῖς τῶν ἱμάντων συμβολαῖς, ἀναλύσαντες δὲ ἔπεμπον. οἱ δὲ ἔκδημοι τῇ παρ’ αὐτοῖς σκυτάλῃ περιειλήσαντες ὁμοίως τὸν ἱμάντα | |
30 | συνετίθεσαν τὰ γράμματα καὶ τὸ ἑξῆς ἁρμόζοντες ἀνεγίνωσκον Patm. μὴ λείπεσθαι: τὸν Παυσανίαν δηλονότι. αὐτῷ: τῷ Παυσανίᾳ. | |
1.131.2 | τὴν διαβολήν: τὴν κατηγορίαν. ʃ τὴν παραβολήν (C): τὸν κίνδυνον, τὸ γεγονὸς ὑπ’ αὐτοῦ παρά‐ βολον c1 τὸν βασιλέα δρᾶσαι τοῦτο: καὶ μὴν οὐκ ἦν βασιλεύς, ἀλλ’ ἐπίτροπος ABFc2 ʃ τὸ κακὸν δηλονότι. δια‐ | |
5 | πραξάμενος: χρήμασι διαπραξάμενος καὶ λόγοις ABFGc2 ʃ ἤτοι διακρουσάμενος τὴν κατηγορίαν. περὶ αὐτῶν: τῶν κατηγορημάτων. | |
1.132.1 | γένους τε τοῦ βασιλείου ὄντα: Ἡρακλεί‐ δης γὰρ ἦν ABFGc2 ἐν τῷ παρόντι: καιρῷ δηλονότι. Λεωνί‐ δου: οὗτος ὁ Λεωνίδης ὁ ἐν Θερμοπύλαις ἀριστεύσας ἐπὶ τῶν Μηδικῶν ABFGc2 ἀνεψιὸς ὤν: τοῦ Πλειστάρχου. | |
1.132.2 | τῇ τε παρανομίᾳ: διὰ τὸ μὴ στέργειν τοῖς Λακωνικοῖς νόμοις ABFGc2 τοῖς παροῦσι: τοῖς ἤθεσι τῶν Λακώνων ABFGc2 ἐξεδεδιῄτητο: ἔξω τῶν Λακωνικῶν διῃτᾶτο νόμων ABFGc2 | |
5 | ἐπὶ τὸν τρίποδα: οὐκ ἐν ᾧ ἐμαντεύετο ὁ Ἀπόλλων, ἀλλ’ | |
ἕτερόν τινα, ὃν ἔλαβον οἱ Ῥωμαίων βασιλεῖς καὶ μετέθηκαν ἐπὶ τὸν ἱππόδρομον τοῦ Βυζαντίου ABFGc2 Ἑλλήνων ἀρχη‐ γὸς κτἑ.: ὅρα τὸ ἐν τρίποδι γραφὲν περὶ Παυσανίου ἐλεγεῖον c2 ʃ ἡρωικόν G Παυσανίας κτἑ.: ἐλεγεῖον G | 96 | |
1.132.3 | ἐξεκό‐ λαψαν: ἐξορύξαντες ἀπήλειψαν. ἐν τούτῳ: ἐν τῇ κατη‐ γορίᾳ τοῦ μηδισμοῦ. ἀπηλέγχθη γὰρ μὴ ἐμμένειν τοῖς ἤθεσι τῶν Λακεδαιμονίων. τῇ παρούσῃ διανοίᾳ: τῷ μηδισμῷ | |
5 | ABFGc2ʃ λείπει ἡ ἐν. | |
1.132.4 | καὶ ἦν δὲ οὕτως: τὸ δέ ἀντὶ τοῦ γάρ. πολιτείαν: αὐτονομίαν. ξυνεπαναστῶσι: κατὰ τῆς Σπάρτης ABFGc2 τὸ πᾶν: τὸν Μηδισμόν c2 | |
1.132.5 | τὰς τε‐ λευταίας: δῆλον ὅτι καὶ ἄλλας ἀπέστειλεν ABFGc2 ἀνὴρ Ἀργίλιος: τινὲς κύριον, τινὲς ἐθνικόν, ἀπὸ πόλεως Θρᾴκης, ὅπερ ἄμεινον ABFGc2ʃ περὶ ἀγνωμοσύνης Παυσανίου τῆς εἰς | |
5 | τοὺς ὑπηρετοῦντας αὐτῷ ABFc2 παιδικά: τὸ παιδικά ὀξυ‐ τόνως, οὐδέτερον πληθυντικόν. τοῦτο δέ τινες ἐπὶ ἀγαθοῦ ἔρωτος, τινὲς ἐπὶ αἰσχροῦ λαμβάνουσι ABFc2ʃ ἀντὶ τοῦ ἐρώ‐ μενος ABFGc2 πιστότατος ἐκείνῳ: ἐθαρρεῖτο γὰρ πιστό‐ τατος ὤν ABF πάλιν ἀφίκετο: ἐπανῆλθε. παραποιη‐ | |
10 | σάμενος (codd.): ἀντὶ τοῦ ὁμοίαν ποιησάμενος ABFGc2ʃ ὁ Ἀργίλιος Gc2 ἐκεῖνος: ὁ Παυσανίας ABFGc2ʃ ὁ Παυσανίας ἐπὰν πάλιν ζητήσῃ τὰς ἐπιστολὰς ἵνα μεταγράψῃ c1 ὑπο‐ νοήσας κτἑ.: ὡς ἂν εἰ ἔλεγεν· εὗρε τοῦτο ἀληθές, ὃ ὑπενόει γεγράφθαι ABFc2 | |
1.133.1 | Αὐτήκοοι: οἱ δι’ ἑαυτῶν λέγοντός τινος ἀκού‐ οντες Patm. ἀπὸ παρασκευῆς τοῦ ἀνθρώπου: ἀπὸ συν‐ θήματος τοῦ Ἀργιλίου ABFGc2 καλύβην: σκηνήν. δια‐ κονίαις παραβάλοιτο: ταῖς ἀγγελίαις ταῖς ἄλλαις διαβάλλοι | |
5 | ABFc2ʃ παραβόλως κατηγορήσειεν ἢ ὑπόπτως διακονήσειε. προτιμηθείη δέ: ἐν εἰρωνείᾳ τὸ προτιμηθείη λέλεκται ABFc2 τοῖς πολλοῖς: ἀντὶ τοῦ τοῖς πᾶσι ABF | |
1.134.1 | Ἀκριβῶς: ἀληθῶς. ἐποιοῦντο: ἔμελλον | |
ποιήσειν Fʃ ποιῆσαι ἐβούλοντο ABFGc2 αὐτόν: τὸν Παυ‐ σανίαν. γνῶναι: ὅτι θυμοῦ ἐπελήρωτο ABFGc2 ἐφ’ ᾧ: οὗ χάριν. ἄλλου δέ: ἐφόρου ὅστις ἦν φίλος τῷ Παυσανίᾳ | 97 | |
5 | ABFc2 δηλονότι ἀφανῶς νεύσαντος. χωρῆσαι δρόμῳ: λέ‐ γεται τὸν Παυσανίαν. | |
1.134.2 | τὸ παραυτίκα: ἤγουν κατὰ τὸ ἐνεστός. ὑστέρησαν: καθυστερίζειν Ἀττικοὺς νόει γράφειν eʃ ἐβράδυναν. ἔνδον ὄντα τηρήσαντες: ἐξῄει γὰρ εἰς τὸ | |
5 | ἱερὸν πολλάκις ABFGc2 ἀπολαβόντες ἔσω: μονώσαντες, περιείρξαντες. ἀπῳκοδόμησαν: τειχίσαντες τὰς θύρας ἀπ‐ έφραξαν. ʃ φασὶν ὅτι, ἡνίκα ἔφραξαν κατ’ αὐτοῦ τὸ οἴκημα, ἡ μήτηρ αὐτοῦ Ἀλκιθέα πρώτη λίθον ἐπέθηκε· τοιαῦται γὰρ αἱ Λακωνικαὶ γυναῖκες. τεκμήριον δὲ τοῦτο τοῦ μισοτυράν‐ | |
10 | νους εἶναι τοὺς Λάκωνας ABFGc2 | |
1.134.3 | ἐξάγουσιν: ἵνα δῆθεν μὴ ἀσεβήσωσιν. ἑτέρῳ δὲ τρόπῳ ἠσέβησαν, ἐν ἱερῷ αὐτὸν πολιορκήσαντες ABFGc2 | |
1.134.4 | ἐμέλλησαν: ἐσκόπησαν, ἐβουλεύ‐ σαντο, ἐγγὺς ἐγένοντο ABFGc2ʃ (ἐμέλισαν) σημείωσαι ἐμελο‐ κόπησαν, εἰς δύο ἔτεμον c1 ἐς τὸν Κεάδαν: ὁ Κεάδας τό‐ πος ὀρωρυγμένος ἐν Λακωνικῇ, ὅπου τοὺς κακούργους εἰώ‐ | |
5 | θασι ῥίπτειν ABFGc2ʃ Κεάδας τόπος τις παρὰ Λακεδαιμονίοις, εἰς ὃν ἐνέβαλλον τοὺς κακούργους, ὡς Ἀθηναῖοι εἰς τὸ βάρα‐ θρον Patm. ʃ ἐμβαλεῖν δηλονότι. ἐσβάλλειν: εἰώθεισαν B πλησίον που: τοῦ Κεάδου ABGc2 ὁ ἐν Δελφοῖς: ὁ Ἀπόλ‐ λων. τόν τε τάφον: τάφον τὸ σῶμα λέγει ABFc2ʃ τὸ σῶμα | |
10 | ἢ τὴν ταφήν G ἐν τῷ προτεμενίσματι: ἐν τῷ πρὸ τοῦ ἱεροῦ προαστείῳ Fʃ ὁ πρὸ τοῦ ἱεροῦ καὶ τοῦ τεμένους τόπος Patm. ʃ ἐν τῷ προπυλαίῳ. δύο σώματα κτἑ.: τουτέστι δύο ἐφό‐ ρους ἀποθανεῖν ἀντ’ αὐτοῦ· οἱ δὲ ἐσοφίσαντο τοὺς ἀνδρι‐ άντας ABFGc2 ἀνδριάντας δύο κτἑ.: ἀνθ’ ἑνὸς σώματος | |
15 | τοῦ Παυσανίου δύο στήλας τοῦ Παυσανίου ἀνέθηκαν. | 98 |
1.135.2 | Τοῦ δὲ μηδισμοῦ τοῦ Παυσανίου κτἑ.: παρέκβασις, διὰ τὸ ἀκόλουθα εἶναι ταῦτα τῷ κατὰ Παυσανίαν· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ ἄγος συμβάλλεται ABFGc2 | |
1.135.3 | ὠστρα‐ κισμένος: διὰ τὸ φρόνημα, ὃ εἶχεν ὁ Θεμιστοκλῆς περὶ τῆς Σαλαμῖνος, ἐξωστρακίσθη ὑπὸ Ἀθηναίων, ἵνα τὸ φρόνημα αὐτοῦ καθέλωσιν ABFGc2 εἴρητο: ἐνετέταλτο. | |
1.136.1 | Φεύγει: φυγὴ Θεμιστοκλέους C ὢν αὐτῶν εὐεργέτης: ἐπειδὴ γὰρ οὐ συνεμάχησαν οἱ Κερκυραῖοι τῇ Ἑλλάδι κατὰ τοῦ βαρβάρου, ἀλλὰ ἐσοφίσαντο, ἔμελλον αὐτοὺς ἀνελεῖν οἱ πολεμήσαντες. ὁ δὲ Θεμιστοκλῆς ἐκώλυσε λέγων | |
5 | ὅτι, εἰ τοῦτο γένηται καὶ τὰς μὴ συμμαχησάσας πόλεις ἀν‐ έλωμεν, μεῖζον πάθος ἔσται τῇ Ἑλλάδι ἤπερ εἰ ὁ Πέρσης αὐτῆς κυριεύσας ἐπεξῆλθε. καὶ διὰ τοῦτο ἦν εὐεργέτης ABFGc2 ἀπέχθεσθαι: ἐχθρὸς γενέσθαι. διακομίζεται: ἄγεται. ἐς τὴν ἤπειρον τὴν καταντικρύ: τὴν Θεσπρωτίδα ABFGc2 | |
1.136.2 | πύστιν: φήμην. οὐ φίλον: πέμψαντος γάρ ποτε Ἀδμήτου Ἀθήναζε περὶ συμμαχίας αἰτήσεως ὁ Θεμιστοκλῆς ἀνέπεισε τὴν πόλιν μὴ δοῦναι αὐτῷ βοήθειαν, καὶ διὰ τοῦτο οὐκ ἦν αὐτῷ φίλος ABFGc2 καταλῦσαι: καταλῦσαι κυρίως | |
5 | ἐπὶ τῶν ὀχουμένων ἐπὶ ἅρματος, κατάγεσθαι δὲ ἐπὶ νεώς ABFGc2 | |
1.136.3 | ἐπὶ τὴν ἑστίαν: ἔνθα τὸ πῦρ ἀνάπτεται εἰς τιμὴν θεοῦ τινος ABFGc2 | |
1.136.4 | οὐκ ἀξιοῖ: οὐκ ἄξιον νομίζει εἶναι τοῦ Ἀδμήτου ABFGc2 αὐτός: ὁ Θεμιστοκλῆς Ac1 αὐτῷ: τῷ Ἀδμήτῳ c1 ὑπ’ ἐκείνου: τοῦ Ἀδμήτου. τὸ δὲ ἑξῆς· ὑπὸ πολλῷ ἐκείνου ἀσθενεστέρου. πᾶς γὰρ ὁ τυχὼν τὸν δυσ‐ | |
5 | τυχοῦντα δύναται τιμωρεῖσθαι ABFGc2 αὐτός: ὁ Θεμιστο‐ κλῆς BFGc1 ἐκείνῳ: τῷ Ἀδμήτῳ ABFGc2 χρείας τινὸς | |
κτἑ.: χρείας τινὸς ἔξωθεν καὶ οὐχὶ περὶ ζωῆς καὶ θανάτου ABFGc2 ἐκεῖνον: τὸν Ἄδμητον FGc2 αὐτόν: τὸν Θεμιστο‐ κλέα ABFGc2 ἐφ’ ᾧ: οὗ ἕνεκα. ἀποστερῆσαι: ἀπὸ κοινοῦ | 99 | |
10 | τὸ οὐκ ἀξιοῖ ABFc2 | |
1.137.1 | Ὥσπερ καὶ ἔχων κτἑ.: αὐτῷ τῷ σχήματι ABFc2 πολλὰ εἰποῦσιν: ἀντὶ τοῦ ἀπειλήσασιν ABFGc2 ἐς Πύδναν: ἕως τῆς Πύδνης. τὴν Ἀλεξάνδρου: πόλιν δηλονότι, τοῦ Φιλέλληνος. | |
1.137.2 | καταφέρεται κτἑ.: ἄλλο δυσ‐ τύχημα Θεμιστοκλέους ABFGc2 ἐπολιόρκει Νάξον: διὰ τὴν ἀποστασίαν αὐτῆς ABFGc2 δι’ ἃ φεύγει: ὅτι καὶ αὐτὸν φήσει συνειδότα ἐπὶ προδοσίᾳ φεύγειν τὸν Θεμιστοκλέα ABFGc2 | |
5 | ἀπομνήσεσθαι (codd.): ἀποδοῦναι μνησθέντα. ἀποσα‐ λεύσας: ἀποφυγὼν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλήσας, τουτ‐ έστι τῷ ἀλιμένῳ τόπῳ, ἔνθα σάλος γίνεται ABFc2 | |
1.137.4 | Θε‐ μιστοκλῆς ἥκω: ἐπιστολὴ Θεμιστοκλέους ABFc2 ʃ λείπει ἐν τοῖς τοιούτοις ἡ ὤν μετοχή, ἵν’ ᾖ οὕτως· Θεμιστοκλῆς ὤν. καὶ (Eurip. Bacch. 1), ἥκω Διὸς παῖς ὤν ABFc2ʃ Θεμιστο‐ | |
5 | κλῆς ὢν ἢ ἐγὼ ὁ Θεμιστοκλῆς G πλείῳ ἀγαθά: εἴργασμαι δηλονότι. ἐν τῷ ἀσφαλεῖ μὲν ἐμοί: τὰ πράγματα ἦσαν δηλονότι. ἡ ἀποκομιδή: ἡ ὑποστροφή. εὐεργεσία: ἀντί‐ χαρις. γράψας κτἑ.: ταῦτα κεῖται παρ’ Ἡροδότῳ (VIII 110) ἀκολούθως, ὡς ἐπράχθη ABFc2 δι’ αὐτόν: τὸν Πέρσην. | |
10 | ἐπισχών: ἐπιμείνας F | |
1.138.1 | Αὐτοῦ τὴν διάνοιαν: ὅτι εἶπεν, ἐπειδὴ ἴσχυσε, μηχανῇ τινι σῶσαι τὸν πατέρα αὐτοῦ ABFGc2ʃ τὴν γνῶσιν. ὃν ἐπέσχε: ἐσκόπει γάρ, εἴ πως αὐτὸν ἐν τῷ μεταξὺ ἀνακαλέσοιντο οἱ Ἀθηναῖοι ABFc2ʃ ἑαυτὸν δηλονότι. τῶν | |
5 | ἐπιτηδευμάτων: τῶν ἐθῶν. | |
1.138.2 | αὐτῷ: τῷ Πέρσῃ. ὅσος οὐδείς πω Ἑλλήνων: Ἱστιαῖος καὶ Ἱππίας καὶ Δημάρητος καὶ οἱ ἄλλοι ABFGc2 τοῦ Ἑλληνικοῦ: ἔθνους δηλονότι. | |
ὑπετίθει αὐτῷ: ὑπέβαλλε τῷ Πέρσῃ. διδούς: ἀντὶ τοῦ | 100 | |
5 | διδόναι. | |
1.138.3 | ἦν γὰρ ὁ Θεμιστοκλῆς κτἑ.: ἐγκώμιον Θεμι‐ στοκλέους ABFGc2 φύσεως ἰσχύν: τῆς κοινῆς τῶν ἀνθρώ‐ πων, ὅσον δύναται ABFGc2 ἐς αὐτό: εἰς τὴν φύσιν ABFGc2ʃ εἰς τὴν ἰσχὺν τῆς φύσεως. θαυμάσαι: ἀντὶ τοῦ θαυμασθῆ‐ | |
5 | ναι ABFc2ʃ τινὰ αὐτοῦ G οἰκείᾳ: φυσικῇ. οἰκείᾳ γὰρ ξυνέσει: ἄνευ μαθήσεως τὴν ξύνεσιν ABFc2 οὔτε προ‐ μαθὼν ἐς αὐτὴν οὐδέν: οὔτε ἀπὸ προμαθήσεως ἀγαγών τι ἐς αὐτήν, ἤτοι τὴν ἰσχὺν τῆς φύσεως. τῶν τε παρα‐ χρῆμα: τῶν παραπιπτόντων. γνώμων: κριτής Gc2 ἐπὶ | |
10 | πλεῖστον: καλῶς τὸ ἐπὶ πλεῖστον· θεοῦ γὰρ μόνου τὸ πάντα εἰδέναι ABFGc2 οἷός τε: ἦν δηλονότι. ὧν δ’ ἄπειρος εἴη κτἑ.: οἷον· καὶ ἐν τούτοις τοῖς ἀγνώστοις οὐ διημάρτανε τῆς κρίσεως. τό τε ἄμεινον ἢ χεῖρον: ὡς ἐδήλωσε καὶ ἐπὶ τῶν νεῶν τῆς κτίσεως καὶ ἐπὶ τῆς Σαλαμῖνος καὶ ἀλλαχοῦ ABFGc2ʃ | |
15 | τὸ συνοῖσον ἢ τὸ βλαπτικόν. μάλιστα: τῶν ἄλλων δηλον‐ ότι. αὐτοσχεδιάζειν: ἑτοίμως λέγειν. | |
1.138.4 | τελευτὴ Θεμι‐ στοκλέους c2 φαρμάκῳ ἀποθανεῖν αὐτόν: αἷμα γὰρ ταύ‐ ρειον πιὼν ἀπέθανεν ABFGc2 ἀδύνατον νομίσαντα κτἑ.: τοὺς μακροὺς ἐπαίνους ἐν τούτοις ἀνέτρεψας, Θουκυδίδη, | |
5 | ἄφρονος ἔργον ἀνδρὸς δεδρακέναι δείξας. εἰ γὰρ τὸ μέλλον, ὡς ἔφης, προέβλεπεν ὁ Θεμιστοκλῆς, πῶς ἃ μὴ ἦν δυνατὸς τελέσαι ὑπέσχετο, μὴ προγνοὺς ὡς ἡ τῶν Ἑλλήνων ἰσχὺς ἀκαταγώνιστος ἦν ἐκ τῶν προλαβόντων; | |
1.138.5 | τῇ Ἀσιανῇ: δύο γάρ εἰσι Μαγνησίαι, Θεσσαλὴ καὶ Ἀσιανή ABFc2ʃ ἔστι γὰρ καὶ Θεσσαλική (?) G Μυοῦντα: πόλις Καρίας ὁ Μυοῦς ABFGc2 | |
1.138.6 | τὰ μὲν κατὰ Παυσανίαν κτἑ.: ὥσπερ σχετλι‐ άζων καὶ ἀνοιμώζων ταῦτά φησιν ὁ συγγραφεύς ABFGc2 | |
1.139.1 | Περὶ τῶν ἐναγῶν τῆς ἐλάσεως: καὶ ἄλλας γὰρ ἐποιήσαντο, [τὸ] ἀπελάσαι τοὺς ἐννέα ἄρχοντας ABFGc2 ψήφισμα: ὃ ἔγραψε Περικλῆς ABFGc2 ἐν ᾧ: ψηφίσματι g αὐτούς: τοὺς Μεγαρεῖς G τοῖς λιμέσι: οὐ τοῦ Πειραιῶς | |
5 | μόνον, ἀλλὰ παντὸς λιμένος ὧν ἦρχον οἱ Ἀθηναῖοι ABFGc2 | 101 |
1.139.2 | ὑπήκουον: τοῖς Λακεδαιμονίοις. ἐπικαλοῦντες: ἰδίως εἶπε νῦν ἀντὶ τοῦ ἐγκαλοῦντες ABFc2 ἐπεργασίαν (ἐπ’ ἐργ.): περιττὴ ἡ ἐπί πρόθεσις ABFc2 τῆς γῆς τῆς ἱερᾶς: τὴν γῆν λέγει τὴν μεταξὺ Μεγάρων καὶ τῆς Ἀττικῆς, ἥντινα | |
5 | ἀνέθεσαν ταῖς Ἐλευσινίαις θεαῖς. τὴν αὐτὴν δὲ λέγει καὶ ἀόριστον. ἀόριστος δέ ἐστιν ἡ μὴ ἔχουσα ὅρους μηδὲ σπειρο‐ μένη· ἡ γὰρ σπειρομένη ὅρους ἔχει, ἅτε οὖσα μεμερισμένη ἕως οὗ ἐστιν ἑκάστου τὸ δίκαιον τῆς διακρατήσεως ABFGc2 τῆς ἀορίστου: τῆς πολλῆς. ἀνδραπόδων ὑποδοχήν: ὡς ὅτι | |
10 | δούλους αὐτῶν ἀποφεύγοντας ἐδέχοντο ABFc2 | |
1.139.3 | λεγόντων ἄλλο μὲν οὐδέν: οἷον περὶ Ποτιδαίας καὶ τῶν ἄλλων ABFGc2 γνώμας: βουλάς. ἅπαξ: παντελῶς A | |
1.139.4 | ὡς μὴ ἐμπόδιον εἶναι τὸ ψήφισμα: τὸ ψήφισμα οὐ τὸ Μεγαρέων, ἀλλὰ τὸ μὴ εἶναι αὐτονόμους τοὺς Ἕλληνας ABFc2 καθελεῖν: τὸν πόλεμον ABFc2 | |
1.140.1 | Τῆς μὲν γνώμης κτἑ.: δημηγορία Περικλέους θʹ ABCFG ὀργῇ: διανοίᾳ, τρόπῳ, σκοπῷ ABFGc2 ἀναπει‐ θομένους: περιττὴ ἡ ἀνά· τουτέστι πειθομένους ABFc2 πρὸς δὲ τὰς ξυμφοράς: πρὸς τὰ συμβαίνοντα ABFGc2 τρε‐ | |
5 | πομένους: μεταβαλλομένους. τοῖς κοινῇ δόξασιν ... βοηθεῖν: καὶ μὴ ἐκ τοῦ ἐναντίου ἀπολιγωρεῖν τὸν πόλεμον μηδὲ τὸν συμβουλεύσαντα αἰτιᾶσθαι ABFGc2 ἢ μηδὲ κατ‐ ορθοῦντας: ἀντὶ τοῦ ἢ μηδὲ κατορθούντων· ἀντίπτωσις γάρ ABFc2 ἐνδέχεται γὰρ κτἑ.: κατασκευή ABFGc2 τὰς ξυμ‐ | |
10 | φοράς: τὰς ἀποβάσεις. ἀμαθῶς: ἐσφαλμένως. | |
1.140.2 | πρό‐ τερον: ὅτε ἐκώλυον τὸ τεῖχος γενέσθαι ABFGc2 εἰρημένον: ἐν ταῖς σπονδαῖς ταῖς τριακοντούτεσι ABFGc2ʃ ὑπεσχημένου | |
ὄντος τοῦ πράγματος. τῶν διαφορῶν: τῶν ὑποθέσεων ἐξ | 102 | |
5 | ὧν διάφορα φρονοῦμεν. δέχονται: λύειν τὰ διάφορα ταῖς δίκαις. βούλονται δὲ πολέμῳ μᾶλλον κτἑ.: τυραννικῶς ABFGc2 λόγοις: διαδικασίαις. | |
1.140.3 | καθαιρεῖν: ἀκυροῦν. | |
1.140.4 | προύχονται: προβάλλονται ABFGc2 αἰτίαν ὑπολίπησθε: ἀντὶ τοῦ αἰτιάσησθε ABFGc2 | |
1.140.5 | πεῖραν τῆς γνώμης: εἴτε φοβούμεθα Λακεδαιμονίους εἴτε καὶ μή ABFGc2 οἷς: τοῖς Λακεδαιμονίοις. τοῦτο: τὸ καθελεῖν τὸ Μεγαρέων πινάκιον. ἀπισχυρισάμενοι: ἀπ’ ἰσχυροῦ ποιησάμενοι Fʃ ἰσχυρῶς | |
5 | ἀπαγορεύσαντες. προσφέρεσθαι: ὁμιλεῖν. | |
1.141.1 | Ὑπακούειν: πάντοτε, ὁσάκις ἂν κελευώμεθα ABFc2 βλαβῆναι: ἐκ τῆς φύσεως τοῦ πράγματος. ἢ εἰ πολεμήσομεν κτἑ.: ἀπὸ κοινοῦ τὸ διανοήθητε ABFc2 ξὺν φόβῳ: ἐὰν γὰρ ὑπακούσωμεν αὐτοῖς, φησίν, ἐν τούτῳ, λοι‐ | |
5 | πὸν καὶ περὶ τῶν ἄλλων δεδοίκαμεν ABFGc2 δικαίωσις: κέλευσις, πρόσταξις ABFc2ʃ αὐθεντία c1ʃ τὸ δικαιοῦν διὰ μικρὰν πρόφασιν μὴ δέχεσθαι πόλεμον. πρὸ δίκης: πρὸ τοῦ δικάσασθαι ABFGc2 | |
1.141.2 | οὐκ ἀσθενέστερα ἕξομεν: οὐκ ἀσθενεστέρως διακεισόμεθα. | |
1.141.3 | αὐτουργοί: δι’ ἑαυτῶν τὴν γῆν ἐργαζόμενοι, σπάνει δούλων ABFGc2 ἄπειροι: ἀδίδα‐ κτοι. ὑπὸ πενίας: τῶν πόλεων δηλονότι. | |
1.141.4 | πληροῦντες (codd.): ἀνδρῶν δηλονότι. ἀπὸ τῶν αὐτῶν (codd.): ἐξ ὧν ἔχουσιν. θαλάσσης εἰργόμενοι: θαλασσοκράτορες γὰρ οἱ Ἀθηναῖοι ABFGc2 | |
1.141.5 | αἱ βίαιοι ἐσφοραί: οἱ γὰρ Λακεδαιμόνιοι, ἅτε πένητες, βιαίως εἰσέφερον ABFGc2 ἀν‐ έχουσι: βαστάζουσι cʃ σώζουσι Gʃ αὐξάνουσι. τὸ μέν: τὸ τῶν σωμάτων, ὡς σώσοντες αὐτὰ ἐκ τῶν πολέμων. δεῖ δὲ | |
5 | ὑποστίξαι εἰς τὸ μέν ABFGc2 πιστόν: βέβαιον. τὸ δέ: τὸ τῶν χρημάτων οὐκ ἔστι, φησί, βέβαιον, ὅπως μὴ δαπανηθῶσι ABFGc2 μὴ οὐ προαναλώσειν: σημείωσαι· μὴ προανα‐ | |
λώσειν τὰ χρήματα πρὸ τοῦ πολέμου τὸ βέβαιον οὐκ ἔχουσιν. οἱ δ’ αὐτουργοὶ τοῦ πολέμου τὸ πιστὸν ἔχουσιν ὅτι περιγενή‐ | 103 | |
10 | σονται, διότι τοῖς κινδύνοις ὑπομένειν ἐμελέτησαν c1 | |
1.141.6 | πο‐ λεμεῖν δὲ κτἑ.: καθὸ μόνοις τοῖς σώμασι θαρσοῦσιν, οἱ δὲ Ἀθηναῖοι πρὸς τοῖς σώμασι καὶ τοῖς χρήμασιν ABFGc2 ἀντι‐ παρασκευήν: ἀνθόπλισιν. μήτε βουλευτηρίῳ ἑνὶ χρώ‐ | |
5 | μενοι: αὐτόνομοι γὰρ πάντες ABFGc2 οὐχ ὁμόφυλοι: οἱ μὲν γὰρ Δωριεῖς, οἱ δὲ Αἰολεῖς, οἱ δὲ Βοιωτοί ABFGc2 | |
1.141.7 | τὰ οἰκεῖα φθεῖραι: ἐκ τοῦ πολεμεῖν τῇ ἀπουσίᾳ ʃ ἰστέον ὅτι τὴν τῆς δημοκρατίας διαβολὴν πᾶσαν ἐνταῦθα ἔθηκε ABFGc2 χρόνιοι: διὰ χρόνου πολλοῦ. μορίῳ: μορίῳ ἡμέρας βουλεύ‐ | |
5 | ονται. βλάψειν: τὰ κοινά ABFG | |
1.142.1 | Κωλύσονται: ἀντὶ τοῦ κωλυθήσονται ABFc2 σχολῇ: βραδέως. διαμέλλωσι: βραδύνωσι. οὐ μενετοί: οὐ μένουσι, φησίν, ἀλλ’ εἰσὶν ὀξεῖς ABFGc2 | |
1.142.2 | ἡ ἐπιτεί‐ χισις: ἐπιτείχισίς ἐστι τὸ πόλιν τινὰ ἑτέραν πλησίον ἄλλης τειχίσαι διὰ τὸ φρουρεῖν καὶ λυμαίνεσθαι τὴν γῆν ABFGc2 | |
1.142.3 | τὴν μέν: τὴν ἐπιτείχισιν ABFG ἀντίπαλον: ἀντίπαλος ἴσος Patm. ἐκείνοις ἡμῶν ἀντεπιτετειχισμένων: δυ‐ νατῶν ὄντων ἡμῶν ἀντεπιτειχίσαι ἐκείνοις. | |
1.142.4 | καταδρομαῖς: ἐφόδοις. αὐτομολίαις: δεχόμενοι τοὺς αὐτομόλους δούλους ABFGc2 | |
1.142.7 | ἀπὸ τῶν Μηδικῶν: ἀλλὰ δηλονότι καὶ πρὸ τῶν Μηδικῶν ABFc2 | |
1.142.8 | ἐν τῷ μὴ μελετῶντι: ἀντὶ τοῦ ἐν τῷ μὴ μελετᾶν ABFc2 | |
1.142.9 | ὥσπερ καὶ ἄλλο τι: ἢ ἐπιτήδευμα ἢ πρᾶγμα ABFc2 ἐκείνῳ: τῷ ναυτικῷ. | |
1.143.1 | Εἴ τε καὶ κινήσαντες κτἑ.: τοῦτό φησιν, ὅτι οὐ δεινόν, εἰ Λακεδαιμόνιοι μισθῷ μείζονι ἀπὸ τῶν Ὀλυμ‐ πίασιν ἢ Δελφοῖς χρημάτων ἐπειρῶντο ὑποκλέπτειν τοὺς ἡμε‐ τέρους συμμάχους· τοὐναντίον γὰρ ἂν ἦν δεινόν, εἰ πρὸς | |
5 | ἄλλους μετὰ τῶν ἡμετέρων μετοίκων εἰσέβαλλον, μὴ ὄντων | |
ἡμῶν ἀντιπάλων. βούλεται δὲ διὰ τούτων δεῖξαι ὅτι οἱ Λακε‐ δαιμόνιοι μεθ’ ἡμῶν μὲν ἢ μετὰ τῶν ἡμετέρων συμμάχων ἰσχυροί εἰσι, καὶ δεινὸν ἔνθα εἰσβάλλοιεν· μόνοι δὲ αὐτοὶ μετὰ τῶν ἰδίων συμμάχων ἀδύνατοι, μήτε ναυτικὸν ἔχοντες μήτε | 104 | |
10 | πολέμων ἐμπειρίαν. νῦν δὲ τοῦτο ἡμῶν ὄντων, ἤγουν ἀντι‐ πάλων, οἷον κυβερνήτας ἔχομεν πολίτας καὶ τὴν ναυτικὴν ἐμπειρίαν, ὡς δὲ καὶ πολεμικήν, οὐ δεινόν, εἰ Λακεδαιμόνιοι καθ’ ἡμῶν ἥκοιεν. μὴ ὄντων κτἑ.: τῶν Λακεδαιμονίων μὴ ὄντων, καὶ αὐτῶν ναυτικῶν ὄντων ABFc2 δεινὸν ἂν ἦν: | |
15 | εἰ ἦν αὐτοῖς, φησί, κατ’ ἄλλων ὁ πόλεμος, μὴ καθ’ ἡμῶν, οἳ καὶ πολίτας ἔχομεν κυβερνήτας, δεινὸν ἂν ἦν ἐκείνοις τὸ τοὺς Λακεδαιμονίους λαβεῖν τοὺς ἡμετέρους ξυμμάχους· νῦν δὲ καθ’ ἡμῶν ὄντος αὐτοῖς τοῦ πολέμου, οὐκ ἔστιν ἡμῖν τοῦτο δεινόν. τὸ δὲ εἰσβάντων αὐτῶν τε καὶ τῶν μετοίκων περὶ | |
20 | Λακεδαιμονίων λέγει, ὅτι ἔμελλον δεινοὶ εἶναι ἐκείνοις, εἰσ‐ βάντες κατ’ αὐτῶν μετὰ τῶν ἡμετέρων ἀποίκων, οὓς ὑπο‐ κλέπτουσιν ἐξ ἡμῶν. ἄλλοι δὲ οὕτω φασίν, ὅτι δεινὸν ἡμῖν ἔμελλεν εἶναι τοῦτο, ὑποκλέπτειν τοὺς παρ’ ἡμῖν ξένους τῶν ναυτῶν, εἰ μὴ ἱκανοὶ ἦμεν ἡμεῖς, καὶ οἱ μέτοικοι ἐλθεῖν κατ’ | |
25 | αὐτῶν καὶ ἐκτὸς τῶν ξένων. νῦν δὲ οὐκ ἔστιν ἡμῖν τοῦτο δεινόν, ἐπειδὴ ἱκανοί ἐσμεν καὶ χωρὶς τῶν ξένων ἐλθεῖν κατ’ αὐτῶν μετὰ τῶν μετοίκων ἡμῶν, τουτέστιν Ἰώνων ABFc2 τόδε: τὸ ἀντιπάλους ἡμᾶς αὐτοὺς μετὰ τῶν μετοίκων εἶναι αὐτοῖς ABFc2 | |
1.143.2 | οὐδεὶς ἂν δέξαιτο κτἑ.: οὐδεὶς ἄν, φησί, θελή‐ σειε ξένος τὴν πατρίδα φεύγειν καὶ μετὰ τῶν ἀσθενεστέρων, τουτέστι Λακεδαιμονίων, ἀγωνίζεσθαι διὰ μισθὸν ὀλιγήμερον. τὸ δὲ τὴν πατρίδα φεύγειν δηλοῖ ὅτι σύμμαχοι καὶ ὑπήκοοί | |
5 | εἰσιν αὐτῶν. καὶ δῆλον ὅτι, ἐὰν τοῖς Λακεδαιμονίοις διὰ μεί‐ ζονα μισθὸν προσχωρήσωσι, διωχθήσονται ὑπὸ τῶν ἀστῶν | |
ἕκαστος βιαζόμενος πολιορκουμένων ὑπὸ Ἀθηναίων διὰ τὴν ἀπόστασιν τῶν ναυτῶν ABFGc2 τήν τε αὐτοῦ: κατοικίαν. τῆς ἥσσονος: ἥσσονες γὰρ τὰ θαλάσσια οἱ Λάκωνες ABFGc2 | 105 | |
1.143.4 | ἤν τε: ὁ τε περισσός ABc2 οὐκέτι ἐκ τοῦ ὁμοίου ἔσται κτἑ.: πλέον, φησί, βλαβήσονται μέρους τῆς Πελοποννήσου δῃωθέντος ἤπερ ὅλη ἡ Ἀττική. κατὰ πολὺ γὰρ μείζων ἡ Πελοπόννησος ABFGc2 τὸ τῆς θαλάσσης κράτος: ὅπερ | |
5 | ἔχομεν δηλονότι ABFGc2 | |
1.143.5 | εἰ γὰρ ἦμεν νησιῶται: δηλον‐ ότι ἡμεῖς BF τίνες ἂν ἀληπτότεροι ἦσαν: δηλονότι 〈ἢ〉 ἡμεῖς· οὐ γὰρ ἔχουσιν οἱ Λακεδαιμόνιοι ναῦς. χρὴ οὖν ἡγή‐ σασθαι ἡμᾶς νησιώτας καὶ ὡς νῆσον τὴν πόλιν οἰκεῖν, τῶν | |
5 | ἀγρῶν μὴ φροντίζοντας ABFGc2 οἰκίας: τὰς ἐν τοῖς προ‐ αστείοις ABFGc2 αὖθις: εἰς τὸ μέλλον. ἡσυχάσουσι: οἱ Λακεδαιμόνιοι. ὀλόφυρσιν: θρῆνον, λύπην FGc2 ποι‐ εῖσθαι: χρὴ δηλονότι. τῶν σωμάτων: τῶν ἀνδρῶν FG τάδε: τὰ κτήματα. οὐχ ὑπακούσεσθε: οὐχ ὑπείξετε. | |
1.144.1 | Πολλὰ δὲ καὶ ἄλλα κτἑ.: ἐντεῦθεν οἱ ἐπί‐ λογοι ABFc2 ἀρχήν τε μὴ ἐπικτᾶσθαι: αἰνίττεται Σικελίαν καὶ Ἰταλίαν, ἧς ἐπεθύμουν κρατῆσαι ABFGc2 διανοίας: ἐπιβουλάς. | |
1.144.2 | ἐκεῖνα: τὰ περὶ Σικελίας BFGc2 ἢν καὶ Λακεδαιμόνιοι ξενηλασίας μὴ ποιῶσι: ἀδύνατον αὐτοῖς ἀντέθηκεν, ὅπερ ἐκεῖνοι ποιεῖν οὐκ ἠνέσχοντο ABFGc2ʃ τὸ τοὺς ξένους ἐλαύνειν Patm. ἐκεῖνο: τὸ περὶ Μεγαρέων | |
5 | ψήφισμα ABFGc2 τόδε: τὸ ξενηλατεῖν ABFGc2 τοῖς Λακε‐ δαιμονίοις: οἶμαι τὸ τοῖς Λακεδαιμονίοις ἁμάρτημα τοῦ γραφέως ἐνθέντος τῷ κειμένῳ, ὅπερ ἦν ἑρμηνεία τοῦ σφίσι ἔξωθέν τινι πρότερον ἐπιτεθεῖσα. ἐπιτηδείως: ὀλιγαρχι‐ κῶς ABF | |
1.144.3 | πολεμεῖν: ἡμᾶς δηλονότι. ἔκ τε τῶν μεγί‐ στων κινδύνων ὅτι κτἑ.: ἀπὸ κοινοῦ τὸ εἰδέναι χρή ABFGc2 | |
1.144.4 | ὑποστάντες: δεξάμενοι. οὐκ ἀπὸ τοσῶνδε: οὐκ ἀπὸ | |
τοσαύτης παρασκευῆς, ἀλλὰ ἐλάσσονος BFGc2 γνώμῃ: συν‐ έσει, φρονήσει ABFGc2 γνώμῃ τε πλέονι ἢ τύχῃ κτἑ.: ἐπὶ πλέον ἐνταῦθα τῶν ἄλλων ἡ Γοργίειος ἐλήφθη παρίσωσις, | 106 | |
5 | καὶ ἔστιν οὐκ ἄχαρις διὰ τὴν ταχεῖαν πλοκὴν τοῦ ὀνόματος. | |
1.144.5 | ὧν: τῶν πατέρων. ἐπιγιγνομένοις: παισὶν ἡμῶν δηλονότι. | |
1.145.1 | Γνώμῃ: βουλῇ. ἔφρασε: ἡρμήνευσεν. τὸ ξύμ‐ παν: τὸ κεφάλαιον ABFGc2 ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ: ἐξ ἰσο‐ τιμίας καὶ οὐχὶ κελευόμενοι FGc2 οἱ μέν: οἱ Λακεδαιμόνιοι. | |
1.146.1 | Ἐν αὐταῖς: ταῖς αἰτίαις καὶ διαφοραῖς ABFGc2 ἀκηρύκτως: ἄνευ κηρυκείου, ὡς πρὸς φίλους δῆθεν. οἱ γὰρ πρὸς ἐχθροὺς ἀπιόντες ἀσφαλείας ἕνεκεν, ὁσάκις ἠβούλοντο, μετὰ κηρυκείου ἀπῄεσαν, οὓς ἀνόσιον ἡγοῦντο καὶ ἀσεβὲς | |
5 | κακουργεῖν ABFGc2 | |
2.1.1 | ἐνθένδε: ἀπὸ τῆσδε τῆς αἰτίας. ʃ ..... ἐστὶν ὁ[μοίως κα]ὶ τὸ ἔνθα O ἐν ᾧ: πολέμῳ. ʃ ἀντὶ τοῦ ἐξ οὗ καὶ ἀφ’ οὗ ABFc2 ἐπεμείγνυντο: ἐπιμιξίαν εἶχον. ἀκη‐ ρυκτὶ: ἄνευ κυρυκίου ὥστε ἐχθροί BFc2ʃ ἄνευ κηρυκείου | |
5 | μᾶλλον καὶ προκαταγγέλσεως. παρ’ ἀλλήλους: ἀντὶ το]ῦ πρὸς ἀλλή[λους] συνή[θει λέξε]ι Oʃ παρ’ ἀλλήλους ἐρχόμενοι. καταστάντες: ἀρχὴν τοῦ πολέμου ποιήσαντες. κατὰ θέρος καὶ χειμῶνα: Διονύσιος [ὁ] Ἁλικαρνασσεὺς ἐν τῷ περὶ Θου‐ κυδίδο[υ] συντάγματι περὶ οὐ πολλῶν μ[έ]μφεται τὸν Θου‐ | |
10 | κυδίδην, τὰ δ’ ἀν[ω]τάτω τρία κεφάλαια διέξεισιν, ὅ[τι] τε οὐκ ἄρχοντας καὶ Ὀλυμπιάδα[ς ὡ]ς οἱ λοιποὶ προτέθεικε τῶν χ[ρόνω]ν ἀλλ’ ἰδίως θέρη καὶ χει[μῶν]ας, καὶ ὅτι διέσπακε καὶ διῄ[ρηκ]ε τὴν ἱστορίαν καὶ συγκό[πτει] τὰ πράγματα οὐκ ἀπα[ρ]τίζω[ν τ]ὰ[ς] περὶ ἑκάστων διηγ[ή]σεις ἀ[λλ]ὰ ἀπ’ ἄλ‐ | |
15 | λων ἐπ’ ἄλλα τρεπόμενος πρ[ὶ]ν τελειῶσαι, καὶ ὅτι τὴν ἀληθῆ τοῦ πολέμου αἰτίαν εἰπὼν ὡς σφόδρα αὐτὸς ἐξητακώς, ὅτι δι’ εὐλάβειαν τῆς ἰσχύος τῶν Ἀθηναίων ἐπολέμησαν αὐτοῖς οἱ Λακεδαιμόνιοι, οὐ μὰ Δία διὰ τὰ Κορκυραϊκὰ ἢ Ποτειδαιατικὰ καὶ τὰς παρὰ τοῖς πολλοῖς λεγομένας αἰτίας, ὅμως οὐκ ἀπὸ | 107 |
20 | τούτων ὧν ἔκρινεν αὐτὸς διηγεῖται ἐκ[ε]ῖθεν ἀρξάμενος ἀφ’ οἵων πραγμάτων μετὰ τὰ Περσικὰ ηὐξήθησαν οἱ Ἀθηναῖοι, ἀλλὰ πάλιν ἐπὶ τὰς κοινὰς αἰτίας τρέπεται. τοιαῦτα μὲν ὁ Διονύσιος· εἰκότως δ’ ἄν τις πρὸς αὐτὸν προπετῶς οὕτως [μεμφόμενον ἀντεγκαλέ]σε[ι]εν [ὅ]τι ..............τοσο | |
25 | ......ε.. τ............ τῶν πραγμάτων ς.............ν λογισμὸν ὃς καὶ α............νος παρέδωκεν ε............αν. ἡ γὰρ κατὰ ἄρχ[οντας διάθεσις] καὶ κατ’ Ὀλυμπιάδ[ας οὔπω ἐγεγόνει] ἐν πλάτει καὶ οὐκ .............ν οὐδ’ ὡς Ἡρό‐ δοτ[ος ...........]υτοῦ συνεχῶς τ.................υς | |
30 | ποικίλον ..............μον γράφω[ν ...............] οἷον τῇ τοῦ ..........ο ..αστους α........... [τὰ] Πλα[τ]αϊκὰ ἀπὸ [τῶν πρώτων] μέχρι τῶν ὑστάτων [διεξελ‐ θόν]τα, εἶτα πάλιν πάσας τὰς [ἐσ]βολὰς τῶν Πελοποννη[σί]ων [ἐ]παλλήλους γράφειν, [τὰ] 〈δὲ〉 Κ[ορ]κυραϊκὰ ἐφεξῆς δια‐ | |
35 | φέροντ[α] τοῖς χρόνοις. πάντα γὰρ ἂν συν[έ]χεεν ἢ πάλιν ἐπὶ τοὺς αὐτοὺς χ[ρό]νους ἀνέτρεχεν ἀπρεπῶς κα[ὶ] ἀλόγως. οὐ γὰρ μία ὑπόθεσις ἦν οὐδὲ ἐν ἑνὶ χρόνῳ ἢ τόπῳ, ἀλλὰ πολλαὶ καὶ πολλαχοῦ καὶ κατὰ πολλοὺς καιρούς. καὶ μὴν εἰ καὶ κατὰ ἄρχοντα〈σ〉 ἔγραφεν, ἀνάγκη πάλιν ἦν διαιρεῖν τὰ | |
40 | πράγματα· ἐπ’ ἄλλων γὰρ καὶ ἄλλων ταῦτα ἀρχόντων συν‐ έβαινεν· ὅταν δέ τις ἓν κεφάλαιον γράφῃ, μόνον συνεχῶς εἴρει. ἑαυτῷ οὖν ἐ〈ν〉αντία λέγει ὁ Διονύσιος· καὶ γὰρ εἰ κατ’ ἄρχοντας ἔδει γράφειν ὥς φησιν, ὁμοίως ἐχρῆν διαιρεῖν τὰ π[ρ]άγματα ἀκολούθ[ως τοῖς ἄρχ]ουσιν. [ἐ]άν γέ τοι συνείρῃ | |
45 | [τὰ πράγματ]α καὶ [μ]ὴ κωλύωσιν οἱ χρ[όνοι ἐφεξ]ῆς [ὁ Θου]‐ κυδίδη[ς] διηγε[ῖται, οἷον .ι........... τῇ ζʹ συν[εχῶς | |
..............]ται. οὐδ’ εἰ τ.................... ροι κατο....................ικα κα[τ]οικι......... ........ πολλ[ὰ]ς κεφα[λὰς .......... ἐξ]ετάζειν. ὁ δὲ | 108 | |
2.1.1(50) | Δ[ιονύσιος .....] ἔξωθεν παραβα............ μεταβάσεις μεταξ[ὺ τῶν πρασσομέν]ων οὐκ ἐπιτιμᾷ [Ἡροδότῳ .....]ν προκειμένην ί.......ν..... τὰ Αἰγ[ύ]πτια καὶ Λυδ[ιακά, π.. δὲ ο.......α..ασῃ .λ..... ἀκριβῶς .......αχ.. ......α. πρὸς δὲ τὸ [τὴν ἀρχὴ]ν τῆ[ς ἱστορί]ας μὴ ἀπὸ | |
55 | τῆς τῶ[ν Ἀθ]ηνα[ί]ων αὐξήσεως πεποιῆσθαι τὸν [Θ]ουκυ‐ δίδην, ἥνπερ φησὶν ἀληθεστέραν αἰτίαν εἶναι τοῦ πολέμου, πρῶτον μὲν ῥητέον ὡς οὐκ ἔμελλε τὸν Πελοποννησιακὸν προ‐ θ[έ]μενος συγγράφειν πόλεμον πλείους πολέμους ἀπὸ τῶν Περσικῶν αὐτῶν σχεδὸν ἀφ’ ὧν πρώτων ηὐξήθησαν Ἀθη‐ | |
60 | ναῖοι ἐπεισάγειν ἐν προσθήκης μέρει· ἔξω γὰρ τέλεον τῆς ὑποθέσεως ἐγίνετο. ἔπειτ’ ἐνθυμητέον ὅτι πᾶς συγγραφεὺς ὀφείλει τὰς φανερὰς καὶ θρυλ[ο]υμένας αἰτίας τῶν πραγμάτων ἐν πρώτοις ἀκριβῶς ἀφηγεῖσθαι, εἰ δέ τινων ἀφανεστέρων ὑπονοεῖ τοῦτο ἐπι lacuna σθαι ὁ Δ lacuna τοι κατ lacuna | |
65 | καὶ πε lacuna ἀ]νὰ μέσ[ον lacuna Ὁμηρικ[ῶς lacuna χων α lacuna ἐ]πιεικῆ lacuna συκοφ[αντ’ lacuna O | |
2.2.1 | τέσσαρακτλ.: τοῦτο πρὸς τὸ, Ἄρχεται δὲ ὁ πόλεμος· τὰ γὰρ ἄλλα διὰ μέσου ABFc2 αἱ τριακ[οντούτεις σπον‐ δαί] αὗ]ται κατα lacuna τεις κα lacuna κον ὡς lacuna δης κ[ O Εὐβοίας ἅλωσιν: ἣν ἐν τῇ πρώτῃ λέγει ABFGc2 ἐπὶ | |
5 | Χρυσίδος: ἡ Χρυσὶς ἱέρεια ἦν ἐν Ἄργει· ἠρίθμουν δὲ τοὺς χρόνους οἱ Ἀργεῖοι ἀπὸ τῶν ἱερειῶν ABFGc2ʃ τι lac. κ lac. πρ lac. τη lac. τα οὐκ ε lac. φασί τινο lac. καὶ κατ’ Ὀλ[υμ‐ πιάδας?] ὁρίσαι του lac. οὐ δοκιμα lac. τὸ προστα lac. O ἔτι δύο μῆνας: ὅρα τὴν ἀκρίβειαν τοῦ χρόνου. τουτέστι δέκα | |
10 | μῆνας· κατ’ ἐνιαυτὸν γὰρ ἠλλάσσοντο ABFGc2 ἡγοῦντο: ἦρχον e2 βοιωταρχοῦντες: οἱ τῶν Βοιωτῶν ἄρχοντες· | |
ἦσαν γὰρ οἱ πάντες ἕνδεκα ABFGc2 ἐς Πλάιαν: [ἡ πό]‐ λις ἑνι[κῶς λέγεται. καὶ Ὅμηρος] οἱ τε Πλά[ταιαν ἔχον (Β 504) O | 109 | |
2.2.2 | ἰδίας ἕνεκα δυνάμεως: ἀντὶ τοῦ αὐτοὶ δυνατοὶ γε‐ νέσθαι ABFGc2 τὴν πόλιν Θηβαίοις προσποιῆσαι: ἵνα μὴ δημοκρατῆται ABFGc2 | |
2.2.4 | θέμενοι δὲ: ἀντὶ τοῦ περιθέ‐ μενοι ἑαυτοῖς. Ὅμηρος· σάκε’ ὤμοισιν ἔθεντο (cf. Κ 149). ἀνόητον γὰρ τὸ μεταξὺ πολεμίων ὄντας μὴ περικεῖσθαι τὰ | |
5 | ὅπλα. τοῦτο δὲ εἶπεν, ὅτι ἐν τῇ ὁδῷ τυχὸν ἐβάσταζον αὐτά, ὡς δ’ εἰς τοὺς πολεμίους ἦλθον, ἐνεδύσαντο ABFGc2ʃ ἀντὶ τοῦ θ[έντες lac. θέμενος lac. καὶ θρεψάμ[ενος ἀντὶ τοῦ θρέ‐ ψας]. τὸ δὲ θέμενοι ἀν[τὶ: τοῦ ἀπο[θ]έμενοι καὶ στρατο‐ π[εδε]υσάμενοι ἐν τῇ ἀγορᾷ O τοῖς μὲν ἐπαγαγομένοις: | |
10 | τοῖς προδόταις BF ἔργου: φόνου δηλονότι. γνώμην: βου‐ λήν. ʃ ἔγνωσαν δὲ φιλικοῖς κηρύγμασιν χρῆσθαι καὶ εἰς φι‐ λίαν ὑπαγαγέσθαι· λέγουσι γὰρ ἐπιτηδείους τοὺς φί[λ]ους O ἐπιτηδείοις: πρὸς φιλίαν. φιλίαν: τῶν Θηβαίων ABFc2 κατὰ τὰ πάτρια: ἔθη δηλονότι. ξυμμαχεῖν: τοῖς Θη‐ | |
15 | βαίοις. τίθεσθαι παρ’ αὐτοὺς τὰ ὅπλα: ἀντὶ τοῦ σὺν αὐτοῖς ὁπλίζεσθαι ABFGc2 παρ’ αὐτοὺς: πλησίον αὐτῶν. σφίσι: τοῖς Θηβαίοις. προσχωρήσειν: προσνεύσειν. | |
2.3.1 | ἐξαπιναίως: ἀπροσδοκήτως. τοὺς λόγους δε‐ ξάμενοι: παρὰ τῶν Θηβαίων. ἡσύχαζον: οἱ Θηβαῖοι δη‐ λονότι ἡσύχαζον ABFc2 (ad ἐνεωτέριζον pertinet) | |
2.3.2 | πως: κατά τινα τρόπον· συντακτέον δὲ οὕτω, πράσσοντες δὲ κατε‐ νόησάν πως ABFGc2 ἐπιθέμενοι: μετὰ βάρους ἐπελθόντες τοῖς Θηβαίοις. οὐ βουλομένῳ ἦν: Ἀττικὴ ἡ φράσις ABF | |
2.3.3 | ἐπιχειρητέα εἶναι: τῷ συνήθει σχήματι κέχρηται ἀντὶ τοῦ ἐπιχειρητέον O τοὺς κοινοὺς τοίχους: τοὺς μεταξὺ τῶν οἰκούντων ABFGc2 διορύσσοντες τ. κ. τ.: ἵνα μὴ ἐν ταῖς οἰκίαις μόνον ξυλλεγῶσιν ABFc2 | |
2.3.4 | κατὰ φῶς: ἐν τῷ | |
φωτί. σφίσιν ἐκ τοῦ ἴσου γίγνωνται: ἰσοπαλὴς ἡ μάχη γένηται. φοβερώτεροι: φοβερώτεροι, οἱ Θηβαῖοι. σφετέ‐ ρας δέ, τῆς Πλαταιέων ABFc2 προσέβαλον: προσέπεσον. | 110 | |
5 | ᾖσαν: δισυλλάβως ἀναγνωστέον ἦσαν. οἱ μὲν γὰρ Ἴωνες καὶ Αἰολεῖς διαιροῦσιν, οὗτοι δὲ ἀδιαιρέτως O | |
2.4.1 | ἔγνωσαν ἐξηπατημένοι: καθὸ ἐνόμισαν προσχω‐ ρήσειν αὐτοῖς τοὺς Πλαταιεῖς ABFGc2 τὰς προσβολάς· τῶν Πλαταιέων. ᾗ προσπίπτοιεν: τὸ ᾗ ἀντὶ τοῦ ὅπου. | |
2.4.2 | αὐτῶν: τῶν ἀνδρῶν δηλονότι. ἄπειροι: ἀδίδακτοι. σκότῳ: σκότῳ ἀνωμάλως χρῆται, ἐνίοτε ὡς ἀρσενικῷ, ἐνίοτε δὲ ὡς οὐδετέρῳ O τελευτῶντος τοῦ μηνός: τοῦ κατὰ σελήνην λέγει μηνός· τουτέστιν ἐν συνόδῳ ABFGc2ʃ γιγνό‐ | |
5 | μενος ἦν ὁ πόλεμος φθινούσης σελήνης. ἐμπείρους κτλ.: ἤτοι οὕτως ῥητέον, ἐμπείρου[ς] δ’ ἔχοντες τοὺς διώκοντας εἰς τὸ μὴ ἐκφυγεῖν διεφθείροντο οἱ πολλοί, ὥστε παρέλκεσθαι τὸ ὥστε· ἢ τὸ ἄρθρον πλεονάσει τὸ τοῦ, ἐμπείρους δ’ ἔχοντε[ς] τοὺς διώκοντας ὥστε μὴ ἐκφυγεῖν διεφθείροντο οἱ πολλοί O | |
2.4.3 | ᾗ· ὅπου. στύρακι: τῷ σαυρωτῆρι καλουμένῳ. ἔστι δὲ τὸ ἔσχατον τοῦ δόρατος Oʃ στυράκιόν ἐστιν ὁ καλούμενος σαυρω‐ τὴρ τῶν δοράτων ABFc2ʃ τὸ στυράκιον λαβών τις, φησί, τῶν Πλαταιέων ἐν τῷ μοχλῷ τῆς θύρας ἐνέβαλεν ἀντὶ βαλάνου. | |
5 | βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγα‐ νον. ἔνθεν καὶ ἡ κλεὶς καλεῖται βαλανάγρα παρὰ τὸ ἀγρεύ‐ ειν τὴν βάλανον. ἄλλοι δὲ τὸ στυράκιον ἔλαβον τὸ ξύλον τοῦ ἀκοντίου, ἀνοήτως. πᾶν μὲν γὰρ οὐκ ἐδύνατο ἐν τῷ μοχλῷ κατακρυφθῆναι· εἰ δὲ ὑπερεῖχεν, ἀνεσπάσθη ἂν ὑπό τινος τῶν | |
10 | Θηβαίων ABFGc2ʃ βάλανος: ἡ κλείς Patm. | |
2.4.4 | ἐρήμους: | |
ἀφυλάκτους c2ʃ εἰκὸς δὲ ταύτας τὰς πύλας οὕτως ἠμελῆσθαι, ὡς εἰρήνην ἀγόντων αὐτῶν καὶ οὐ δεδοικότων οὐδὲ ἐλπιζόν‐ των ἐπιβουλήν ABFGc2 ἐπεγένετο: τοῖς Πλαταιεῦσι. | 111 | |
2.4.5 | ξυν‐ εστραμμένον: εἰς ἓν συνηγμένον ABFc2 εἰς· οἴκημα: πύργος ἦν τοῦ τείχους, ἔχων ἔνδοθεν ἀπὸ τῆς πόλεως εἴσοδον, οὐκέτι δὲ καὶ ἔξοδον ABFGc2 πύλας: πύλαι, τοῦ τείχους· | |
5 | θύραι, τοῦ οἴκου ABFGc2 ἄντικρυς: τὸ ἄντικρυς ἐνταῦθα μὲν ἐξ ἐναντίας, ἄλλῃ δὲ ἐπὶ τοῦ φανεροῦ κεῖται ABFGc2 | |
2.4.6 | ὁρῶντες: ὡς ἐν ἡμέρᾳ λοιπόν AB ἀπειλημμένους: περιεργμένους. | |
2.4.7 | περιῆσαν: ἔζων. ξυνέβησαν τοῖς Πλαταιεῦσι: συνέθεντο, εἰς συμβάσεις ἦλθον, μεταφορικῶς ἀπὸ τοῦ εἰς ταὐτὸ βαίν[ει]ν τοὺς ἐν παρατάξει διεστῶτας ἀλ‐ λήλων Oʃ ἀπὸ συνθήματος δηλονότι ABFc2 χρήσασθαι: | |
5 | ἀπὸ κοινοῦ ὁ καί· καὶ χρήσασθαι ABc2 | |
2.4.8 | οὕτως ἐπεπρά‐ γεσαν: ἐδυστύχησαν. | |
2.5.1 | πανστρατιᾷ: ὡ[ς lac. πανσυδίῃ πας lac. O ἅμα: τὸ ἅμα πρὸς τὸ ἐπεβοήθουν ABFc2 | |
2.5.3 | ἐχομένων: κρατη‐ θέντων. | |
2.5.4 | τὸ γεγενημένον: κατὰ τὴν πόλιν δηλονότι. καὶ κατασκευή: πραγματικὴ ὕλη. οἷα ἀπροσδοκήτου: [ἴσον] τῷ ἅτε ἀπροσδοκήτου O ὑπάρχειν: λείπει ἐνέχυρον ABFc2 | |
2.5.5 | ὑποτοπήσαντες: [ἀντὶ τοῦ ὑπο]πτεύσαντες καὶ κ[........ τινὲς λέγουσι O δείσαντες περὶ τοῖς ἔξω: [ἀντὶ τοῦ] περὶ τῶν ἔξω, ὁμοί[ως ....... δαμασθείς. γρά‐ φετ[αι δὲ ..... O ἐν σπονδαῖς: ταῖς τριακοντούτεσιν | |
5 | ABFGc2 αὐτοῖς: τοῖς Θηβαίοις. | |
2.5.6 | φασὶν αὐτούς: οἱ Θηβαῖοι τοὺς Πλαταιεῖς. εὐθύς: τὸ εὐθὺς οὐκ ἔστι παρα‐ χρῆμα, ἀλλ’ ἐξ εὐθείας καὶ ἀσκόπως ABFc2 ξυμβαίνωσι: συμφωνῶσιν. | |
2.5.7 | τῆς γῆς: τῶν Πλαταιέων. οὐδὲν ἀδι‐ | |
κήσαντες: βλάψαντες τῶν Πλαταιέων. ἐσεκομίσαντο: συνέκλεισαν. πρὸς ὃν ἔπραξαν οἱ προδιδόντες: πρὸς ὃν ἐλθόντες οἱ προδιδόντες ἔπραξαν τὰ κατὰ σκοπόν. | 112 | |
2.6.1 | ἄγγελον ἔπεμπον: ὅτι ἐφόνευσαν Θηβαίους. λέγει δὲ τρίτον τοῦτον· τὸν γὰρ πρῶτον ἀπέστειλαν δηλοῦντα τὴν εἰσβολὴν Θηβαίων, τὸν δὲ δεύτερον τὴν σύλληψιν αὐτῶν, τοῦ‐ τον δὲ δηλοῦντα τὴν ἀναίρεσιν ABFGc2 ἐν τῇ πόλει: τῇ | |
5 | Πλαταίᾳ. καθίσταντο: τουτέστι πρὸς πολιορκίαν εὐτρεπί‐ ζοντο, ὅπερ καὶ ἐγένετο μετ’ ὀλίγον ABFGʃ ᾠκονόμουν. | |
2.6.2 | ἐν τῇ Ἀττικῇ: γῇ δηλονότι. βουλεύσωσι περὶ αὐτῶν: ...... τῷ τοιούτῳ λέγει . δ.[...... . O αὐτῶν: τῶν κατασχεσθέντων δηλονότι. | |
2.6.3 | οὐ γὰρ ἠγγέλθη: οὔπω ἦν ὁ τρίτος ἄγγελος ἐλθών ABFGc2 αὐτοῖς: τοῖς Ἀθηναίοις δηλονότι. καὶ τῶν ὕστερον οὐδὲν ᾔδεσαν: τοῦτο καθ’ ἑαυτὸ ἀναγιγνωσκέσθω. ἐὰν γὰρ τοῖς ἀνωτέρω ἐπισυναφθῇ, | |
5 | δοκεῖ ἀσύντακτον εἶναι. ὤφειλε γὰρ εἰπεῖν αἰτιατικῶς, εἰ πρὸς τὸν ἄγγελον τὸν λόγον ἐποιεῖτο. πρὸς ὃ λέγομεν, ὅτι πρὸς τοὺς Ἀθηναίους ἐστὶν ὁ λόγος. φησὶ γὰρ ὅτι αὐτοὶ στείλαντες τοὺς πρὸ τούτου δύο ἀγγέλους οὐδὲν ἔτι τῶν συμβησομένων ἠπίσταντο, μέχρι οὖν παντὸς τοῦ ἔργου ἀποβάντος καὶ τὸν | |
10 | τρίτον ἐπέστειλαν c2 ὁ δὲ κῆρυξ: ὁ τῶν Ἀθηναίων ABFGc2 | |
2.6.4 | στρατεύσαντες: τὸ στρατεύσαντες ἰδίως νῦν εἴρηται ἀντὶ τοῦ μετὰ στρατιᾶς ἀφικόμενοι· οὐ γὰρ ὡς ἔθος ἐπὶ πολέμου. τῷ αὐτῷ δὲ τρόπῳ χρώμενοι οἱ Ἀθηναῖοι ἠμείψαντο καὶ αὐτοὶ τοὺς Πλαταιέας, καὶ ἔπεμψαν τά τε πρὸς τροφὴν συντελοῦντα | |
5 | καὶ δὴ καὶ τὰ πρὸς ἀσφάλειαν, καὶ ὑπεδέξαντο τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας μετὰ τῶν ἀχρειοτάτων ἀνθρώπων. φησὶ δὲ τοιούτους τοὺς μὴ δυναμένους δηλονότι ἐξελθεῖν εἰς πόλεμον, οἷον τοὺς νοσοῦντας, τοὺς γέροντας c2 σῖτόν τε ἐσήγαγον: [σῖτον ἐσήνεγ]καν· Ὅμηρος (Η 467) νῆες [δ’ | |
10 | ἐκ Λήμνοιο] παρέστασαν [οἶν]ον ἄ[γουσαι O φρουροὺς | |
ἐγκατέλιπον: ἐγκ. δὲ ἔφη ἀντὶ τοῦ ἐν Πλαταίᾳ κατέλιπον c2ʃ οἵτινες καὶ συνεπολιορκήθησαν Πλαταιεῦσι ABFc2 τοὺς ἀχρειοτάτους: τοὺς ἀχρήστους πρὸς πόλεμον. | 113 | |
2.7.1 | λαμπρῶς: φανερῶς, ἀναμφισβητήτως ABFGc2ʃ οὐκ ἐπὶ τοῦ μεγάλως ἐνταῦθα κεῖται ἡ λέξις, ἀλλὰ μεταληπτικῶς ἀντὶ τοῦ φανερῶς. προείρηται γὰρ ὅτι ῥίζα καὶ αἰτία καὶ ἀρχὴ τοῦ πολέμου τὰ κατὰ Πλάταιαν ἐγένετο καὶ οὐ πρόφα‐ | |
5 | σις· πρόφασις μὲν γὰρ ἦν φανερὰ τοῦ λόγου τὰ κατὰ Ἐπί‐ δαμνον καὶ Κέρκυραν, ἔπειτα ἡ τῶν Ἀθηναίων αὔξησις, ἥτις ἀφανὴς μὲν ἦν τῷ λόγῳ, ἀληθεστάτη δὲ αἰτία. ταῦτα μὲν οὖν προφάσεις ἦσαν καὶ αἰτίαι τοῦ πολέμου, οὐ μέντοι καὶ ἀρχή, τὰ δὲ κατὰ Πλάταιαν ἀρχὴ γέγονε τοῦ πολέμου, καθὼς | |
10 | καὶ οὗτος εἶπεν ἐν τῇ ἀρχῇ (II 1) οὕτως εἰρηκώς· ἄρχεται δὲ ὁ πόλεμος ἐνθένδε ἤδη Ἀθηναίων καὶ Πελοποννησίων· τουτ‐ έστιν ὡς τότε ἀρχὴν εἰληφότος τοῦ πολέμου καὶ φανερῶς τῶν σπονδῶν λελυμένων καὶ μηδεμιᾶς λειπομένης ἔτι ἀναβο‐ λῆς πρὸς τὴν μάχην c2 πρεσβείας τε μέλλοντες πέμπειν: | |
15 | τοῦτο περὶ ἀμφοτέρων λέγει, Λακεδαιμονίων δηλονότι καὶ Ἀθηναίων. ἔπεμψαν δὲ Λακεδαιμόνιοι μὲν πρὸς βασιλέα τὸν τῶν Περσῶν, Ἀθηναῖοι δὲ πρὸς τὸν Σιτάλκην τὸν τῶν Θρᾳκῶν βασιλέα· διὰ γὰρ τοῦτο εἶπε καὶ ἄλλοσε ἐς τοὺς βαρβάρους, τοὺς Θρᾷκας δηλῶν. ἡ δὲ σύνταξις οὕτως· παρεσκευάζοντο, | |
20 | φησί, πέμπειν πρεσβείας, εἴ ποθεν ἤλπιζον ἑκάτεροι ὠφέλειαν προσλήψεσθαι c2 καὶ ἄλλοσε: οἱ μὲν Λακεδαιμόνιοι πρὸς τοὺς Πέρσας, οἱ δὲ Ἀθηναῖοι πρὸς τοὺς Θρᾷκας ABF καὶ γὰρ ἐν τῇ ἀρχῇ τῆς πρώτης (I 1, 2) λέγει· καὶ μέρει τινὶ τῶν βαρ‐ βάρων ABFc2 ὅσαι ἦσαν ἐκτὸς τῆς ἑαυτῶν δυνάμεως: | |
25 | ὅσαι μὴ ἦσαν ὑπήκοοι, ἀλλ’ αὐτόνομοι ABFc2 | |
2.7.2 | ἐξ Ἰτα‐ λίας καὶ Σικελίας: ἐ[πέταξαν], φησὶν ὁ Θ[ο]υκυδίδης, κα[ὶ τοῖς Ἰτα]λιώταις κα[ὶ] τοῖς ἀπὸ Σικ[ελίας οἱ] Λακεδαι‐ μόνιοι ναῦς π[οιεῖσθαι] εἰς τὴν συμμαχίαν· οὐδ[εὶς δὲ ἐ]κεῖ‐ | |
5 | θεν παρέδωκεν πε[μφθῆναι] ναῦς ἢ συμμαχήσαντας, [εἰ μὴ | |
ἐπ’ ἐ]σχάτ[οι]ς ἀπὸ Συρακουσσῶ[ν εἰς τὴν] Ἰωνίαν τὰς μεθ’ [Ἑ]ρμοκράτ[ους] O ἐς τὸν πάντα ἀριθμόν: μετὰ τῶν ἐν Λακεδαίμονι οὐσῶν νεῶν ABFc2 ῥητόν: ὡρισμένον ABFc2 ἑτοιμάζειν: ἐπετάχθη δηλονότι. μιᾷ νηΐ: μετὰ κηρυκείου | 114 | |
10 | δηλονότι ABFc2 ταῦτα: τὰ ὡρισμένα κατὰ τὸν πόλεμον. | |
2.7.3 | ἐξήταζον: ἐδοκίμαζον ABFc2 ἐπρεσβεύοντο: πρέσβεις ἀπέστελλον. Κέρκυραν: οἱ γὰρ Κερκυραῖοι ἐπιμαχίαν μόνον εἶχον· νῦν δὲ καὶ ξυμμαχίαν ποιεῖ ABFGc2 ὁρῶντες εἴ σφισι: ἐγκλιτέο[ν ......] ὅσον οἷόν τε δεῖ σώζειν [τὸν τό‐ | |
5 | νον,] πολλάκις δὲ ἐναντιοῦτα[ι .......] περὶ τὰς μεταβά‐ σεις τῶν δ[....... O | |
2.8.1 | ὀλίγον τε ἐπενόουν οὐδέν: ἀντὶ τοῦ οὐδὲν μικρὸν ἐφρόνουν ABFGc2 οὐκ ἀπεικότως: εὐλόγως καὶ εὐπροσώπως ABFGc2 ἀρχόμενοι γὰρ πάντες κτλ.: δῆλον ὡς [οὐ κατα]πεπληγμένοι οὐδὲ κεκακ[ωμένοι] ὡς μετανοῆσαι. | |
5 | ἐπιφέρει γοῦ[ν ὅτι ἡ] νεότης οὐκ ἀκουσίως ὑπ[ὸ ἀπειρίας] ἥπτετο τοῦ πολέμου. γλυκ[ὺς δὲ πό]λεμος ἀπείροισιν ὥς φη[σι Πίνδαρος] (fragm. 110) Oʃ ὥστε διὰ τοῦτο μᾶλλον ὀξύτερον συνέβαινεν αὐτοὺς ἀντιλαμβάνεσθαι ABFGc2 ἀντι‐ λαμβάνονται: περιέχονται. παροιμία γλυκὺς ἀπείρῳ πόλε‐ | |
10 | μος ABFGc2 ἥ τε ἄλλη Ἑλλὰς κτλ.: οἱ ἄλλοι Ἕλληνες οἱ μηδετέροις βοηθοὶ ἐκεκίνηντο καὶ οὐχ ἡσύχαζον ABFGc2 μετ‐ έωρος ἦν: ταῖς ἐλπίσι δηλονότι. | |
2.8.2 | λόγια: λόγιά ἐστι τὰ παρὰ τοῦ θεοῦ λεγόμενα καταλογάδην· χρησμοὶ δέ, οἵτινες ἐμμέτρως λέγονται, θεοφορουμένων τῶν λεγόντων ABFGc2 | |
2.8.3 | πρότερον οὔπω σεισθεῖσα: καὶ μὴν Ἡρόδοτος (VI 98) λέγει ὅτι ἐκινήθη ἐν τοῖς Μηδικοῖς ABFGc2 ἀφ’ οὗ Ἕλλη‐ νες μέμνηνται: ἀφ’ οὗ διὰ μνήμης ἐστὶ τὸ τῶν Ἑλλή‐ νων ὄνομα. σημῆναι: σημεῖον εἶναι. τοιουτότροπον: | |
5 | ὁποῖον ἐν Δήλῳ ABFc2ʃ ἤγουν διοσημείαν. ἀνεζητεῖτο: ἀνεσκοπεῖτο. | |
2.8.4 | ἡ δὲ εὔνοια κτλ.: περιφραστικῶς, ἀντὶ τοῦ εὐνοϊκῶς εἶχον BFGc2 μᾶλλον: τῶν Ἀθηναίων. ἔρρωτό τε πᾶς: ἀντὶ τοῦ προεθυμεῖτο· οὐ γὰρ ἐπὶ ἰσχύος κεῖται, ἀλλ’ ἐπὶ σπουδῆς ABFGc2 αὐτοῖς: τοῖς Λακεδαιμονίοις ABFGc2 | 115 |
5 | κεκωλῦσθαι ἐδόκει κτλ.: ἕκαστος, φησίν, ᾤετο ἐμποδισθή‐ σεσθαι τῶν Λακεδαιμονίων τὸ ἔργον, τουτέστι τὸν πόλεμον, ἐὰν μὴ παραγένηται αὐτός. δηλοῖ δὲ τὴν μεγίστην προθυ‐ μίαν αὐτῶν ABFGc2 ὀργῇ εἶχον οἱ πλείους τοὺς Ἀθη‐ ναίους: ὠργίζοντο τοῖς Ἀθηναίοις. | |
2.9.1 | πόλεις δὲ ἑκάτεροι κτλ.: ὁ κατάλογος τῶν συμ‐ μάχων ἑκατέροις ABFc2 | |
2.9.2 | Πελληνεῖς: δώδεκα πόλεις εἶχεν ἡ Ἀχαΐα, ὧν μία ἦν ἡ Πελλήνη ABFGc2 ξυνεπολέμουν: τοῖς Λακεδαιμονίοις. ἅπαντες: οἱ Ἀχαιοί. οὐ γὰρ οἱ Ἀρ‐ γεῖοι ABFGc2 | |
2.9.4 | αἱ ὑποτελεῖς οὖσαι: τοῖς Ἀθηναίοις. ἡ ἐπὶ θαλάσσῃ: ἡ παραθαλασσία. Δωριεῖς: Δωρίδες νῆσοι Ῥόδος, Κῶς, Κνίδος ABFc2 τὰ ἐπὶ Θρᾴκης: οἷον Βυζάντιον, Πέρινθος. νῆσοι ὅσαι κτλ.: αἱ περὶ τὰ δυτικά | |
5 | ABFc2 ἐντὸς Πελοποννήσου κτλ.: οὐ λέγει ἐντὸς Κρήτης καὶ Πελοποννήσου, πρὸς ἥλιον ἀνίσχοντα, ἀλλὰ δεῖ στίξαι εἰς τὸ Πελοποννήσου καὶ ἀπὸ κοινοῦ τὸ ὅσαι λαβεῖν, ἵν’ ᾖ, καὶ ὅσαι τῆς Κρήτης πρὸς ἥλιον ἀνίσχοντα, οἷον Κάρπαθος, Κά‐ σος, Χάλκη καὶ αἱ ἄλλαι ABFGc2 | |
2.10.1 | ἔξω: τῆς Πελοποννήσου. ἔκδημον: μακρὸν πόλε‐ μον ABFGc2ʃ ὑπερόριον. | |
2.10.2 | κατὰ τὸν χρόνον τὸν εἰρη‐ μένον: ὡς τῶν Λακεδαιμονίων ὁρισάντων τὴν προθεσμίαν τῆς συνάξεως ABFGc2 ξυνῇσαν τὰ δύο μέρη: ἵνα ἑκάστη πόλις τὸ μὲν δίμοιρον στρατεύσῃ, τὸ δὲ τρίτον ἑαυτῆς κατάσχῃ | |
5 | πρὸς φυλακήν. αὐτοὶ γὰρ οἱ Λακεδαιμόνιοι τὰς πόλεις ἐμέ‐ ριζον εἰς τρία μέρη, καὶ τὸ τρίτον εἴων ἐν ταῖς πόλεσιν, ἵνα μή, πάντων ἐξελθόντων εἰς τὸν πόλεμον, ἐρήμους εὑρόντες οἱ Ἀθηναῖοι τὰς πόλεις χειρώσωνται ABFGc2 ἐς τὸν ἰσθμόν: ὁ γὰρ ἰσθμὸς καὶ μέσος τόπος καὶ πλησίον τῆς Ἀττικῆς BFGc2 | 116 |
2.10.3 | ἐν τέλει: τέλη τὰ ἀξιώματα καὶ οἱ ἄρχοντες ABFGc2 | |
2.11.1 | Ἄνδρες Πελ.: δημηγορία Ἀρχιδάμου βασιλέως Λα‐ κεδαιμονίων ABFceʃ ἡ στάσις πραγματική, ἄγραφος, συμ‐ βουλευτικοῦ εἴδους, κεφάλαιον ἔχουσα τὸ συμφέρον ABFGc2 αὐτοί: αὐτοὶ ἡμεῖς δηλονότι FG | |
2.11.2 | τῇδε τῇ ὁρμῇ: τῇ ἡμε‐ τέρᾳ BFGc2 τὴν γνώμην: τὸν σκοπόν. | |
2.11.3 | οὔκουν χρή: οἱ ἀγῶνες ABGc2ʃ τὸ ἑξῆς, οὔκουν χρὴ ἀμελέστερον χωρεῖν, τὰ δὲ ἄλλα διὰ μέσου. προσδέχεσθαι: ἀπὸ κοινοῦ τὸ χρή ABFGc2 | |
2.11.4 | ἐξ ὀλίγου τὰ πολλὰ κτλ.: [.. ἐκ μικρᾶ]ς αἰτίας πολλάκις καὶ δι’ [ὀργῆς ....] ἐξῆλθον καὶ συνέβα[λον τοῖς ἐ]ναντίοις Oʃ Ὅμηρος (Δ 442)· Ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται ABFGc2 | |
5 | δι’ ὀργῆς: τουτέστιν ὀργισθέντες οἱ Ἀθηναῖοι πάντως ἐξελεύσονται ABFGc2 | |
2.11.5 | τῇ πολεμίᾳ: τῇ γῇ δηλονότι ABF | |
2.11.6 | ἐλπίζειν: φοβεῖσθαι. ἐν ᾧ: τόπῳ δηλονότι. καὶ τὰ κείνων φθείροντας: ὁρμηθήσονται δηλονότι. | |
2.11.7 | πάσχον‐ τάς τι: σημείωσαι τὸ σχῆμα, πᾶσι πάσχοντας, ἀντὶ τοῦ πάσχουσι μετὰ δοτικῆς ABFc2 καὶ οἱ λογισμῷ κτλ.: [οἱ ἀλ]ογι[στο]ῦντες [τολμηρότατοι, ἐξί]στησι γὰρ τὰ π[άθη ... | |
5 | ..........]ν εἰς τοῦ .......... π[...., ἔργ]ον δὲ τὸν πόλεμον [Ὁ]μ[ηρικῶς,] (Δ 539) ἔνθα κεν οὐκέτι [ἔ]ρ[γο]ν [ἀ]ν[ὴρ ὀνό]σαιτο μετελθών. οὐκέτι προν[οοῦ]σι τοιοῦτοι, κατὰ πόλε[μ]ον θυμ[ῷ] ἐξορμῶσιν Oʃ καὶ οἱ ὀργιζόμενοι, ἅτε | |
δὴ ἧττον λογιζόμενοι, μᾶλλον δὲ θυμούμενοι, εἰς τὸ πολεμεῖν | 117 | |
10 | ἐπείγονται ῥιψοκινδύνως ABFGc2ʃ καὶ πάνυ ἀόργητος, ἐπει‐ δὰν τὰ ἑαυτοῦ θεάσηται ὑφ’ ἑτέρου φθειρόμενα, πρὸς ὀργὴν διεγείρεται καὶ ἀμύνειν ἐπείγεται. | |
2.11.9 | ὡς οὖν κτλ.: οἱ ἐπί‐ λογοι ἔνθεν ABFGc2 δόξαν: ὑπόληψιν G ἐπ’ ἀμφότερα: εἰ μὴ προσέκειτο τὸ ἐπ’ ἀμφότερα, ἦν [ἀκοῦ]σ[αι] τὸ μεγίστην δόξαν ἐπ[ὶ τῆς εὐδο]ξίας· νῦν δὲ δε[κ]τέον [ἀντὶ τοῦ ὑπ]ό‐ | |
5 | ληψιν, ὡς τοι[αύτην ὑ]π[όλψιν] ἕξοντες καὶ [ὑμεῖς] καὶ οἱ πρόγονοι ἢ χρηστὴν [ἢ ἐν]αντίαν ἐκ τῶν ἀποβαινόν[τ]ων ὁποῖοι 〈ἂ〉ν ἀπὸ τῶν ἔργων [ἐ]φ’ ἑκάτερον ὀφθῆτε Oʃ δόξα ἐπ’ ἀμφοτέρων, καὶ εὐκλείας καὶ δυσκλείας ABFc2 ὅπῃ ἄν τις ἡγῆται: στρατηγὸς δηλονότι ἡγῆται ABFGc2 ὀξέως: | |
10 | συντόμως. πολλοὺς ὄντας ἑνὶ κόσμῳ: κόσμος [δ]ιάταξις, ὡς τ[ὸ αὐτ]ὰρ ἐπεὶ κόσμη[θ]εν ἅμ’ ἡγεμ[ό〈νεσσι〉.] (Γ 1) O | |
2.12.2 | τὸ κοινὸν: βουλευτήριον δηλονότι. γνώμη: βουλή. πρότερον: πρὸ τῆς πρεσβείας ABFGc2 Λακεδαιμονίων ἐκστρατευομένων: [γράφ]ετα[ι] καὶ σ[τρ]ατευ[ό]ντ[ω]ν. οὐ [γὰρ] ἐδέχον[το π]ρεσβεία[ν] πολε[μού]ντων π[ρὶν] δια‐ | |
5 | λῦσαι τὸ στρά[τευμα ἢ] ἐπ’ [ο]ἴκ[ο]υ ἀναχωρῆσαι [ἀμαχη]τεί O πρὶν ἀκοῦσαι: μὴ ἀκούσαντες αὐτοῦ ἃ ἔλεγεν ABFGc2 πρεσβεύεσθαι: τὸ ἐκέλευον ἀπὸ κοινοῦ ABFc2 ἀγωγούς: ἀγωγοὶ οἱ διάγοντες καὶ κομίζοντες τοὺς διωκομένους ἔξω τῶν ὁρίων τῆς χώρας Patm. ʃ ὁδηγούς. μηδενὶ ξυγγένηται: | |
10 | μηδενὶ συμ[μίσγῃ μ]ηδ’ εἰς ὁμιλίαν ἔλθῃ O | |
2.12.3 | ἐπὶ τοῖς ὁρίοις: ὅρια λέγει τὴν ἀρχὴν τῆς Βοιωτίας ABFGc2 δια‐ λύεσθαι: διακρίνε[σθαι, χ]ωρίζεσθαι Oʃ ἀφίστασθαι τῶν ἀγωγῶν. κακῶν ἄρξει: ἀρχὴ γενήσεται. | |
2.12.4 | ἐς τὸ στρα‐ τόπεδον: τῶν Λακεδαιμονίων. ἐνδώσουσιν: ταπεινωθή‐ σονται. | |
2.12.5 | μέρος μὲν τὸ σφέτερον: τὸ δίμοιρον, ὡς καὶ πρότερον εἴρηται ABFGg2 | |
2.13.1 | ἔτι δέ: πάλιν ἀνωτέρω ἐπανατρέχει ABFGc2 ἐν | |
ὁδῷ ὄντων: ἑτοίμων ὄντων ἰέναι. ἰδίᾳ: ἀντὶ τοῦ ἐξ ἰδίας προαιρέσεως ABFGc2 γένοιτο: ἀντὶ τοῦ ἐγένετο. κατὰ ταῦτα: διὰ τὸ μὴ δῃῶσαι. | 118 | |
2.13.2 | ἅπερ καὶ πρότερον: lac. ν ἕνεκα εκ lac. κεν ὅτι ν[ο]μιζ lac. Περικλέα καὶ αμ lac. τῷ ἄγει ἐ[ξ]ελ[α...] .αυ[..] ιτ[.... O ᾗπερ ἰσχύουσιν: [κ]αθ’ ὃ ἰσχύουσ[ι] Oʃ ἐν ᾧ. διὰ χειρὸς ἔχειν: ἐν χερ‐ | |
5 | σὶν [ἔχειν, μ]εταχειρίζεσθαι διὰ τῆ[ς ἀεὶ δεο]ύσης ἐπιμελείας Oʃ δι’ ἐπιμελείας, ἵνα μὴ ἀποστῶσι ABFGc2 τὴν ἰσχύν: τὸ ἑξῆς, τὴν ἰσχὺν ἀπὸ τῶν χρημάτων τῆς προσόδου ABFGc2 τοῦ πολέμου: λέγων δηλονότι. γνώμῃ καὶ χρημάτων περιουσίᾳ κρατεῖσθαι: προνοίᾳ κ[αὶ χρ]ημάτ[ων παρα‐ | |
10 | σκευῇ] πολ[λῶν] κατορθοῦ[σθαι] Oʃ γνώσει. κρατεῖσθαι: νικᾶσθαι. | |
2.13.3 | τῆς ἄλλης προσόδου: οἷον τῆς εὐφορίας τῆς γῆς καὶ τῶν καταδικαζομένων καὶ τῶν λιμένων καὶ μετάλλων καὶ ἄλλων ABFGc2 ἐπισήμου: οἷον σημεῖον ἔχοντος βασι‐ λικόν ABFGc2 τριακοσίων ἀποδέοντα μύρια: τουτέστιν | |
5 | ͵θψʹ ABFc2 | |
2.13.4 | χρυσίου ἀσήμου: τοῦ ἐν βώλοις ὄντος καὶ μὴ ἐν νομίσμασιν Patm. ʃ μὴ ἔχοντος σημεῖον, οἷον μαζία τινά ABFGc2 ἔν τε ἀναθήμασιν κτλ.: lac. νωτ lac. διοπ lac. αι.. ἀνέθεσαν ...... . [το]ῦ δήμου ......σι........ | |
5 | [δη]μόσιον ....ν O σκῦλα Μηδικά: τὸν ἀργυρόποδα θρό‐ νον καὶ τὸν ἀκινάκην τὸν χρυσοῦν ABFGc2 ἢ πεντακο‐ σίων: τὸ ἤ περιττόν. | |
2.13.5 | τῆς θεοῦ: τῆς Ἀθηνᾶς ABFGc2 τὸ ἄγαλμα: ὅπερ ὁ Φειδίας κατεσκεύασε μετὰ τὰ Μηδικά ABFGc2 ἀπέφαινε ... ἅπαν: ὁ Πε[ρικλῆς] lac. ρον ἔλθῃ lac. ὅταν καθ lac. O ἀπέφθου: πολλάκις ἑψηθέντος, ὥστε γενέσθαι | |
5 | ὄβρυζον ABFGc2 ἅπαν: τὰ κόσμια τοῦ ἀγάλματος Fc2 χρῆ‐ ναι: χρεὼν εἶναι. | |
2.13.6 | χρήμασι: ἕνεκα χρημάτων. τῶν παρ’ ἔπαλξιν: τῶν φυλα[σσ]όντων τὰ τείχη [ἐφ’] ὧν αἱ ἐπάλξεις O | |
2.13.7 | [τοσ]οῦτοι γὰρ ἐφύλασσον ὑπό τε τῶν [πρε]σβυ‐ | |
τάτων: ἀντὶ τοῦ ἀπὸ τῶν [π]ρεσβυτάτων, ὡς δαΐδων ὕπο λαμπομε[ν]άων (Σ 492) O οἱ πολέμιοι ἐσβάλοιεν: ἀντὶ τοῦ ἐσέβαλλον οἱ Λακεδαιμόνιοι ABFGc2 ἀπό τε πρεσβυ‐ | 119 | |
5 | τάτων: οἱ γὰρ ἐν τοῖς φρουρίοις γέροντες καὶ νέοι ἦσαν BFGc2 τοῦ τε γὰρ Φαληρικοῦ τείχους κτλ.: [ἀ]ντὶ [τ]οῦ [ἕω]ς τοῦ κύ[κ]λου· ἦν [βʹ τεί]χη τὸ μ[ὲ]ν Φαλήρ[ου τ]ὸ δὲ το[ῦ] Π[ειρα]ιέω[ς·] ἀπαριθ[μ]εῖται δὲ [το]σοῦ[το]ν τὸ διάστημα [ἀ]πὸ τοῦ Φαλήρ[ο]υ ἄχρι τοῦ κύκ[λο]υ τοῦ ἄστεως, [κ]ύκλον | |
10 | δὲ λέγει τὸν π[ε]ρίβολον τοῦ ἄ[στ]εω[ς], [κ]αὶ πάλιν ὁπόσον ἦν ἐ[κ Π]ει[ραιέως ἄ]χρι τοῦ κύκλου O πρὸς τὸν κύκλον: ἕως τοῦ κύκλου ABFGMc2 ἔστι δὲ αὐτοῦ: τοῦ κύκλου ABFGc2 ὃ καὶ ἀφύλακτον: μέρος δηλονότι. ʃ τουτέστι στά‐ διοι δεκαεπτά· ὁ γὰρ ὅλος κύκλος σταδίων ἦν ἑξήκοντα | |
15 | ABFGMc2 ὧν: τῶν μακρῶν τειχῶν. τὸ ἔξωθεν ἐτηρεῖτο: τὸ γὰρ μέσον οὐκ ἐδεῖτο ABF ξὺν Μουνυχίᾳ: λ[ι]μὴν Ἀ[ττικῆς] O τὸ δ’ ἐν φυλακῇ ὄν: τὸ νεῦον εἰς τὴν ἤπει‐ ρον ABFM | |
2.14.1 | Εὔβοιαν: ἀλλ lac. καὶ γὰρ lac. ξ[.]χις νο lac. ειτο lac. οι lac. O τὴν ξύλωσιν: τὴν ἀπὸ ξύλων κατασκευ‐ ήν. ʃ σημείωσαι ξύλωσιν· ἰδία λέξις τοῦ Θουκυδίδου αὕτη ABFGMc2 | |
2.14.2 | ἡ ἀνάστασις: ἡ μετοίκησις. | |
2.15.1 | ἀπὸ τοῦ πάνυ ἀρχαίου: ἐξ ἀρχῆς. ἑτέρων: σΕλλήνων. τοῦτο: τὸ ἐν ἀγροῖς δίαιταν ἔχειν ABFGMc2 ἐς ἀδιαστάτως. | |
2.15.2 | πρυτανεῖά τε: πρυτανεῖόν ἐστιν οἶκος μέγας, ἔνθα αἱ σιτήσεις ἐδίδοντο τοῖς πολιτευομένοις. οὕτως δὲ ἐκα‐ λεῖτο, ἐπειδὴ ἐκεῖ ἐκάθηντο οἱ πρυτάνεις, οἱ τῶν ὅλων πραγ‐ μάτων διοικηταί. ἄλλοι δέ φασιν ὅτι τὸ πρυτανεῖον πυρὸς | |
5 | ἦν ταμεῖον, ἔνθα καὶ ἦν ἄσβεστον πῦρ καὶ ηὔχοντο ABFGMc2 ὁπότε μή τι δείσειαν, οὐ ξυνῇσαν: ἀντὶ τοῦ ὅτε μὴ εἰς φόβον τινὰ ἔλθοιεν καὶ κίνδυνον, οὐκ ἤρχοντο πρὸς τὸν βα‐ σιλέα ABFGmc2 αὐτοὶ ἕκαστοι: καθ’ ἑαυτούς ABGc2 μετ’ Εὐμόλπου: ....... [ἐν Ἐρε]χθεῖ Εὐριπί[δης ............ | 120 |
10 | Oʃ ἀφ’ οὗ Εὐμολπίδαι φυλὴ ἐν τῇ Ἀττικῇ GMc2 | |
2.152bis | ξυνῴ‐ κισε: τὸ ξυνῴκισεν οὐκ ἔστιν ἐπὶ τοῦ ὁμοῦ ξυνοικισθῆναι ἐποίησεν, ἀλλ’ ἐπὶ τοῦ μίαν πόλιν, τουτέστι μητρόπολιν, ἔχειν αὐτήν ABFGMc2 ἁπάντων ἤδη ξυντελούντων: ξυ]ντε‐ | |
5 | λούντω[ν ....... O ἐξ ἐκείνου: ὁ δὲ μὴν ἐκεῖνος ὠνομά‐ σθη Μεταγειτνιών ABFGMc2 τῇ θεῷ: τῇ Ἀθηνᾷ· ἀπροσδι‐ ορίστως γὰρ οὕτω φασὶν οἱ Ἀθηναῖοι, καὶ τὸν Ἀπόλλωνα ὁμοίως ABFGc2 | |
2.15.4 | πρὸς τοῦτο τὸ μέρος: τὸ νότιον ABFGc2 τῆς Γῆς: τῆς Δήμητρος ABFGMc2 τὸ ἐν Λίμναις Διονύ‐ σου: [Καλλίμαχος] μέν φησ[ιν] εὖ δὲ Διωνυ[ς........]η τόν [πο]τ’ Ἐλευθὴρ ει[. Λιμναίῳ δὲ χ]οροστά[δ]ας ἦγον | |
5 | ἑ[ορτάς, ......ος δὲ οὕτ[ω]ς φησὶν [καλεῖσθαι δι]ὰ τὸ ἐκλελ[ι]‐ μνάσθαι [τὸν τόπον. ἔσ]τι δὲ καὶ ἐν [τ]ῇ Λακωνί[ᾳ ἱερὸν [ὅπ]ου Λιμνᾶτ[ί]ς ἐστιν Ἄρτ[εμις O Λίμναι τόπος ἐν τῇ ἀκροπόλει τῶν Ἀθηνῶν ABFGMc2 ᾧ τὰ ἀρχαιότατα Δι‐ ονύσια τῇ ιβʹ ποιεῖται: ἐπὶ τρεῖς μέ[ν] ἐσ[τι]ν ἑορτὴ ἡμέ‐ | |
10 | [ρας] ιαʹ ιβʹ ιγʹ, ἐπίσ[ημός ἐσ]τι δὲ ἡ ιβʹ, [ὡς] καὶ εἶπεν αὐ‐ [τός] O τὰ ἀρχαιότερα: ἀρχαιότερα εἶπε, διότι ἔστι καὶ νεώτερα ἄλλα. τῇ δωδεκάτῃ: τοῦ μηνός AFGc2 καὶ οἱ ἀπ’ Ἀθηναίων: καὶ οἱ ἄποικοι τῶν Ἀθηναίων. νομίζουσι: κατὰ νόμον ποιοῦσι. ταύτῃ: πρὸς νότον ABF | |
2.15.5 | τῶν τυ‐ ράννων: τῶν Πεισιστρατιδῶν ABFGMc2 τῶν πηγῶν: τῶν ἀναδόσεων τοῦ ὕδατος ABFGMc2 ἐγγὺς οὔσῃ: τῆς ἀκροπό‐ | |
λεως δηλονότι. τὰ πλείστου ἄξια ἐχρῶντο: εἰς τὰ [πλεί‐ | 121 | |
5 | σ]τ[ου] ἄξια Oʃ λείπει ἡ εἰς, ἵν’ ᾖ, εἰς τὰ πλείστου ἄξια ABFMc2ʃ τὸ ἑξῆς, τῇ κρήνῃ τὰ πλείστου ἄξια ABFc2 καὶ ἐς ἄλλα τῶν ἱερῶν: καὶ γὰρ ὁ γάμος ἱερός ABFGMc2 νομίζεται: νόμιμόν ἐστι lac. O | |
2.15.6 | διὰ τὴν παλαιὰν: τὴν εἰρημένην δηλονότι. | |
2.16.1 | τῇ τε οὖν ... οἰκήσει: μετὰ το[ῦ μετεῖχον] οἱ Ἀθηναῖοι, διὰ τὴν κατὰ [τὴν χώ]ραν αὐτόνομον ο[ἴ]κησιν ἀ[ντὶ 〈τοῦ〉 τῆς] κατὰ τὴν χώραν [α]ὐτονόμ[ου οἰκή]σεως. εἴρηται δὲ ὑπερβατῶ[ς, τὸ γὰρ ἑ]ξῆς ἐπὶ πολὺ μετεῖχον οἱ | |
5 | Ἀθηναῖοι Oʃ ἐπανάληψις ABFMc2ʃ ἀναλαμβάνει δὲ τὸν λόγον Gʃ ἀντίπτωσις Gʃ πτῶσις ἀντὶ πτώσεως, ἀντὶ τοῦ τῆς τε οὖν κατὰ τὴν χώραν αὐτονόμου οἰκήσεως Ma2c2 ξυνῳκίσθη‐ σαν: εἰς μίαν πόλιν συνῆλθον. πανοικησίᾳ γενόμενοι: ὁλ......μ.. πανοικίᾳ ἐν ταὐτ[ῇ .......το[. οἰ]κοῦντες Oʃ | |
10 | πανοικησίᾳ, οὐ πανοικίᾳ λέγεται ABFGMc2 | |
2.16.2 | ἐβαρύνοντο: καλῶς εἶπεν ἐβαρύνοντο. οὐ δεῖ γὰρ λέγειν ὅτι ἐβαροῦντο ἢ βαροῦμαι ἢ βαρούμενος, οὐδὲ ἄλλην τινὰ κλίσιν ποιεῖσθαι τοῦ βαροῦμαι ῥήματος, ἀλλὰ βαρύνομαι καὶ βαρυνόμενος καὶ | |
5 | τἆλλα ὁμοίως ABFGMc2. | |
2.17.1 | ὀλίγοις μέν τισιν: τοῖς πλουσιωτέροις ABFGMc2 ὑπῆρχον οἰκήσεις: ἰδίᾳ δηλονότι FGMc2 τά τε ἐρῆμα: τὰ ὀλιγάνθρωπα BFGMc2 καὶ τὰ ἡρῷα πάντα: τὰ τῶν [ἡρώ]ω[ν τε]μένη ἀφ’ ὧν ἐνίων κ[αλοῦνται] φ[υλ]αί. λέγουσι | |
5 | δὲ ἡρώων μὲ[ν τοὺς] σηκούς, θεῶν δὲ ναούς· Καλλ[ίμαχος] ἀεὶ δ’ ἔχον ἔντομα σηκοί O καὶ εἴ τι ἄλλο βεβαίως κλῃ‐ στὸν ἦν: καὶ εἴ τι ἄλλο ἀ[σφαλῶς ........... καὶ φυ‐ λα[σσόμενον Oʃ πανταχόθεν κλείεσθαι ἠδύνατο ABFGMc2 τό | |
τε Πελαργικόν: οἱ γὰρ Πελασγοὶ αὐτὸ οἰκήσαντες ἐπεβού‐ | 122 | |
10 | λευσαν τοῖς Ἀθηναίοις· οὓς διώξαντες πάλιν οἱ Ἀθηναῖοι κατηράσαντο τὸν τόπον μὴ οἰκισθῆναι ABFGMc2 ἀκροτε‐ λεύτιον: καλῶς τὸ ἀκροτελεύτιον ἀντὶ τοῦ τὸ ἄκρον, τὸ τέλος τοῦ στίχου. καλεῖται δὲ καὶ ἄκρον ἡ ἀρχὴ τοῦ στίχου ABFGMc2 [τὸ Πελ. ἀργὸν ἄμεινον:] lac. πά[σης μὲν γα]ίη[ς τὸ Πε‐ | |
15 | λασγι]κὸν Ἄρ[γος ἄμεινον O ἐξῳκήθη: [ὅλως?] ᾠκήθη O | |
2.17.2 | προσεδέχοντο: ἐνόμιζον. οὐ γὰρ διὰ τὴν παράνο‐ μον ἐνοίκησιν: lac. παρα]νόμω lac. ς ἐχρη lac. ληκ lac. o lac. O | |
2.17.3 | κατεσκευάσαντο: κατασκευὰς ἐποιήσαντο. ʃ οἴ‐ κημά τι. ἢ ἀντὶ τοῦ κατέλυσαν τὰ σκεύη· ὧν ἐναντίον τὸ ἀνεσκευάσαντο. τά τε μακρὰ τείχη: ἐπάνω τῶν τειχῶν ABFMc2 | |
2.17.4 | ἐξαρτύοντες: [μετα]φορικῶς ἀπὸ τῶν [πλοίων λέγεται ὅτα]ν οἱ ἐρέται ἕτοι[μοι ὦσι πρὸς τὴν κώ]πην O. | |
2.18.1 | ἐς Οἰνόην: Οἰνόη δῆμος τῆς Ἀττικῆς, ὅριον· οὖσα Ἀθηναίων καὶ Βοιωτῶν ABFGMc2 τῷ τείχει: τῆς Οἰ‐ νόης GMa2c2 | |
2.18.3 | ἀπ’ αὐτοῦ: τοῦ βράδους BFMc2 δοκῶν: νομιζόμενος. ἐν τῇ ξυναγωγῇ τοῦ πολέμου μαλακός: lac. ἀθροίσει καὶ lac. ε ἀνειμένος lac. της Oʃ ὅτε ἀπέτρεπε πολεμεῖν ABFGMc2 ἥ τε ... διέβαλεν αὐτόν: περὶ τῆς τοῦ | |
5 | Ἀρχιδάμου διαβολῆς ABFGMc2 ἐπιμονή: ἀργία Aʃ ὅτε τὸν Μελήσιππον ἔπεμψε BFGMc2 ἐπίσχεσις: ἀργία. | |
2.18.4 | ἐν τῷ χρόνῳ τούτῳ: τῆς βραδύτητος δηλονότι. διὰ τὴν ἐκείνου μέλλησιν: ἐβράδυναν δηλονότι. | |
2.18.5 | ἐν τῇ καθέδρᾳ: lac. α μ[έλ]λειν καὶ lac. [κ]αθῆσθαι ἀργῶς lac. Oʃ τῇ ἀργίᾳ τῆς πολιορκίας δηλονότι. ἀνεῖχεν: lac. με]ταφορικῶς [ἀπὸ τοῦ τὰ ὅπλα ἀν]έχειν ἀφ’ οὗ [καὶ ἀνοχαὶ αἱ ἐκε]χειρίαι Oʃ αὐτοὺς | |
5 | δηλονότι. | |
2.19.1 | πᾶσαν ἰδέαν πειράσαντες: πάσης ἰδέας πολε‐ μικῆς πεῖραν ἐπαγαγόντες. | |
2.19.2 | ἔτεμνον: τὰ δένδρα δηλονότι ABFMc2 Ῥείτους: lac. ι τοπ[ο.]ς lac. ῃ α lac. Oʃ Ὦρος Ῥεῖτος, Ἡρωδιανὸς Ῥῖτος ABFGMc2 loco incerto: lac. α ἱπ‐ πέων lac. λως το lac. εληλυθο lac. ἀνεῖλεν lac. άδε ἐνν lac. O | 123 |
5 | Αἰγάλεων: ἀρσενικῶς ὁ Αἰγάλεως ὡς Μενέλεως, ἄλλοι δὲ οὐδετέρως φασίν ABFGMc2. | |
2.20.1 | ἐκείνῃ τῇ ἐσβολῇ: τῇ πρώτῃ ἐφόδῳ c2ʃ ἐποίησαν γὰρ καὶ ἄλλας ἐσβολὰς εἰς τὴν Ἀττικὴν οἱ Λακεδαιμόνιοι ABFGMc2 οὐ καταβῆναι: ᾔδεισαν ει.......... ..ναι O | |
2.20.2 | ἐπεξελθεῖν: ἐπὶ τιμωρίᾳ. | |
2.20.3 | πεῖραν ἐποιεῖτο: ἤλπι‐ ζεν, διε[νοεῖτο O εἰ ἐπεξίασιν: ἀντὶ τ[ο]ῦ εἰ ἐπεξ[ελεύ‐ σονται], τὸν ἐνεστῶτα ἀντὶ το[ῦ μέλλοντος ...] τοτο....ικοι τιθ lac. ε...ς lac. ς τὸ ήρ lac. καὶ με lac. Oʃ εἰ ἐπεξελεύ‐ | |
5 | σονται οἱ Ἀθηναῖοι πρὸς πόλεμον. | |
2.20.4 | αὐτῷ: τῷ Ἀρχιδάμῳ. ἐδόκουν: ἐνομίζοντο. ἐκείνῃ: τῇ πρώτῃ. [χωρήσεσθαι:] καὶ ἐπαινέσ[ε]σθαι ἀντὶ τοῦ ἐπα[ινέ]σειν σύνηθες τοῖς Ἀττι‐ κοῖς O τῶν σφετέρων: κτημάτων. προθύμους ἔσεσθαι: | |
5 | ἀπὸ κοινοῦ τὸ ἐδόκουν ABFMc2 ὑπὲρ τῆς τῶν ἄλλων: γῆς δηλονότι. | |
2.21.1 | Παυσανίου: τοῦ προδότου, τοῦ ἐν Πλαταιαῖς στρατηγοῦ ABFGMc2 μεμνημένοι καὶ Πλειστοάνακτα ... ἀνεχώρησε: σημείωσαι τὴν σύνταξιν ὅτι Θουκυδιδεία ἐστίν ABFGMc2 Θριῶζε: τοπικῶς ἀντὶ τοῦ εἰς τ[ὸ Θριά]σιον πε‐ | |
5 | δίον, συνήθ[ω]ς· ἠκολού[θει] γὰρ ὡς Ὀλυμπίαζε καὶ οἴκαδε Θρι[ῶζε O ἐς τὸ πλέον: ἐς τὸ περαιτέρω. αὐτῷ: τῷ Πλει‐ στοάνακτι. χρήμασι πεισθῆναι: μετὰ πειθοῦς χρημάτων ποιῆσαι τὴν ἀναχώρησιν. | |
2.21.2 | ἀλλ’ αὐτοῖς ὡς εἰκὸς τῆς γῆς τεμνομένης: ὑπέρβατόν ἐστι, τὸ γὰρ ἑ[ξῆς] αὐτοῖς δεινὸν ἐφαίνετο, τὰ δ’ ἄ[λλα] διὰ μέσου Oʃ ὡς ἐστὶν εἰκάσαι. | |
ἐν τῷ ἐμφανεῖ: φανερῶς. τῇ νεότητι: τῷ πλήθει τῶν | 124 | |
5 | νέων. ἐπεξιέναι: κατὰ τῶν πολεμίων δηλονότι. | |
2.21.3 | κατὰ ξυστάσεις τε γιγνόμενοι: συνιστάμενοι, συστρεφόμενο[ι] κατὰ μέρη Oʃ οἷον κατὰ συστήματα καὶ πλήθη ABFGMc2 ὡς ἕκαστος: τῶν Ἀθηναίων δηλονότι. ὡς ἕκαστος ὤργητο: | |
5 | ὡς ἕκαστο[ς] ὠ[ρέ]γετο, ἐπ[ε]θύμει. ἐν ἐνίοις δὲ γράφ[ε]ται ὥρμητο O ἐτέμνετο: ἠφανίζετο. ἐνῆγον: παρεκίνουν. ἀνηρέθιστο: διηγείρετο. οὐκ ἐπεξάγοι: οὐκ ἐπιφέροι τὸ στράτευμα κατὰ τῶν πολεμίων. | |
2.22.1 | γιγνώσκειν: κρίνειν. ξυνελθόντας: συστάν‐ τας. δι’ ἡσυχίας εἶχεν: ἡσύχαζε. | |
2.22.2 | προδρόμους: τῶν Λακεδαιμονίων. κακουργεῖν: λῃστεύειν. ἐν Φρυγίοις: τόπος δήμου Ἀθμονέω[ν Oʃ τόπος τῆς Ἀττικῆς ABFGMc2 τέλει ἑνί: τάγματι, ν[ῦν] μὲν δόρπον ἕλεσθε κατὰ στρα[τ]ὸν | |
5 | ἐν τελέεσσι (Σ 298) Oʃ τάγματι ἑνί ABFM Θεσσαλοῖς: οἱ γὰρ Θεσσαλοὶ σύμμαχοι πάλιν ἐγένοντο τοῖς Ἀθηναίοις ABFGM μετ’ αὐτῶν: τῶν Ἀθηναίων F πρὸς τοὺς Βοιωτῶν ἱπ‐ πέας: κατὰ τῶν Βοιωτῶν. τροπὴ ἐγένετο αὐτῶν: τῶν Ἀθηναίων ABc2 ἀσπόνδους: ὅ ἐστι, μὴ δεηθέντες σπονδῶν | |
10 | αἴτησιν παρὰ Πελοποννησίων. οὐδὲ γὰρ ἦσαν πάνυ ἡττη‐ θέντες, ὥστε καὶ δεηθῆναι σπονδῶν, ἵνα θάψωσιν αὐτοὺς ABFGMc2 | |
2.22.3 | παρ’ αὐτούς: τοὺς Ἀθηναίους δηλονότι. Φαρ‐ σάλιοι Πειράσιοι: ἀπ[ὸ] Πηρείας, τὰ[ς] ἐν Πηρείῃ θρέψ’ ἀργ[υρότοξος (Β 766). ἁμαρ]τάνουσι δὲ οἱ γρά[φοντες Παράσι]ο[ι]· ἔστιν γὰρ τῆς Ἀρκ[αδίας Oʃ Παρράσιοι, Ἀρκά‐ | |
5 | δες· Πειράσιοι, Θεσσαλοί ABFMc2 ἐκ μὲν Λαρίσης: ἡ Λάρισα ἐστασίασε πρὸς ἑαυτήν· διὸ ἑκατέρα μερὶς ἄρχοντα εἶχε. λέγει δὲ ὅτι ἑκατέρα στάσις δύναμιν Ἀθηναίοις ἀπ‐ έστειλεν· οἱ μὲν γὰρ δημοκρατίαν ἤγαγον, οἱ δὲ ὀλιγαρχίαν | |
ABFGMc2. | 125 | |
2.23.1 | ἄραντες: ἀπάραντες, [ἀποσ]τάντες O Πάρ‐ νηθος: ὁ Πάρνης ὄνομα ὄρους ABFGMc2 | |
2.23.2 | αὐτῶν: τῶν Ἀθηναίων δηλονότι. Σωκράτης: ἄλλος Σωκράτης, οὐχ ὁ Σωφρονίσκου ABF | |
2.23.3 | καὶ οἱ μέν: οἱ στρατηγοὶ τῶν Ἀθη‐ ναίων. ἄραντες: τὰς ναῦς δηλονότι. τῇ παρασκευῇ ταύτῃ: τῇ τῶν ἑκατὸν νεῶν BFGMc2 οὐχ ᾗπερ ἐσέβαλον: οὐ τῇ ὁδῷ ᾗ εἰσέβαλον, εἰς τὴν Ἀττικὴν δηλονότι. ʃ ὅπως | |
5 | καὶ τἆλλα δῃώσαντες μᾶλλον λυπήσωσιν ABFGMc2 παριόντες δὲ Ὠρωπόν: [μεθ]όριος γῆς Βοιω[τῶν] καὶ Ἀθην[αίων ἐ]στίν, [ὅθεν ἠμφισ]βήτησαν [πολλ]άκις [αὐτ]οῦ O. | |
2.24.1 | ἐξαίρετα: ἀποκεκριμένα. τῶν ἄλλων: ταλάν‐ των δηλονότι. ἐς ἄλλο τι: ἐς ἄλλην χρείαν πραγμάτων. νηΐτῃ στρατῷ: δηλονότι μεγάλου κινδύνου 〈ἐπι〉κρεμαμένου. οὐ γὰρ ἂν ναυτικῷ στρατῷ οἱ Λακεδαιμόνιοι ἐσέβαλον εἰς τὸν | |
5 | Πειραιᾶ, εἰ μὴ κατὰ κράτος ἐνίκων τῷ πεζῷ τοὺς Ἀθηναίους· οὗτοι γὰρ κατὰ θάλασσαν πολὺ προεῖχον τῶν Λακώνων ABFGMc2 | |
2.24.2 | μετ’ αὐτῶν: τῶν ταλάντων. | |
2.25.1 | ἀνθρώπων: λείπει πολλῶν ABFGMc2 | |
2.25.2 | περὶ τοὺς χώρους τούτους: τῆς Μεθώνης. διαδραμών: ἀντὶ τοῦ διὰ μέσου αὐτοῦ δραμών ABFMc2 περιεποίησε: ἐφύ‐ λαξε. ἀπὸ τούτου: ἀπὸ ταύτης τῆς ὁρμῆς. | |
2.25.3 | ἄραντες: τὸ ἄραντες κυρίως ἐπὶ θαλάσσης εἴρηται, ἔστι δὲ ὅτε καὶ ἐπὶ γῆς ABFGMc2 σχόντες: ἀντὶ τοῦ προσσχόντες F ἐκ τῆς κοίλης Ἤλιδος: εἰς δύο διῄρηται ἡ Ἦλις, εἰς ὀρεινὴν καὶ | |
5 | κοίλην ABFGMc2 τῆς περιοικίδος: τῆς περιχώρου. | |
2.25.4 | οἱ δὲ Μεσσήνιοι: οἱ ἐν Ναυπάκτῳ ABFGMc2 ἐν τούτῳ: τῷ καιρῷ. ἐπιβῆναι: ἐπὶ τὰς ναῦς. τὴν Φειὰν αἱροῦσι: | |
τὴν πόλιν αὐτὴν πορθοῦσι ABFMc2. | 126 | |
2.27.1 | ἀνέστησαν: μετῴκισαν. ʃδιὰ τὸ εὔνους εἶναι τοῖς Λακεδαιμονίοις ABFGMc2 ἐπικαλέσαντες: ἐγκαλέσαντες αὐτοῖς τοῦ πολέμου μάλιστα αἰτίους εἶναι. ἐποίκους: ἄποι‐ κοι μὲν οἱ ἐρήμους τόπους πεμπόμενοι οἰκῆσαι, ἔποικοι δὲ οἱ | |
5 | πόλεις, ὥσπερ νῦν ABFMc2 | |
2.27.2 | ἐκπεσοῦσι: ἐξορισθεῖσιν. εὐεργέται ἦσαν: συμμαχήσαντες ἴσως αὐτοῖς οἱ Αἰγινῆται ABFGMc2 ὑπό: κατὰ τὸν καιρόν. μεθορία: μέση. καθή‐ κουσα: παρατεινομένη. ἐνταῦθα: ἐν τῇ Θυρεάτιδι γῇ. | |
2.29.1 | τὸν Πύθεω: ὁ Πύθης, τοῦ Πύθεω, Ἰωνικῶς ABFc2 Σιτάλκης: βασιλεὺς Θρᾴκης ABF παρ’ αὐτῷ: τῷ Σιτάλκῃ. νομίζοντες: ὑπολαμβάνοντες ABFc2 πρόξενον: προστάτην καὶ φροντιστήν Fʃ φίλον. σφίσι: τοῖς Ἀθη‐ | |
5 | ναίοις. τὸν Τήρεω: ὁ Τήρης, τοῦ Τήρεω ABFc2 | |
2.29.2 | Ὀδρύ‐ σαις: Ὀδρύσαι ἔθνος Θρᾳκῶν ABFGc2 αὐτόνομον: ἰδίοις νόμοις χρώμενον. | |
2.29.3 | Τηρεῖ δὲ κτλ.: σημείωσαι ὅτι ἐνταῦθα μόνον μῦθον εἰσάγει ἐν τῇ συγγραφῇ, καὶ τοῦτον διστάζων ABFGc2 οὐδὲ τῆς αὐτῆς Θρᾴκης: εἰς τὸν αὐτὸν καὶ ἕνα τόπον τῆς Θρᾴκης. ὁ μὲν: ὁ Τηρεὺς ὁ ἀρχαῖος BFc2 τὸ | |
5 | περὶ τὸν Ἴτυν: τοῦτόν τινες Ἴτυλον καλοῦσιν ABFc2 ἐν ἀηδόνος μνήμῃ: ἀντὶ τοῦ μεμνημένοι τῆς ἀηδόνος τοῦ ὀρνέου ABFGc2 διὰ τοσούτου: δι’ ὀλίγου ABFGc2 τὸ αὐτὸ ὄνομα: τοῦ Τηρέως. ἐν κράτει: ἐν δυνάμει ABFGc2 | |
2.29.4 | οὗ δὴ ὄντα: ἐπανάληψις ABFGc2ʃ ὅπου. τὰ ἐπὶ Θρᾴκης χω‐ ρία: Χαλκιδέας, Βοττιαίους ABFc2 ξυνελεῖν: προσποιήσα‐ σθαι. | |
2.29.5 | τὸν υἱὸν αὐτοῦ: τὸν υἱὸν τοῦ Σιτάλκου, ἵνα λοιπὸν ὡς ὑπὲρ πατρίδος ἀγωνίζηται ABGc2 Ἀθηναῖον: | |
Ἀθηναίων πολίτην ἐποίησεν F ὑπεδέχετο: ὑπέσχετο. πελ‐ ταστῶν: πέλτη ἀσπὶς τετράγωνος ABFGc2 | 127 | |
2.29.6 | ξυνεβίβασε: φίλον ἐποίησεν αὐτοῖς τὸν Περδίκκαν. Θέρμην: εἶχον γὰρ αὐτὴν Ἀθηναῖοι, ἐκ πολιορκίας κρατοῦντες ABFGc2. | |
2.30.1 | Σόλλιον: τὸ Σόλιον πόλισμα τῆς ἠπείρου ἐστὶν ἐν τῇ Ἀκαρνανίᾳ ABFGc2 Ἀστακόν: πόλις Ἀκαρνανίας Gc2 αὐτόν: τὸν τύραννον. | |
2.30.2 | ἐπί τε Κεφαλληνίαν ...: ση‐ μείωσαι τὴν σύνταξιν ABFc2 προσηγάγοντο: ἐχειρώσαντο. Σαμαῖοι: Σάμιος ὁ ἀπὸ Σάμου, Σαμαῖος ὁ ἀπὸ Σάμης ABFc2. | |
2.31.1 | οἱ περὶ Πελοπόννησον: οἱ περιπλέοντες κατὰ τῆς Πελοποννήσου. ἐν ταῖς ἑκατὸν ναυσίν: ὄντες δηλον‐ ότι. ἔτυχον γὰρ ...: μεταξυλογία. τοὺς ἐκ τῆς πόλεως πανστρατιᾷ: τοὺς συμπολίτας αὐτῶν μετὰ παντὸς τοῦ στρα‐ | |
5 | τεύματος. ἔπλευσαν παρ’ αὐτούς: πλῷ χρησάμενοι ἦλθον εἰς αὐτούς. | |
2.31.2 | ἀκμαζούσης ...: ἀκμὴν καὶ αὔξησιν ἐχού‐ σης τῆς πόλεως καὶ οὔπω ὑπὸ νόσου ἐλαττωθείσης. αὐτοὶ οἱ Ἀθηναῖοι: οἱ ἀκραιφνεῖς καὶ οὐ ξένοι ABFGc2 τὰ πολλὰ τῆς γῆς: τὰ πολλά, μέρη δηλονότι, τῆς γῆς, τῆς Μεγαρίδος. | |
5 | Νίσαια: ἐπίνειον Μεγάρων ABFGc2. | |
2.32.1 | Ἀταλάντη: ἡ νῦν λεγομένη Κασανδρία. | |
2.33.1 | Εὔαρχος: ὁ τύραννος Ἀστάκου ABFGc2 τῆς στρατιᾶς: τῶν Κορινθίων δηλονότι. | |
2.33.2 | κατήγαγον: τὸν Εὔαρχον δηλονότι. προσποιήσασθαι: οἰκειοποιήσασθαι ABFGc2 πειραθέντες: πεῖραν σχόντες. οὐκ ἐδύναντο: λαβεῖν δηλονότι. | |
2.33.3 | ὑπ’ αὐτῶν: τῶν Κρανίων δηλονότι. ἀποβάλλουσι: ζημιοῦνται. | |
2.34.1 | τῷ πατρίῳ νόμῳ χρώμενοι: τὸν πάτριον νόμον πληροῦντες περὶ τῆς τῶν Ἀθηναίων ταφῆς. ʃ δηλον‐ ότι καύσαντες τὰ σώματα· οὗτος γὰρ ἦν νόμος Ἀθηναίοις καὶ πᾶσι τοῖς Ἕλλησι ABFGc2 τρόπῳ τοιῷδε: τῷ ῥηθησο‐ | |
5 | μένῳ. | |
2.34.2 | πρότριτα: πρὸ τριῶν ἡμερῶν Patm. ʃ πρὸ τρίτης ἡμέρας τῆς ἐκκομιδῆς, ἢ ἐπὶ ἡμέρας τρεῖς· ἄμεινον δὲ τὸ πρῶτον ABFGc2 ἐπιφέρει: ἐναγίζει BFc2ʃ ἐπιτιθεῖ τῷ νε‐ κρῷ. | 128 |
2.34.3 | κυπαρισσίνας: διὰ τὸ ἄσηπτον εἶναι Gc2 ἔν‐ εστι: τῇ λάρνακι δηλονότι. | |
2.34.5 | τὸ δημόσιον σῆμα: τὸ κα‐ λούμενον Κεραμεικόν ABFGc2 [τοὺς ἐν Μαραθῶνι]: lac. τετελε]υτηκότων. ἀρσε[νικῶς δὲ λέγου]σι τὸν Μαραθῶνα O | |
2.34.6 | ἀξιώσει: ἀξιώματι Gc2. | |
2.35.1 | οἱ μὲν πολλοὶ ...: οἱ μὲν πολλοί, φησί, τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν νομοθέτην τὸν προσθέντα ἐν τῷ αὐτοῦ νόμῳ τὸν λόγον τὸν κελεύοντα λέγεσθαι τὸν ἐπι‐ τάφιον ἐπὶ τοῖς θαπτομένοις δημοσίᾳ c2 τῶν ἐνθάδε εἰρη‐ | |
5 | κότων: τῶν ῥητόρων δηλονότι ABFGc2 τὸν προσθέντα: τὸν νομοθέτην, τὸν Σόλωνα ABFGc2 τῷ νόμῳ τὸν λόγον: νόμος, ὅτι δεῖ τοὺς ἐκ τῆς πόλεως ἀνῃρημένους δημοσίᾳ τα‐ φῆς ἀξιοῦν. προστιθέασι δὲ τῷ τοιούτῳ νόμῳ τὸ δεῖν καὶ ἐπι‐ ταφίους ἐπαίνους εἰς αὐτοὺς λέγειν, ὃ δὴ καὶ λόγον ὁ ῥήτωρ | |
10 | ἐνταῦθα καλεῖ καὶ προσθήκην νόμου προσαγορεύει. καὶ μὴ ... πιστευθῆναι: καὶ μὴ ἐν ἑνὶ [ἀνδρὶ ....].σου– [.........] ἀπο[θανόντω]ν τὰς ἀρετὰς κινδυνε[ύειν εὖ εἰ]πόντι καὶ κακῶς τοιου[τοτρόπου]ς πιστεύεσθαι ὡς ἂν [οὗ‐ τος ε]ἴπῃ Oʃ ἀπὸ κοινοῦ τό, ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει. ἀντὶ | |
15 | τοῦ, καὶ μὴ ἐν κινδύνῳ γίνεσθαι τὸ πιστευθῆναι ABFc2 | |
2.35.2 | χαλεπὸν γάρ: κατασκευὴ τοῦ προοιμίου ABFGc2 με‐ τρίως: lac. καὶ ἱκανῶς Oʃ συμμέτρως, ἀξίως ABFGc2 ἡ δό‐ κησις τῆς ἀληθείας: [δ]ύσκολόν ἐστιν lac. πράγματι μο lac. ας ὑπολή[ψ lac. αι δύσκολον lac. ἀ]πιστεῖται lac. τ]οῦ | |
5 | πράγμα[τος lac. δόξα καὶ lac. του lac. Oʃ περιφραστικῶς ἡ ἀλήθεια ABFGc2 ὅ τε ἄπειρος: προσυπακουστέον τὸ καὶ μὴ εὔνους ABFGc2 ἔστιν ἃ καὶ πλεονάζεσθαι: [οἱ ἀγν]ο‐ | |
οῦντες lac. νο]μίσει[αν ἂν lac. εἴ τινα lac. ν γὰρ τὸ lac. ἕ]κα‐ στος lac. ηγεῖται Oʃ ἀπὸ κοινοῦ τὸ νομίσειεν ABFGc2 ἐς ὅσον: | 129 | |
10 | ἕως οὗ. αὐτῶν: τῶν ἐπαίνων δηλονότι. ἀπιστοῦσιν: λείπει ἕκαστος· ἔστι δὲ σχῆμα ABFGc2 | |
2.35.3 | ἐδοκιμάσθη: ἐκρίθη. βουλήσεώς τε κτλ.: βουλήσεως μὲν πρὸς τὸ εὔνους, δόξης δὲ πρὸς τὸ ἄπειρος τυχεῖν δὲ εἶπεν ὡς ἀπὸ μεταφορᾶς τῶν τοξευόντων κατὰ σκοποῦ· ἐπὶ πλεῖστον δὲ καλῶς· οὐ γὰρ | |
5 | δυνατὸν πᾶσιν ὁμοίως ἀρέσκοντα λέγειν, ἀλλὰ μέσως πως, ἵνα μήτε φθόνον μήτε ψεῦδος δόξῃ λέγειν ABFGc2. | |
2.36.1 | δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον δέ: [δί]‐ καιον π[άλ]ιν εἴρηκ[ε]ν [....]π.[ ἀντὶ τοῦ π[ρ]οσῆκον O ἐν τῷ τοιῷδε: τῷ ἐπαίνῳ. | |
2.36.2 | ἐκεῖνοι: οἱ πρόγονοι. πρὸς οἷς: μεθ’ ὧν. οὐκ ἀπόνως: τινὲς εἰς τὸ οὐκ ἀπόνως ὑπο‐ στίζουσι ABFc2 | |
2.36.3 | αὐτῆς: τῆς ἀρχῆς δηλονότι. ἡμεῖς: ταῦτα λέγει ὁ Περικλῆς διὰ τὴν Σάμον καὶ Εὔβοιαν, ἣν αὐ‐ τὸς τοῖς Ἀθηναίοις προσεκτήσατο BFc2 καθεστηκυίᾳ ἡλι‐ κία: ἐν τῇ παρα〈κμ〉ῇ ταύτῃ Oʃ ἐν τῇ μέσῃ ἡλικίᾳ ABF | |
2.36.4 | ὧν: πατέρων ἢ [ὧν] πραγμάτων τῶν κατὰ πόλεμον ἡμῖν παρεσκευασμένων καὶ εἰρήνην ABFc2 ἐάσω: ἰστέον ὅτι διὰ τοῦτο αὐτὰ παραιτεῖται λέγειν, ἵνα μὴ ἀναγκασθῇ καὶ τὰ τῶν προκειμένων νεκρῶν εἰπεῖν οὐκ ἀξιόλογα ὄντα ABFGc2 ἐπι‐ | |
5 | τηδεύσεως: πράξεως. εἶμι: πορεύσομαι. οὐκ ἂν ἀπρεπῆ λεχθῆναι: οὐκ ἂν ἔξω τοῦ προσήκοντος λεχθῆναι. τὸν πάντα ὅμιλον: σχῆμά ἐστιν, ἀντὶ τοῦ τῷ παντὶ ὁμίλῳ ABFc2. | |
2.37.1 | χρώμεθα γάρ: τὸ δεύτερον κεφάλαιον τοῦ ἐγκωμίου, ἡ ἀγωγή ABFGc2 οὐ ζηλούσῃ: οὐ μιμουμένῃ. τοὺς τῶν πέλας νόμους: αἰνίττεται τοὺς τῶν Λακεδαιμο‐ νίων, οὓς Λυκοῦργος ἔγραψε, μιμησάμενος τοὺς Κρητῶν καὶ | |
5 | Αἰγυπτίων νόμους ABFGc2 καὶ τῶν ἄλλων τὰ πλείω πρὸς Λα‐ κεδαιμονίους. ὄνομα μὲν ...: οὐ παρὰ τὸ πολλοὺς οἰκεῖν γίνε[τα]ι δημοκρατία, ἀ[λ]λὰ τοιοῦτον λέγει διὰ τὸ μὴ πρὸς ὀ[λ]ιγαρχίαν διοικεῖσθαι τὰ πράγματα ἀλλὰ εἰς [τὸ] τοῦ πλή‐ θους συμφέρον Oʃ ἐπειδὴ φαῦλον δοκεῖ ἡ δημοκρατία καὶ | 130 |
10 | ἑώρα τοὺς Λάκωνας σεμνυνομένους ἐπὶ τῇ ἀριστοκρατίᾳ, ἐπάγει λέγων ὅτι τῷ μὲν ὀνόματι δημοκρατία, τῷ δὲ ἔργῳ ἀριστοκρατία ἐστὶν ἡμῶν ἡ πολιτεία ABFGc2 μέτεστι δὲ ...] διάφορά νυν τὰ διαφέροντα· μ[ε]τέχουσι δὲ πάντες κατὰ μὲν τοὺς νόμους ἐν τοῖς ἰδίοις συμβολαί[οι]ς ἰσηγορίας, κατὰ δὲ | |
15 | τὴν ἀξίαν ὡς ἔν τινι ἕκ[α]στος λαμπρὸς νομίζεται ἐν το[ῖ]ς κοινοῖς, οὐ κατὰ τὸ μέρος τὸ ἐπιβάλλον ἴσον αὐτῷ τῆς π[ολ]ι‐ τείας πρὸς τὸ κοινὸν τ[ι]μᾶται ἀλλὰ διὰ τὴν ἀρετὴ[ν ἢ ἐκ τ]ῶν [ἀ]ρετῶν οι..κ....ε...........νταξιν lac. ἕκαστος lac. τῶ]ν νόμων lac. ι ἀρετὴ lac. ς O τὰ ἴδια διάφορα: | |
20 | τὰ διαφέροντα τοῖς ἰδιώταις ABFGc2 ἀξίωσιν: ἀξίωμα AFGc2 ἔν τῳ: ἔν τινι ABFGec2 οὐκ ἀπὸ μέρους: τοῦτο λέγει διὰ τοὺς Ἡρακλείδας βασιλεῖς τῶν Λακώνων, οἵτινες ἀπὸ μέρους ἦρχον διὰ μόνην τὴν εὐγένειαν, κἂν μὴ εἶχον ἀρετήν ABFGc2 ἢ ἀπ’ ἀρετῆς: ὁ ἤ ἀντὶ τοῦ μᾶλλον ABFc2ʃ παρὰ G ἔχων | |
25 | δέ τι: ὁ δέ ἀντὶ τοῦ μέν νῦν κεῖται ABF ἀξιώματος: ἀντὶ τοῦ τύχης ABFc2 ἀξιώματος ἀφανείᾳ: ὅτι οὐκ ἔστι πλούσιος ἢ εὐγενής. ʃ ἀρίστη πολιτεία τὸ κατὰ νόμους μὲν ἀπονέμειν πᾶσι τὸ δίκαιον κατὰ τὰς ἰδίας διαφοράς τε καὶ διενέξεις, καὶ μὴ περιορᾶν μήτε τὸν ἀδικούμενον μήτε τὸν | |
30 | ἀδικοῦντα, ἕκαστον δὲ τῶν πολιτῶν οὐκ ἀπὸ μέρους προ‐ τιμᾶν, ἢ διὰ τὴν ἀξίαν, εἰ τύχοι τις ἀξιώματι σεμνυνό‐ μενος, ἢ διὰ τὸ γένος, ἢ διὰ πλοῦτον, ἤ τι τῶν ἄλλων, ᾧ τις διαφέρειν οἴεται τῶν πολλῶν καὶ εὐδοκίμων ἐν μέρει, ἀλλ’ ἀπὸ ἀρετῆς καὶ ἀρίστης ἐπιτηδεύσεως· ὁ γὰρ τοι‐ | |
35 | οῦτος, κἂν πένης καὶ ἄδοξος, ἐκ πενήτων τε καὶ ἀδόξων εἴη, κἂν ἀφανής, τῶν πλουσίων τε καὶ ἐνδόξων ἐστὶν ἐντιμότερος. | 131 |
2.37.2 | ἐλευθέρως δὲ ...: [ἐλευθέρω]ς φησὶν πολ[ι]τευόμεθα [ἔν τε τοῖς κοι]νοῖς καὶ π[ρὸ]ς ἀλλή[λους ἐν τοῖς κ]αθ’ ἡμέ‐ ραν ἐπιτη[δεύμασιν οὐ]χ ὑποπτεύ⟦σ⟧οντες τὸ[ν πέλ]ας οὐδ’ ὀργ[ιζόμενοι εἰ] πρ[ὸς ἡδ]ονήν τ[ι δρᾷ O ʃ ὡσανεὶ ἔλεγεν, οὐκ | |
5 | ἐσμὲν ἀλλήλοις ὕποπτοι ABFG ἐπιτηδευμάτων: ἀπὸ κοι‐ νοῦ τὸ πολιτευόμεθα ABFc2 ʃ ἐνταῦθα τὴν διαγωγὴν δηλοῖ. οὐδὲ ἀζημίους μέν ...: οὐ λυποῦμεν ...υ.........ς τοῖς ἡδέως δια[ιτῶ]σιν, ο[ὐδὲ ἄχ]ρι μὲν ζημίας τῆς κατὰ [ἐ]κείν[ων, οἷ]ον κατηγορ[ίας] κ[α]ὶ προστίμου, [ἐλ]ευθέρως | |
10 | ζῆν ἐ[πιτ]ρέπομεν, ἄλλως δὲ ἐκ τοῦ .... ἀχθόμενοι καὶ βα‐ σκαίνοντες ἐπ[ὶ ταῖς] ἄλλων ἡδοναῖς διατελοῦμεν O λυπη‐ ρὰς δὲ τῇ ὄψει ἀχθηδόνας: τοῦτο λέγει, ἐπειδή ποτε οἱ Λακεδαιμόνιοι, Ἀλκαμένη ἐν προαστείῳ θεασάμενοι μετεωρί‐ ζοντα, κακῶς ἐχρήσαντο. οἱ γὰρ Λακεδαιμόνιοι σκυθρωποί | |
15 | εἰσι, διὰ παντὸς ἐπιείκειαν ὑποκρινόμενοι, καὶ τοὺς ἁβροτέ‐ ρους κολάζουσι τὸ γὰρ τερπνὸν τοῦ βίου κώλυμα νομίζουσι τῶν ἀναγκαίων ABFGc2 | |
2.37.3 | ἀνεπαχθῶς δὲ ...: ἐν τοῖς ἰδίοις ἁπλ[ού]στερον [ἀλλ]ήλοις συνόντες ἐν τοῖς κοινοῖς [εὐλ]αβῶς καὶ νομίμως πολιτευό[με]θα Oʃ ταῦτα πρὸς Λακεδαιμονίους αἰνίττεται ABFc2 τῶν τε αἰεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει: | |
5 | τῷ κατ[α]κούειν κα[ὶ] πείθεσθαι τοῖς ἄρχου[σι]ν Oʃ τῶν ἀρχόντων ABFc2 αὐτῶν: τῶν νόμων δηλονότι FGc2 ἄγρα‐ φοι: ἄγραφοι νόμοι τὰ ἔθη εἰσί ABFGc2. | |
2.38.1 | τῇ γνώμῃ: τῇ ψυχῇ ἢ τῇ συνέσει ABFGc2 διετησίοις: οἷον δι’ ὅλου τοῦ ἔτους Oʃ δι’ ὅλου τοῦ ἔτους θύουσιν οἱ Ἀθηναῖοι καθ’ ἑκάστην πλὴν μιᾶς ἡμέρας ABFGc2 ἡ τέρψις: ἡ ζωγραφία ABFGc2 τὸ λυπηρόν: αἰνίττεται | |
5 | πρὸς τοὺς ταπεινοὺς καὶ εὐτελεῖς Λακεδαιμονίους ABFGc2 ἐκπλήσσει: ἐξαιρεῖται, ἐξάγει Oʃ ἐκβάλλει ABFGc2 | 132 |
2.38.2 | ἐπεσ‐ έρχεται: τοῦ Θησέως ἐν Ἀττικῇ τε καὶ ταῖς Ἀθήναις βασι‐ λεύσαντος συνεισέφερον πανταχόθεν αὐτῷ τὰ πρὸς χρείαν οἱ Ἕλληνες, ἐπειδήπερ ταύτην ὁ βασιλεὺς πρυτανεῖον καθεστήκει | |
5 | καὶ μητρόπολιν τῆς Ἑλλάδος, τὰς ἄλλας καθῃρηκὼς διὰ τοῦτο πόλεις. | |
2.39.1 | διαφέρομεν δὲ ...: πληρώσας τὰ ἐν εἰρήνῃ ἀγαθὰ νῦν μετέρχεται ἐπὶ τὰ ἐν πολέμῳ ABFGc2 τῶν ἐναν‐ τίων: τῶν Λακεδαιμονίων ABFGc2 τοῖσδε: τοῖς ῥηθησο‐ μένοις. κοινήν: ἀκ[ροβο]λίζει Λακεδαιμονίους Oʃ κοινω‐ | |
5 | νικὴν καὶ ἀνειμένην πᾶσιν ἀνθρώποις ABFGc2 ξενηλασίαις: ὥσπερ οἱ Λακεδαιμόνιοι ABFGc2 ὃ μὴ κρυφθὲν ἄν τις ...: τὸ ἑξῆς, ὠφεληθείη ἄν τις ἰδὼν μὴ κρυφθέν ABFGc2 καὶ ἀπάταις: πάλιν πρὸς Λακεδαιμονίους, οἵτινες ἀπάτῃ τὸ πλέον καὶ γοητείᾳ γνώμης ἐκράτουν ἐν τοῖς πολεμικοῖς ABFc2 | |
10 | εὐθὺς νέοι ὄντες: καὶ ταῦτα πρὸς Λακεδαιμονίους. ἐκεῖνοι γὰρ ἀπὸ μικρᾶς ἡλικίας εἰς τὰ πολέμια ηὐτρεπίζοντο· καὶ εὐθὺς ὡς ἐτίκτετο τὸ παιδίον, ἐν ἀσπίδι ἐτίθεσαν αὐτὸ καὶ δόρυ πλησίον, καὶ ἐβόων ἢ τὰν ἢ ’πὶ τὰν, τουτέστιν, ἢ ταῦτα σῶ‐ σον, ἢ μετ’ αὐτῶν ἀναιρέθητι. οἱ δὲ αὐτοὶ οὕτως ἐπιπόνως | |
15 | ἤσκουν, ὡς μηδὲ λουτρῶν ἀνέχεσθαι, ἀλλ’ ἀρκεῖσθαι τῷ Εὐ‐ ρώτᾳ ποταμῷ πρὸς τὸ λούσασθαι. ἀμέλει καὶ διαμαστιγώσεις ἐγίνοντο κατά τινα καιρόν, ἐν αἷς οἱ πλείονας ἐνεγκόντες ἀνδρειότεροι ἐνομίζοντο ABFGc2 τὸ ἀνδρεῖον: τὸ τοῖς ἀν‐ δράσι πρέπον. ἀνειμένως: οὐκ ἀντὶ τοῦ ἀργ[ῶς] ἀλλὰ | |
20 | ἀδεῶς O | |
2.39.2 | αὐτοί: ἡμεῖς δηλονότι ABFc2 | |
2.39.3 | ἁθρόᾳ τε | |
τῇ δυνάμει ..: μεμέρισται γὰρ αὐτῶν τὸ στράτευμα εἰς δύο, εἰς Θρᾴκην καὶ Ἰωνίαν ABFc2 ἐπίπεμψιν: εἰς στρατείαν. μορίῳ τινί: μέρει τινὶ ἐξ ἡμῶν. τινὰς ἡμῶν: αἰνίττεται | 133 | |
5 | τοὺς ἱππέας αὐτῶν τοὺς κειμένους ABFGc2 ἀπεῶσθαι: ἀποδεδιωχέναι. | |
2.39.4 | καίτοι εἰ ῥᾳθυμίᾳ ...: καίτοι ε[ἰ] ἐν ἀνέσει μᾶλλον [καὶ ῥ]ᾳστώνῃ ζῶμεν μὴ κακ[οπα]θοῦντες τῇ ἀσκήσει μηδ’ ὑπὸ νόμων ἀναγκαζόμενοι ἀλλὰ διὰ τὴν ἔμφυ‐ το[ν] ἀνδρείαν ὑπο[φέροντες] τοὺς κινδύνους, [περ]ίεστ[ιν | |
5 | ἡμᾶς πρ]ὸ τῶν δεινῶν [μὴ ταλαιπωρεῖσθ]αι καὶ ἐς τοὺς κιν‐ [δύνους ἀπαντήσ]αντας μὴ ἀνανδ[ρ]οτ[έ]ρους τῶν αἰεὶ κακο‐ παθούντων φαίνεσθαι. οἱ μὲν γὰρ Λάκωνες αἰεὶ πονεῖν ὑπὸ τῶν νόμων ἠναγκάζοντο, οἱ δ’ Ἀθηναῖοι παρὰ τοὺς κινδύνους ἐπονοῦντο Oʃ πάντα συνάγει τὰ εἰρημένα, καὶ ὥσπερ ἀνάμνη‐ | |
10 | σιν αὐτῶν ποιεῖται ἀνακεφαλαιούμενος. αἰνίττεται δὲ πρὸς Λακεδαιμονίους ABFGc2 ἐς αὐτά: τὰ ἀλγεινὰ δηλονότι. τῶν αἰεὶ μοχθούντων: τῶν Λακεδαιμονίων ABFGc2 τούτοις: τοῖς εἰρημένοις δηλονότι. θαυμάζεσθαι: ἀπὸ κοινοῦ τὸ περιγίγνεται AFGc2. | |
2.40.1 | φιλοκαλοῦμέν τε γὰρ μετ’ εὐτελείας: ἐπειδὴ διεβάλλοντο οἱ Ἀθηναῖοι ἐπὶ μαλακίᾳ καὶ τρυφῇ βίου καὶ σχολῇ πολλῇ, τοῦτο λέγει, ὅτι φιλοκαλοῦμεν μετ’ εὐτελείας καὶ τα‐ πεινότητος. τῇ γὰρ φιλοκαλίᾳ τὸ ἄσωτον ἕπεται ABFGc2 τῇ | |
5 | δὲ φιλοσοφίᾳ τὸ μαλακὸν καὶ ἀνειμένον. μετ’ εὐτελείας: σμικροπρεπείας. καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας: τὰ δυσχερῆ τῆς πενίας ὑπομένομεν. πλούτῳ τε ἔργου ...: ὁ πλοῦτος ἡμῶν ἐπὶ τῶν ἔ[ργ]ων ἐν καιρῷ φαίνεται, οὐ λό‐ γων [ἀλα]ζονείᾳ λέγομεν πλουτεῖν Oʃ τὸ ἑξῆς, πλούτῳ τε | |
10 | χρώμεθα ἐν καιρῷ ἔργου καὶ οὐ κόμπῳ λόγου AFGc2 καὶ τὸ πένεσθαι ... αἴσχιον: οὐχ ὡς καὶ τ[οῦ] πένεσθαι αἰσχροῦ | |
αὐτῷ λεγομένου, ἀλ[λὰ συ]γκριτικὸν ἀντὶ ἁπλοῦ τέθεικ[εν, ὡ]ς Ὅμηρος (η 294) αἰεὶ δὲ νεώτεροι ἀφρ[αδέο]υσιν Oʃ γνώ‐ μης ἀρίστης τὸ μήτε πενίαν ὀνειδίσαι τοῖς ἔχουσι καὶ παροῦ‐ | 134 | |
15 | σαν ζητεῖν ἐκ παντὸς τρόπου φυγεῖν ABFc2 ἔνι τε τοῖς αὐτοῖς ...: ἐλ[λιπὲς] τὸ ὑπάρχει, οἷον ἐν τοῖς αὐτοῖς [ἀν‐ δρά]σιν ἐστὶν τῶν τε ἰδίων καὶ τ[ῶν κο]ινῶν κατὰ τὴν πόλιν ἡ ἐ[πιμ]έλεια, καὶ ἑτέροις ἐστὶ πρὸς ἔ[ργα ὡ]ρμηκόσι τὰ τῆς γεωργίας καὶ τὰ π[ολιτ]ικὰ μηδὲν ἧττον διαγιν[ώσκ]ειν Oʃ | |
20 | οἷον τοῖς δημιουργοῖς καὶ γεωργοῖς καὶ κυνηγοῖς καὶ τοῖς ἄλλοις ἰδιώταις καὶ χειροτέχναις. τοῦτο δὲ πρὸς Λακεδαι‐ μονίους, ἐπειδὴ ὀλίγοι ἦσαν αὐτῶν οἱ τὰ πολιτικὰ σκοποῦντες, οἱ δὲ τὰ πολέμια πάντες ABFGc2 τῶνδε: τῶν πολιτικῶν ABFGc2 ἤτοι κρίνομέν γε: κρίνομεν οἷον ἐπικρί[νομε]ν | |
25 | ὡς ἑτέρων εὑρόντων Oʃ Ἡσίοδος (Op. 295)· ἐσθλὸς δ’ αὖ κἀκεῖνος ABFGc2 ἢ ἐνθυμούμεθα: οὗτος μὲν πανάριστος (ibid. 293) ABFGc2 οὐ τοὺς λόγους ...: διεβάλλοντο γὰρ ὡς λόγων μόνον ἀντιποιούμενοι ὑπὸ τῶν Λακεδαιμονίων ABFGc2 μὴ προδιδαχθῆναι: ἀπὸ κοινοῦ τὸ βλάβην ἡγού‐ | |
30 | μενοι ABFGc2 | |
2.40.3 | δεινὰ καὶ ἡδέα: δεινὰ τὰ πολέμια, ἡδέα τὰ τῆς εἰρήνης ABFGc2 | |
2.40.4 | ἐς ἀρετήν: ἀρετὴν νῦν λέγει τὴν φιλίαν καὶ εὐεργεσίαν ABFGc2 ὁ δράσας τὴν χάριν: ὁ ἀρξάμενος χαρίζεσθαι ABFGc2 ὥστε ὀφειλομένην ...: ἡ σύνταξις οὕτως, ὥστε ὀφειλομένην σῴζειν [ἐκεῖνον δηλονότι | |
5 | f2] ᾧ δι’ εὐνοίας δέδωκεν ABFGc2 ὁ δ’ ἀντοφείλων: ὁ δὲ εὖ πάσχων. ἀμβλύτερος: ἀσθενέστερος. τὴν ἀρετήν: τὴν εὐεργεσίαν ABFc2 | |
2.40.5 | οὐ τοῦ ξυμφέροντος κτλ.: οὐ τῇ ἐλπίδι τοῦ κέρδους, ἀλλὰ τῷ ἀεὶ εὐεργετεῖν καὶ μὴ δέεσθαι ἄλλων ABFGc2 ἀδεῶς: ἀντὶ τοῦ μεγάλως ABFGc2. | |
2.41.1 | καὶ καθ’ ἕκαστον ...: Ἀθηναῖο[ς lac. ἐπὶ] | |
πλεῖστα ε[ἴδη ......... χαριέν]τως μάλι[στα lac. ἑαυτὸν ἂ[ν αὐτάρκη τῷ σώματι] παράσχοι. [εὐτραπέλως δὲ ἀντὶ] τοῦ εὐκόλ[ως] O ἐπὶ πλεῖστ’ ἂν εἴδη: εἰς πολλὰ πράγματα | 135 | |
5 | ABFGc2 εἰς διάφορα πράγματα. εὐτραπέλως: ἀστείως, εὐ‐ κινήτως Patm.ʃ εὐκινήτως, ἐνδεξίως ABFGc2 | |
2.41.2 | ἀπὸ τῶνδε: ὧν προεῖπε ABFc2 | |
2.41.3 | μόνη γὰρ ...: ...... κρείσσων lac. μό]νη γὰρ πε lac. τῶν λό]γων ἐν τοῖ[ς ἔργοις ..........] καὶ μόνη τ[ῶν πολεμίων .......]των οὐκ ἀ[γανάκτησιν ἔχει ὡς ἐν]δεεστέρω[ς lac. οὐδὲ] τῶν ὑπη[κόων lac. ὡς τῆς] ἀρχῆς | |
5 | οὐ[κ ἀξία οὖσα O ἀκοῆς κρείσσων: ὑπὲρ ἀκοὴν ἀνθρώπου. τῷ πολεμίῳ ἐπελθόντι: ἰδιοτρόπως εἶπεν ἀντὶ τοῦ ἐπελευ‐ σθέντι καὶ ἐπέλευσιν παθόντι ABFGc2 ὑφ’ οἵων: ὑπὸ τῶν Ἀθηναίων ABFGc2 οὔτε τῷ ὑπηκόῳ: ἀπὸ κοινο[ῦ ......... ληπτέον] τὸ ἔχει. οὔτ[ε ἀγανάκτησιν οὔτε] κατάμεμψ[ιν ἔχει | |
10 | Oʃ τῷ Ναξίῳ καὶ Βυζαντίῳ καὶ Σαμίῳ καὶ τοῖς ἄλλοις ὅσοι ὑπήκουον αὐτῶν ABFGc2 | |
2.41.4 | μετὰ μεγάλων δὲ ...: πολυ‐ σύνδεσμός ἐστιν ὁ Θουκυδίδης, μᾶλλον δὲ πάντες οἱ Ἀττικοί ABFGc2 οὔτε Ὁμήρου: ἀπὸ μέρους, τῶν πάντων ποιητῶν. ὁ γὰρ Ὅμηρος (Β 552 sqq.) πεποίηκε τὸν Μενεσθέα πάντων | |
5 | ἄριστα ἀνθρώπων κοσμεῖν ἵππους τε καὶ ἄνδρας ὁπλίτας· καὶ δῆλον ὅτι τοῦτο σοφίας περιουσίᾳ καὶ ἀρετῆς γίνεται. ἐν δὲ τῇ Ὀδυσσείᾳ (η 80) πεποίηκε περὶ τῆς Ἀθηνᾶς τῆς θεοῦ οὕτως· ἵκετο δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, | |
10 | καὶ τὰ ἑξῆς, ἅπερ καὶ ταῦτα ἐγκώμιον τῆς πόλεως ABFc2 καταναγκάσαντες γενέσθαι: ἀπὸ κοινοῦ τὸ θαυμασθη‐ σόμεθα ABFc2 κακῶν τε κἀγαθῶν: κακῶν πρὸς τοὺς πάσχοντας· λέγει δὲ τὰ τρόπαια ABFGc2 | |
2.41.5 | οἵδε: οἱ κείμενοι. | |
2.42.1 | οἷς: τοῖς Πελοποννησίοις ABFGc2 τὴν εὐλο‐ γίαν: τὸν ἔπαινον ABFGc2 σημείοις καθιστάς: ἀπὸ κοι‐ νοῦ τὸ ἐμήκυνα ABFc2 | |
2.42.2 | καὶ εἴρηται ...: ἐπῃνέθησαν δηλονότι. τὴν πόλιν: λείπει ἡ εἰς. ἰσόρροπος: ἰσοστά‐ σιος, μὴ ὑπερβάλλων τὰ πράγματα ABFGc2 πρώτη τε μη‐ νύουσα: τῇ τιμῇ ABFGc2 τῶνδε: τῶν ἀνθρώπων. κα‐ | 136 |
5 | ταστροφή: ὁ θάνατος ABFGc2 | |
2.42.3 | προτίθεσθαι: προτι‐ μᾶσθαι. κακόν: οἷον κλοπήν, μοιχείαν καὶ τὰ τοιαῦτα ABFGc2 ἐκ τῶν ἰδίων: ἁμαρτημάτων δηλονότι. κοινῶς: τὸ κονὸν δηλονότι ABFMc2 | |
2.42.4 | τὴν τῶν ἐναντίων τιμωρίαν: τὸ τιμωρεῖσθαι τοὺς ἐναντίους ABFGMc2 μετ’ αὐτοῦ: τοῦ κιν‐ δύνου ABFG τῶν δὲ: τῶν ἀρετῶν ABFG ἐλπίδι μὲν ...: τουτέστιν, εὐέλπιδες γενόμενοι ὅτι νικήσουσι ABFGMc2 ἐπι‐ | |
5 | τρέψαντες: δόντες. καὶ ἐν αὐτῷ: τῷ ἔργῳ G μᾶλλον: ἀντὶ τοῦ κρεῖσσον. ἡγησάμενοι: ἀπὸ κοινοῦ τὸ κάλλιστον. τὸ μὲν αἰσχρὸν τοῦ λόγου: τὸ ὀνειδίζεσθαι ὡς δειλοί ABFGMc2 ὡς ἀκοῦσαι δειλοί. τὸ δὲ ἔργον, τὸ ἀποθανεῖν. τύχης: τύχην ἀεὶ ὁ Θουκυδίδης καλεῖ τὸν πόλεμον ABFMc2 ἅμα | |
10 | ἀκμῇ: ἀκμάζοντες, φησίν, ἐν εὐδοξίᾳ καὶ οὐχὶ δειλίᾳ ἀπέ‐ θανον· τοῦτο γάρ ἐστι τὸ ἀπηλλάγησαν ABFGMc2 καὶ δι’ ἐλαχίστου καιροῦ ...: καὶ ἐν βραχεῖ καιρῷ, φησίν, ἀπηλ‐ λάγησαν τὴν σφαγὴν δεξάμενοι, ἀκμαζούσης ἐν αὐτοῖς ἔτι τῆς δόξης καὶ ἐλπίδος τοῦ νικῆσαι, μᾶλλον ἢ τοῦ δέους καὶ τοῦ | |
15 | φυγεῖν· ἀπὸ κοινοῦ δὲ τοῦ ἀκμάζοντος c2f2. | |
2.43.1 | τὴν ὠφελίαν: τῶν παρ’ ἐμοῦ λόγων ABFGMc2 οὐδὲν χεῖρον: ἐμοῦ οὐδὲν χεῖρον ABFMc2 ἀλλὰ μᾶλλον ...: ἀπὸ κοινοῦ τό, ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν ABFMc2 δόξῃ εἶναι: ἡ πόλις δηλονότι. αἰσχυνόμενοι: Ὅμηρος (Ε 531)· | |
5 | Αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται ABFGMc2 ἄνδρες: ἀνδρεῖοι. αὐτά: τὰ μεγάλα δηλονότι. πείρᾳ του: δοκιμῇ πολέμου. σφαλεῖεν: ἀπὸ κοινοῦ τὸ ἐνθυμούμενοι | |
ABFMc2 κάλλιστον δὲ ἔρανον: καλλίστην συνεισφοράν. προιέμενοι: διδόντες. ʃ ἀπὸ κοινοῦ τὸ ἐκτήσαντο αὐτά ABFMc2 | 137 | |
2.43.2 | κοινῇ γάρ: γνώμῃ δηλονότι. τὰ σώματα διδόντες: εἰς πόλεμον δηλονότι. | |
2.43.3 | σημαίνει: παριστᾷ. ἐν τῇ μὴ προσηκούσῃ: γῇ δηλονότι. | |
2.43.4 | καὶ τὸ εὔδαιμον ...: ἕπεται γὰρ εὐψυχίᾳ μὲν ἡ ἐλευθερία, ταύτῃ δὲ ἡ εὐδαιμονία καὶ ὁ μακάριος βίος καὶ σπουδαῖος. Ὅμηρος (ρ 322)· ἥμισυ γάρ τ’ ἀρετῆς ἀποαίνυται ABFGMc2. | |
2.43.5 | οὐ γὰρ οἱ κακοπραγοῦντες ...: τὸ νόημα παράδοξον καὶ ἐναντίον τῇ κοινῇ συνηθείᾳ· Θέογνις γάρ, ὁ ποιήσας τὰς ὑποθήκας, φησί (175sq.)· χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον | |
5 | ῥίπτειν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων. τούτῳ οὖν ἐναντίως ὁ Περικλῆς ἀποφαίνεται. καὶ σκόπει τὴν ἀκρίβειαν τῆς ἑρμηνείας, ὅτι καὶ τῆς εἰρημένης τοῦ Θεόγνι‐ δος ὑποθήκης λανθανόντως ἐμνήσθη καὶ ᾐνίξατο εἰπὼν τὸ δικαιότερον· τὸ γὰρ δικαιότερον συγκοίσεως ἔμφασιν ἔχει | |
10 | ABFGMc2 τὰ διαφέροντα: τὰ συμφέροντα ABGc2 | |
2.43.6 | ἀναί‐ σθητος: προσθεὶς τὸ ἀναίσθητος ἐποίησεν ἐγκώμιον καὶ ἔπαινον τοῦ θανάτου BFGMc2. | |
2.44.1 | ξυμφοραῖς: ἡ ξυμφορὰ τῶν μέσων ἐστίν Gc2 ἐπίστανται τραφέντες: οὐχ οἱ τελευτήσαντες, ἀλλ’ οἱ πε‐ ριόντες αὐτῶν γονεῖς ABFGMc2 οἳ ἄν: λείπει τὸ ἐν ἐκείνοις ABFGMc2 οἷς: τουτέστι τοῖς τέκνοις AFG ἐνευδαιμονῆ‐ | |
5 | σαι ...: τουτέστιν ἐν εὐδαιμονίᾳ καὶ ζῆσαι καὶ τελευτῆσαι ABFGMc2 | |
2.44.2 | ἐν ἄλλων εὐτυχίαις: τουτέστι τοῖς τέκνοις ABGMc2 ἐθὰς γενόμενος: ἐξ ἔθους ἀπολαύων. | |
2.44.3 | ἰδίᾳ: γράφεται ἡδεῖα· τουτέστι γλυκεῖα ἡ λήθη τῶν ἀπελθόντων | |
τέκνων, εἰ ἐπιγεννηθέντες γίνονται παῖδες. οὐκ ὄντων: τῶν τεθνηκότων. παραβαλλόμενοι: εἰσφέροντες BFGMc2 | 138 | |
2.44.4 | παρ‐ ηβήκατε: γεγηράκατε A ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας: τῷ γήρᾳ δηλονότι ABFMc2 τὸ κερδαίνειν: φιλάργυροι γὰρ οἱ γέροντες ABFGMc2. | |
2.45.1 | τὸν γὰρ οὐκ ὄντα: τὸν τεθνηκότα. ὀλίγῳ: μέτρῳ δηλονότι. τὸ δὲ μὴ ἐμποδὼν: τὸ μηδὲν ἔχον ἐναν‐ τίον ABFGMc2ʃ τὸ τεθνεώς. ʃ ἤγουν ὁ ἀποθανών. ἀναντ‐ αγωνίστῳ: ἀναμφιβόλῳ. οἱ γὰρ ζῶντες πρὸς τοὺς ζῶντας | |
5 | φθονοῦσι καὶ ἀντιπαλ**· τοὺς δὲ τελευτήσαντας, κἂν ἐχθροὶ τυγχάνωσιν ὄντες, ἐπαινοῦσιν. | |
2.45.2 | καὶ γυναικείας τι ἀρε‐ τῆς: ἀρετὴ γυναικὸς σιωπωμένη κηρύσσεται ABFGMc2ʃ ἥτις γυναιξὶν ἀνήκει. ἴσως σωφροσύνην αἰνίττεται. τῆς τε γὰρ ὑπαρχούσης φύσεως: τῆς σωφροσύνης. μόνη γὰρ αὕτη | |
5 | ἀρετὴ ταῖς γυναιξὶν ἔνεστιν· οὐ γὰρ ἀνδρεία καὶ δικαιοσύνη καὶ φρόνησις ABFGMc2 ἡ δόξα ...] ...............ν σύνδεσμον. ............ τὸ ἤ: ἀντὶ τοῦ καί τέ[θεικεν Ὅμηρος (Α 117)· βούλο]μ’ ἐγὼ λαὸν σόον [ἔμμεναι ἢ ἀπο]λέσθαι. ἀπὸ κοιν[οῦ | |
10 | δὲ ............ ληπτέον τὸ φύ[σεως ........] φύσεως ἐλάχιστο[ν .............] μὴ ψόγου παρα[..............] κλ[έο]ς ᾖ καὶ ἧς ἂν [ἐπ’ ἐλάχιστον κ]λέος ᾖ περὶ ἀρε[τῆς ........ ψ]όγου ἐν τοῖς ἀν[δ]ρά[σι ..... γυναῖ]κας δηλον‐ ότ[ι] πο...........α τοῦ νοήματο[ς] παρ[α............] | |
15 | δόξα ταῖς γυν[αιξὶ ............] φανῆναι τη[......... ....... .] καὶ παρα...... O (desinit). | |
2.46.1 | εἴρηται: οἱ ἐπίλογοι ABFGMc2 μέχρι ἥβης: μέ‐ χρι ὀκτωκαίδεκα ἐτῶν ABFGMc2 οἷς κεῖται: λείπει τὸ παρά, ἵν’ ᾖ παρ’ οἷς GMc2 τοῖσδε: ἀντὶ τοῦ παρὰ τοῖσδε Gc2 | |
πολιτεύουσιν: κατὰ πολιτείαν ἐνεργοῦσιν. | 139 | |
2.47.3 | ἡ νόσος πρῶτον ἤρξατο ... λεγόμενον: σχῆμά ἐστιν ἡ νόσος λεγόμενον· τὸ πρᾶγμα δηλονότι ABFʃ ἡ νόσος θηλυκῶς· τὸ δὲ λεγόμενον ὡς πρὸς τὸ νόσημα ὑπήν‐ τησεν. Ὅμηρος (μ 74)· | |
5 | νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔποτε· ὡς πρὸς τὸ νέφος ἀπήντησεν ABFGMc2ʃ πάθος ἐστι, καὶ ὁ ταύτην εἰπὼν τὸ πάθος ἐδήλωσε. διὸ καὶ ὁ Θουκυδίδης ἐν‐ ταῦθα οὐ πρὸς τὴν νόσον ἐπήγαγε τὴν μετοχήν, ἀλλὰ πρὸς | |
10 | τὸ σημαινόμενον, ἤγουν τὸ πάθος. | |
2.47.4 | ἀγνοίᾳ: εἰ γὰρ ᾔδει‐ σαν ὅτι λοιμὸς ἦν, οὐκ ἂν ἐπεχείρουν ABFGMc2 αὐτοὶ μά‐ λιστα: μάλιστα τῶν μὴ προσιόντων ABFGMc2 ἀνθρωπεία τέχνη: οἷον μαντική, ἐπῳδή. αὐτῶν: τῶν θείων καὶ ἀν‐ | |
5 | θρωπίνων. ἀπέστησαν: κατεφρόνησαν FMc2. | |
2.48.1 | ἐς τὴν βασιλέως γῆν: εἰς τὴν Περσίδα ABFGMc2 | |
2.48.2 | ὑπ’ αὐτῶν: τῶν Ἀθηναίων ABF ἀφίκετο: τὸ δεινὸν δηλονότι. ἔθνῃσκον πολλῷ μᾶλλον: ὅσῳ ἦν πολυάνθρωπος μᾶλλον ἡ ἄνω πόλις ABFMc2 πολλῷ μᾶλλον: ἢ κατὰ τὸν Πειραιᾶ. | |
2.48.3 | ἀφ’ ὅτου: ἀφ’ ἧς αἰτίας. μετα‐ στῆσαι: μεταβαλεῖν. σχεῖν: λαβεῖν. προειδώς: προ‐ μαθών. | |
2.49.1 | προέκαμνε: προησθένει. ἀπεκρίθη: ἐχω‐ ρίσθη. | |
2.49.2 | ἀπ’ οὐδεμιᾶς προφάσεως: ἀπροφασίστως. τὰ ἐντός: τοῦ στόματος ABFGc2 | |
2.49.3 | ἐξ αὐτῶν: τῶν συμπτω‐ μάτων ὧν εἶπεν ABFGMc2 βράγχος: βράγχος νόσημά τι περὶ τὸν βρόγχον, ὃ τὰς σῦς μάλιστα διαφθείρει F ὁ πόνος: πόνον λέγει τὴν ἐκ τοῦ νοσήματος ταλαιπωρίαν ABFGMc2 | |
5 | καρδίαν: καρδίαν οἱ ἀρχαῖοι τὸν στόμαχόν φασι καὶ οἱ παλαιοὶ ἰατροὶ καρδιωγμὸν τὸν πόνον τοῦ στομάχου ABFGMc2 ἀποκαθάρσεις: ἀποκρίσεις c2ʃ κενώσεις. μετὰ ταλαιπω‐ ρίας μεγάλης: τῆς δυσεντερίας δηλονότι. | 140 |
2.49.4 | κενή: ἔστι γὰρ καὶ λὺγξ πλήρης, ὡς καὶ Ἱπποκράτης (Aphor. VI 39) διδάσκει ABFGMc2 μετὰ ταῦτα: παραυτίκα ABFGc2 λωφή‐ σαντα: τὸν σπασμὸν παυσάμενον ABFGMc2 | |
2.49.5 | πελιδνόν: πελιδνόν ἐστι τὸ μετέχον ὠχρότητος καὶ μελανίας, οἱονεὶ μο‐ λυβδοειδές ABFGMc2 φλυκταίναις ...: σημείωσαι, ἡρωϊκὸς στίχος ABFM τὰ δὲ ἐντός: τοῦ σώματος δηλονότι ABFc2 | |
5 | τὰς ἐπιβολάς: ἐπιβολή, ἡ σκέπη, παρὰ τὸ ἐπιβάλλεσθαι Patm. γυμνὸν ἀνέχεσθαι: ὅτι τὸ ἀνέχεσθαι καὶ πρὸς αἰ‐ τιατικὴν λέγεται ABFMc2 ἥδιστά τε ἄν: ἡ σύνταξις οὕτως· ἥδιστα τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν, τῇ δίψῃ ἀπαύστῳ συνεχόμενοι, ἠνείχοντο. ἀπὸ κοινοῦ γάρ ἐστι τὸ | |
10 | ἠνείχοντο, τὰ δὲ ἄλλα μεταξύ ABFMc2 ἐν τῷ ὁμοίῳ ...: καὶ γὰρ ὁ πίνων ὀλίγον καὶ ὁ πολὺ ἀπέθῃσκον ABFGMc2 | |
2.49.6 | ἡ ἀπορία: ἡ ἀδυναμία. οὐκ ἐμαραίνετο: οὐχ ὑπέπιπτε. παρὰ δόξαν: παρ’ ἐλπίδα. ἔχοντές τι δυνάμεως: μερι‐ κὴν δύναμιν. τοῦ νοσήματος: τῆς δυσεντερίας ABFMc2 | |
2.49.7 | ἐκ τῶν μεγίστων: ἐκ παραδόξου· λείπει δὲ κινδύνων ABFGMc2 ἀντίληψις: ἀντὶ τοῦ ἐπίσκηψις BFMc2 | |
2.49.8 | διέ‐ φευγον: τὸν θάνατον δηλονότι. τῶν ὀφθαλμῶν: ἀπὸ κοινοῦ τὸ στερισκόμενοι ABFGMg2 ἀναστάντας: ὑγιάναντας BFGMc2. | |
2.50.1 | ἐν τῷδε: τῷ ῥηθησομένῳ. οὐ προσῄει: ὥσπερ ἀπὸ τῆς ὀσφρήσεως γιγνώσκοντα ὅτι λοιμώδη ἐστὶ τὰ σώματα ABFGMc2 | |
2.50.2 | τεκμήριον δέ: τοῦ λόγου μου. περὶ τοιοῦ‐ | |
τον οὐδέν: περὶ τὸ σαρκοβορεῖν. | 141 | |
2.51.1 | ἐπὶ πᾶν: ἀντὶ τοῦ καθόλου ABFGc2 τὴν ἰδέαν: τὴν φύσιν. καὶ ἄλλο: λείπει νόσημα ABFGMc2 οὐδὲν τῶν εἰωθότων: ἀλλά τι ἄηθες καὶ ἄτοπον. | |
2.51.2 | ἕν τε οὐδέν: τὸ σχῆμα καινοπρεπές ABFGMc2 ξυνενεγκόν: λυσιτελῆσαν. | |
2.51.3 | πρὸς αὐτό: τὸ νόσημα ABFc2 ξυνῄρει: συναγαγὸν ἠφάνιζε. | |
2.51.4 | τὸ ἀνέλπιστον: ἡ ἀνελπιστία τῆς ὑγιείας ABFGMc2 προίεντο: ἀπέλυον. καὶ ὅτι ἕτερος ἀφ’ ἑτέρου: ἡ σύνταξις οὕτω· δεινότατον ἦν ἥ τε ἀθυμία καὶ ὅτι ἕτερος ἀφ’ ἑτέρου ABFMc2 θεραπείας: ἀντὶ τοῦ νόσου ABFGc2ʃ | |
5 | τῆς ἀπὸ τοῦ νοσήματος ἰατρείας. ὥσπερ τὰ πρόβατα: ὅτι τὰ πρόβατα μεταληπτικὰ καὶ μεταδοτικὰ τῆς νόσου ABFGM τοῦτο: ἡ ἀπόγνωσις δηλονότι. | |
2.51.5 | ἐρῆμοι: τοῦ θεραπεύ‐ σοντος. ἀρετῆς: φιλανθρωπίας, ἀγάπης ABFGMc2 τὰς ὀλοφύρσεις: λείπει ἡ πρός· πρὸς τὰς ὀλοφύρσεις καὶ τοὺς θρήνους ABFGMc2 | |
2.51.6 | οἱ διαπεφευγότες: τὸν θάνατον. τὸν πονούμενον: τὴν ἀσθένειαν. τῷ παραχρῆμα περι‐ χαρεῖ: τῇ ἐνεστώσῃ περιχαρείᾳ. κούφης: τῆς κουφιζούσης αὐτοὺς ἀπὸ τῆς λύπης ABFGMc2. | |
2.52.1 | αὐτούς: τοὺς Ἀθηναίους. | |
2.52.2 | ὥρᾳ ἔτους: τῷ θέρει λέγει ABFGMc2 | |
2.52.3 | ὁσίων: ὁσίων οὐδετέρως, ὁσιῶν θηλυκῶς. (π 423) οὐχ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισι ABFGMc2 | |
2.52.4 | πάντες: θεῖοι καὶ ἀνθρώπινοι. ἀναισχύντους: σημεί‐ ωσαι· ἀλλοτρίας καὶ ξένας ABFGMc2 τοὺς νήσαντας: νῆ‐ σαι, τὸ σωρεῦσαι καὶ συναγαγεῖν Patm.ʃ τοὺς ἐπισυνάξαντας καὶ ἑτοιμάσαντας τὰ τῆς πυρᾶς ξύλα. | |
2.53.1 | ἦρξε: ἀρχὴ γέγονε. ἐπὶ πλέον: διαβολὴν ἐμ‐ φαίνει τῶν Ἀθηναίων τὸ ἐπὶ πλέον κείμενον ABFGMc2 ἀγ‐ | |
χίστροφον: ταχεῖαν καὶ ἐγγυτέραν καὶ ὀξεῖαν ABFGMc2 τῶν οὐδὲν πρότερον κεκτημένων: κατὰ κοινοῦ τὸ μεταβολὴν | 142 | |
5 | ὁρῶντες ABFGMc2ʃ τῶν πενήτων. τἀκείνων: τῶν πλουσίων c2 | |
2.53.2 | τὰς ἐπαυρέσεις: τὰς ἀπολαύσεις καὶ ἡδυπαθείας ABFGMc2 | |
2.53.3 | τῷ δόξαντι καλῷ: τουτέστι τῇ ἀρετῇ· αὕτη γὰρ μετὰ ταλαιπωρίας γίγνεται ABFGc2 ᾔδει: η γραπτέον ἐστίν, Ἀτ‐ τικώτερον τουτὶ νόει e2 κερδαλέον: ἐπωφελές. | |
2.53.4 | ἀνθρώ‐ πων νόμος: ἀνθρωπίνη εὐνομία. τὸ μέν: τὸ θεῖον δηλον‐ ότι FGMc2 κρίνοντες ἐν ὁμοίῳ: εἶναι δηλονότι. τὴν ἤδη κατεψηφισμένην: ἀπὸ κοινοῦ τὸ δίκην· λέγει δὲ τὴν | |
5 | νόσον. ἀπὸ κοινοῦ δὲ καὶ τὸ ἐλπίζων ABFGMc2. | |
2.54.1 | ἐπιέζοντο: Ὅμηρος (Α 61)· εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς ABFMc2 | |
2.54.2 | τοῦ ἔπους: ἐκ πυθοχρήστου στίχος ABFGM φάσκοντες: σημείωσαι τὴν σύνταξιν. | |
2.54.5 | ὅ τι καὶ ἄξιον εἰπεῖν: ἤγουν ἄξιον διηγήσεως. ἐπενείματο: κατέφαγε. | |
2.55.1 | τὴν Πάραλον: τὴν παραθαλάσσιον ABFGMc2e2 Λαυρείου: ὄρους FGʃ Λαύριον ὄρος ἐν τῇ Ἀττικῇ, οὗ μέταλλα ἀργύρεια. | |
2.55.2 | στρατηγὸς ὢν καὶ τότε: τινὲς εἰς τὸ ὤν στίζουσι, τινὲς εἰς τὸ τότε BFGMc2 γνώμην: προαίρεσιν. | |
2.56.1 | αὐτῶν: τῶν Λακεδαιμονίων. παρεσκευάζετο: ἡτοίμαζε. | |
2.56.4 | προυχώρησε: ἦλθον εἰς τὸ ἑλεῖν τὴν πόλιν. | |
2.56.5 | ἀναγαγόμενοι: ἀναχθέντες. | |
2.56.6 | τῆς τε γῆς ἔτεμον: λείπει μέρος τι ABFGMc2. | |
2.57.1 | τῇ στρατιᾷ: τῇ περὶ τὴν Πελοπόννησον ABFGMc2 αὐτόμολος: ὁ τοὺς οἰκείους ἀπολιμπάνων καὶ τοῖς πολεμίοις προσχωρῶν Patm. θᾶσσον ἐκ τῆς γῆς ἐξελθεῖν: εἰ δέ τις εἴποι, καὶ πῶς αὐτοὺς οὐκ ἐφόνευον; λέγομεν ὅτι ἀσεβὲς | |
5 | τοῦτο ἐνόμιζον ABFGMc2 | |
2.57.2 | ταύτῃ: τῇ δευτέρᾳ δηλονότι. | |
2.58.1 | τοῦ δ’ αὐτοῦ θέρους: μετάβασις ABFGMc2 πολιορκουμένην: ὑπὸ τῶν Ἀθηναίων δηλονότι. | |
2.58.2 | πρου‐ | |
χώρει: προέκοπτεν. αὐτοῖς: τοῖς πολιορκοῦσιν. ἡ αἵρε‐ σις: σημείωσαι αἵρεσις ABFM ʃ ἡ πόρθησις. ἐνταῦθα: εἰς τὴν Ποτίδαιαν. | 143 | |
2.58.3 | οἱ δὲ πρότεροι: οἱ μετὰ Καλλίου ABFGMc2. | |
2.59.1 | ἠλλοίωντο: μετεβλήθησαν. | |
2.59.2 | ξυγχωρεῖν: ἐνδι‐ δόναι. | |
2.59.3 | ἀπαγαγών: ἀποστήσας. | |
2.60.1 | καὶ προσδεχομένῳ ...: δημηγορία Περικλέους πρὸς Ἀθηναίους ABGMc2e2 ʃ ταύτης τῆς δημηγορίας μέμνηται Πλούταρχος ἐν τοῖς πολιτικοῖς παραγγέλμασιν (p. 803 b) f2 ʃ καὶ προσδοκήσαντί μοι γεγένηται εἰς ἐμὲ τὰ τῆς ὀργῆς ὑμῶν | |
5 | οἷον, οὐκ ἀνέλπιστα εἰς ἐμὲ τὰ παρόντα γεγένηται αἰτι‐ άματα, ἀλλὰ καὶ ἤδη ταῦτα προσδεχομένῳ, ἀφ’ οὗ πολεμεῖν συνεβούλευσα Λακεδαιμονίοις, γεγένηται· καὶ διὰ τοῦτο συνή‐ γαγον ἐκκλησίαν, ὅπως, ὡς οὐκ ὀρθῶς ἐμοὶ χαλεπαίνετε ἢ ταῖς τύχαις εἴκετε, ὑπομνήσω. ἔς με: ἀντὶ τοῦ ἐς ἐμέ c1 | |
10 | αἰσθάνομαι: γενικῇ καὶ αἰτιατικῇ, κοινῶς καὶ Ἀττικῶς. | |
2.60.2 | ἐγὼ γὰρ ἡγοῦμαι: κατασκευὴ τοῦ προοιμίου ABFMc2e2 | |
2.60.4 | τὰς ἰδίας ξυμφοράς: ἰδίας νῦν οὐχὶ ἑαυτῆς, ἀλλὰ τὰς τῶν καθ’ ἕκαστον ἀνθρώπων καὶ μερικὰς δυστυχίας ABFGMc2 ταῖς κατ’ οἶκον: ταῖς ἑαυτῶν καὶ μερικαῖς ABFGMc2 ἐκ‐ πεπληγμένοι: παραφερόμενοι. ἀφίεσθε: ἀμελεῖτε. ʃ τὸ | |
5 | γὰρ ἑξῆς οὕτω συντάσσεται καὶ μὴ ἀφίεσθαι (sic suprascr. b2) ὃ νῦν δρᾶτε ὑμεῖς b2 οἳ ξυνέγνωτε: μετέσχετε τῆς παραι‐ νέσεως διαγνόντες. | |
2.60.5 | καίτοι ἐμοὶ ...: παραγραφικὸν ἐν δεινότητι G ʃ τέσσαρα δεῖ κατὰ Θουκυδίδην τὸν ἀγαθὸν ἔχειν ἄνδρα, νοεῖν μὲν τὰ δέοντα, φράζειν δὲ δύνασθαι τὰ νοη‐ θέντα καλῶς, φιλόπολίν τε εἶναι, καὶ τέταρτον, κρείσσω χρη‐ | |
5 | μάτων. τὸ γὰρ νικᾶσθαι χρήμασι πᾶσαν καὶ ῥήτορος καὶ πολίτου, καὶ ἰδιώτου καὶ ἄρχοντος, ἀρετὴν ἀφανίζει. τοι‐ ούτῳ ἀνδρί: ἤγουν μεγάλῳ. οὐδενὸς ἥσσων ...: ῥητο‐ ρείαν ἑαυτῷ μαρτυρεῖ ABFGMc2 τοῦδε: τῆς εὐνοίας. | |
2.60.7 | μέ‐ | |
σως: μετρίως. ʃ μέσως εἶπε διὰ τὸ φορτικόν G μᾶλλον ἑτέρων: λείπει ὁ δέ σύνδεσμος, ἵν’ ᾖ, μᾶλλον δὲ ἑτέρων. μέ‐ σως δὲ εἶπε καὶ οὐ σφόδρα, διὰ τὸ φορτικόν ABFMc2. | 144 | |
2.61.1 | οἷς μὲν αἵρεσις: ἀπὸ κοινοῦ τὸ πολεμῆσαι. ὁ δὲ νοῦς· φησὶν ὅτι ἄφρονές εἰσιν οἱ ἐν εὐτυχίᾳ ὄντες καὶ πολε‐ μεῖν αἱρούμενοι ABFGMc2 ʃ τὸ συμφέρον μετὰ τοῦ ἀναγκαίου e2 τοῖς πέλας: τοῖς Λακεδαιμονίοις ABFGc2 περιγενέσθαι: | |
5 | νικῆσαι τὸν ἐχθρὸν δηλονότι. | |
2.61.2 | καὶ οὐκ ἐξίσταμαι: ὧν παρῄνεσα. ἀκεραίοις: ἀζημίοις. ὀρθόν: ἀληθῆ. ἔχει: παρέχει. ἡ δήλωσις: ἡ αἴσθησις e2 | |
2.61.3 | δουλοῖ γὰρ φρό‐ νημα: γνωμικόν: ζήτει κεφάλαιον κθʹ (immo XXXI) τοῦ περὶ μεθόδου δεινότητος (Hermog. Rhet. Gr. II 451, 13), ὅπερ διαλαμβάνει περὶ τοῦ πρὸς τὰ κεκρατηκότα πάθη litura | |
5 | δεῖν ἀντιτείνειν G | |
2.61.4 | ἀντιπάλοις: ἀντὶ τοῦ ἴσοις καὶ παρα‐ πλησίοις τῷ μεγέθει τῆς πόλεως· δεῖ γὰρ πρὸς τὰς πόλεις καὶ τὰ φρονήματα εἶναι ABFGMc2e2 ὑφίστασθαι: ἀμετα‐ κινήτους εἶναι. τὴν ἀξίωσιν: τὸ ἀξίωμα τῆς ἡγεμονίας | |
5 | ABFGMc2 ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι ...: ὁμοίως οἱ ἄν‐ θρωποι ἀξιοῦσιν αἰτιᾶσθαι ὅστις ἐν μαλακίᾳ ἐλλείπει τῆς ἐνυπαρχούσης δόξης καὶ μισεῖν τὸν ἐν θρασύτητι ὀρεγόμενον τῆς μὴ προσηκούσης ABFGMc2 ἀπαλγήσαντας: ἀπὸ κοι‐ νοῦ τὸ χρεών. τὸ δὲ ἀπαλγήσαντας ἀντὶ τοῦ παυσαμένους | |
10 | ἀλγεῖν, ὥσπερ τὸ ἀπολοφυράμενοι (46, 2) ABFGMc2 | |
2.62.1 | τὸν δὲ πόνον: τὸ δυνατὸν κεφάλαιον· ἔστι δὲ ὁ λόγος ἐξ ἀντιθέσεως ABFMe2 ὀρθῶς: ἀληθῶς. τόδε: τὸ ῥηθησόμενον. τὴν προσποίησιν: τὴν ἐπαγγελίαν BGfc2 καταπεπληγμένους: καταπεπτωκότας, τῷ φόβῳ. | |
2.62.2 | τῶν | |
ἐς χρῆσιν φανερῶν: τὸ γὰρ πῦρ καὶ ὁ ἀὴρ οὐ τοσοῦτόν εἰσιν ἐς χρῆσιν φανερά· κοινὰ γάρ εἰσι πᾶσι ABFGMc2 φανε‐ ρῶν: ὄντων δηλονότι. οὐκ ἔστιν ὅστις: οὐδείς. ἔθνος: | 145 | |
5 | ἀνθρώπων M ἐν τῷ παρόντι: ἤγουν ἐν τῇ παρούσῃ ζωῇ. | |
2.62.3 | οὐ κατὰ ... τὴν χρείαν: ἀλλὰ μείζων δηλονότι ABFGMc2 αὕτη ἡ δύναμις: τῆς πόλεως, ἡ θαλασσοκρατία ABFGMc2 αὐτῶν: ἢ τὸν πόλεμον, ἢ τὴν τῆς χρείας ἀφαίρεσιν. ἢ οὐ κηπίον: τὸ ἤ οὐ ἀντὶ τοῦ ἀλλά, οἷον ἀλλὰ κηπίον καὶ ἐγ‐ | |
5 | καλλώπισμα πλούτου, ὡς πρὸς τὴν κτῆσιν τῆς θαλάσσης. ἄλλοι δὲ τὸ κηπίον εἶδός φασι κουρᾶς, οὕτως ὀνομαζομένης ABFGMc2e2 ʃ τινὲς κήπιον ἤτοι γήδιον. ἢ οὐκ ἤπιον: ἀντὶ τοῦ ἠπίως ABF ὀλιγωρῆσαι: ἀπὸ κοινοῦ τὸ εἰκός ἐστιν ABFGc2 ἄλλων: ἀντὶ τοῦ ἄλλοις FMa2c2 ʃ σημείωσαι τὸ | |
10 | ὑπακούω γενικῇ συντασσόμενον G προσεκτημένα: καὶ τοῦτο γνῶθι τοῦ τρόπου τῆς Ἀτθίδος, ἔκτημαι λέγουσιν, οὐ κέκτημαι e2 τῶν τε πατέρων ...: μετέρχεται ἐπὶ τὸ δίκαιον κεφάλαιον GMa2c2 | |
2.62.4 | αὔχημα: τὸ φρόνημα αὔχημα ἐκάλεσεν ABFGMc2 ἀπὸ ἀμαθίας εὐτυ‐ χοῦς: ἀπὸ ἀλόγου εὐτυχίας. καταφρόνησις δέ: λείπει ἐκείνῳ ABFGMc2 | |
2.62.5 | καὶ τὴν τόλμαν: ἡ σύνταξις οὕτως· καὶ τὴν τόλμαν ἡ ξύνεσις παρέχεται ἐκ τῆς ὁμοίας τύχης ABFGMc2 ἀπὸ τῶν ὑπαρχόντων: ἀπὸ κοινοῦ τὸ πιστεύει ABF ἡ πρόνοια: ἡ πρόγνωσις ABFGMc2 | |
2.63.1 | τῷ τιμωμένῳ: τῇ τιμῇ τῆς πόλεως. ᾧπερ: ᾧ τινι τῷ τιμωμένῳ τῆς πόλεως, ὅ ἐστι τῇ ἡγεμονίᾳ GMa2c2fʃ τῇ δόξῃ τῆς πόλεως βοηθεῖν ὑμᾶς εἰκός ABFGMc2 ὧν ἐν τῇ ἀρχῇ: ὑπὲρ ὧν G ʃ ὄντες δηλονότι. ἀπήχθεσθε: τοῖς ἄλ‐ | |
5 | λοις δηλονότι. | |
2.63.3 | οἱ τοιοῦτοι: οἱ ἀπράγμονες ABFGMc2 τὸ γὰρ ἄπραγμον ...: τουτέστιν οὐ δύναταί τις ἰδιοπραγμόνως ζῆσαι μὴ ἔχων τὸ δραστικόν GMa2c2 ἀσφαλῶς: ἀντὶ τοῦ | |
διηνεκῶς Ma2c2 | 146 | |
2.64.1 | ὑμεῖς δέ: οἱ ἐπίλογοι ABFGMc2 ὑπὸ τῶν τοιῶνδε πολιτῶν: τῶν συμβουλευόντων τὸ ἄπραγμον. παρ‐ άγεσθε: ἀπατᾶσθε. ἐλπίδος κρεῖσσον: ὑπὲρ ἐλπίδα. | |
2.64.3 | ἀνηλωκέναι: ἀπὸ κοινοῦ τὸ γνῶτε ABFMc2 ἧς: τὸ ἧς πρὸς τὸ μνήμη καταλελείψεται· τὰ γὰρ ἄλλα διὰ μέσου ABFGMc2 ἢν καὶ νῦν ὑπενδῶμέν ποτε: ἐάν ποτε καὶ ὑποχαλάσωμεν καὶ πταίσωμεν ABFGMc2 | |
2.64.4 | καίτοι ταῦτα ...: τρεῖς κριτὰς ὑποτίθεται τῶν πραγμάτων ABFGMc2 | |
2.64.5 | τὸ ἐπίφθονον: τὸ ἐπίζηλον. μῖσος μὲν γὰρ ...: διαλύεται γὰρ ἢ θανάτῳ ἢ ἄλλῳ τινί ABFGMc2 | |
2.64.6 | ἐπικηρυκεύεσθε: διὰ κηρύκων ἐκ‐ φαίνεσθε τὰς βουλὰς ὑμῶν e2 ὡς οἵτινες: τὸ ὡς ἀντὶ τοῦ ἐπεί. | |
2.65.1 | ἐπ’ αὐτόν: κατ’ αὐτοῦ. τὴν γνώμην: τὸν σκο‐ πὸν ἐκείνων. | |
2.65.2 | οἱ δὲ δυνατοί: οἱ τῷ πλούτῳ δυνάμενοι. | |
2.65.4 | προσεδεῖτο: χρείαν εἶχε. | |
2.65.5 | τὴν δύναμιν: τὴν ἰσχὺν τοῦ πολέμου. | |
2.65.6 | ἐπεβίω δέ: μετὰ τὸ καταστῆναι τὸν πό‐ λεμον. ἡ πρόνοια αὐτοῦ: ἡ πρόγνωσις. | |
2.65.7 | κατορθού‐ μενα: εἰς τέλος ἐρχόμενα. τοῖς ἰδιώταις: ἰδιώτας καλεῖ τοὺς ῥήτορας καὶ τοὺς δημαγωγούς, οὐχ ὅτι ἰδιῶται κατὰ τὸ ἀληθές, ἀλλ’ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ κοινοῦ καὶ τῆς πό‐ | |
5 | λεως ABFGMc2 σφαλέντα δέ: αἰνίττεται τὰ κατὰ τὸν Ἀλκι‐ βιάδην ABFGMc2 | |
2.65.8 | ἀδωρότατος: ἀδωρόληπτος. | |
2.65.9 | ὕβρει θαρσοῦντας: ἀλόγως τι πράττοντας. | |
2.65.11 | πρὸς οὕς: λεί‐ πει τῶν Λεοντίνων. ʃ τοὺς Λεοντίνους λέγει· οὗτοι γὰρ μετ‐ εκαλέσαντο πρὸς συμμαχίαν Ἀθηναίους, Συρακουσίοις δια‐ φερόμενοι. οἱ ἐκπέμψαντες: Ἀθηναίων οἱ προύχοντες. | |
5 | τοῖς οἰχομένοις: πορευθεῖσιν εἰς Σικελίαν. τῷ στρατο‐ πέδῳ: τῷ ἐν Σικελίᾳ ABFGMc2 | |
2.65.12 | πολεμίοις: τοῖς Λακε‐ | |
δαιμονίοις. μετ’ αὐτῶν: τῶν Λακεδαιμονίων. ἔτι τοῖς πλέοσιν: ἀντεῖχον δηλονότι. βασιλέως παιδί: βασιλέως λέγει τοῦ Δαρείου υἱοῦ Ἀρτοξέρξου· οὗτινος Κύρου καὶ ὁ | 147 | |
5 | Ξενοφῶν τὴν ἀνάβασιν ἔγραψε ABFGMc2 προσγενομένῳ: τοῖς Λακεδαιμονίοις δηλονότι. ἐνέδοσαν: ἐμαλακίσθησαν. | |
2.65.13 | τοσοῦτον: φρονήσεως δηλονότι GMc2 ἀφ’ ὧν: ἀφ’ ὧν πραγμάτων, ὥστε μήτε κατὰ γῆν πολεμῆσαι μήτε εἰς Σικελίαν πέμψαι ABFGMc2 | |
2.66.1 | ἄποικοι: πόθεν οἱ Ζακύνθιοι ABFGMc2 | |
2.66.2 | ξυν‐ εχώρουν: ἐνεδίδουν οἱ Ζακύνθιοι. | |
2.67.1 | ἰδία: ἄνευ τοῦ κοινοῦ· οἱ γὰρ Ἀργεῖοι φίλοι ἦσαν Ἀθηναίοις ABFGMc2 Πόλλις: ὄνομα κύριον Gc2 | |
2.67.2 | τὸν γεγενημένον: ταῦτα προείρηται (29, 5) ABFMʃ τὸν ἐγγραφέντα. τὸ μέρος: ὅσον ἀπὸ τοῦ μέρους αὐτοῦ. | |
2.67.3 | ὁ δέ: ἤγουν ὁ Σάδο‐ κος. ἐκείνοις: τοῖς πρέσβεσι τῶν Ἀθηναίων. οἱ δέ: οἱ πρέσβεις τῶν Ἀθηναίων. | |
2.67.4 | τὸν Ἀριστέα: τὸν Κορίνθιον. αὖθις: ἐς τὸ μέλλον. κακουργῇ: κακουργήσῃ. δικαι‐ οῦντες: δίκαιον κρίνοντες. τοῖς αὐτοῖς ἀμύνεσθαι: τὴν ἴσην τιμωρίαν δοῦναι. οἷσπερ: ἀντὶ τοῦ ὧν. ὑπῆρξαν: | |
5 | ἀντὶ τοῦ προκατήρξαντο Gc2 | |
2.68.1 | κατὰ δὲ τοὺς αὐτοὺς χρόνους: μετάβασις ABFc2 ἀναστήσαντες: διεγείραντες εἰς συμμαχίαν. ἐπ’ Ἄργος: κατὰ τοῦ Ἄργους. | |
2.68.2 | αὐτοῖς: τοῖς Ἀμπρακιώταις. | |
2.68.3 | οὐκ ἀρεσκόμενος τῇ ... καταστάσει: εὗρε γὰρ τὴν μητέρα Ἐριφύλην ἀναιρεθεῖσαν ὑπὸ Ἀλκμέωνος τοῦ ἀδελφοῦ αὐτοῦ ABFGc2 τῇ ἐν Ἄργει καταστάσει: τῇ οἰκήσει. | |
2.68.4 | τῆς Ἀμφιλοχίας: γῆς δηλονότι. | |
2.68.5 | ἐπηγάγοντο: ἐφειλκύσαντο. ἡλληνίσθησαν: Ἕλληνες κατὰ τὴν νῦν δι‐ άλεκτον ἐγένοντο. οἱ δὲ ἄλλοι Ἀμφίλοχοι: οἱ γὰρ Ἀμφί‐ λοχοι βάρβαροι, οἱ δὲ Ἀμπρακιῶται Ἕλληνες, Κορινθίων | |
5 | ἄποικοι ABFGc2 | |
2.68.6 | τοὺς Ἀργείους: τοὺς Ἀμφιλοχικούς, τοὺς δεξαμένους BFGc2 χρόνῳ: ἀντὶ τοῦ μόλις. | 148 |
2.68.7 | οἱ δ’ Ἀμφίλοχοι: οἱ πάντες, διὰ τὴν μητρόπολιν ABFGc2 Ἀκαρνᾶσι: φίλοις οὖσιν Ἀθηναίοις ABFGc2 Ἀθηναίους: ἀναπόδοτον μᾶλλον δὲ καιναπόδοτον τοῦτο, εἰ οὕτω χρὴ φάναι. | |
5 | Φορμ.: Φορμίων στρατηγὸς Ἀθηναίων ABFG αὐτό: τὸ Ἄργος ABFGc2 | |
2.68.8 | μετὰ δὲ τοῦτο: ἀντὶ τοῦ ἀπὸ ταύτης τῆς αἰτίας AFc2 | |
2.68.9 | ἐς τοὺς Ἀργείους: κατὰ τῶν Ἀργείων. ἐν τῷ πολέμῳ: τῷ Πελοποννησιακῷ ABFc2 | |
2.69.1 | ἀργυρολογῶσι: ἀργύριον ἀπαιτῶσι. Φασήλιδος: Φάσηλις πόλις Παμφυλίας· μέμνηται αὐτῆς καὶ Διονύσιος ὁ περιηγητής (855) ABFGc2 | |
2.70.1 | οὐδὲν μᾶλλον: οὐδὲν παρὰ Ἀττικοῖς ἀντὶ τοῦ οὔ F | |
2.70.2 | οἱ δέ: οἱ στρατηγοί. | |
2.70.4 | καὶ ᾗ ἕκαστος ἐδύνατο: τὰς τριάκοντα δύο πόλεις ABFGc2 ἐνόμιζον γὰρ ἂν ...: ἀνδραποδίσαι γὰρ τοὺς ἄνδρας ἐβούλοντο ABFGMc2 | |
2.71.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: ἔτος τρίτον ABFGMc2 ἔλεγον τοιάδε: Πλαταιέων δημηγορία πρὸς Ἀρχί‐ δαμον ABFGMe2 | |
2.71.2 | αὐτονόμους: τοὺς Πλαταιεῖς δηλονότι. | |
2.72.1 | ὑπολαβών: Ἀρχιδάμου δημηγορία. σημείωσαι λόγια ABFGMʃ ἀποκριθεὶς ἢ ὑπονοήσας ἢ ἐνθυμηθείς. δί‐ καια λέγετε ...: μέμνηται καὶ ταύτης τῆς δημηγορίας Πλού‐ ταρχος ἐν τοῖς πολιτικοῖς παραγγέλμασι (p. 803b) f αὐτοί | |
5 | τε αὐτονομεῖσθε: τοῖς οἰκείοις νόμοις ἀκωλύτως χρῆσθε. | |
2.72.2 | ἀπεκρίναντο: ἀπόκρισις Πλαταιέων ABFM ἄνευ Ἀθη‐ ναίων: τῆς γνώμης δηλονότι. παρ’ ἐκείνοις: τοῖς Ἀθη‐ ναίοις. οὐκ ἐπιτρέπωσιν: οὐ δώσωσιν ἄδειαν τοῖς Πλαται‐ εῦσιν ἐμμένειν τοῖς δόξασιν. | |
2.72.3 | ὑμεῖς δέ ...: ἀπολογία Ἀρχιδάμου ABFGM ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις: | |
ἀντὶ τοῦ ἡμῖν c2 εἴ τι δυνατόν: λείπει τὸ ἐστί c2 μέχρι δὲ τοῦδε: τοῦ καιροῦ τοῦ πολέμου. ἐργαζόμενοι: τὴν γῆν | 149 | |
5 | δηλονότι. ἱκανή: εἰς τροφὴν δηλονότι. | |
2.73.1 | Ἀθηναίοις κοινῶσαι: πρεσβεύσασθαι πρὸς τοὺς Ἀθηναίους δηλονότι. κομισθῆναι: ἀναστρέψαι. οὐκ ἔτεμνεν: σημείωσαι ὅτι τὸ τεμεῖν ἀδιαφόρως καὶ ἐπὶ τῆς γῆς, ὥσπερ τὸ δῃῶσαι, τέθεικεν. | |
2.73.2 | πάλιν ἦλθον: οἱ Πλαταιεῖς ABFMc2 | |
2.73.3 | ἐπισκήπτουσι: παρακελεύονται Mc2 | |
2.74.1 | προκαλοῦνται: ἐπισπῶνται. | |
2.74.3 | καὶ παρ‐ έσχετε: οἱ θεοὶ δηλονότι. ἐναγωνίσασθαι: ἐν αὐτῇ τὸν ἀγῶνα τελέσαι. τῆς δὲ τιμωρίας: τῆς ἐκδικήσεως. | |
2.75.1 | ἐπιθειάσας: ἐπιθεάσαι, τὸ τοὺς θεοὺς ἐπι‐ καλέσασθαι Patm. ʃ κατευξάμενος F περιεσταύρωσεν: ση‐ μείωσαι ὁ Ἀρχίδαμος BFMʃ περισταυρῶσαι, τὸ σταυροῖς περι‐ βάλλειν· σταυροὶ δέ εἰσι τὰ ὀρθὰ πεπηγότα ξύλα Patm. ʃ ὅτι | |
5 | οἱ παλαιοὶ τὰ ὀρθὰ ξύλα σταυροὺς ἐκάλουν ABFGMc2 ʃ περι‐ εχαράκωσεν. τοῖς δένδρεσιν: σημείωσαι τὸ δένδρος εὐθεῖαν ABFGMc2 ἔχουν: συνεκόμιζον. πρὸς τὴν πόλιν: οὐ διὰ παντὸς τοῦ τείχους, ἀλλ’ ἐν μέρει τινί ABFGMc2 αἵρεσιν: πόρθησιν. | |
2.75.2 | Κιθαιρῶνος: ὄρος Βοιωτίας FMc2 φορμη‐ δόν: ψιαθηδόν· φορμὸς γὰρ ὁ ψίαθος ὅστις ἐναλλὰξ ἔχων τὸ πλέγμα ἐστί ABFGMc2 ἀνύτειν: οἱ Ἀττικοὶ τὸ ἀνύειν ἀνύ‐ τειν φασί ABFGMc2ʃ τελεσιουργεῖν πρὸς ὕψος. | |
2.75.3 | ξυνεχῶς: ἀδιαστάτως. σῖτον: τὸ σῖτον οὐδετέρως. αἱρεῖσθαι: λαμβά‐ νειν. οἱ ξεναγοί: οἱ τῶν μισθοφόρων ἄρχοντες· ξένους γὰρ ἐκάλουν τοὺς μισθοφόρους ABGMc2 | |
2.75.6 | οὐ σχολαίτερον: οὐ βραδύτερον F ἀντανῄει: ἀντῄρετο. ʃ ἀντανίστατο. ἐσ‐ εφόρουν: εἰς τὴν πόλιν δὴ ἀπὸ τοῦ χώματος. | |
2.76.1 | ἐν ταρσοῖς καλάμου: ἐν πλέγμασι ABFGMc2 ἀπὸ καλάμου πεποιημένοις. ἐνείλλοντες: ἐμπλέκοντες. | |
2.76.2 | ὑπόνομον: κεκρυμμένον ὄρυγμα. ξυντεκμηράμενοι | |
ὑπὸ τὸ χῶμα: διὰ τεκμηρίου τινὸς ἐρχόμενοι ὑπὸ τὸ χωμά‐ τιον. ἱζάνοντος: ἐνδιδόντος. | 150 | |
2.76.3 | οἰκοδόμημα: τὸ ξύλινον. χοῦν: ἀπὸ χυτῆς γῆς τεῖχος ποιεῖν. ἐν ἀμφιβόλῳ μᾶλλον γίγνεσθαι: ἀντὶ τοῦ ἑκατέρωθεν βάλλεσθαι ABFGc2ʃ τοὺς ἐναντίους δηλονότι. | |
2.76.4 | μίαν μέν: μηχανήν. τοῦ μεγάλου οἰκοδομήματος: τῶν Πλαταιέων δηλονότι. κατέσεισε: τὸ τεῖχος δηλονότι. ἄλλας δέ: μηχανὰς δηλονότι. τοῦ τεί‐ χους: προσέφερον. ἃς βρόχους τε ...: σημείωσαι τὴν σύν‐ | |
5 | ταξιν, ἃς βρόχοι περιβάλλοντες. βρόχους: σχοινία. ὑπερ‐ τεινουσῶν: ὑψουμένων. ἡ μηχανή: τῶν Πελοποννησίων δηλονότι. ἀπεκαύλιζε τὸ προῦχον: ἀπέτεμε τὸ ἄκρον. τὸ προῦχον: τὸ προβεβλημένον. | |
2.77.2 | πᾶσαν γὰρ δὴ ἰδέαν: ἐπινοίας δηλονότι. | |
2.77.3 | φακέλους: φορτία F ʃ φάκελος, δεσμός, φορτίον, καὶ τὸ ταῖς κεφαλαῖς φορούμενον, ἤτοι τὸ φασκώλιον. ταχὺ δὲ πλήρους γενομένου: τοῦ διαστήματος. ἐπιπαρένησαν: συνῆρξαν. | |
2.77.4 | χειροποίητον: ἔστι γὰρ καὶ αὐτόματος ABFGMc2 ἤδη γὰρ: πάλαι ποτέ. | |
2.77.5 | τἆλλα: δεινὰ δηλονότι. ἐλα‐ χίστου: ὀλίγου καιροῦ δηλονότι. αὐτῇ: τῇ φλογί. διέφυ‐ γον: τὸν κίνδυνον. | |
2.78.2 | περὶ ἀρκτούρου ἐπιτολάς: ἐπιφανείας F ʃ κατὰ τὸν Ὀκτώβριον μῆνα. | |
2.78.3 | ἐκκεκομισμένοι ἦσαν: ἐξήγαγον. | |
2.78.4 | τοιαύτη μέν ...: οἱ διελόντες ταύτην τὴν συγγραφὴν εἰς τρισκαίδεκα, ἐνταῦθα τὸ τέλος τῆς τρίτης ἱστορίας ὥρισαν καὶ ἀρχὴν τῆς τετάρτης ABFGMc2 | |
2.79.2 | Σπάρτωλον: ὅτι ἡ Σπάρτωλος προπαροξύνεται ABFMc2 τὴν Βοττικήν: ὅτι οἱ Βοττιαῖοι ἄποικοι Μακε‐ δόνων· εἰσὶ δὲ ἐν τῇ Θρᾴκῃ, πλησίον Χαλκιδέων ABFGMc2 προσχωρήσειν: τοῖς Ἀθηναίοις δηλονότι. τῶν ... βουλο‐ | |
5 | μένων: τῶν μὴ θελόντων παραδοῦναι· ἡ δὲ Ὄλυνθος μητρό‐ πολις Χαλκιδέων ABFGMc2 | |
2.79.3 | ἀναχωροῦσιν: οἱ Ἀθηναῖοι ABFc2 | |
2.79.6 | ἐνεδίδοσαν: ὑπεχώρουν, οἱ Χαλκιδεῖς δηλονότι καὶ οἱ Σπαρτώλιοι ABFGMc2 ᾗ δοκοῖ: καθ’ ὃ μέρος ἐνομί‐ ζετο αὐτοῖς συμφέρον. σημείωσαι ὅτι τὸ δοκοῖ τρίτης συζυγίας ABFGMc2 ἐπὶ πολύ: διάστημα δηλονότι. | 151 |
2.79.7 | ἀνελόμενοι: ἀναλαβόντες. διελύθησαν κατὰ πόλεις: ἕκαστος ἦλθεν εἰς τὴν οἰκείαν πόλιν. | |
2.80.1 | καταστρέψασθαι: ἀφανίσαι. ἐκ τῆς ξυμ‐ μαχίδος: γῆς δηλονότι. | |
2.80.2 | περιήγγειλαν: πανταχοῦ ἐμήνυσαν. | |
2.80.3 | ἀποίκοις οὖσιν: τῆς Κορίνθου δηλονότι. ʃ ὅτι Ἀμπρακιῶται ἄποικοι Κορινθίων ABFGMc2 | |
2.80.5 | καὶ αὐτῷ: τῷ Κνήμῳ. ἀβασίλευτοι: μὴ νομίζοντες ἔχειν βασιλεῖς, ἀλλὰ μόνον ἡγεμόνας καὶ ἄρχοντας ABFGc2 | |
2.80.6 | ἐπιτρέψαν‐ τος: τὸ ἄρχειν δηλονότι καὶ εἶναι αὐτοκράτορα τὸν Ὄροιδον ἀμφοῖν τοῖν ἐθνοῖν ABFGMc2 | |
2.80.8 | διὰ τῆς Ἀργείας: τῆς Ἀμφιλοχικῆς ABFGMc2 ἐπὶ Στράτον: θηλυκῶς ἡ Στράτος ABFGMc2 | |
2.81.1 | κελεύοντες: παρακινοῦντες. ἐρήμην: ἔρημον φυλάκων. | |
2.81.2 | τρία τέλη ποιήσαντες: οὐκ ἐπὶ μῆκος, ἀλλ’ ἐπὶ πλάτος ABFGMc2 | |
2.81.3 | διεῖχον: διίσταντο. | |
2.81.4 | τεταγμένοι: εὐτάκτως. διὰ φυλακῆς ἔχοντες: ἑαυτοὺς δηλονότι. ἐν ἐπιτηδείῳ: χώρᾳ δηλονότι. πιστεύοντες: θαρροῦντες. ἀξιούμενοι: ἄξιοι κρινόμενοι. ἐπέσχον: ἐνεκαρτέρησαν c2 | |
5 | τὸ στρατόπεδον: τὸ τό περιττὸν κεῖται AFc2 χωρήσαντές τε: τὸ τε περιττὸν κεῖται B αὐτοβοεί: αὐτοβοεί, ἐκ μιᾶς μάχης καὶ σὺν αὐτῇ τῇ βοῇ. βοὴν δὲ ἔλεγον τὴν μάχην, ὅθεν καὶ Ὅμηρός [Ζ 37] φησι· βοὴν ἀγαθὸς Μενέλαος Patm. ʃ | |
10 | βοῇ μόνῃ χρησάμενοι F ʃ Ὅμηρος [Γ 2 et 8]· Τρῶες μὲν κλαγγῇ, οἱ δ’ ἄρ’ ἴσαν σιγῇ ABFGMc2 | |
2.81.5 | μεμονωμένων: διεζευγμένων τῆς τῶν Ἑλλήνων συμμα‐ χίας. | |
2.81.6 | ἐς φόβον καταστάντων: ἤγουν φυγόντων. αὐτούς: τοὺς Χάονας. | 152 |
2.81.8 | ἐνέκειντο φεύγοντες: ἤγουν κατὰ κρά‐ τος ἔφευγον. ἀνελάμβανόν τε αὐτούς: οἱ Ἕλληνες τοὺς βαρβάρους. | |
2.83.3 | ἀντιπαραπλέοντας: ἀντὶ τοῦ εἰς ἀντιπαρά‐ ταξιν. ἑώρων: οἱ Κορίνθιοι δηλονότι. παρὰ γῆν σφῶν κομιζομένων: σημείωσαι τὴν σύνταξιν ABFGMc2 ʃ τῶν Κο‐ ρινθίων. οὐκ ἔλαθον: οἱ Ἀθηναῖοι. τὸν πορθμόν: τὸν | |
5 | Κρισαῖον· ἔστι δὲ πορθμὸς ἀμφίγειος θάλασσα ABFGMc2 | |
2.83.5 | τὰς πρῴρας: ἔχοντες δηλονότι. τά τε λεπτὰ πλοῖα: τοὺς λέμβους. | |
2.84.1 | κατὰ μίαν ναῦν τεταγμένοι: μίαν ἔχον‐ τες ὀπίσω τῆς μιᾶς ABFGMc2 ἐν χρῷ: ἀντὶ τοῦ πλησίον. ἔστι δὲ ἀποκοπή· ἦν γὰρ ἐν χρωτί. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῆς κουρᾶς τῆς ἄχρι τοῦ χρωτὸς γιγνομένης ABFGMc2 δόκη‐ | |
5 | σιν: δόξαν. ἐμβαλεῖν: προσπεσεῖν. μὴ ἐπιχειρεῖν: τῷ πολέμῳ. σημήνῃ: σημεῖον δῷ. | |
2.84.2 | αὐτούς: τοὺς Κοριν‐ θίους. ἐφ’ αὑτῷ: ἐπὶ τῇ ἐξουσίᾳ αὑτοῦ. | |
2.84.3 | τῶν τε πλοίων: τῶν λεπτῶν ABFMc2 παραγγελλομένων: συμβουλευόντων. τῶν κελευστῶν: τῶν στρατηγῶν καὶ τῶν κυβερνητῶν ABFGMc2 σημαίνει: σημεῖον ποιεῖ. χωρήσειαν: ὁρμήσειαν. ἐς ἀλ‐ | |
5 | κήν: ἐς μάχην πολέμου. Ἀχαΐας: σημείωσαι Ἀχαΐα AB | |
2.84.4 | ἀνεχώρησαν: ὑπέστρεψαν. | |
2.84.5 | ἐπίνειον: ἐπίνειον κα‐ λεῖται πᾶν ἐμπόριον, ἢ παρὰ τὸ ἐπινήχεσθαι αὐτὸ τῇ θαλάσσῃ, ἢ παρὰ τὸ ἐν αὐτῷ τὰς ὁλκάδας νήχεσθαι ἢ ὀκέλλειν ABFGMc2 | |
2.85.1 | ὑπ’ ὀλίγων νεῶν: τῶν Ἀθηναίων. | |
2.85.2 | πρῶ‐ τον ναυμαχίας πειρασαμένοις: ἐν τῷ Πελοποννησιακῷ πολέμῳ δηλονότι ABFMc2 ὁ παράλογος: τὸ παρὰ τὸ ἐνδε‐ χόμενον γενέσθαι. οὐ ... σφῶν τὸ ναυτικὸν λείπεσθαι: | |
5 | οὐ κατ’ ἐμπειρίαν τοῦ ναυτικοῦ λείπεσθαι ABFMc2 οὐκ ἀν‐ τιτιθέντες: οὐκ ἀντιπαραβάλλοντες. τῆς σφετέρας: σημεί‐ ωσαι τὴν σύνταξιν ABFGMc2 ὀργῇ οὖν ἀπέστελλον: ὀργι‐ ζόμενοι ἀπέστελλον τοὺς συμβούλους. | 153 |
2.85.5 | Γορτύνιος: ἰστέον ὅτι ἡ Γόρτυς πόλις ἐστὶ Κρήτης ἀπέχουσα Κυδωνίας σχεδὸν σταδίους χιλίους· καὶ ἔστιν ἀπίθανον εἶναι πολεμίας ἀλλήλαις ταύτας τὰς πόλεις. ῥητέον οὖν ὅτι πολεμίαν λέγει τὴν Κυ‐ | |
5 | δωνίαν τῇ Πολίχνῃ, οἷς εἰκὸς χαρίζεσθαι κατὰ φιλίαν τὸν Νικίαν ABFGMc2 προσποιήσειν: οἰκείαν ποιήσειν. | |
2.86.1 | ἐν τούτῳ: τῷ χρόνῳ. | |
2.86.3 | διείχετον: κεχώ‐ ρισθον. | |
2.86.5 | γνώμην: σκοπόν. οἱ μέν: οἱ Πελοποννήσιοι. οἱ δέ: οἱ Ἀθηναῖοι BFGMa2c2 | |
2.87.1 | ἡ μὲν γενομένη ναυμαχία: δημηγορία τῶν Λακεδαιμονίων στρατηγῶν· ἡ στάσις πραγματική, ἄγρα‐ φος, εἴδους συμβουλευτικοῦ ABFGMc2e2 τὴν μέλλουσαν: ναυμαχίαν. τέκμαρσιν: στοχασμόν. ἐκφοβῆσαι: ἀντὶ τοῦ | |
5 | ἐκφοβεῖσθαι. | |
2.87.2 | οὐκ ὀλίγα: ὁ ἄνεμος ABFMc2 καὶ ἡ ἐν κύκλῳ τάξις τῶν νεῶν, καὶ τὸ μὴ ταχέως αὐτοὺς ἐπιχειρῆσαι τῇ ναυμαχίᾳ, ἀλλὰ τὴν τοῦ Φορμίωνος ἀναμένειν διὰ τοῦ ἀνέμου στρατηγίαν. ἔσφηλεν: σφαλῆναι ἐποίησεν. | |
2.87.3 | οὐδὲ δίκαιον: τὸ ἑξῆς· δίκαιον τῆς γνώμης τὸ μὴ νικηθὲν κατὰ κράτος ἀμβλύνεσθαι ABFMc2 τῆς ξυμφορᾶς τῷ ἀποβάντι: τῇ ἀποβάσῃ ξυμφορᾷ. ἀμβλύνεσθαι: ἀναπίπτειν. νομί‐ | |
5 | σαι δέ: ἀπὸ κοινοῦ τὸ δίκαιον BFc2 ταῖς δὲ γνώμαις ...: ἔχειν τοὺς ἀνθρώπους ἑστηκυῖαν τὴν γνώμην καὶ μὴ ὑπο‐ πεπτωκυῖαν τοῖς δεινοῖς. | |
2.87.4 | προύχετε: τῶν Ἀθηναίων δη‐ λονότι. ἡ ἐπιστήμη: ἡ γυμνασία, ἡ μελέτη. ἐν τῷ δεινῷ: τῷ πολέμῳ. ἐκπλήσσει: ἐξωθεῖ FGMa2c2 ʃ ἐκκρούει. | |
2.87.6 | τὰ δὲ πολλά: ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πολύ. οὐκ εἶπε δὲ ἀεί, διὰ τὸ ἄδηλον τῆς τύχης ABFGMc2 | |
2.87.7 | προσγενόμενα: προσκτη‐ θέντα. | |
2.87.8 | θαρσοῦντες οὖν: οἱ ἐπίλογοι ABFGMc2 χώραν: ἀντὶ τοῦ τάξιν ABFGMc2 | 154 |
2.87.9 | τῶν δὲ πρότερον ἡγεμόνων: τῶν καταναυμαχηθέντων ὑπὸ Φορμίωνος· λέγει δὲ τοὺς περὶ Μαχάονα καὶ Ἰσοκράτην AFGMc2 τὴν ἐπιχείρησιν: τῆς παρασκευῆς τοῦ πολέμου δηλονότι. οἱ δὲ ἀγαθοί: οἱ γενναῖοι. | |
5 | τιμήσονται: ἀντὶ τοῦ τιμηθήσονται. | |
2.88.1 | ξυνιστάμενοι: συναθροιζόμενοι. | |
2.88.2 | τὴν ἀξίωσιν: τὴν πεῖραν. μηδένα ... ὑποχωρεῖν: σημείωσαι τὴν σύνταξιν ABFGMc2 | |
2.89.1 | ὁρῶν ὑμᾶς ...: δημηγορία Φορμίωνος στρα‐ τηγοῦ τῶν Ἀθηναίων ABFGMe2 ξυνεκάλεσα: εἰς ταὐτὸν συνήγαγον. | |
2.89.2 | οὗτοι γάρ: οἱ Λακεδαιμόνιοι. | |
2.89.3 | ἐν ἐκείνῳ: ἐν τῇ πεζομαχίᾳ. οὐδὲν προφέρουσι: κατὰ τὴν ναυμαχίαν. | |
2.89.4 | παρὰ πολύ: ὑπερβαλλόντως. | |
2.89.5 | οὐκ ἂν ἡγοῦνται: ὁ νοῦς οὕτως· ἡγοῦνται οἱ ἐχθροὶ μὴ ἀνθίστασθαι ἂν ἡμᾶς ἄλλως ἢ μέλλοντάς τι γενναῖον πρᾶξαι ABFGMc2 | |
2.89.6 | ἀντίπαλοι: θαρροῦντες ἀντιπαλαίειν. πολλῷ: τῷ μέτρῳ. οὐκ ἀναγκα‐ ζόμενοι: ἡμεῖς, δηλονότι οἱ Ἀθηναῖοι. | |
2.89.8 | ἑκὼν εἶναι: παρέλκεται τὸ εἶναι κατὰ συνήθειαν Ἀττικήν· οὐδὲν γὰρ ἐν ταῖς τοιαύταις συντάξεσι δηλοῖ ABFMc2e2 ἐπιπλεύσειε: κατὰ τῶν ἐναντίων ἐπέλθοι. μὴ ἔχων τὴν πρόσοψιν τῶν πολε‐ | |
5 | μίων: μὴ ὁρῶν τοὺς πολεμίους. ἐκ πολλοῦ: λείπει διαστή‐ ματος ABFGMc2 διέκπλοι: τὸ ἐμβάλλειν καὶ διασχίζειν τὴν τῶν ἐναντίων τάξιν ABFGMc2 ἀναστροφαί: αἱ εἰς τοὐπίσω ὑποχωρήσεις ABFGMc2 ʃ ἀνακάμψεις. ἐν τούτῳ: ἐν τῷ πεζο‐ μαχεῖν. | |
2.89.9 | τούτων μὲν οὖν ...: τὸ ἐπιχείρημα ἐκ τοῦ συμφέροντος ABFGMc2 τά τε παραγγελλόμενα: τὰ τῆς παραι‐ νέσεως ἔργα. ὀξέως: σπουδαίως. τῆς ἐφορμήσεως: τῶν πολεμίων ABFGMc2 ἐν τῷ ἔργῳ κόσμον ...: ἤτοι ἐν τῷ | |
5 | πολέμῳ κόσμον ἔχετε καὶ σιγήν, καὶ συμφέρον ὂν τοῖς μετιοῦ‐ | |
σιν ἐπὶ τὸ πολὺ τὰ πολεμικὰ καὶ μάλιστα τοῖς ναυμαχοῦσιν. ἀμύνεσθέ τε: τινὲς ἀπῶδε τοὺς ἐπιλόγους ABFGMc2 | 155 | |
2.89.11 | ἀνα‐ μιμνῄσκω: οἱ ἐπίλογοι ABFGMc2 | |
2.90.1 | τοιαῦτα μέν: οἱ πολλοὶ ἀγνοοῦντες γράφουσι τὸν δέ σύνδεσμον μετὰ τὰς δημηγορίας ABF ἐπὶ τεσσάρων ταξάμενοι: ἀντὶ τοῦ κατὰ τέσσαρας αὐτὰς ποιήσαντες ABFGMc2 ἐπὶ τήν: ἀντὶ τοῦ παρὰ τήν. | |
2.90.2 | ἐπὶ δ’ αὐτῷ: τῷ κέρατι. ἐπὶ τὴν Ναύπακτον: ἔσω γὰρ ἐν τῷ κόλπῳ ἔκειτο ἡ Ναύ‐ πακτος ABFGMc2 ταύτῃ: τῇ ὁδῷ. | |
2.90.3 | ὁ δέ ...: ὁ δὲ Φορ‐ μίων ὡς ἑώρα τοὺς Πελοποννησίους ἀναγομένους, ἄκων κατὰ σπουδὴν τοὺς στρατιώτας ἐμβιβάσας εἰς τὴν ναῦν ἔπλει GMa2c2 προσεδέχοντο: ἤλπιζον. περὶ τῷ χωρίῳ: περὶ τῷ χωρίῳ | |
5 | τῆς Ναυπάκτου δηλονότι ἐρήμου οὔσης βοηθείας Ma2c2 τὴν γῆν: τὴν οἰκείαν δηλονότι GMa2c2 | |
2.90.4 | κατὰ μίαν ἐπὶ κέρως: ὡς εἰ ἔλεγε, μίαν κατακολουθοῦσαν τῇ ἑτέρᾳ· τοῦτο γὰρ ἐπὶ κέρως καλεῖ ABFGMc2 ἀπὸ σημείου ἑνός: οὐ δεη‐ θέντες πολλῶν σημείων, ἀλλ’ εὐθὺς ποιοῦντες ὅπερ ἐδόκει | |
5 | ABFGMc2ʃ ὡς ἂν εἰ ἔλεγε, μὴ πολλῶν παρακελεύσεων δεηθέν‐ τες, ἀλλ’ εὐθὺς ποιοῦντες ὅπερ ἐδόκει· δύναται δὲ σημεῖον λέγειν καὶ τὸ σύνθημα GMa2c2 τὸ δὲ σημείου ἀντὶ τοῦ μιλίου. ἐπιστρέψαντες ...: τὸ μὲν ἐπιστρέψαντες εἶπεν, ὅτι ἦν ἄνω εἰπών, ἐπειδὴ κατ’ εὐθεῖαν ἔπλεον· νῦν δὲ οὐκέτι· τὸ δὲ | |
10 | μετωπηδὸν πάλιν τὸ κατ’ εὐθεῖαν πλέειν ἐστί· τὸ γὰρ μέτωπον τῆς νεὼς ἡ πρῴρα ἐστί. λέγει οὖν ὅτι τὰ μέτωπα, ὅ ἐστι τὰ πρόσωπα τῶν νεῶν, παρεῖχον τοῖς ἐναντίοις ABFGMa2c2 | |
2.90.5 | τῶν δέ: τῶν νεῶν τῶν Ἀθηναίων. ἐς τὴν εὐρυχωρίαν: ἐσω‐ τέρω τῶν Ῥίων ἐν τῷ Κρισαίῳ κόλπῳ ABFGMc2 ἐξέωσαν: ἐξ‐ έκλιναν τῆς προκειμένης ὁδοῦ. διέφθειραν: ἀντὶ τοῦ ὀκεῖλαι | |
5 | αὐτὰς ἐποίησαν ABFMc2 ἐξένευσαν: ἐξεκολύμβησαν ABFGc2 | 156 |
2.91.1 | ταύτῃ: οὕτως ἢ κατὰ τοῦτο τὸ μέρος GMa2c2 αἱ δὲ εἴκοσι νῆες: τὸ τέταρτον τάγμα τῶν νεῶν ABFGMc2 καὶ σχοῦσαι: ἄλλη ἀρχὴ τὸ καὶ ἴσχουσαι ABF ʃ ἐλλιμενίζουσαι. ἀντίπρῳροι: ἔχουσαι τὰς πρῴρας πρὸς τὸ πέλαγος ὁρώσας· | |
5 | τοῦ γὰρ φεύγειν ἐπαύσαντο ABFGMc2 ʃ γεγονυῖαι δηλονότι. Ἀπολλώνιον: ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι ABFGMc2 | |
2.91.2 | οἱ δέ: οἱ Πελοποννήσιοι ABFGMc2 τὴν ὑπόλοιπον: τὴν ὑστερή‐ σασαν. | |
2.91.3 | ὁλκάς: ὁλκάς ἐστιν ἡ ἐμπορικὴ ναῦς ABFGMc2 | |
2.91.4 | πρὸς τὴν ἐξ ὀλίγου ἀντεξόρμησιν: διὰ τὸ ἐγγύθεν ἀντεπιέναι τοῖς Ἀθηναίοις ABFGMc2 | |
2.92.1 | ὑπέμειναν: ἐδέξαντο τὸ ἐμβάσιμον τῶν Ἀθη‐ ναίων. τὸν Πάνορμον: σημείωσαι· ὁ Πάνορμος ABFGM | |
2.92.3 | ἡ ναῦς: ἡ περὶ τὴν ὁλκάδα καταδῦσα c2 ἔσφαξεν ἑαυ‐ τόν: Λακωνικὸν τὸ φρόνημα τοῦτο, μὴ ὑπ’ ἐχθρῶν ἀξιῶσαι ἀναιρεθῆναι ABFGMc2 | |
2.92.5 | τῆς τροπῆς: ἀντὶ τοῦ ὑπὲρ τῆς τροπῆς Ma2c2ʃ ἡ σύνταξις οὕτως· ὡς νενικηκότες ἕνεκεν τῆς τροπῆς τῶν νεῶν ἃς πρὸς τῇ γῇ διέφθειραν. ἃς πρὸς τῇ γῇ ναῦς: ἀντὶ τοῦ διὰ τὰς ναῦς. | |
2.92.6 | ὑπὸ νύκτα: ἀντὶ τοῦ κατὰ τὴν νύκτα. | |
2.92.7 | οὐ πολλῷ ὕστερον: μετ’ ὀλίγον. τῆς ἀναχωρήσεως τῶν νεῶν: τῶν ἐναντίων. | |
2.93.1 | ἐπικρατεῖν: ἰσχύειν τοὺς Ἀθηναίους. | |
2.93.2 | τὸ ὑπηρέσιον: ὑπηρέσιόν ἐστι τὸ κῶας, ᾧ ἐπικάθηνται οἱ ἐρέσ‐ σοντες διὰ τὸ μὴ συντρίβεσθαι αὐτῶν τὰς πυγάς ABFGMc2 πλεῦσαι: ἀπὸ κοινοῦ τὸ ἐδόκει ABFMc2 | |
2.93.4 | ἀφικόμενοι: εἰς τὰ Μέγαρα δηλονότι. τὸ ἀκρωτήριον: τὸ Βούδορον καλούμενον ABFMc2 κενάς: τῶν ἀνδρῶν δηλονότι. | |
2.94.1 | φρυκτοί: λαμπάδες πολεμίους δηλοῦσαι ABFMc2ʃ φρυκτοί εἰσι λαμπάδες τινὲς ἀπὸ ξύλων γινόμεναι, ἅς τινας | |
βαστάζοντες ἄνωθεν τῶν τειχῶν ἐσήμαινον τοῖς πλησιοχώροις ἢ τοῖς συμμάχοις, ὅταν τινὰς ἑώρων πολεμίους ἐπιόντας, ὡς | 157 | |
5 | [ὅτι] δεῖ προφυλάξασθαι. οὐ μόνον δὲ ἐπὶ πολεμίων τοῦτο ἐποίουν, ἀλλὰ καὶ ἐπὶ φίλων, ὅταν ἑώρων βοήθειαν ἐρχομένην, ἐσήμαινον πάλιν διὰ τῶν φρυκτῶν, ὡς οὐ δεῖ θορυβεῖσθαι. καὶ ὅταν μὲν φίλους ἐδήλουν, ἐβάσταζον τοὺς φρυκτοὺς ἠρε‐ μοῦντες, ὅταν δὲ πολεμίους, τοὺς φρυκτοὺς ἐκίνουν ABFGMc2 | |
10 | ἔκπληξις ἐγένετο: τοῖς Ἀθηναίοις. οἱ μὲν γὰρ ἐν τῷ ἄστει: ὄντες δηλονότι. ᾑρῆσθαι: ἑαλωκέναι. ὅσον οὐκ: ἀντὶ τοῦ σχεδόν, ὡς τὸ μονονουχί ABFGMc2 ἐσπλεῖν αὐ‐ τούς: ἀντὶ τοῦ ὅτι μέλλουσιν ἐσπλεῖν. | |
2.94.2 | βοηθήσαντες: μετὰ βοῆς συνδραμόντες. | |
2.94.3 | οὐδὲν στέγουσαι: ὕδωρ δη‐ λονότι ABCFGM. | |
2.95.1 | Σιτάλκης ὁ Τήρεω: ἐντεῦθεν τὰ Θρᾳκικά· Σι‐ τάλκου ἐπιστρατεία ABCFGM δύο ὑποσχέσεις: λείπει ἡ διά· διὰ δύο ὑποσχέσεις ABFMʃ ἀντὶ γενικῆς ἡ αἰτιατικὴ Ἀττικῶς. σημείωσαι παρόμοιον τῷ (μ 73) | |
5 | δύο μὲν σκόπελοι, ὁ μὲν οὐρανόν. ʃ ἡ ἱστορία τῆς παρούσης ὑποθέσεως ἔχει οὕτως. Ἀλέξαν‐ δρος Μακεδόνων βασιλεὺς ἔσχεν υἱοὺς δύο, Περδίκκαν καὶ Φίλιππον. δραξάμενος δὲ τῆς ἀρχῆς ὁ Περδίκκας ἀπεξήλασεν τὸν ἀδελφὸν αὑτοῦ Φίλιππον. ὁ δὲ ἐπὶ Σιτάλκην τὸν βασι‐ | |
10 | λέα τῶν Θρᾳκῶν καταφυγὼν ἐδεῖτο καταγαγεῖν αὐτὸν καὶ τὴν τῶν Μακεδόνων βασιλεῖαν ἀποδοῦναι· ὁ δ’ ὑπέσχετο. μαθὼν δὲ τοῦτο ὁ τοῦ Φιλίππου ἀδελφὸς Περδίκκας ἀπέστειλε πρὸς Σιτάλκην πρέσβεις, ὑποσχεθεὶς αὐτῷ χρήματα, εἰ μὴ κατ‐ αγάγοι τὸν Φίλιππον, οὐκ ὀλίγα. ἃ μὲν καὶ ὁ Σιτάλκης πει‐ | |
15 | σθεὶς οὐ κατήγαγε τὸν Φίλιππον· ὡς δὲ οὐδὲν ἀποδέδωκε πρὸς αὐτὸν ὁ Περδίκκας ἅπερ ὑπέσχετο, ἐστράτευσε κατ’ αὐ‐ τοῦ, τὸν Φιλίππου υἱὸν ἀντὶ τοῦ πατρὸς ἀνταναγόμενος. ἐπεὶ | |
δὲ αὐτοῦ καὶ οἱ Ἀθηναῖοι ἐδέοντο, ὑπὸ Χαλκιδέων τῶν ὑπὸ Περδίκκᾳ ὄντων βλαπτόμενοι ἐν τοῖς Θρᾳκικοῖς χωρίοις τε | 158 | |
20 | καὶ συμμάχοις αὐτῶν, καταλῦσαι τὸν πόλεμον καὶ τὴν ἀπὸ τοῦ Περδίκκα βλάβην, ἐστράτευσε κατὰ Χαλκιδέων τε καὶ Περδίκ‐ κα, τὸν μὲν ἀμυνόμενος †οἷς ἐψεύσατο μετελθεῖν αὐτῷ τὰ ὑπε‐ σχημένα, τοὺς δὲ μετελθεῖν ἐπειγόμενος, τὴν παρὰ τῶν Ἀθηναίων ὑπόσχεσιν ἐκπληρώσων. ἀναπρᾶξαι: εἰσπρᾶξαι, ἀπαιτῆσαι | |
25 | ABCFGM ἀποδοῦναι: τοῖς Ἀθηναίοις ABCFGM | |
2.95.2 | Περ‐ δίκκας: γένος Τημενιδῶν. [Start of a diagram]Ἀλέξανδρος Περδίκκαν Φίλιππον | |
5 | Ἀρχέλαον Ἀμύνταν Φίλιππον Ἀλέξανδρον τὸν μέγαν,[End of a diagram] ὃς τὴν Περσῶν δυναστείαν κατέλυσεν. αὐτῷ: τῷ Σιτάλκῃ. διαλ‐ λάξειεν: φίλον ποιήσειεν. ὑπεδέξατο: ὑπέσχετο. | |
2.95.3 | τῶν Ἀθηναίων πρέσβεις: ἀπὸ κοινοῦ τὸ ἦγε ABCFM Ἅγνωνα: οὗτος ἔκτισε τὴν Ἀμφίπολιν BCFM. | |
2.96.1 | ἀνίστησιν: ἐπάγεται, στράτευμα δηλονότι. μέ‐ χρι θαλάσσης: ἕως τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἑλλησ‐ πόντου. μέρη: γένη, ἐθνῶν δηλονότι. | |
2.96.3 | τοῦ Στρυ‐ μόνος: Στρυμὼν ποταμὸς Θρᾴκης περὶ τὴν Ἀμφίπολιν ABCFGMʃ ὅρα ἐντεῦθεν πόθεν ἄρχεται ὁ Στρυμὼν καὶ ποῦ λήγει. καὶ ἔτι ὁ Ὄσκιος ποταμὸς καὶ ὁ Νέσος, ὃν Νέστον | |
5 | οὗτος καλεῖ, ἴσως δὲ ἐκ σφάλματος τῶν γραψάντων οὕτω κεῖται· ἔτι γε μὴν καὶ ὁ Ἕβρος, οὗ καὶ ὁ Θεμίστιος (XXXIV 24) μέμνηται c2 ὡρίζετο: τὸ τέλος εἶχε. | |
2.96.4 | παρήκουσι: παρα‐ τείνουσι. τὸ ὄρος: τὸ Σκόμιον δηλονότι. | |
2.97.1 | περίπλους: δυνατὴ περιπλευσθῆναι. νηῒ στρογγύλῃ: ἐμπορικῇ, διὰ τὰ πολεμικά, μακρότερα ὄντα | |
ABCFGM ὁδῷ: διὰ ξηρᾶς. εὔζωνος: εὐσταλὴς καὶ κοῦφος καὶ μηδὲν ἔχων τὸ ἐμποδίζον ABCFGM | 159 | |
2.97.2 | διὰ πλείστου: διαστήματος δηλονότι. | |
2.97.3 | ὅσον προσῆξαν: φόρον δηλονότι. χωρὶς δέ: τούτων δηλονότι. ὅσα: προσεφέρετο. λεῖα: λιτά, πρὸς ἀντιδιαστολὴν τῶν ὑφαντῶν καὶ πεποικιλμένων ABCFGM Ὀδρυσῶν: προσεφέρετο δηλονότι. | |
2.97.4 | τοὐναντίον τῆς Περσῶν βασιλείας: οἱ γὰρ Πέρσαι παρέχουσι μᾶλλον ἤπερ παρὰ τῶν ἄλλων λαμβάνουσιν, οἱ δὲ Θρᾷκες τοὐναντίον. καὶ οὐκ ἦν τι πρᾶξαι παρ’ αὐτοῖς τὸν μὴ παρέχοντα χρήματα | |
5 | ABCFGM ὅπερ καὶ νῦν ἐν Ῥωμαίοις. κατὰ τὸ δύνασθαι: διὰ τὴν δύναμιν. ἐπὶ πλέον αὐτῷ ἐχρήσαντο: τῷ νόμῳ πλέον τῶν ἄλλων Θρακῶν οἱ Ὀδρύσαι ἐχρῶντο, λαβεῖν ἤπερ δοῦναι ABCFGM | |
2.97.5 | Ἰωονίου: μικρὸν τοδὶ πέφυκεν Ἀττικῶς μέγα· ἄλλως· μικρὸν μὲν ἐκτείνουσιν Ἀττικοὶ τόδε ὥσπερ δύωο πώοτης τε καὶ??? e2 | |
2.97.6 | ταύτῃ δέ: τῇ τῶν Σκυθῶν. ʃπερὶ Σκυθῶν τοῦτο καὶ Ἡρόδοτος (IV 46) λέγει BCFGM οὐχ ὅτι: ἀντὶ τοῦ μή τοι γε. οὐ μὴν ... ἄλλοις ὁμοιοῦνται: ἀλλ’ ὑπερβάλλουσιν ABCFGM. | |
2.98.1 | ἄρας: τὸ στράτευμα. Σιντῶν: Σίντιοι ἐλέ‐ γοντο ἐν ὅσῳ τὴν Λῆμνον ᾤκουν· εἰς δὲ τὴν Θρᾴκην ἐλ‐ θόντες μετωνομάσθησαν Σιντοί ABCFGM | |
2.98.2 | τὸ δὲ ὄρος: τὴν Κερκίνην δηλονότι ABCFGM Δόβηρον: τὴν νῦν καλου‐ μένην Γέβρην. | |
2.98.3 | ἀπεγίγνετο: ἀπώλλυτο. προσεγίγνετο: ηὐξάνετο κατὰ πρόσθεσιν. ἀπαράκλητοι: ἑκούσιοι. | |
2.99.1 | τὴν κάτω Μακεδονίαν: τῆς Μακεδονίας τὸ μέν ἐστι μεσόγειον, τὸ δὲ παράλιον, ἣν καλεῖ 〈τὴν〉 κάτω Μακεδονίαν ABCFGM | |
2.99.3 | πρῶτοι ἐκτήσαντο: τοῦτο καὶ Ἡρόδοτος ἐν τῇ θʹ (VIII 137) ἱστορεῖ κατὰ διέξοδον ABCFGM | |
2.99.4 | Ἄξιον: τὴν Βάρδαριν λέγει. Ἠδῶνας: Ἡδωνοὶ καὶ μετα‐ πλασμὸς Ἡδῶνες καὶ Ἡδῶνας· οὕτως Ἡρωδιανός (I 25, 7) ABCFGM | |
2.99.5 | ὧν: τῶν Ἐορδῶν. | |
2.99.6 | οἱ Μακεδόνες οὗτοι: οἱ κάτω Μακεδόνες. καὶ Μακεδόνων αὐτῶν: τῶν ἄνω. | 160 |
2.100.2 | ἦν δὲ οὐ πολλά: τὰ καρτερὰ δηλονότι. τὰ νῦν ὄντα: τείχη δηλονότι. | |
2.100.3 | ἐς τὴν Φιλίππου: τοῦ ἀδικη‐ θέντος ὑπὸ Περδίκκου ABCFGM | |
2.100.6 | περικλειόμενοι: ἀντὶ τοῦ περικλείοντες, οἱ Θρᾷκες δηλονότι ABCFGM. | |
2.101.1 | ἔπεμψαν: οἱ Μακεδόνες ABCFGM | |
2.101.4 | παρέσχε δὲ λόγον: ὁ Σιτάλκης. ὑπ’ αὐτῶν: τῶν Ἀθηναίων. | |
2.101.5 | ἐπέ‐ χων: ἐπικείμενος. αὐτῷ: ὑπ’ αὐτοῦ. ἐσέβαλε: τὴν ἔφοδον ἐποίησε. | |
2.102.1 | οἱ δὲ ἐν Ναυπάκτῳ ...: μετάβασις f2 Κορόν‐ των: τὰ Κόροντα ἡ εὐθεῖα ABCFGM | |
2.102.2 | Οἰνιάδας: Οἰνιὰς πόλις ἐστὶν ἐν τῷ στομίῳ τοῦ Ἀχελῴου ἡ καὶ νῦν Δραγαμέστη λεγομένη. διὰ Δολοπίας: Δολοπία ἡ νῦν καλουμένη Ἀνό‐ βλαχα· ἐξ ἀνατολῶν γὰρ αὐτῆς ὁ Πηνειὸς ποταμός, ἐκ δὲ | |
5 | νότου ὁ Ἀχελῷος οὗτος ποταμὸς ῥεῖ. αὐτοῖς: τοῖς Οἰνιάδαις. περιλιμνάζων: περὶ τὴν πόλιν πλημμύρας ὑδάτων ποιῶν. | |
2.102.3 | προσχοῖ αἰεί: ὕλην συμφορεῖ. αἳ ἠπείρωνται: τοι‐ αῦτα πολλὰ οἱ τὰς γεωγραφίας ἡμῖν παραδιδόντες ἀναγρά‐ φουσιν· ὅπερ καὶ ἐν τῇ πρὸς Αἴγυπτον Φάρῳ τῇ νήσῳ συν‐ έβη. ὁ γὰρ Ὅμηρος (δ 354) πελαγίαν αὐτὴν ἀναγράφει· | |
5 | νῦν δὲ σχεδὸν ἠπείρωται ABCFGM | |
2.102.4 | τό τε γὰρ ῥεῦμα: τοῦ Ἀχελῴου. τῆς προσχώσεως: τῆς προσχώσεως ἕνεκα, διὰ τῆς προσχώσεως, διὰ τὸ μὴ σκεδάννυσθαι αὐτήν. τῷ μὴ σκεδάννυσθαι: τὴν πρόσχωσιν δηλονότι. | |
2.102.5 | Ἀλκμέωνι: περὶ Ἀλκμέωνος C1a2ʃ ὡραῖον C1a2ʃ τὸν Ἀλκμέωνα (πῶς, λέγειν οὐκ ἰσχύω) ψιλόν, μέγα γράφουσιν, ὡς τῇδε βλέπεις. | |
5 | μέτροις ἐφεῦρον ἀκριβῶς Εὐριπίδου. δίφθογγον οἱ νῦν καὶ μέγα γράφουσι δέ, μωρῶς ἀτέχνως ἐν γραφαῖς πεφυρμέναις. | |
δίφθογγον ὁ Τζέτζης δὲ καὶ μικρὸν γράφει, Ὅμηρος ὥσπερ τεχνικοῖς γράφει λόγοις. | 161 | |
10 | οὐ τυγχάνει γὰρ τοῦτο τῶν παρωνύμων, ἐκ ῥήματος δὲ τυγχάνει παρηγμένον, ὡς ἀλλαχοῦ που πρὶν διέγραψα πλάτει e2 ἀλᾶσθαι: ἀπὸ κοινοῦ τὸ λέγεται GMa2 τῆς μητρός: τῆς Ἐριφύλης. | |
2.102.6 | καὶ ἐδόκει αὐτῷ ...: τὸ ἑξῆς, δίαιτα ἱκανὴ τῷ σώματι ἐδόκει ἡ πρόσχωσις, δηλονότι εἰς χρείαν τοῦ σώ‐ ματος. ἐδυνάστευσε: τὴν βασιλείαν ἔσχε. τὴν ἐπωνυ‐ μίαν ἐγκατέλιπεν: πρότερον γὰρ Κουρῆτις ἐκαλεῖτο. Ὅμη‐ | |
5 | ρος (Ι 529)· Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ABCFGM παρελάβομεν: ἀκοῇ δηλονότι. | |
2.103.1 | ἐλύθησαν: ἐλυτρώθησαν, εἰς λύτρον ἐδόθησαν. | |
3.1.1 | ἐς τὴν Ἀττικήν: ἀντὶ τοῦ κατὰ τῆς Ἀττικῆς. ἐγ‐ καθεζόμενοι: οὐχ ἁπλῶς πορείαν ποιούμενοι, ἀλλ’ ἐμβραδύ‐ νοντες, διὰ τὸν σῖτον Mφc2ʃ ἐνδιατρίβοντες. τὴν γῆν: τῶν Ἀθηναίων. ὅπῃ παρείκοι: ὅπου ἐνεδέχετο καὶ ἐνεχώρει | |
5 | ABCFGM τῶν ψιλῶν: τῶν Λακεδαιμονίων. τὸ μὴ προ‐ εξιόντας ...: λείπει ἡ διά· διὰ τὸ μὴ προεξιόντας τῶν ὅπλων BFGM κακουργεῖν: λῃστεύειν. | |
3.1.2 | οὗ εἶχον τὰ σιτία?: οὐχ ἁπλῶς πορείαν ποιούμενοι, ἐμβραδύνοντες διὰ τὸν σῖτον a2ʃ ἀντὶ τοῦ ἕως οὗ εἶχον τροφήν. | |
3.2.1 | Λέσβος ... βουληθέντες: σημείωσαι τὴν σύν‐ ταξιν ABCFM τοῦ πολέμου: τοῦ Πελοποννησιακοῦ ABCGM οὐ προσεδέξαντο: ἵνα μὴ λύσωσι τὰς τριακοντούτεις σπον‐ δάς ABCFGM ἀναγκασθέντες δέ: διὰ τοῦτο ἠναγκάσθησαν | |
5 | ἀποστῆναι, διὰ τὸ διαβληθῆναι ABCFG καὶ ταύτην: οὐχ ὡς καὶ ἄλλην αὐτῶν πεποιημένων ἀπόστασιν· ἀλλὰ τὸ ταύτην ἐν ἴσῳ τέθεικε τῷ ἐν τῷ τότε χρόνῳ GMφa2c2 πρότερον ἢ διενοοῦντο: ἐπιφέρει διὰ τί ἀναγκασθέντες· ἦσαν γὰρ ἐκ πολλοῦ βουλόμενοι ἀποστῆναι, ἀλλὰ νῦν μήπω εὐτρεπισθέντες | 162 |
10 | ἀπέστησαν ABCFMʃ πρὶν εὐτρεπισθῆναι. | |
3.2.2 | τῶν τε γὰρ λιμένων τὴν χῶσιν: οἱ προσδεχόμενοι πολεμίους κατὰ θά‐ λατταν ἰσχυροτέρους αὐτῶν χῶμα ἔχουν ἐπὶ τοῖς στόμασι τῶν λιμένων, ὅπως δυσείσπλωτοι τοῖς πολεμίοις εἶεν Gφc2 καὶ ἃ | |
5 | μεταπεμπόμενοι ἦσαν: καὶ ἃ μετεπέμποντο. | |
3.2.3 | αὐτοῖς: τοῖς Μιτυληναίοις. διάφοροι: τὸ διάφοροι πρὸς τὸ κατὰ στάσιν, τὸ δὲ ἰδίᾳ πρὸς τὸ πρόξενοι ABCF Μυτιληναίων: τρισεξάδελφε, χρυσέ μου, καλλιγράφε, | |
5 | ἀντίστροφον ποίησον εἰς γραφῆς τύπον τοῦ μυ τε καὶ τι, καὶ φύγῃς ἄρα ψόγον. τὰς δ’ αὖ μύτεις νόησον υ ψιλὸν φέρειν e2 μηνυταὶ γίγνονται: τὸ μηνυταὶ γίγνονται τῷ κατὰ στάσιν συντακτέον, ἵνα ᾖ τοιοῦτον, στασιασάντων πρὸς ἀλλήλους τῶν | |
10 | πολιτῶν μία στάσις ἐμήνυσεν τὴν ἀπόστασιν αὐτῶν τοῖς Ἀθηναίοις Mφa2c2 ξυνοικίζουσι: ἐβούλοντο γὰρ ἐκ μιᾶς πόλεως ὁρμώμενοι πολεμεῖν ABCʃ ἄκοντας τοὺς Λεσβίους ἀναγκάζουσιν εἰς τὴν Μιτυλήνην οἰκῆσαι. καὶ τὴν παρα‐ σκευὴν ...: καὶ παρασκευάζονται μετὰ ἐπείξεως ὥστε ἀποστῆ‐ | |
15 | ναι, συλλαμβανόντων αὐτοῖς Λακεδαιμονίων καὶ Βοιωτῶν. τὸ δὲ συγγενῶν ὄντων ἐπὶ μόνους τοὺς Βοιωτοὺς ἐνεκτέον· οὗτοι γὰρ κατὰ τὸ Αἰολικὸν συγγενεῖς τῶν Λεσβίων Gφc2 Λακεδαιμονίων: δεῖ ὑποστίξαι εἰς τὸ Λακεδαιμονίων, ἑξῆς δὲ Βοιωτῶν ξυγγενῶν ὄντων ἀναγνωστέον. Αἰολέων γὰρ ἄπ‐ | |
20 | οικοι Λέσβιοι, Αἰολεῖς δὲ καὶ οἱ Βοιωτοί· οἱ δὲ Λακεδαιμόνιοι | |
Δωριεῖς ABCFG αὐτούς: τοὺς Ἀθηναίους. | 163 | |
3.3.1 | μέγα μὲν ἔργον: δυσχέρειαν. προσπολεμώσα‐ σθαι: τοῖς Πελοποννησίοις CFʃ ἀντὶ τοῦ πρὸς τοῖς οὖσι πο‐ λεμίοις καὶ αὐτὴν πολεμίαν ποιῆσαι Gφc2 ἀκέραιον: ἀζή‐ μιον. τήν τε ξυνοίκισιν: τῆς Λέσβου εἰς τὴν Μιτυλήνην. | |
3.3.3 | ὡς εἴη Ἀπόλλωνος Μαλόεντος ἔξω τῆς πόλεως ἑορτή: Μαλόεις Ἀπόλλων· οὗτος παρὰ Μιτυληναίοις ἐτιμᾶτο, ἀπὸ τοιαύτης δέ τινος αἰτίας. Μαντὼ ἡ Τειρεσίου θυγάτηρ περὶ τοὺς τόπους χορεύουσα τούτους μῆλον χρυσοῦν ἀπὸ τοῦ | |
5 | περιδεραίου ἐκπεσὸν ἀπώλεσεν· εὔξατο οὖν, εἰ εὕροι, ἱερὸν ἱδρύσειν τῷ θεῷ. εὑροῦσα δὲ τὸ μῆλον τὸ ἱερὸν ἱδρύσατο, καὶ Μαλόεις Ἀπόλλων ἐντεῦθεν παρ’ αὐτοῖς ἐτιμᾶτο Patm. καὶ ἢν μὲν ...: τὸ σχῆμα καλεῖται ἀνανταπόδοτον. Ὅμηρος (Α 135)· | |
10 | ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες ABCFGʃ καὶ εἰ μὲν κατορθωθῇ τὸ ἐλπιζόμενον καὶ τῇ πείρᾳ αὐτῇ καταλάβωσιν αὐτοὺς ἔξω, καλῶς ἂν εἴη τοῖς Ἀθηναίοις τὰ πράγματα Gφc2 ναῦς τε παραδοῦναι: τοῖς Ἀθηναίοις. | |
3.3.4 | καὶ αἱ μὲν νῆες: τῶν Ἀθηναίων δηλονότι. παρὰ σφᾶς: τοὺς Ἀθηναίους. κατὰ τὸ ξυμμαχικόν: διὰ τὴν ξυμ‐ μαχίαν. | |
3.3.5 | ἐπὶ Γεραιστόν: Γεραιστὸς ἀκρωτήριον Εὐβοίας, ἔχον λιμένα ABCFGM πλῷ: ἀντὶ τοῦ εὐπλοίᾳ FGMa2c2 καὶ τριταῖος: δι’ ἡμερῶν τριῶν. τὸν ἐπίπλουν: τῶν Ἀθη‐ ναίων. | |
3.4.1 | καὶ οἱ Ἀθηναῖοι: ἀντίπτωσις, ἀντὶ τοῦ τῶν Ἀθη‐ ναίων. Ὅμηρος (μ 73)· οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν ἀμφὶς ἱκάνει CFMa2 καταπλεύσαντες: | |
5 | σολοικοειδές, οὐ σόλοικον τυγχάνει· σχῆμα γὰρ ἀντίπτωσιν αὐτό μοι νόει, | |
ὡς ἀντὶ πλευσάντων γε πλεύσαντες λέγει e2 ὡς ἑώρων: ὡς ἔγνωσαν ὅτι ἔμαθον τὸν ἐπίπλουν καὶ προ‐ εφυλάξαντο οἱ Μιτυληναῖοι GMφa2c2 ἀπήγγειλαν μέν: τοῖς | 164 | |
10 | Μιτυληναίοις. τὰ ἐπεσταλμένα: τὰ προσταχθέντα GMφa2c2 | |
3.4.2 | ὁμολογίᾳ τινὶ ἐπιεικεῖ: συνθήκῃ τινὶ φιλανθρώπῳ. ἔνιοι δέ, ἐπιεικεῖ: εὐπρεπεῖ GMφa2c2 | |
3.4.4 | ἀπελθεῖν: τῆς Μι‐ τυλήνης δηλονότι. | |
3.4.5 | ἐν τῇ Μαλέᾳ: ἀκρωτήριον Λέσβου ABCFG τοῖς ἀπὸ τῶν Ἀθηναίων: τοῖς πράγμασι δηλονότι, ἅπερ ἤλπιζον ἀπὸ τῶν Ἀθηναίων λήψεσθαι. | |
3.5.1 | καὶ ἡ ἄλλη Λέσβος: καθίστατο εἰς μάχην δηλονότι. | |
3.5.2 | ἐπὶ τὸ τῶν Ἀθηναίων στρατόπεδον: τὸ ὁρμοῦν ἐν τῇ Μαλέᾳ ABCF ἐπηυλίσαντο: ἐπαυλίσασθαί ἐστι τὸ πλη‐ σίον τῶν πολεμίων νυκτὸς αὐλίσασθαι καθυπερτεροῦντας αὐτῶν Gφc2 ἀνεχώρησαν: εἰς τὴν πόλιν δηλονότι. ἐκ | |
5 | Πελοποννήσου ...: τὸ ἑξῆς· βουλόμενοι, εἰ προσγένοιτό τι καὶ ἐκ Πελοποννήσου, μετ’ ἄλλης παρασκευῆς κινδυνεύειν ABCFGM | |
3.5.4 | αὐτοῖς: τοῖς Μιτυληναίοις. | |
3.6.1 | πολύ: πολὺ ἢ πρότερον. οὐδὲν ἰσχυρόν: οὐδε‐ μίαν ἰσχυρὰν βοήθειαν. τοὺς ἐφόρμους: τὰς ναυτικὰς ἐφόδους. | |
3.6.2 | καὶ τῆς μὲν θαλάσσης εἶργον μὴ χρῆσθαι: ἀντὶ τοῦ ὥστε μὴ χρῆσθαι. ἔνιοι δὲ τὴν μή ἀπόφασιν περιτ‐ τήν φασι· τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι· καὶ τῆς μὲν θαλάσσης εἶργον χρῆσθαι τοὺς Μιτυληναίους. ὥρμουν δὲ οἱ | |
5 | Ἀθηναῖοι ἐπ’ ἀμφοτέροις τοῖς λιμέσι τῶν Μιτυληναίων, ὥστε μὴ δύνασθαι αὐτοὺς ἐκπλεῖν· τοῦτο γάρ ἐστι τὸ μὴ χρῆσθαι τῇ θαλάττῃ GMφa2c2 προσβεβοηθηκότες: πρὸς βοήθειαν δραμόντες. οὐ πολύ: μέρος γῆς δηλονότι. αὐτοῖς: τοῖς Ἀθηναίοις. | |
3.7.1 | τοῦ θέρους: ἐπὶ τοῦ θέρους. ἐς Πελοπόν‐ νησον: ἡ ἐς ἀντὶ τῆς περί. | |
3.7.2 | τὰ ἐπιθαλάσσια: ἡ ἐπί ἀντὶ τῆς παρά. | |
3.7.3 | ἐπ’ οἴκου: ἐπ’ Ἀθήνας. | |
3.7.4 | ἀναστή‐ σας: ἀντὶ τοῦ ἐγείρας καὶ κινήσας, οὐκ ἐκβαλών GMφa2c2ʃ μετοικίσας. | 165 |
3.7.5 | προσεχώρουν: προσήρχοντο οἱ Οἰνιάδαι. Νήρικον: καὶ Ὅμηρος (ω 377) οἶδε ταύτην τὴν πόλιν, καὶ σημείωσαι ὅτι τῆς Λευκάδος ἐστὶ μέρος ABCFGM ἀναχω‐ ρῶν: ὑποστρέφων. | |
3.8.1 | αὐτοῖς: τοῖς πρέσβεσιν. ᾗ: τὸ ἧ ἀντὶ τοῦ καθό c2 Δωριεύς: ὄνομα κύριον· ὡς ἐπίπαν γὰρ τὸ κύριον προτάτ‐ τεται τοῦ ἐθνικοῦ GMφa2c2 μετὰ τὴν ἑορτήν: μετὰ τὸ παρελθεῖν τὰ Ὀλύμπια. | |
3.9.1 | τὸ μὲν καθεστός: δημηγορία Μιτυληναίων ABCFMc2ʃ πρὸς Λακεδαιμονίους c2 ʃ πρώτη τῆς τρίτης ἱστορίας c2 ʃ διαιρεῖται ἡ δημηγορία αὕτη κεφαλαίοις· τῷ δικαίῳ, [οἷον] ὅτι δικαίως ἀπέστημεν· τῷ δυνατῷ, ὅτι δυνατὰ παρακαλοῦμεν | |
5 | (ἐφθαρμένοι γάρ εἰσι τῇ νόσῳ καὶ ἡ δύναμις αὐτῶν ἐς πολ‐ λὰ διῄρηται)· τῷ συμφέροντι, ὅτι λυσιτελεῖ δύναμιν κατα‐ δέξασθαι πόρρωθεν ἰσχύουσαν καὶ τὰς ἀπὸ τῶν συμμάχων Ἀθηναίοις παραγινομένας προσόδους δυναμένην κωλῦσαι. ἐπὶ δὲ τελευτῆς ἀπὸ τοῦ ἐναντίου παροξυσμὸς καὶ παράκλησις | |
10 | ποικίλως δυσωποῦσα Gφc2ʃ τὸ ἔθος λέγει Gφc2ʃ ἑστὸς μικρὸν γράφουσιν, ἀλλὰ καὶ μέγα· Ἰωνικῶς μικρὸν μέν, Ἀττικῶς μέγα e2 τοὺς γὰρ ἀφισταμένους: εἰς τὸ τοὺς γὰρ ἀφισταμένους λείπει τὸ ἑτέρων Gφc2 ἐν ἡδονῇ ἔχουσι: ἤγουν ἡδύνονται. | |
15 | χείρους ἡγοῦνται: τὸ χείρους οὐκ ἔστι συγκριτικόν, ἀλλ’ ἀντὶ τοῦ κακούς. θεραπεύουσι δὲ διὰ τούτων οἱ Μιτυλη‐ ναῖοι τὴν ὑπόνοιαν τῶν Λακεδαιμονίων, ὅπως εὐμενεῖς αὐ‐ τοὺς παρασκευάσωσιν ἀκροατάς Gφc2 | |
3.9.2 | ἡ ἀξίωσις: ἡ δόξα, ἡ κρίσις, ὁ λογισμός GMφa2c2 διακρίνοιντο: ἀφίστανται c2 ἴσοι μὲν τῇ γνώμῃ ὄντες ...: ὁμοιότροποι μὲν ὄντες ταῖς | |
γνώμαις, ἰσοσθενεῖς δὲ ταῖς δυνάμεσιν Mφa2c2ʃ οἷον ἰσόπαλοι | 166 | |
5 | καὶ ἰσοδύναμοι ABFMc2ʃ τῇ γνώμῃ καὶ φιλίᾳ εἶναι ἴσους καὶ ἀντιπάλους τῇ δυνάμει ABFGMc2 ἐπιεικής: εὔλογος, εὐπρε‐ πής ABC1c2 (sic) F μηδέ τῳ χείρους ...: μηδεὶς ἡμῶν προκαταγνῷ, πρὶν ἀκοῦσαι ὑπὲρ τῆς ζητήσεως ταύτης ἀπο‐ λογουμένων Gφc2 ὑπ’ αὐτῶν: τῶν Ἀθηναίων δηλονότι | |
10 | ABCF. | |
3.10.1 | περὶ γὰρ τοῦ δικαίου ...: ἡ διάνοια· περὶ γὰρ τοῦ δικαίως αὐτῶν ἀφίστασθαι καὶ μὴ διὰ κακίαν τε καὶ παν‐ ουργίαν, ἀλλὰ δι’ ἁπλότητα (ἀρετὴν γὰρ τὴν ἁπλότητα λέγει), πρῶτον ποιησόμεθα τοὺς λόγους, καὶ μάλιστα ἐπειδὴ δεόμεθα | |
5 | τυχεῖν τῆς παρ’ ὑμῶν συμμαχίας Gφc2 φιλίαν ... βέβαιον: καὶ ἐν τῇ πρώτῃ (I 32)· ὡς καὶ τὴν χάριν βέβαιον ABCFG κοινωνίαν πόλεσιν: ἀπὸ κοινοῦ τὸ βέβαιον ABCF ἀρε‐ τῆς: τῆς φιλίας καὶ ἀγάπης ABCF μετ’ ἀρετῆς δοκούσης: ἀντὶ τοῦ τῆς δοκούσης καὶ νομιζομένης ὄντως ἀρετῆς· οὐ | |
10 | γὰρ δὴ τὴν προσποιητὴν λέγει. κἀνταῦθα δὲ ἡ ἀρετὴ ἀντὶ τῆς ἁπλότητος κεῖται Gφc2 ἐν γὰρ τῷ διαλλάσσοντι ...: ἐν γὰρ τῷ μὴ ταὐτὰ ἀμφοτέροις δοκεῖν αἱ διαφοραὶ γίνονται Gφc2ʃ τὸ τοιοῦτον μεταπεποίηκεν ὁ Φιλόστρατος (Vit. So‐ phist. I 18, 1)· ἐξ ** τῶν ἀντιζήλων, ἔφη, φύεται μῖσος αἰ‐ | |
15 | τίαν οὐκ ἔχον. | |
3.10.2 | ἡμῖν δὲ καὶ Ἀθηναίοις: ἀρχὴ τῶν ἀγώνων· τὸ δίκαιον κεφάλαιον ABCFG ἀπολιπόντων: ἐλ‐ λειπτικὸν τὸ σχῆμα Gʃ λείπει τὴν τῶν Ἑλλήνων ἡγεμονίαν φ ἐκ τοῦ Μηδικοῦ πολέμου: μετὰ τὸν Μηδικὸν πόλεμον. | |
5 | παραμεινάντων: τῷ πολέμῳ δηλονότι. πρὸς τὰ ὑπόλοι‐ πα: πρὸς τὰ ἑξῆς. | |
3.10.3 | ἐπ’ ἐλευθερώσει ... τοῖς Ἕλλησιν: ἐνήλλακται ἀντὶ τοῦ ἐπ’ ἐλευθερώσει τῶν Ἑλλήνων ἀπὸ τοῦ Μήδου φc2 | |
3.10.4 | ἀπὸ τοῦ ἴσου: ἰσοτίμως καὶ κατ’ ἰσονομίαν Gφc2 ἐπειδὴ δὲ ...: τὸ δίκαιον κεφάλαιον G ἀνιέντας: ἐνδιδόντας, παρορῶντας. τὴν δὲ τῶν ξυμμάχων δούλω‐ σιν ...: τοῖς συμμάχοις δουλείαν ἐπάγοντας. ʃ τὸ ἐπαγο‐ | 167 |
5 | μένους ἀντίκειται μὲν τῷ ἀνιέντας, μετῆκται δὲ ἀμφότερα ἀπὸ τῶν τοὺς δεσμοὺς ἀνιέντων τε καὶ ἐπαγόντων, ὅπερ ἐστὶ σφιγγόντων. ἄρχονται δὲ διὰ τούτων τῆς δικαιολογίας, παρ‐ ιστάντες ὅτι οὐκ ἀδίκως ἀφίστανται Gφc2 | |
3.10.5 | ἀδύνατοι δὲ ὄντες ...: ὁμογνωμονῆσαι δηλονότι. ἐγενόμεθα, φησί, διὰ πολυγνωμοσύνην καὶ τὸ μὴ τὰ αὐτὰ δοκεῖν χωρὶς ἕκαστοι· ἰδίᾳ δὲ ἕκαστοι γενόμενοι ἀδύνατοι ἦμεν τοῖς Ἀθηναίοις ἀντ‐ | |
5 | έχειν Gφc2 | |
3.10.6 | αὐτόνομοι δὴ ὄντες: ἐμφαντικῶς εἶπε τὸ δή, ἀντὶ τοῦ δῆθεν, καὶ μέχρι μόνου ὀνόματος ἐλεύθεροι καὶ οὐκ αὐταῖς ἀληθείαις Gφc2 αὐτούς: τοὺς Ἀθηναίους δη‐ λονότι ABCFGM. | |
3.11.1 | εἰ μὲν αὐτόνομοι ἔτι ἦμεν: τοῖς οἰκείοις νόμοις χρώμενοι ἕως τοῦ νῦν. ʃ ἀρχὴ τῶν ἀγώνων. ταῦτα πάντα τὰ ῥήματα ἕως τοῦ, ὁ γὰρ παραβαίνειν, πρὸς τὸ παρῳχημένον σύντασσε. ἅπαντες: οἱ ξύμμαχοι ACFG βεβαιότεροι: | |
5 | ἐπιστεύομεν ἂν αὐτοῖς βεβαίως μηδὲν καινοτομήσειν εἰς ἡμᾶς Gφc2 ὑποχειρίους δὲ ἔχοντες ...: ἡ διάνοια, τοὺς πλείους τῶν συμμάχων ἔχοντες ὑπηκόους, ἡμῖν δὲ ἰσοτίμως προσφε‐ ρόμενοι εἰκότως ἤχθοντο, τῶν μὲν πλειόνων συμμάχων εἰκόν‐ των καὶ ὑποτεταγμένων, ἡμῶν δὲ μόνων ἰσοτίμων ὄντων πρὸς | |
10 | αὐτούς φc2 τοὺς πλείους: Βυζαντίους, Ναξίους, Σαμίους καὶ τοὺς λοιπούς ABCFʃ τῶν συμμάχων Gʃ τῶν Ἑλλήνων δηλονότι. ἡμῖν δὲ ἀπὸ τοῦ ἴσου ὁμιλοῦντες: τὴν ἴσην ἡμῖν δίαιταν διδόντες. ʃ προσφερόμενοι G οἴσειν: ἐνεγ‐ κεῖν G πρὸς τὸ πλέον: τὸ πλεῖον τοῦ συμμαχικοῦ πλή‐ | |
15 | θους κυριευθέν, ἡμῶν δὲ μόνων ἔτι ἀδουλώτων ὄντων, χαλε‐ πῶς ἔφερον Ἀθηναῖοι BCFG καὶ ὅσῳ δυνατώτεροι ...: καὶ μάλιστα κατὰ τοῦτο ἔμελλον ἡμῖν προσφέρεσθαι χαλεπῶς, καθὸ αὐτοὶ μὲν μείζους ἐγίγνοντο διὰ τὸ πολλοὺς καταστρέ‐ φεσθαι, ἡμᾶς δὲ ὁρῶντες ἀεὶ ἀσθενεστέρους καταλειπομένους, | 168 |
20 | οἷα δὴ μονουμένους τῶν συμμάχων GMφa2c2 αὐτοί: οἱ Ἀθηναῖοι, διὰ τὸ κυριεύειν ABCF τὸ δὲ ἀντίπαλον δέος μόνον ...: τοῦ μένειν τὴν συμμαχίαν πίστις μία ἐχυρά, τὸ ἀλλήλους ἐπ’ ἴσης δεδιέναι, ἐξ οὗ δηλοῦται τὸ προκείμενον ἀνωτέρω (c. 9, 2) τί ποτέ ἐστι, τὸ ἀντιπάλους εἶναι τῇ πα‐ | |
25 | ρασκευῇ GMφa2 τὸ δέ: ὁ δέ ἀντὶ τοῦ γάρ ABFc2 ὁ γὰρ παραβαίνειν ...: τῆς συμμαχίας, φησίν, ὁ τολμῶν τι πα‐ ραβῆναι ἀποτρέπεται, λογιζόμενος ὅτι ἰσοδύναμος ὢν οὐκ ἂν νικήσειεν ABCFʃ ὁ γὰρ βουλόμενος λύειν τὴν συμμαχίαν, ἂν ἴδῃ ὅτι οὐ πλέον ἕξει διὰ τὸ ἀντίπαλον εἶναι τὴν δι’ ἐναντίας | |
30 | παρασκευήν, ἀποτρέπεται τοῦ παραβαίνειν τὰς συνθήκας. ἔστι δὲ τοῦτο αἰτιῶδες τοῦ τὸ ἀντίπαλον δέος μόνον πιστὸν ἐς ξυμμαχίαν GMφa2c2 ἀποτρέπεται: ἀπείργεται. | |
3.11.2 | ἐς τὴν ἀρχήν: τὴν δούλωσιν τῶν Ἑλλήνων ABCʃ αὐτονόμους, φησί, κατέλιπον ἡμᾶς οἱ Ἀθηναῖοι οὐ κατ’ εὔνοιαν οὐδὲ δι’ ἄλλο τι, ἢ ἵνα τὰ πράγματα αὐτῶν γένωνται δι’ ἡμῶν καταληπτὰ καὶ | |
5 | τοὺς ἄλλους χειρώσωνται Ἕλληνας, χρώμενοι λόγῳ εὐπρεπεῖ ἡμῖν ὡς παραδείγματι, καὶ ἵνα ἔχωσιν ἡμᾶς ἐφόδιον τῆς τε γνώμης καὶ τῆς δυνάμεως αὐτῶν, τουτέστι συνεργούς, ἀλλὰ μᾶλλον τῆς γνώμης, ὡς δέλεαρ καὶ ἀπάτην ABCF ἐφόδῳ: μεθόδω. | |
3.11.3 | ἅμα μὲν γὰρ ...: πρὸς τὸ εὐπρεπείᾳ τε λόγου ABFc2 μαρτυρίῳ ἐχρῶντο: τεκμηρίῳ ἐχρῶντο οἱ Ἀθη‐ ναῖοι, καταστρεφόμενοι τὰς πόλεις, εὐπροσώπῳ τῇ ἡμετέρᾳ αὐτονομίᾳ λέγοντες ὅτι οὐκ ἂν Μιτυληναῖοι μεθ’ ἡμῶν, ἰσό‐ | |
5 | ψηφοί γε ὄντες καὶ ἐλεύθεροι, ἐπῄεσαν ἑκόντες, εἰ μὴ δικαίως ἐπεστρατεύομεν καὶ ἠδικηκόσι τι τοῖς συμμάχοις gφc2ʃ οἱ λοιποὶ σύμμαχοι, φησί, τεκμηρίῳ σαφεῖ ἔμελλον χρήσεσθαι τῇ ἀκουσίῳ ἡμῶν μετ’ Ἀθηναίων ξυνστρατεύσει, ὅτι ἄδικοί εἰσιν οἷς ἐπέρχονται Ἀθηναῖοι· εἰ μὴ γὰρ ἦσαν τοιοῦτοι, οὐκ | 169 |
10 | ἂν ἄκοντας ἦγον συστρατεύειν αὐτοῖς τοὺς ἰσοψήφους Μιτυ‐ ληναίους. ἐν τῷ αὐτῷ: πρὸς τὸ καὶ γνώμης μᾶλλον ἐφόδῳ ABFc2ʃ τῷ λιπεῖν ἐλευθέρους ἡμᾶς. ʃ ἤτοι ἅμα. καὶ τὰ κράτιστα: καὶ τοὺς κρατίστους ἡμᾶς ἐπὶ τοὺς ἀσθενεστέρους τῶν Ἑλλήνων πρώτους παρελάμβανον, ἵνα τῶν ἄλλων Ἑλλή‐ | |
15 | νων περιῃρημένων, ὅ ἐστι δεδουλωμένων, μόνους ἡμᾶς τελευ‐ ταίους καταλιπόντες, ἀσθενεστέρους ἕξουσι πρὸς τὸ ἀντιπο‐ λεμεῖν αὐτοῖς δύνασθαι Gφc2 περιῃρημένου: κεκρατη‐ μένου. ἡ δὲ σύνταξις· καὶ ἀσθενέστερα ἔμελλον ἕξειν τὰ τελευταῖα τοῦ ἄλλου περιῃρημένου. καὶ πρὸς ὅ τι χρὴ | |
20 | στῆναι: πρὸς ἡμᾶς τοὺς δυναμένους ἡγήσασθαι αὐτῶν Gφc2 | |
3.11.4 | προσθέμενον: εἰς ταὐτὸ συνελθόν. | |
3.11.5 | καὶ ἀπὸ θερα‐ πείας: τέτταρα τεκμήρια τέθεικε, δι’ ὧν συνίστησιν ὅτι οὐ. διὰ δικαιοσύνην μέχρι δεῦρο ἀπέσχοντο αὐτῶν Ἀθηναῖοι, ἀλλὰ διὰ πανουργίαν· ἓν μὲν τὸ κατὰ τὴν εὐπρέπειαν τοῦ λόγου, | |
5 | δεύτερον δὲ τὸ γνώμης μᾶλλον ἐφόδῳ ἢ ἰσχύϊ τὰ πράγματα φαίνεσθαι καταληπτά, τρίτον τὸ φοβεῖσθαι τὸ ναυτικὸν τῶν Μιτυληναίων, τέταρτον τὸ θεραπεύεσθαι πρὸς τῶν Μιτυλη‐ ναίων κολακείᾳ μὲν κοινῇ τοὺς Ἀθηναίους, δώροις δὲ τῶν προεστώτων ἕκαστον Gφc2 οὐ μέντοι ...: οὐ μέντοι ἐπὶ | |
10 | πολὺ ἠδυνήθημεν διαφυγεῖν τὴν δουλείαν, εἰ μὴ ἔφθασεν ὁ Πελοποννησίων πόλεμος· τεκμήρια γὰρ ἦν ἡμῖν τὰ πρὸς τοὺς ἄλλους ὑπ’ Ἀθηναίων γινόμενα Gφc2. | |
3.12.1 | ὅ τε τοῖς ἄλλοις: ὅπερ δὲ τοῖς ἄλλοις ἐξ εὐνοίας | |
γίνεται, φησί, τὸ πιστεύειν ἀλλήλοις βεβαίως, τοῦτο ἡμῖν ὁ φόβος παρεῖχε βέβαιον, φυλάττειν ἡμᾶς τὰς πρὸς ἀλλήλους πίστεις διὰ τὸν φόβον φc2 ʃ οἱ μὲν Ἀθηναῖοι ἐφοβοῦντο τοὺς | 170 | |
5 | Μιτυληναίους ἐν πολέμῳ, μὴ ἀποστῶσι, καὶ ἐθεράπευον αὐτούς· οἱ δὲ Μιτυληναῖοι ἐφοβοῦντο τοὺς Ἀθηναίους ἐν ἡσυχίᾳ, μὴ δουλώσωσιν αὐτούς, καὶ διὰ τοῦτο ὑπεῖκον αὐτοῖς, ὥστε ἑκάτεροι διὰ φόβον προσεῖχον ἀλλήλοις, καὶ διὰ τοῦτο ἄπιστος ἦν ἡ φιλία ἀμφοτέρων. καὶ ὁποτέροις θᾶσσον ...: | |
10 | ὁπότεροι δ’ ἂν ἡμῶν ἔφθασαν ἀπαλλαγῆναι τοῦ φόβου καὶ θαρσῆσαι, ὡς ἐν ἀκινδύνῳ ὄντες, οὗτοι καὶ λύσειν ἔμελλον τὰς σπονδάς φc2 | |
3.12.2 | ὥστε εἴ τῳ δοκοῦμεν ἀδικεῖν ...: εἴ τινι δοκοῦμεν ἄτοποί τινες εἶναι, ἀποστάντες ἀπ’ αὐτῶν καὶ μὴ ἀναμείναντες μαθεῖν, εἰ ἄρα τι γενήσεται παρ’ αὐτῶν πρῶτον, διὰ τὸ ἐμβραδῦναι τοῦτο ποιῆσαι, οὐκ ὀρθῶς ὁ τοι‐ | |
5 | οῦτος λογίζεται. εἶτα καὶ τὴν αἰτίαν ἐπάγει. εἰ γὰρ ἴσοι, φησίν, αὐτοῖς ὑπήρχομεν κατὰ δύναμιν, ὥστε καὶ ἐπιβου‐ λεύουσιν αὐτοῖς ἀντεπιβουλεῦσαι, καὶ βραδυνόντων αὐτῶν καὶ μελλόντων ἀντιμελλῆσαι καὶ ἀντιβραδῦναι, τί ἔδει ἡμᾶς ὑπ’ ἐκείνοις ταχθῆναι ἢ ὑπακούειν αὐτοῖς; ὁπότε δὲ οὐκ ἦμεν | |
10 | ἴσοι, ἀλλ’ ἐπ’ ἐκείνοις ἦν τὸ ἐπιχειρεῖν καθ’ ἡμῶν ὅτε θέ‐ λουσιν, ἔδει καὶ ἐφ’ ἡμῖν εἶναι τὸ ἀποστῆναι αὐτῶν, πρίν τι παρ’ αὐτῶν παθεῖν Mφa2c2 ἐκείνων: τῶν Ἀθηναίων ABCFG μέλλησιν: ἀναβολήν. αὐτοί: ἡμεῖς οἱ Μιτυληναῖοι CφG | |
3.12.3 | ἀντεπιμελῆσαι: τὴν αὐτὴν ἐπιμέλειαν δέξασθαι. ἐκ τοῦ ὁμοίου ἐπ’ ἐκείνοις εἶναι: ἤγουν κινουμένων ἐκείνων κινηθῆναι καὶ ἡμᾶς. | |
3.13.1 | σαφεῖς: σαφῶς τοὺς ἀκούοντας διδάξαι δυναμένας φc2 εἰκότως: ἐνδεχομένως. ἱκανάς: τὰς αἰτίας δηλονότι. ἀποστήσεσθαι ...: κατὰ δύο τρόπους, φησίν, ἀφιστάμεθα τῶν Ἀθηναίων· τοῦτο μέν, ὑπὲρ τοῦ μὴ παθεῖν αὐτοὶ κακῶς | |
5 | ὑπ’ αὐτῶν ὕστερον· τοῦτο δέ, ὑπὲρ τοῦ μὴ κακῶς μεθ’ Ἀθη‐ | |
ναίων ποιῆσαι τοὺς Ἕλληνας, ἀλλὰ μεθ’ ὑμῶν ἐλευθερῶσαι αὐτούς. τὸ δὲ προποιῆσαι οὐκ ἐπὶ τῷ διαφθεῖραι τοὺς Ἀθη‐ ναίους, ἀλλ’ ἐπὶ τῷ πρότερόν τι ποιῆσαι, τουτέστιν ἀποστῆναι Mφc2 ἐν ὑστέρῳ: χρόνῳ δηλονότι. | 171 | |
3.13.2 | ἡ μέντοι ἀπόστα‐ σις: σφόδρα τεχνικῶς ἐπὶ τὴν συμμαχίαν προτρέπουσι τοὺς Λακεδαιμονίους· ὅτι ἀπαράσκευοί ἐσμεν ὡς ταχέως ἀποστάν‐ τες Mφc2 ʃ ἀπὸ τῶν Ἀθηναίων δηλονότι. ᾗ καὶ μᾶλλον | |
5 | χρὴ ...: τὸ ἑξῆς, ξυμμάχους ἡμᾶς δεξαμένους ὑμᾶς τοὺς Λακεδαιμονίους. τὸ γὰρ δεξαμένους ἀντὶ τοῦ δέξασθαι ABCF | |
3.13.3 | ἐφθάραται: ἐφθάρησαν. ἐφ’ ἡμῖν: καθ’ ἡμῶν. τε‐ τάχαται: τεταγμέναι εἰσίν. | |
3.13.4 | ἀπ’ ἀμφοτέρων: ἀπό τε ὑμῶν τῶν Λακεδαιμονίων καὶ τῶν Μιτυληναίων. | |
3.13.5 | οὐ γὰρ ἐν τῇ Ἀττικῇ ἔσται ...: οὐ γὰρ ἐν τῇ Ἀττικῇ ὁ πό‐ λεμος ἔσται, ἐν δὲ τῇ ἡμετέρᾳ χώρᾳ, δι’ ἣν ὠφελοῦνται οἱ Ἀθηναῖοι, χρήματα λαμβάνοντες ἀπὸ τῶν ξυμμάχων, καὶ | |
5 | πλείονά γε ἔσται αὐτοῖς, ἂν ἡμᾶς καταστρέψωνται. τά τε γὰρ ἡμέτερα προσλήψονται, πρότερον οὐ φορολογοῦντες ἡμᾶς, καὶ τὰ ἀπὸ τῶν ἄλλων βεβαίως ἕξουσιν. οὐδεὶς γὰρ ἀποστήσεται, γνοὺς Μιτυληναίους δεδουλωμένους Mφa2c2 | |
3.13.6 | ἡ πρόσ‐ οδος: τῶν χρημάτων τοῖς Ἀθηναίοις. ʃὅρα τὴν σύνταξιν BFc2 καταστρέψονται: δουλώσουσιν. ἢ οἱ πρὶν δουλεύοντες: τὸ ἢ οἱ πρὶν δουλεύοντες οὐκ ἐπὶ τοῦ πρότεροι ἡμῶν δου‐ | |
5 | λεύοντες νοητέον, ἀλλ’ ἐπὶ τοῦ πρὶν ἀποστῆναι δηλονότι δου‐ λεύοντες, καὶ οὐ μετὰ τὸ ἀποστῆναι φc2 | |
3.13.7 | ὑμῶν: τῶν Λακεδαιμονίων. προσλήψεσθε: κτήσεσθε. καθαιρή‐ σετε: καταβαλεῖτε. ὑφαιροῦντες: κατ’ ὀλίγον ἀποσπῶντες. θρασύτερον: ἀντὶ τοῦ θαρραλεώτερον Fc2 προσχωρή‐ | |
5 | σεται: προσχωρήσει, ὑμῖν δηλονότι ABCF τὸ κράτος τοῦ πολέμου: ἀντὶ τοῦ δύνασθαι περιγενέσθαι ἐν τῷ πο‐ | |
λέμῳ φc2 | 172 | |
3.14.1 | αἰσχυνθέντες οὖν ...: οἱ ἐπίλογοι ABCF ἴσα καὶ ἱκέται ἐσμέν: ὅμοιοι καὶ ἴσοι ἱκέταις ἐσμέν. τὸ ἴσα καὶ ἱκέταις ἐσμέν εἶπεν, ἐπειδὴ καὶ συμμαχίαν αὐτοῖς προσάγουσιν, ὥστε καθὸ μὲν κινδυνεύουσιν, ἱκέται εἰσί, καθὸ | |
5 | δὲ συμμαχίαν διδόασιν, οὐ παντάπασιν ἱκέται, ἀλλ’ ὥσπερ ἱκέται Mφc2 πρόησθε: ἀπολύσητε. τὸν κίνδυνον: τοῦτο ἐπὶ τῆς δαπάνης καὶ τῶν ἀναλωμάτων ἀκουστέον, ὅτι ἡμέ‐ τερος, φησίν, ὁ κίνδυνος· ἡμεῖς γὰρ δαπανῶμεν Mφc2 δι‐ δόντας: δώσοντας. | |
3.14.2 | ἄνδρες: ἀνδρεῖοι, πρόθυμοι. | |
3.15.1 | τοὺς λόγους: τῶν Μιτυληναίων. τοῖς δύο μέρεσιν: ἵνα τὸ μὲν τριτημόριον μείνῃ, φυλάττον πόλιν ἑκάστην, τὸ δὲ δίμοιρον ἔλθῃ ἐπὶ τὸν πόλεμον Mφc2 ποιη‐ σόμενοι: τὴν ἐσβολὴν δηλονότι. ὁλκούς: οἱ ὁλκοὶ ὄργανά | |
5 | εἰσιν, οἷς αἱ νῆες ἕλκονται GMc2 ἐπιόντες: κατὰ τῶν Ἀθη‐ ναίων δηλονότι. | |
3.15.2 | ξυγκομιδῇ: συλλογῇ. ἀρρωστίᾳ τοῦ στρατεύειν: μεταφορικῶς εἶπεν, ἀντὶ τοῦ οὐ προθύμως ἐστράτευον Mφc2 | |
3.16.1 | ἐγνώκασιν: οἱ Πελοποννήσιοι. εἰσι: οἱ Ἀθη‐ ναῖοι. πλὴν ἱππέων καὶ πεντακοσιομεδίμνων: τέσ‐ σαρα ἔστιν Ἀθήνησι πολιτικὰ συντάγματα, ὧν τὸ εὐπορώτα‐ τον πεντακοσιομέδιμνοι, τὸ δεύτερον ἱππεῖς, τὸ τρίτον ζυγῖται, | |
5 | τὸ τέταρτον θῆτες· οἱ μὲν οὖν πεντακοσιομέδιμνοι οὐκ ἠναγ‐ κάσθησαν εἰσελθεῖν εἰς τὰς ναῦς ὡς μεγίστην τιμὴν ἔχοντες ἐν τῇ πόλει διὰ τὸ πολλὰ τελεῖν, οἱ δὲ ἱππεῖς, ὅτι οὐκ ἦν τούτων χρεία Mφc2 ἐπίδειξιν: δεῖξιν φανεράν. δοκοίη: ἔδοξε. | |
3.16.2 | ἄπορα νομίζοντες: ἀντὶ τοῦ τί δεῖ ποιεῖν ἀπέ‐ γνωσαν φc2 | |
3.16.3 | ἐπήγγελλον: ἐζήτουν. | |
3.16.4 | ἐκείνους εἶδον: ἀναχωρήσαντας δηλονότι. | |
3.17.1 | ἐν τοῖς: ἐν τούτοις τοῖς χρόνοις, ἢ ἐν τούτοις | |
τοῖς Ἀθηναίοις Mφc2 ἐνεργοί: αἱ τὸ ἔργον ποιοῦσαι τῶν νεῶν, τουτέστι πλώϊμοι καὶ χρησταί ABCFGM | 173 | |
3.17.3 | οἱ πρῶ‐ τοι: ἐπέμφθησαν γὰρ ἐκεῖ πρῶτοι καὶ δεύτεροι. οἱ μὲν οὖν πρῶτοι ἔμειναν ἕως ἁλώσεως τῆς πόλεως πολιορκοῦντες, οἱ δὲ δεύτεροι, οἱ μετὰ Φορμίωνος, πρὸ τῆς ἁλώσεως ἀνεχώρησαν | |
5 | Mφc2 διεπολιόρκησαν: διόλου, φησίν, μέχρι τῆς πολιορ‐ κίας ὑπέμεινεν ὁ ἀριθμὸς τῶν ὁπλιτῶν ABCFGM ἔφερον: ἐλάμβανον. | |
3.17.4 | ἐπληρώθησαν: ἀνθρώπων δηλονότι. | |
3.18.1 | κρατύναντες: ἰσχυροποιήσαντες. | |
3.18.2 | πληγέν‐ τες: μεγάλως νικηθέντες· πληγὴ γὰρ κατὰ πόλεμον καὶ τραῦμα ἡ ἰσχυρὰ ἧττα Mφc2 ʃ οἱ Μηθυμναῖοι. | |
3.18.3 | εἴργειν: τοὺς Μιτυληναίους. | |
3.18.4 | ἔστιν οἷ: ἀντὶ τοῦ ὅπου ABFG | |
3.18.5 | εἴργετο: ὑπὸ τῶν Ἀθηναίων. | |
3.19.1 | ἐς τὴν πολιορκίαν: τῶν Μιτυληναίων. ἀργυ‐ ρολόγους: ἀργυρολόγοι, οἱ πεμπόμενοι τοὺς συμμάχους ἀρ‐ γύριον εἰσπράξασθαι Patm. | |
3.20.1 | οἱ Πλαταιῆς: τὸ ἑξῆς οὕτως· οἱ Πλαταιῆς ἐπειδὴ τῷ τε σίτῳ· τὰ γὰρ ἄλλα διὰ μέσου ABCF τιμωρίας: τιμω‐ ρία ἡ ἐκδίκησις ABCF ʃ βοηθείας, ἐκδικήσεως G τὴν πεῖ‐ ραν: τὴν πρᾶξιν. | |
3.20.2 | ἀπώκνησαν: ἀνεβάλοντο. | |
3.20.3 | τῶν πολεμίων: τῶν Πελοποννησίων. ξυνεμετρήσαντο ...: ἔλαβον τὸ ὕψος τοῦ τείχους, καὶ πρὸς τοῦτο ἡρμόσαντο τὰς κλίμακας. ἔλαβον δὲ ἐκ τῶν πλίνθων τῶν ἐπῳκοδομημένων | |
5 | ἀλλήλαις, τό τε πλῆθος αὐτῶν ἀριθμήσαντες καὶ τὸ πάχος συντεκμηράμενοι φc2 ταῖς ἐπιβολαῖς: ἐπιβολαί, οἱ δόμοι τῶν πλίνθων, παρὰ τὸ μίαν ἐπὶ μίαν βάλλεσθαι ἐν τῇ οἰκο‐ δομήσει Patm. ʃ ταῖς συνθέσεσι. πρὸς σφᾶς: τοὺς Πλα‐ ταιεῖς. οὐκ ἐξαληλιμμένον: οὐ κεχρισμένον Gφc2 ἠρι‐ | |
10 | θμοῦντο: ἀντὶ τοῦ ἠρίθμουν. ἐς ὃ ἐβούλοντο τοῦ τεί‐ χους: δηλονότι θεῖναι κλίμακας. | |
3.20.4 | ξυμμέτρησιν: ἐξίσω‐ | |
σιν. ἔλαβον: ἐνόησαν. | 174 | |
3.21.1 | ἑξκαίδεκα: ἑκκαίδεκα γράφουσι συντεθειμένως· ἓξ καὶ δέκα πάλιν δὲ τῇ διαιρέσει e2 | |
3.21.2 | ἦν ξυνεχῆ: τὰ οἰκήματα δηλονότι. | |
3.21.3 | διὰ δέκα: μετὰ δέκα. δι’ αὐτῶν: θύρας τινὰς ἐποίησαν ἐν αὐτοῖς τοῖς πύργοις, ὥστε δι’ αὐτῶν ἐξιέναι, εἴ τις ἀπὸ πύργου εἰς πύργον ἕτερον ἤθελεν ἀπελθεῖν φc2 | |
3.21.4 | νοτερός: δίυγρος καὶ ὑετὸν ἔχων. ἔστι γὰρ καὶ ἕτερος μὴ τοιοῦτος, ἀλλὰ κρυώδης καὶ πνευματώδης φc2 δι’ ὀλίγου: ἀντὶ τοῦ ἐγγύθεν, ἐπειδὴ διὰ δέκα ἐπάλξεων μόνων ἦσαν οἱ πύργοι φc2 στεγανῶν: στέγην | |
5 | ἐχόντων. | |
3.22.1 | οἱ δ’, ἐπειδή ...: οἱ Πλαταιεῖς τὰ κατὰ σκοπὸν ἐποίησαν. οἵπερ καί ...: οἵπερ καὶ τοῦ πειραθῆναι τῆς ἐξόδου αἴτιοι ἦσαν· ἐμφαίνει δὲ τὸν μάντιν καὶ τὸν στρατη‐ γόν φc2 | |
3.22.2 | εὐσταλεῖς: εὔζωνοι, κούφην ὅπλισιν περιβεβλη‐ μένοι. τὸν ἀριστερὸν μόνον ...: ὑπεδέδεντο τὸν μὲν ἕνα τῶν ποδῶν δι’ ἀσφάλειαν, τὸν δὲ ἕτερον γυμνὸν εἶχον διὰ κουφότητα φc2 | |
3.22.3 | ἡγεῖτο: ἦρχεν G | |
3.22.4 | ἀντιλαμβανό‐ μενος: ἀντιδρασσόμενος. | |
3.22.5 | βοὴ ἦν: σημείωσαι βοὴ ἦν Bʃ λείπει ἐν ἄλλῳ τὸ ἦν. τὸ δὲ στρατόπεδον: τῶν Πελοπον‐ νησίων. | |
3.22.6 | κατὰ χώραν μένοντες: ἡσυχάζοντες. ἐκ τῆς ἑαυτῶν φυλακῆς: ἀντὶ τοῦ καταλιπὼν τὴν αὐτοῦ φυλακήν c2 ἀλλ’ ἐν ἀπόρῳ ἦσαν εἰκάσαι: ἀπορίαν εἶχον μέχρι καὶ εἰκασμοῦ. | |
3.22.7 | καὶ οἱ τριακόσιοι αὐτῶν: οὐδαμοῦ μὲν εἶπε περὶ τούτων τῶν τριακοσίων· δῆλον δὲ ὅτι κατὰ τὸ σιωπώμενον ἐτάχθησαν· οὐ γὰρ ἂν νῦν ἐμέμνητο αὐτῶν c2 | |
3.22.8 | παρανῖσχον: παρανέτελλον. φρυκτοὺς πολλούς: δη‐ λονότι φιλίους. οἱ γὰρ φίλιοι ἀνετείνοντο καιόμενοι μέν, ἱστάμενοι δέ· οἱ δὲ πολέμιοι καιόμενοι μὲν καὶ αὐτοί, σειόμε‐ νοι δὲ ὑπὸ τῶν ἀνατεινόντων· κίνησις γὰρ ὁ πόλεμος c2 καὶ | |
5 | μὴ βοηθοῖεν: οἱ Θηβαῖοι. | |
3.23.1 | ἐν τούτῳ: τῷ γιγνομένῳ δηλονότι. ἐνστάν‐ | |
τες: ἐναντιωθέντες. οἱ μέν ...: οἱ Πλαταιεῖς καὶ ἄνωθεν καὶ κάτωθεν τοὺς βοηθοῦντας τῶν Πελοποννησίων ἔβαλλον c2 ἐν τούτῳ: τῷ καιρῷ δηλονότι. ἀπώσαντες: ῥίψαντες· ἵνα | 175 | |
5 | εὐχερῶς καὶ ἀκωλύτως ἡ ἀνάβασις γίνοιτο c2 | |
3.23.2 | ἐπὶ τοῦ χείλους: τοῦ ἔξωθεν δηλονότι· ἤδη γὰρ εἶπε περὶ τοῦ ἔνδον c2 χαλεπῶς οἱ τελευταῖοι καταβαίνοντες ἐχώ‐ ρουν: οἱ τελευταῖοι τῶν καταβαινόντων ἀπὸ τῶν τῆς | |
5 | ὀροφῆς πύργων χαλεπῶς ἀπεχώρουν, ἐπεὶ οὐκ εἶχον τοὺς ὄπι‐ σθεν αὐτοῖς ἐπαμύνοντας c2 | |
3.23.4 | ἐς τὰ γυμνά: μέρη δηλον‐ ότι. | |
3.23.5 | ἐπελθεῖν: διαδραμεῖν. ἢ βορέου: ὁ ἤ σύν‐ δεσμος ἀντὶ τοῦ ἤπερ κεῖται. βορέας γὰρ βέβαιον ποιεῖ κρύσταλλον, ἀπηλιώτης δὲ ὑδατώδη c2 ἐν αὐτῇ: ἐν τῇ τάφρῳ c2 | |
3.24.2 | ἐς Ἐρύθρας καὶ Ὑσιάς: δῆμοι Βοιωτίας BGc2 | |
3.24.3 | κατὰ χώραν ἐγένοντο: ἡσύχασαν. ὡς οὐδεὶς περί‐ εστι: ἀντὶ τοῦ πάντες ἀπώλοντο c2 ἐκπέμψαντες: ἐκ τῆς πόλεως αὐτῶν. ἐσπένδοντο: σπονδὰς ἐζήτουν ποιῆσαι ἐπὶ τὴν ἀνάληψιν τῶν νεκρῶν. οἱ μὲν δὴ τῶν Πλα‐ | |
5 | ταιῶν: μετάβασις BC ὑπερβάντες ἐσώθησαν: ζῶντες ἐφυλάχθησαν. | |
3.25.1 | τοῖς προέδροις: τοῖς ἄρχουσι τῶν Μιτυληναίων. ἐσβολὴ ... ἐς τὴν Ἀττικήν: ἔφοδος τῶν Λακεδαιμονίων κατὰ τῆς Ἀττικῆς. | |
3.25.2 | ἐθάρσουν: θάρρος ἐλάμβανον. τὴν γνώμην: κατὰ τὴν προαίρεσιν. ξυμβαίνειν: συμφωνεῖν. | |
3.26.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: ἔτος πέμπτον BC | |
3.26.2 | Κλεομένης: οὗτος ὁ Κλεομένης καὶ ὁ Πλειστοάναξ παῖδές εἰσι Παυσανίου τοῦ ἐν Πλαταιᾶσιν ἀριστεύσαντος ἐπὶ τῶν Μήδων BC | |
3.26.4 | ἐπιμένοντες ...: οἱ Λακεδαιμόνιοι, φησίν, ἐπιμένοντες ἀκοῦσαι τὸ ἀποβησόμενον ἀπὸ τῆς Λέσβου ὑπὸ τοῦ Ἀλκίδα, ἔτεμον τὰ πολλὰ τῆς Ἀττικῆς BC ἐπεξῆλ‐ θον: ἐπέδραμον, τὰ πολλὰ μέρη δηλονότι. | |
3.27.1 | ἐνεχρόνιζον: ἔν τινι τόπῳ πολὺν χρόνον μένουσαι διεβίβαζον. | |
3.27.2 | ὡς ἐπεξιὼν τοῖς Ἀθηναίοις: ὡς κινηθησόμενος κατὰ τῶν Ἀθηναίων. | 176 |
3.27.3 | ἠκροῶντο: ὑπήκουον τοῖς ἄρχουσι. διανέμειν: μεμερισμένως διδόναι. ξυγχωρήσαντες: ὑπείξαντες. | |
3.28.1 | οἱ ἐν τοῖς πράγμασιν: οἱ τὰ τῆς πόλεως πράττοντες. βουλεῦσαι: βουλεύσασθαι. πάλιν ἔλθωσι: ἐπανέλθωσιν. | |
3.28.2 | οἱ δὲ πράξαντες πρὸς τοὺς Λακεδαι‐ μονίους: οἱ πρωταίτιοι τῆς ἀποστάσεως τῶν Λακεδαιμο‐ νίων. ʃ ἤγουν οἱ λακωνίζοντες. περιδεεῖς ὄντες: περί‐ φοβοι γεγονότες. οὐκ ἠνέσχοντο: μεῖναι δηλονότι. ἀνα‐ | |
5 | στήσας: ἐγείρας ἀπὸ τῶν βωμῶν. | |
3.28.3 | προσεκτήσατο: προσ‐ εποιήσατο. καθίστατο: εὐτάκτει. | |
3.29.1 | τὸν ἄλλον πλοῦν: τὸν ἀπὸ Πελοποννήσου εἰς Μιτυλήνην. πρὶν δή: ἕως οὗ. προσέσχον: ἀντὶ τοῦ προσωρμίσαντο c2 | |
3.29.2 | Ἔμβατον: τὸ στενὸν τὸ μεταξὺ Χίου καὶ Ἐρυθρᾶς. | |
3.30.1 | Ἀλκίδα ...: δημηγορία Τευτιάπλου ABCe2 τῆς τρίτης ἱστορίας πρώτη, τῇ δὲ τάξει δευτέρα c2 ἐκπύστους: φανερούς. ὥσπερ ἔχομεν: ἀντὶ τοῦ ὡς νῦν ἔχομεν. | |
3.30.2 | καὶ πάνυ: εὑρήσομεν τὸ ἀφύλακτον δηλονότι. τὸ πεζὸν αὐτῶν: τὸ διὰ ξηρᾶς στράτευμα. | |
3.30.4 | τὸ καινὸν τοῦ πολέμου: τὸ καινὸν οἱ μὲν διὰ διφθόγγου γράψαντες οὕτως ἐνόησαν, τὸ παρ’ ἐλπίδα καὶ παρὰ δόξαν ποιοῦν ἐν τοῖς πολέμοις νικᾶν, τουτέστι τὸ ἐπιπεσεῖν ἀφυλάκτοις τοῖς | |
5 | ἐχθροῖς· οἱ δὲ διὰ τοῦ ε ψιλοῦ γράψαντες οὕτως ἐξηγοῦνται, τὸ διάκενον καὶ ἀργὸν τοῦ πολέμου c2 ὃ εἴ τις στρατη‐ γὸς ...: τὸ ἀφύλακτον δηλονότι καὶ ῥᾴθυμον· ὃ εἴ τις στρα‐ τηγὸς αὐτός τε ἐκκλίνοι καὶ τοῖς πολεμίοις τηνικαῦτα ἐπιχει‐ ροίη, ἡνίκ’ ἂν ἀφυλάκτους αὐτοὺς ὁρῴη, μάλιστ’ ἂν ὀρθοῖτο | |
10 | c2 ἐνορῶν: προσέχων. πλεῖστ’ ἂν ὀρθοῖτο: ἐπὶ πλεῖστον νικήσαι ἄν. | |
3.31.1 | τῶν ἐν Ἰωνίᾳ: λείπει ἡ ἀπό. ὁρμώμενοι: | |
ὁρμητήριον ἔχοντες. ἐλπίδα δ’ εἶναι: ἔφασκε δηλονότι. τὴν πρόσοδον ταύτην: ταύτην τὴν πρόσοδον τὴν ἀπὸ τῶν Ἰώνων ὑπάρχουσαν τοῖς Ἀθηναίοις ἐὰν ἀφέλωνται καὶ χει‐ | 177 | |
5 | ρώσωνται αὐτοὶ τὴν Ἰωνίαν, μέλλουσιν ἔχειν καὶ τὰ ἀπὸ τῶν Ἰώνων ἀεὶ χρήματα καὶ τὴν ἐκεῖθεν Ἀθηναίων παρασκευήν c2 καὶ ἅμα, ἢν ἐφορμῶσι: ἀντὶ τοῦ, ἐφορμούντων αὐτοῖς τῶν Λακεδαιμονίων· δαπάνη γὰρ Ἀθηναίοις ἢν γίγνηται, ἐλπίδα εἶναι. ʃ οἱ μὲν εἰς τὸ ἐφορμῶσι τὸν λόγον ἀναπαύουσι καὶ τὴν | |
10 | πτῶσιν ἐναλλάττουσιν, ἐπὶ τῶν Λακεδαιμονίων τὸ ἐφορμῶσι λαμβάνοντες· οἱ δὲ τὸ ὅλον ἐπὶ τῶν Ἀθηναίων ἐκδέχονται καὶ νοοῦσιν οὕτω, καὶ ἐὰν ἐφορμῶσιν οἱ Ἀθηναῖοι, δαπάνη αὐτοῖς γίνεται, ὅταν τι χωρίον ἡμεῖς ἐν τῇ Ἰωνίᾳ κατάσχωμεν. ἄλλως· καὶ [ἐὰν] ἐφορμούντων σφῶν (τουτέστι τῶν Πελο‐ | |
15 | ποννησίων) δαπάνη αὐτοῖς γενήσεται, δηλονότι τοῖς Ἀθηναίοις. διόπερ τὸ σφίσιν αὐτοῖς οὐχ ἅμα ἀναγνωστέον, ἀλλὰ διαιρε‐ τέον, καὶ κατὰ τὸ σφίσιν ὑποστικτέον c2 Πισσούθνην: στρατηγὸς τοῦ βασιλέως, περὶ τὴν Ἰωνίαν διατρίβων ABC | |
3.31.2 | ἐνεδέχετο: ἐν ἑαυτῷ ἐδέχετο. τὸ πλεῖστον τῆς γνώ‐ μης εἶχεν: ὁ πλεῖστος σκοπὸς ἦν αὐτῷ. | |
3.32.1 | Μυοννήσῳ: ἐπειδὴ μῦς ἐ*** ὥσπερ καὶ Σύβοια, ἐπειδὴ ἔτρεφε σύας. | |
3.33.1 | οὐ σχήσων: οὐ προσορμιούμενος c2 | |
3.33.2 | αὐτάγ‐ γελοι: αὐτάγγελος, τὸ αὐτόν τινα δι’ ἑαυτοῦ μὴ προπέμψαντα ἄγγελον ἐλθεῖν Patm. ʃ οὐκ ἐπ’ ἀγγελίαν πεμφθεῖσαι, ἀλλ’ ἐπ’ ἄλλην χρείαν c2 ἔφρασαν: τοῖς Ἀθηναίοις. | |
3.33.3 | ὁ δέ: ἤγουν ὁ Πάχης. Λάτμου: μή ποτε Πάτμον λέγει; ἐφαί‐ νετο: ὁ Ἀλκίδας. ἐπανεχώρει: ὁ Πάχης. κέρδος δὲ ἐνόμισεν ...: κέρδος, φησίν, ἐνόμισεν ὁ Πάχης, ὅτι οὐ | |
5 | κατέλαβε τὰς Ἀλκίδου ναῦς, ἵνα μὴ ἀναγκάσωσιν αὐτὸν στρατόπεδον κατ’ αὐτῶν ποιήσασθαι, ἢ φυλακὰς καὶ ἐφόρ‐ μησιν, μὴ ἄρα τι τυχηρὸν γένηται ἐν τῇ ναυμαχίᾳ καὶ ἡτ‐ | |
τηθῇ c2. | 178 | |
3.34.1 | καὶ τῶν βαρβάρων ...: καὶ τῶν βαρβάρων ἐπαχθέντων ὑπὸ μιᾶς τῶν στάσεων c2 ἐπαχθέντων: ἐπελ‐ θόντων. | |
3.34.2 | Ἀρκάδων: λείπει ἡ ἀπό, ἵν’ ᾖ, ἀπὸ τῶν Ἀρ‐ κάδων. ἐπολίτευον: τὴν πολιτείαν εἶχον. ὑπεξελθόν‐ τες: λαθραίως φυγόντες. | |
3.34.3 | σῶν καὶ ὑγιᾶ: ἀνακρωτη‐ ρίαστον. καὶ οὐ προσδεχομένων: τῶν ἐντός. αἱρεῖ: πορθεῖ, χειροῦται· ὅθεν καὶ περισπᾶται· ἐπὶ γὰρ τοῦ ὑψῶσαι βαρύνεται Gφc2 ὅσοι ἐνῆσαν: τοῦ Πισσούθνου. | |
3.35.1 | οὓς κατέθετο: ἀποκτεῖναι. | |
3.35.2 | καθίστατο: εὐτάκτει. | |
3.36.1 | ἀφικομένων: εἰς τὰς Ἀθήνας. ἔστιν ἃ παρεχόμενον: ἔστιν ἃ παρέξειν ὑπισχνούμενον FGc2 | |
3.36.2 | τῶν ἀνδρῶν: τῶν πρωταιτίων. αὐτοῖς: τοῖς Ἀθηναίοις. παρ‐ όντες: ἐν Ἀθήναις. ἐπικαλοῦντες: ἀντὶ τοῦ ἐγκαλοῦντες φc2 τήν τε ἄλλην ἀπόστασιν: ὅτι ὅλως ἀπέστησαν BCF | |
5 | ὅτι οὐκ ἀρχόμενοι ...: ὅτι οὐχ ὑπακούοντες τοῖς Ἀθη‐ ναίοις οὕτως ὡς οἱ ἄλλοι, ὥστε φόρον φέρειν, τὴν ἀπόστασιν ἐποιήσαντο φc2 οἱ ἄλλοι: σύμμαχοι. ἐκείνοις: τοῖς Μι‐ τυληναίοις. βοηθοί: οὖσαι δηλονότι. παρακινδυνεῦσαι: μετὰ κινδύνου ἐλθεῖν εἰς Ἰωνίαν. οὐ γὰρ ἀπὸ βραχείας | |
10 | διανοίας: οὐ γὰρ ὡς ἄφρονες, φησίν, ὄντες, ἀλλ’ ὡς πονη‐ ρότατοι Gφc2 ἐδόκουν: ἐνομίζοντο. | |
3.36.3 | διαχρήσασθαι: ἀποκτεῖναι C | |
3.36.4 | ἢ οὐ τοὺς αἰτίους: ἡ οὔ ἀπόφασις πε‐ ριττή. ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ ἤπερ κεῖται. κἀν τῇ συνηθείᾳ δὲ πολλάκις παρελκούσαις ἀποφάσεσι χρώμεθα· οὐ μὰ τὸν Δία, οὐ μὰ γὰρ Ἀπόλλωνα· ὡς καὶ τὸ ἀπαγορεύω σοι | |
5 | μὴ ποιεῖν φc2 | |
3.36.5 | τοῦτο: ὅτι μετενόησαν. γνώμας: δια‐ σκέψεις. ἔπεισαν: δηλονότι τοὺς ἐν τέλει· καὶ γὰρ τοῖς ἐν τέλει γνώριμον, ὅτι βούλονται οἱ πλείους τῶν πολιτῶν αὖθις ἀπο‐ δοθῆναι αὐτοῖς ἐκκλησίαν. ἐν τέλει δὲ λέγει τοὺς στρατηγούς· | |
5 | οὗτοι γὰρ συνῆγον τὴν ἐκκλησίαν φc2 σφίσιν: τοῖς πολί‐ ταις. | 179 |
3.36.6 | καὶ τὴν προτέραν: βουλὴν δηλονότι. βιαι‐ ότατος: ἰσχυρός. | |
3.37.1 | πολλάκις μὲν ἤδη ...: δημηγορία Κλέωνος κατὰ τῶν Μιτυληναίων συμβουλεύουσα ἀποκτεῖναι αὐτούς ABCEFG ʃ ἡ τῇ τάξει τρίτη αὕτη τῆς τρίτης ἱστορίας c2 ʃ ἡ δημηγορία αὕτη στάσεως πραγματικῆς ἐστιν. διαιρεῖται δὲ τῷ | |
5 | δικαίῳ καὶ τῷ συμφέροντι. τὸ γὰρ εὐπρεπὲς οὐδέτερος ἐξή‐ τασεν. ἦν γὰρ τὸ μὲν παρὰ τὸ ἦθος τῆς πόλεως, τὸ δὲ παρὰ τὴν ἐνέργειαν τῶν ἀδικησάντων. θαυμάσειε δ’ ἄν τις τὸν συγ‐ γραφέα, πῶς ἐν ὠμότητι διαβεβλημένῃ καὶ παραδόξοις ἐν‐ νοίαις κατὰ φύσιν καὶ ἀκολουθίαν τινὰ τὴν τάξιν τῆς δημη‐ | |
10 | γορίας τετήρηκεν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι πολλάκις ἔγνων δημοκρατίαν ὅτι ἀδύνατόν ἐστιν ἑτέρων ἄρχειν. ἐπεὶ γὰρ ἀλλήλους οἱ πολῖται οὔτε φοβοῦνται οὔτε ἐπιβουλεύονται, οἴονται μηδὲ ὑπὸ τῶν ὑπηκόων ἐπιβουλεύεσθαι φc2 | |
3.37.2 | διὰ γὰρ ...: ἡ αἰτία τοῦ πολλάκις μὲν ἔγωγε καὶ τὰ ἑξῆς ABFφc2 τὸ καθ’ ἡμέραν ἀδεές: ὅπερ ἡ τυραννὶς οὐκ ἔχει· τοῦτο γὰρ τέλος ἐστὶ τῇ τυραννίδι τὸ φυλάσσειν ἑαυτὸν καὶ διὰ | |
5 | τοῦτο μὴ ἀδεῶς βιοῦν AFc2 τὸ αὐτό: ἀδεὲς δηλονότι ABFφc2 καὶ ὅτι ἂν ἢ λόγῳ ...: τουτέστι, καὶ οὐχ ἡγεῖσθε τοῦτο, ὅτι, ἄν τε λόγῳ παραχθέντες ὑπ’ αὐτῶν, ἄν τε οἰκτείραντες αὐτούς, μαλακώτερον καὶ πραότερον προσενεχθῆτε, οὐκ ἐκεί‐ νοις τι χαρίζεσθε, ἀλλ’ αὐτοὶ κινδυνεύετε καταφρονούμενοι· | |
10 | ἐκεῖνοι δὲ οὐκ ἴσασι χάριν ὑμῖν φc2 ἢ οἴκτῳ ἐνδῶτε: Ὅμηρος (Α 255)· ἦ κεν γηθήσαι Πρίαμος, καὶ τὰ ἑξῆς ABF οὐκ ἐπικινδύνως ἡγεῖσθε ...: οὐ σκο‐ πεῖτε, φησίν, [ὡς] ὅτι οὐκ εἰς χάριν ἐκείνων τοῦτο ποιεῖτε, | |
15 | ἀλλ’ εἰς ἴδιον κίνδυνον φc2 ἐς ὑμᾶς: ἀντὶ τοῦ καθ’ ὑμῶν | |
b2 μαλακίζεσθαι: χαυνοῦσθαι. σκοποῦντες: περίοδος τετράκωλος, ἔχουσα ἐν ἑκάστῳ κώλῳ νοούμενον τὸ σκοποῦν‐ τες· ὅτι τυραννίδα ἔχετε τὴν ἀρχήν· οὐ διότι ἀκόντων ἄρχετε· οὐδὲ ὅτι ἀκροῶνται ὑμῶν οὐ δι’ ἅπερ χαρίζεσθε αὐτοῖς οὐδὲ | 180 | |
20 | δι’ εὔνοιαν· ἀλλὰ διὰ φόβον. αὐτούς: τοὺς συμμάχους ABCFG οὐκ ἐξ ὧν ἂν χαρίζησθε ...: τὸ ἑξῆς, οὐκ ἐξ ὧν σφαλλόμενοι ταῖς ἐλπίσιν οἱ ἀφιστάμενοι ἡμῶν πάλιν δου‐ λοῦνται· τὸ δὲ ἐὰν χαρίζησθε, μεταξύ. ὁ δὲ νοῦς οὕτως, οὐχ ὑπακούουσιν ἡμῶν, ἐὰν σφαλλόμενοι ἐν τῇ ἀποστάσει συγχω‐ | |
25 | ρῶνται. οὐ κατὰ τοῦτο, ἀλλὰ καθὸ βιαίως καὶ ἀκριβῶς πράτ‐ τονται δίκας ABCF βλαπτόμενοι αὐτοὶ ...: ἀσαφὲς τὸ χωρίον, ὅτι ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μετέβη ἡ ἀπόδοσις τῆς ἐννοίας· ὅπερ ἐστὶ παρὰ τὴν κοινὴν συνήθειαν. ὤφειλε γὰρ βλαπτομένους καὶ ἀκροωμένους εἰπεῖν ὁ γράφων, ἀλλ’ ὡς | |
30 | καινῶν συντάξεων εὑρετὴς καὶ τῆς παλαιᾶς Ἀτθίδος ἐπιστή‐ μων τοῦτο οὐ πεποίηκε. τοιαύτας δὲ εὑρήσεις καὶ παρὰ τῷ θεολόγῳ [Gregorio Nazianzeno] συντάξεις πολλάς, ἃς οἱ μὴ εἰδότες διαβάλλουσί τε καὶ σολοικίζειν τὸν μέγαν οἱ ἀμαθεῖς οἴονται. τὸ δὲ βλαπτόμενοι εἰ ἀντὶ τοῦ ἀφιστάμενοι καὶ μὴ | |
35 | κατορθοῦντες ἃ προέθεντο ποιῆσαι δεχθείη, ἔχοι ἂν τὴν προκειμένην διάνοιαν· εἰ δὲ κατὰ τὸ ὀρθὸν δεχθείη, ἔχοι ἂν οὕτως, ὅτι βλαπτόμενοι αὐτοὶ ἐν τῷ ὑπήκοοι εἶναι οὐκ ἐξ ὧν ἄρτι χαρίσησθε αὐτοῖς ἀκροάσονται ὑμῶν, ἀλλ’ ἐξ ὧν τῇ ἰσχύι περιγένησθε αὐτῶν· οὐδὲ γὰρ εὐνοίᾳ βούλονται ὑποτάσσεσθαι. | |
3.37.3 | πάντων δὲ δεινότατον ...: τὸ νόημα τοιοῦτον· πάν‐ των, φησί, δεινότατόν ἐστιν, εἰ μὴ γνωσόμεθα ὅτι φαύλοις νόμοις ἀκινήτοις [δὲ] χρωμένη πόλις καλλίων ἐστὶν ἢ καλοῖς μέν, ἀβεβαίοις δὲ καὶ ἀκύροις· ἀμαθίαν δὲ καλεῖ οὐχ ἁπλῶς | |
5 | τὴν ἄνοιαν, ἀλλὰ τὸ μὴ θέλειν καὶ τῶν νόμων καὶ τῶν ῥη‐ τόρων καὶ πάντων εἶναι δοκεῖν φρονιμώτερον, ἀλλ’ εἴκειν τοῖς καλῶς δεδογμένοις καὶ μὴ ζητεῖν ἀνατρέπειν αὐτά· ὅπερ | |
αἰνίττεται ποιεῖν τὸν Διόδοτον. σωφροσύνην δὲ λέγει τὸ ἀεὶ ἐμμένειν τοῖς κειμένοις νόμοις καὶ μὴ ζητεῖν μεταβάλλειν αὐτούς | 181 | |
10 | φc2 εἰ βέβαιον μηδὲν ἡμῖν καθεστήξει: τουτέστιν ἐὰν ὦμεν παλίμβουλοι ABCF καθεστήξει: ἔσται. ἀκινήτοις: ἀμεταθέτοις. ἀμαθία τε μετὰ σωφροσύνης ...: τὴν μὲν ἀμαθίαν ἐπὶ τῆς ἀσυνεσίας τέθηκε, τὴν δὲ δεξιότητα ἐπὶ συνέσεώς τε καὶ ἐντρεχείας. τὴν δὲ ἀκολασίαν ἀντιτέθηκε τῇ | |
15 | σωφροσύνῃ δεῖ δὲ τὴν μὲν σωφροσύνην ἐνταῦθα ἐπὶ τῆς εὐηθείας δέξασθαι, τὴν δὲ ἀκολασίαν ἐπὶ τῆς εὐμεταβλησίας. ὁ δὲ νοῦς τοιοῦτος· βέλτιόν ἐστιν, φησί, ἀμαθεστέρους μετὰ σωφροσύνης εἶναι ἢ συνετωτέρους τυγχάνοντας εὐμεταβλήτως ἔχειν φc2ʃ κρείσσων ἀμαθὴς καὶ σώφρων ἢ ἀκόλαστος εὐμα‐ | |
20 | θής· κρείσσων ἰδιώτης δίκαιος ἢ ἄρχων ἄδικος. φαυλό‐ τεροι: ἀντὶ τοῦ ἀμαθέστεροι ABCFG πρὸς τοὺς ξυνετω‐ τέρους: συγκρινόμενοι δηλονότι. ὡς ἐπὶ τὸ πλεῖον: ἀντὶ τοῦ ἀκριβῶς κεῖται ABCF ἄμεινον οἰκοῦσι τὰς πόλεις: ταῦτα πάντα πρὸς τοὺς Ἀθηναίους αἰνίττεται, οὐδέν τι μελε‐ | |
25 | τῶντας πλὴν λέγειν τε καὶ ἀκούειν καινόν. τῆς αὐτῆς δὲ διανοίας ἐστὶ καὶ ἡ τοῦ Ἀρχιδάμου δημηγορία, ἐν οἷς φησὶ (I 84) „καὶ μὴ τὰ ἀχρεῖα ξυνετοὶ ἄγαν ὄντεσ“ καὶ τὰ ἑξῆς ABCF | |
3.37.4 | οἱ μὲν γάρ: οἱ φρόνιμοι. ʃ οἱ συνετώτεροι. ὡς ἐν ἄλλοις ...: ὡς ἐν ἄλλοις μείζοσιν οὐ δυνάμενοι δηλῶσαι καὶ γνώριμον ποιῆσαι πᾶσι τὴν ἰδίαν σύνεσιν, εἰ μὴ ἐν οἷς βούλονται δεῖξαι ὅτι σοφώτεροί εἰσι τῶν νόμων φc2 τὴν | |
5 | γνώμην: τὴν πολυμαθίαν λέγει γνώμην ABCF οἱ δ’ ἀπι‐ στοῦντες: οἱ ἀμαθεῖς δηλονότι ABCF ἀμαθέστεροι: ἤγουν ἐλάττονες τῆς γνώσεως τῶν νόμων. ἀδυνατώτεροι: ἀπὸ κοινοῦ τὸ ἀξιοῦσι φ κριταὶ δὲ ὄντες ...: τουτέστι, κρείσ‐ | |
σους καὶ δικαιότεροι ὄντες κριταί, ἤπερ ἀγωνισταί, ὀρθοῦνται | 182 | |
10 | τὰ πλείω φc2 | |
3.37.5 | δεινότητι: τουτέστι τῇ ῥητορικῇ δυνάμει ABCF παρὰ δόξαν: παρὰ τὸ δοκοῦν καὶ φαινόμενον. ἐξ οὗ παρὰ τὴν ἀλήθειαν ABCF | |
3.38.1 | ὁ αὐτός εἰμι τῇ γνώμῃ: ἤγουν τοῖς δεδογ‐ μένοις ἐμμένω. θαυμάζω: σημείωσαι τὸ θαυμάζω μετὰ γενικῆς ἐπὶ καταφορᾶς λαμβανόμενον b2 χρόνου διατρι‐ βήν: ἀργίαν τῆς τιμωρίας τῶν Μιτυληναίων. ὅ ἐστι ...: | |
5 | τὸ χρονοτριβῆσαι δηλονότι καὶ σκέψασθαι. εἶτα καὶ τὴν αἰτίαν λέγει, ὅτι ἀμβλύτερος γίνεται ὁ ἐκδικῶν διὰ τὸ ὑπὸ τοῦ χρόνου πραΰνεσθαι. καὶ ὁ Εὐριπίδης (Alcest. 381)· Χρόνος μαλάξει σε ABCFʃ ὅπερ συμφέρει τοῖς ἠδικηκόσιν, ὃ κέρδος ἐστί. ὁ γὰρ παθών: | |
10 | κακῶς δηλονότι. ὁ γὰρ παθὼν ...: σημείωσαι ἄλλως· εἰπὼν ὅτι ἡ τοῦ χρόνου διατριβὴ συμφέρει τοῖς προηδικηκόσιν, αἰτίαν ἀποδίδωσι, δι’ ἣν συμφέρει. ἐν γὰρ τῷ χρόνῳ, φησίν, ἀμβλύνεται ἡ τοῦ παθόντος ὀργή· εἰ δὲ τὸ ἀμύνεσθαι τῷ παθεῖν ἐγγὺς τεθείη, τουτέστιν εἰ μὴ γένοιτο ἐν μέσῳ χρόνος πολύς, ἰσόπαλόν τε | |
15 | καὶ ἴσον τυγχάνει τὸ ἀμύνεσθαι διὰ τὸ τὴν μνήμην ἀκραιφνῆ παρεῖναι τοῦ πεπονθέναι c2ʃ παθών, φησίν, ὡς ἀμύνεσθαί τις παρευθὺ βουλόμενος ἰσχυρὰν τὴν τιμωρίαν ποιεῖται· τὸ γὰρ ἀμύνασθαι κείμενον ἐγγύτατα, ὡς ἰσόπαλον ὄν, τοῦτο ποιεῖ· ὁ δὲ παθὼν διὰ τὸ ἡδυπαθεῖν ὥστε τοῦ χρόνου περι‐ | |
20 | ιδὼν ἀπομαρανθῆναι τὴν ὀργὴν ἀμβλύτερον αὐτῇ χρῆται e2 ἀμύνεσθαι δέ: ὁ γὰρ ἀμυνόμενος δηλονότι παθών τι ἀμύ‐ νεται, ᾧ ἕπεται δηλονότι ἡ τιμωρία BC ἀντίπαλον: ἤγουν ἴσον. ὁ δὲ νοῦς οὕτω, τὸ ἀμύνασθαι ἴσον ἐστὶ τῷ τιμωρεῖν ABCF θαυμάζω δὲ ...: ὁ ἀντιλέγων πρὸς τὴν κόλασιν τῶν | |
25 | Μιτυληναίων, φησί, δυνάμει τοῦτο κατασκευάζει, κἂν ἐξ εὐηθείας τοῦτο μὴ λέγῃ, ὅτι τὰ ὑπὸ Μιτυληναίων εἰς Ἀθη‐ | |
ναίους ἀδικήματα ὠφέλιμά εἰσι τοῖς Ἀθηναίοις. ἐπεὶ τί καὶ λέγων οὐκ ἀξιώσει κολασθῆναι αὐτούς; φc2 ἀποφαίνειν ...: ταῦτα γὰρ πάντα παρὰ τὸ ἐναργὲς καὶ τὴν τῶν πραγμάτων | 183 | |
30 | φύσιν ἐστί, τὸ λέγειν ὡς εἶπε ABCF τὰς μὲν Μιτυληναίων ...: ὡς ἂν εἰ ἔλεγεν· ὁ συμβουλεύων ἡμῖν μὴ τιμωρήσασθαι Μι‐ τυληναίους ἀδικήσαντας οὐδὲν ἄλλο βούλεται δεῖξαι, ἢ ὅτι τὰ ἀδικήματα αὐτῶν τὰ εἰς ἡμᾶς ὠφελοῦσι, καὶ χρὴ μᾶλλον ὡς εὐεργέτας αὐτοὺς ἀποδέχεσθαι καὶ σώζειν. ἔστι δὲ ὁ λόγος | |
35 | τῇ εἰς ἄτοπον ἀπαγωγῇ κατασκευαζόμενος φc2 ἀδικίας ἡμῖν: ἃς ἠδίκησαν ἡμᾶς. | |
3.38.2 | καὶ δῆλον ὅτι ...: τουτέστιν, καὶ δῆλον ὅτι ἢ τῷ λέγειν πιστεύσας ἀγωνίσαιτ’ ἂν τὸ πάνυ δοκοῦν, τουτέστι τὸ λίαν δόξαν πᾶσιν, ὡς οὐκ ἔγνωσται, ὅ ἐστι τὸ ἀποκτεῖναι Μιτυληναίους, ἐναντίως ἀποφῆναι καὶ | |
5 | παρὰ τὸ κοινῇ δόξαν ἢ ὑπὸ χρημάτων ἀναπεισθείς φc2 τῷ λέγειν πιστεύσας: τῷ πιθανολογεῖν δηλονότι ABCFφ θαρ‐ ρήσας, θαρρήσας τῇ δυνάμει τοῦ ἑαυτοῦ λόγου. τὸ πάνυ δοκοῦν ἀνταποφῆναι: τὸ πάνυ δοκοῦν ἀνταποφῆναι ἐστὶ τὸ ἀρίδηλον καὶ φανερώτατον· τὸ δὲ οὐκ ἔγνωσται, ἔστι τὸ | |
10 | ἀφανές ABCF ἢ κέρδει: ἢ τὴν τοῦ λόγου δύναμιν ἐνδεί‐ ξασθαι βουλόμενος, ἢ κέρδους χάριν, φησί, λαλήσει ABFφc2 τὸ εὐπρεπὲς τοῦ λόγου: τὸν πιθανὸν λόγον. παράγειν: σημείωσαι τὸ ἀπατᾶν ABFc2 | |
3.38.3 | τὰ μὲν ἆθλα: τὰ κέρδη τὰ ἀπὸ τοῦ εἰπεῖν. ἑτέροις: τοῖς ῥήτορσι ABFʃ τοῖς δημηγο‐ ροῦσι. ἀναφέρει: ἀναλαμβάνει, ἀναδέχεται φc2 | |
3.38.4 | κακῶς ἀγωνοθετοῦντες: κακῶς ἑτέροις ἆθλα διδόντες· ἢ τὸ ἀγωνο‐ θετοῦντες ἀντὶ τοῦ κακῶς κρίνοντες φc2ʃ ἀνοήτως τοὺς ἀγῶνας | |
διατιθέμενοι. θεαταὶ μὲν ...: ὡς ἂν εἰ ἔλεγεν· μετεσκεύασται | 184 | |
5 | τῶν ὄντων ἐφ’ ὑμῖν ἡ φύσις. οὕτως γὰρ ἀκούετε τῶν λόγων καὶ πιστεύετε τοῖς ῥήτορσιν, ὡς ὀφθαλμοῖς τὴν πίστιν λαβόντες· οὕτως δὲ ἀπιστεῖτε τοῖς ἔργοις τοῖς ὁρωμένοις, ὥσπερ ἀκροασά‐ μενοι φc2 εὖ: πιθανῶς. τὰ δὲ πεπραγμένα ἤδη: οὐ σκοποῦντες. ἀναπόδοτον. ἀπὸ τῶν ... ἐπιτιμησάντων: | |
10 | ὡς ἂν εἰ ἔλεγεν, ἀπὸ τῶν οὕτω πιθανῶς ἐπιτιμησάντων, ὥστε τὸ τραχὺ τῆς ἐπιτιμήσεως κλέψαι τῇ τέχνῃ τοῦ λόγου, διὰ τοῦ κολακεύειν καὶ λέγειν ὅτι οὐ πρέπει Ἀθηναίους ὄντας ὑμᾶς κατασκάπτειν τὰς πόλεις. δοκεῖ γὰρ ἡ ἐπιτίμησις ἐπαίνῳ κεκραμένη λανθάνειν καὶ μᾶλλον ἐγκώμιον ἢ μέμψις εἶναι τὸ | |
15 | λεγόμενον, καὶ δελεάζει λόγῳ τοὺς ἀκούοντας. ὥστε τὸ καλῶς ἐπιτιμησάντων ἐνταῦθα οὐ τὸ δικαίως σημαίνει, ἀλλὰ τὸ εὐφυῶς καὶ πιθανῶς μετὰ τέχνης φc2 | |
3.38.5 | καινότητος: ποικιλίας καὶ εὐπρεπείας ABCF ἄριστοι: ἐπιτήδειοι καὶ ἕτοιμοι φc2 δεδοκιμασμένου: ἀληθοῦς· ὁ γὰρ ψευδὴς ἀδό‐ κιμος ABCF δοῦλοι ὄντες ...: δοῦλοι ὄντες ἀεὶ τῶν ἀτόπων | |
5 | καὶ παραδόξων, ὑπερόπται δὲ τῶν πρεπόντων καὶ εἰωθότων, τουτέστι καταφρονοῦντες τῶν συνήθων φc2ʃ τοῖς πράγμασι, φησί, καὶ τοῖς λόγοις τοῖς παραδόξοις καὶ μὴ εἰθισμένοις ἀεὶ χαίροντες καὶ πιστεύοντες, καταφρονοῦντες δὲ δεδοκιμασμένων καὶ εἰωθότων φc2 τῶν εἰωθότων: τῶν πρεπόντων ACF | |
3.38.6 | καὶ μάλιστα μὲν ...: καὶ μάλιστα μὲν αὐτὸς ἕκαστος βούλεταί τι εἰπεῖν, εἰ δὲ μή, πάντως ἀντειπεῖν τῷ λέγοντι, ὅπως μὴ βραδύτερον ἐκείνου δόξῃ νενοηκέναι τὸ συμφέρον φc2 τοιαῦτα: ἤτοι δεδοκιμασμένα καὶ ἀληθῆ f μὴ ὕστε‐ | |
5 | ροι ἀκολουθῆσαι: τὸ ἑξῆς· μὴ δοκεῖν ὕστεροι ἀκολουθῆσαι τῇ γνώμῃ ABCFʃ βούλονται f τῇ γνώμῃ: κατὰ τὴν γνώμην. | |
3.38.7 | ζητοῦντές τε ἄλλο τι ...: καινότερα, φησί, ζητοῦντες παρὰ τὰ εἰωθότα καὶ ἐν οἷς πολιτευόμεθα φc2 ἀκοῆς ἡ‐ δονῇ: ἀκοῆς χάριτι, γλυκύτητι, κολακείᾳ. ʃ ῥητορικῶν λόγων | |
καινότερα καὶ παράδοξα ὑμῖν εἰσηγουμένων. σοφιστὰς δὲ | 185 | |
5 | λέγει οὐ τοὺς σοφιζομένους τὴν ἀλήθειαν, ἀλλὰ τοὺς ἐν τῇ συνηθείᾳ λεγομένους, τοὺς διδασκάλους τῶν ῥητορικῶν προ‐ βλημάτων· θεατὰς δὲ αὐτοὺς τοὺς μαθητὰς καὶ ἀκροατάς. ὥσπερ γὰρ οἱ ἀκροαταί, φησί, τῶν σοφιστικῶν λόγων ἡδονῆς γίγνονται κριταί, οὐ πραγμάτων, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς | |
10 | τοὺς λόγους σκοπεῖτε καὶ οὐ τὰ πράγματα φc2 | |
3.39.1 | ὧν ἐγὼ πειρώμενος: ὧν ἐπιτηδευμάτων, ὧν εἶπεν ἄρτι, ὅτι οὐδὲν ἄλλο ἢ ἀδολέσχαι εἰσίν ABCF ἀπο‐ τρέπειν: ἀπείργειν. ἀποφαίνω: λέγω, φησίν, ὅτι ἡ μία πόλις, οἱ Μιτυληναῖοι, σφόδρα ἠδίκησαν ὑμᾶς, τοὺς Ἀθη‐ | |
5 | ναίους. καὶ τὴν αἰτίαν ἐπάγει εὐθύς ABCFG | |
3.39.2 | τοὺς ἡμετέρους πολεμίους: ἤγουν τοὺς Λακεδαιμονίους. ἀπόστασις μέν γε ...: ἀπόστασίς ἐστιν, ὅταν τινὲς κακῶς πάσχοντες ἀποστῶσιν· ἐπανάστασις δέ, ὅταν τινὲς τιμώμενοι | |
5 | καὶ μηδὲν ἀδικούμενοι στασιάσωσι καὶ ἐχθρεύσωσι τοῖς μηδὲν ἀδικήσασιν φc2 ʃ ἐπανάστασις ἡ φανερὰ ἐναντίωσις, ἀπόστα‐ σις δὲ ἡ τῶν σπονδῶν ἄνευ πολέμου διάλυσις, αἰτίαν ἔχουσα εὔλογον. ἐζήτησάν τε ...: ἤτοι συνεμάχησαν τοῖς πολε‐ μίοις ἡμῶν. καίτοι δεινότερόν ἐστιν ...: εἰ ἕνεκα, | |
10 | φησίν, ἰδίας δυνάμεως καὶ κέρδους ἀντεπολέμησαν ἡμῖν, οὐκ ἦν δεινὸν τοσοῦτον· νῦν δὲ ἄνευ ἐλπίδων τινῶν, ἐξ οἰκείας κακονοίας ὁρμώμενοι· ὅπερ δεινότερον ABCF | |
3.39.3 | ἀποστάν‐ τες ἤδη ἡμῶν: Αἰγινήτας λέγει καὶ Ποτιδαιάτας καὶ Ναξίους καὶ τοὺς ἄλλους δεδουλωμένους ABCF ἡ παροῦσα: αὐτοῖς ABCF ἐς τὰ δεινά: εἰς τὴν ἀπόστασιν. καὶ ἐλπίσαντες ...: | |
5 | ἤλπισαν, φησίν, ἀποστῆναι ἡμῶν, ὅπερ μεῖζον μέν ἐστι τῆς δυνάμεως αὐτῶν, ἔλαττον δὲ τῆς βουλήσεως αὐτῶν. ἐβού‐ λοντο γὰρ οὐ μόνον ἀποστῆναι ἡμῶν, ἀλλὰ δὴ καὶ καθελεῖν τὴν δύναμιν τῆς πόλεως, διὰ τὸ τὸ λοιπὸν ἀδεῶς βιοτεύειν | |
ABCF ἰσχὺν ἀξιώσαντες ...: προτιμῆσαι, φησίν, ἀξιώ‐ | 186 | |
10 | σαντες τὴν δύναμιν τοῦ δικαίου. δίκαιον δὲ λέγει τὸ ἐμμεῖναι τῇ ἀρχῇ καὶ μὴ ἀποστῆναι φc2 ἐν ᾧ γὰρ ᾠήθησαν ...: ἀντὶ τοῦ, πρὸς καιρόν τινα δυνηθέντες κατεφρόνησαν καὶ τῆς ἀρχῆς τῆς ἡμετέρας καὶ τῆς παρ’ ἡμῶν τιμῆς φc2 ʃ οὐκ ἀρετᾷ κακὰ ἔργα· Ὅμηρος [θ 329] ABCF | |
3.39.4 | εἴωθε δέ: εἴωθε δὲ εἰς ὕβριν τρέπειν ἡ εὐπραξία τῶν πόλεων ἐκείνας αἷς ἂν ἐγγένηται εὐπραξία ἐξαίφνης τε καὶ ἀπροσδόκητος φc2 ʃ πέφυκε γάρ. καὶ ἡ παρ’ ἀξίαν τιμὴ ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται (Demosth. | |
5 | I 23). τρέπειν: τρέπεσθαι. τὰ δὲ πολλά: ὡς ἐπὶ τὸ πολύ. | |
3.39.5 | ὑφ’ ἡμῶν τετιμῆσθαι: μηδὲν τετιμῆσθαι ὑφ’ ἡμῶν· ἀπὸ κοινοῦ γὰρ τὸ μηδέν. ἢ μᾶλλον τὸ λεγόμενον οὕτως· ἔδει τοὺς Μυτιληναίους οὕτω τιμᾶσθαι ὑφ’ ἡμῶν, ὡς οὐδὲν διαφέροντας τῶν ἄλλων, τουτέστιν ὅτι ἔδει αὐτοὺς δούλους | |
5 | εἶναι ABCF τὸ μὲν θεραπεῦον: τὸ κολακεῦον. ὑπερ‐ φρονεῖν: ἀγνωμονεῖν F | |
3.39.6 | οἷς: τοῖς δημόταις καὶ πολλοῖς ABCF | |
3.39.7 | τῶν τε ξυμμάχων σκέψασθε ...: σκέψασθε δέ, εἰ τοῖς ἀποστᾶσι τῶν ξυμμάχων ἑκουσίως καὶ τοῖς ἀναγκα‐ σθεῖσι τὰς ὁμοίας τιμωρίας προσθήσετε, καὶ μὴ μείζονας τοῖς ἑκουσίως ἀποστᾶσι, τίνα λοιπὸν οὐ νομίζετε εὐχερῶς τῶν | |
5 | συμμάχων ἀφίστασθαι, ὅταν μέλλωσιν ἢ κατορθώσαντες τε‐ λείως τὴν ἀπόστασιν ἐλεύθεροι εἶναι ἢ ἀποτυχόντες τῆς βουλή‐ σεως συγγνώμης ἀξιωθήσεσθαι φc2 τοῖς τε ἀναγκασθεῖσιν: τοῖς ἀκουσίως ἀποστᾶσιν. κατορθώσαντι: τὴν ἀπόστασιν δηλονότι c2 | |
3.39.8 | πόλιν: ξυμμαχίδα. ἀποκεκινδυνεύσεται: εἰς κίνδυνον ἔρχεται καὶ ζημίαν ABCF τῆς ἔπειτα προσόδου: τοῦ μετὰ ταῦτα κέρδους. πρὸς τοῖς ὑπάρχουσιν: ἡμῖν πολεμίοις δηλονότι. τοῖς νῦν καθεστηκόσι: τοῖς Πελο‐ | |
5 | ποννησίοις BCF | |
3.40.1 | οὔκουν δεῖ προσθεῖναι ἐλπίδα: δοῦναι | |
ἐλπίδα τοῖς συμμάχοις. ʃ ὁ νοῦς οὕτως· οὐκ ἔστιν ἐλπὶς ὡς συγγνώμην λήψονται πταίσαντες ἀνθρωπίνως. οὐ γὰρ ἀκούσιον τὸ ἁμάρτημα αὐτῶν, ἡ δὲ συγγνώμη τῶν ἀκου‐ | 187 | |
5 | σίων ABCF ὠνητήν: ἔστι γάρ τις καὶ χρήμασιν ὠνητὴ τοῖς ἁμαρτάνουσι συγγνώμη, ὡς καὶ Ὅμηρος [Ι 632]· καὶ μέν τις τε κασιγνήτοιο φόνοιο ποινὴν καὶ τὰ ἑξῆς ABCF ξύγγνωμον: συγγνώμης ἄξιον. | |
3.40.2 | καὶ τότε πρῶτον: διεμαχεσάμην δηλονότι. μὴ μεταγνῶναι: μὴ μεταμελείᾳ θεῖναι. τὰ προδεδογμένα: τὰ προκεκυρωμένα. τρισὶ τοῖς ἀξυμφορωτάτοις: σημείωσαι ὅτι τρία εἰσὶν ἀσύμφορα τῇ | |
5 | ἀρχῇ, οἶκτος, κολακεία καὶ ἀπραγμοσύνη b2 ἐπιεικείᾳ: συγ‐ γνώμῃ. | |
3.40.3 | βραχέα: οὐδ’ ὅλως. τὸ παθεῖν εὖ: τὸ χρη‐ ματίσασθαι ὑπὸ τῶν Μυτιληναίων ABCFG ʃ τὸ εὐεργετηθῆναι. τοὺς ὁμοίους: τοὺς ἐν τῇ αὐτῇ διαθέσει ὄντας, οἷοί περ ἦσαν πρότερον, ἢ κακούς. | |
3.40.4 | τὰ ξύμφορα: ἡμῖν ξύμφορα δηλονότι ABCF τοῖς μέν: τοῖς Μυτιληναίοις, ἀχαρίστοις οὖσι, χαριζόμενοι. καὶ ἡ παροιμία τοῦ Ὁμήρου [δ 695]· οὐδέ τις ἔστι χάρις μετόπισθ’ εὐεργέων ABCFG ʃ | |
5 | οὐχ ἕξουσιν ἡμῖν χάριν, ἐάνπερ μηδὲν ὑφ’ ἡμῶν ἀνήκεστον πάθωσιν. τότε γὰρ ἔχει χάριν ὁ παθεῖν μέλλων τῷ διασώ‐ σαντι, ὅτε, κατ’ ἐξουσίαν αὐτῷ προκειμένων τῆς ζωῆς αὐτοῦ καὶ θανάτου, τὸ ζῆν αὐτὸς μᾶλλον ἕληται καὶ συγχωρήσῃ αὐτῷ. δικαιώσεσθε: δικαίως καθ’ ὑμῶν ἀποδείξετε, ὅτι | |
10 | τυραννικῶς ἄρχετε ABF ʃ καταδικάσετε b2 εἰ γὰρ οὗτοι ὀρθῶς ...: ὁ νοῦς οὕτως· εἰ μὲν ἀδίκως ἀπέστησαν οἱ Μυ‐ τιληναῖοι, κολασθήτωσαν· εἰ δὲ δικαίως, δῆλον ὅτι ὑμεῖς ἀδίκως ἄρχετε· ᾧ ἕπεται, ὅτι τυραννεῖτε. καὶ κατὰ τοῦτο οὖν πάλιν κολασθήσονται, ὅτι τυράννους ἡμᾶς ἐλογίσαντο, ὁ δὲ | |
15 | τύραννος ἀποτόμως αὐτὰ ἅπερ ποιεῖ εἴωθε ποιεῖν. κατ’ ἄμφω οὖν ὀφείλουσι κολασθῆναι, εἴτε ἐννόμως ἄρχομεν εἴτε τυραν‐ | |
νοῦμεν ABCF εἰ δὲ δὴ καὶ οὐ προσῆκον ...: εἰ δὲ δή, καὶ οὐ προσῆκον ὑμῖν ἄρχειν, ὅμως ἄρχετε, οὐκοῦν καὶ παρὰ τὸ προσῆκον οὗτοι κολαζέσθωσαν, καὶ γενέσθω παράνομος ἐκ | 188 | |
20 | παρανόμου τυραννίδος παρανομία, τοῦ συμφέροντος ἕνεκα τῇ ἀρχῇ. ἐὰν δὲ μὴ θέλητε κολάζειν αὐτούς, χρὴ παύεσθαι ὑμᾶς τῆς ἀρχῆς καὶ ἀσκεῖν ἀνδραγαθίαν ἀκίνδυνον φc2 τοῦτο: τὸ ἄρχειν βιαίως ABCF ἢ παύεσθαι τῆς ἀρχῆς: ἀπὸ κοι‐ νοῦ τὸ δεῖ ABCF | |
3.40.5 | τῇ τε αὐτῇ ζημίᾳ ...: τῇ αὐτῇ ζημίᾳ, φησί, σπουδάσατε ἀμύνασθαι τοὺς Μιτυληναίους, ᾗπερ ἂν ἐτιμωρήσαντο καὶ αὐτοὶ ἡμᾶς, περιγενόμενοι ἡμῶν φc2 καὶ μὴ ἀναλγητότεροι ...: τοῦτό φησιν, ὅτι, ἐπεὶ ἤλγουν οἱ | |
5 | Μιτυληναῖοι ὑφ’ ὑμῶν τῶν Ἀθηναίων κρατούμενοι, δεῖ καὶ ὑμᾶς ἀλγῆσαι ἐπὶ τῇ αὐτῶν ἀποστάσει. καὶ μὴ ἀναλγητότεροι ἐκείνων ἀξιοῦτε εἶναι, ἵνα μὴ καὶ ἀναίσθητοι δόξητε, οὐκ ἀλγοῦντες ἐφ’ οἷς ἀδικεῖσθε. ʃ τὸ δὲ ἑξῆς οὕτως· ἐκεῖνοι ἐπέρχονται καὶ διαφθείρουσί τινα ἀδίκως οἱ μὴ σὺν αἰτίᾳ | |
10 | ποιοῦντες κακῶς, ὑφορώμενοι τὴν ἔχθραν τοῦ καταλειφθέντος ἐχθροῦ· ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, μὴ φοβεῖσθε τοῦτο· οὐ γὰρ ἄνευ αἰτίας αὐτοὺς κολάσετε. οἱ διαφυγόντες: οἱ Ἀθηναῖοι ABCF τῶν ἐπιβουλευσάντων: Μυτιληναίων ABCF ἃ εἰκὸς ἦν αὐτοὺς ποιῆσαι: ἡ ἀπόδειξις ὅτι, εἰ ἐκράτησαν | |
15 | Λέσβιοι τῶν Ἀθηναίων, κακῶς ἂν αὐτοὺς εἰργάσαντο ABCF | |
3.40.6 | μάλιστα δὲ οἱ μὴ ξὺν προφάσει ...: οἱ ἀδικοῦντες, φησί, τινα χωρὶς αἰτίας, τουτέστιν ἄνευ τοῦ προηδικῆσθαι, σπουδάζουσιν ἀπολέσαι τοὺς δι’ ἐναντίας, εἰδότες ὅτι ὁ δια‐ φυγὼν χαλεπώτερος ἐχθρός ἐστι τοῦ προπαθόντος καὶ διὰ | |
5 | τοῦτο βουλομένου ἀμύνεσθαι φc2 ʃ οἱ μὴ πρότερον ἀδικηθέντες, ἐπιχειρήσαντες δὲ ἀδικῆσαι πρότεροί τινας, ἐπιμένουσιν ἕως ἀπολέσωσιν ἂν αὐτούς, εἰδότες ὅτι, ἐὰν σωθῶσιν οἱ ἀδικηθέντες, | |
πικροὶ τοῖς ἀδικήσασιν ἔσονται πολέμιοι καὶ πάθωσιν ἂν κακῶς παρ’ αὐτῶν, ἀμυνομένων αὐτούς φc2 διόλλυνται: | 189 | |
10 | ἀντὶ τοῦ διαφθείρουσι Cφ τοῦ ὑπολειπομένου ἐχθροῦ: Ὅμηρος [Γ 160]· Μηδ’ ἡμῖν τεκέεσσι ABCF ὁ γὰρ μὴ ξὺν ἀνάγκῃ ...: ὁ γὰρ ἀδίκως τι καὶ πρῶτος παθών, ἐὰν διαφύγῃ, πικρότερος καὶ δεινότερός ἐστι τοῦ ἀπὸ | |
15 | τῆς ἴσης ἐχθροῦ. τὸν δὲ ἀπὸ τῆς ἴσης ἐχθρὸν ὁρίζεται τὸν μὴ προπαθόντα, ἀλλὰ προκαταρχόμενον ἀδικίας. ὡς ἂν εἰ ἔλεγεν· ὁ προπαθὼν καὶ ἀμυνόμενος χαλεπώτερός ἐστι τοῦ προκαταρχομένου ἀδικίας, μήπω τι παθόντος φc2 ἀπὸ τῆς ἴσης: μοίρας δηλονότι. | |
3.40.7 | μὴ οὖν ...: οἱ ἐπίλογοι ACF γενόμενοι δ’ ὅτι ἐγγύτατα ...: εἰς ἔννοιαν ἐλθόντες ὧν ἐμέλλετε πάσχειν ὑπὸ Λεσβίων BCF μὴ μαλακισθέντες ...: μὴ ἐνδόντες πρὸς τὴν ἡδονὴν τὴν ἀπὸ τῶν λόγων καὶ πρὸς | |
5 | τὸν οἶκτον καὶ τὴν ἐπιείκειαν, μηδὲ ἀμνημονήσαντες τοῦ κιν‐ δύνου οὗ ἂν ἐκινδυνεύσατε, εἰ ἐκράτησαν ὑμῶν φc2 | |
3.40.8 | ἢν γνῶσιν: οἱ σύμμαχοι δηλονότι ABFc2 ἧσσον τῶν πολε‐ μίων ...: τὸ ἑξῆς, ἧσσον πολεμήσετε. ἀντὶ τοῦ οὐδὲ ἧσσον. Ὅμηρος [Ε 800]· | |
5 | Ἦ ὀλίγον οἱ παῖδα ἐοικότα ABFc2 | |
3.42.1 | οὔτε τοὺς προθέντας ...: δημηγορία Διοδό‐ του ὑπὲρ Μιτυληναίων πρὸς τὴν Κλέωνος ABCFe2 ʃ τετάρτη τῇ τάξει ἐν τῇ τρίτῃ ταύτῃ ἱστορίᾳ ἡ παροῦσα πρώτη c2 ʃ πρὸς τὸ (c. 38, 1) „καὶ θαυμάζω μὲν τῶν προθέντων αὖθισ“ | |
5 | καὶ τὰ ἑξῆς ABFc2 ʃ ἰστέον ὅτι ὁ μὲν Κλέων τὸ δίκαιον προ‐ βάλλεται, οὗτος δὲ ὁ Διόδοτος τὸ συμφέρον. καὶ σκόπει τὸ τοῦ συγγραφέως ἔθος, χαίροντος ἀεὶ ταῖς ἀντιπάλοις δημη‐ γορίαις ABFc2 τοὺς προθέντας: εἰς μέσον θέντας τὴν δευ‐ τέραν διάσκεψιν. οὔτε τοὺς μεμφομένους ... βουλεύ‐ | |
10 | εσθαι: πρὸς τὸ (c. 37, 3) „εἰ βέβαιον ἡμῖν μηδὲν καθεστήξει, | |
ὧν ἂν δόξῃ πέρι“ ABFc2 ἀπαιδευσίας: ἀπειρίας. βραχύ‐ τητος: ἀσθενείας. | 190 | |
3.42.2 | τούς τε λόγους ...: πρὸς τὸ (C. 38, 4) „εἰώθατε θεαταὶ μὲν τῶν λόγων γίνεσθαι“ καὶ τὰ ἑξῆς ABFc2 διαμάχεται: ἐναντιοῦται. ἢ ἰδίᾳ τι αὐτῷ διαφέρει: τουτέστι διὰ ἴδιόν τι σκοπεῖ κέρδος καὶ συμφέρον ABFc2 | |
5 | διαφέρει: ὠφελεῖ. εἰ ἄλλῳ τινί: καὶ οὐχὶ λόγῳ δηλονότι ABFc2 περὶ τοῦ μέλλοντος ...: τὸ ἑξῆς, περὶ τοῦ μέλλον‐ τος καὶ ἀφανοῦς δυνατὸν εἶναι φράσαι ABFc2 διαφέρει: λυσιτελεῖ. εὖ μὲν εἰπεῖν ...: τὸ ἑξῆς, εὖ μὲν οὐκ ἂν ἡγεῖται περὶ τοῦ κακοῦ εἰπεῖν δύνασθαι ABFc2 ʃ οὕτω συντακτέον· | |
10 | τὸ μὲν περὶ τοῦ κακοῦ δύνασθαι λέγειν καλῶς, οὐχ ἡγεῖται (ἤγουν οὐ φροντίδα περὶ τούτου ποιεῖται)· ἡγεῖται δὲ μᾶλλον ἐκεῖνο εἶναι καλόν, τὸ διαβαλόντα καὶ ἀπατήσαντα ἐκπλῆξαι τοὺς ἀκουσομένους. ὃ δὴ καὶ διαφέρει τῷ οὕτω λέγοντι· κέρδους γὰρ ἕνεκα τὸ τοιοῦτον εἶδος τοῦ λόγου μεταχειρίζεται. | |
3.42.3 | χαλεπώτατοι ...: πρὸς τὸ (c. 40, 3) „αὐτοὶ δὲ ἐκ τοῦ εὖ εἰπεῖν τὸ παθεῖν εὖ ἀντιλήψονται“ ABFc2 ἐπίδειξιν: συμ‐ βουλίαν ABFc2 ʃ φιλοτιμίαν. ἀμαθίαν: καὶ οὐχὶ χρήματα φησίν ABFc2 ἀπεχώρει: τοῦ δικαστηρίου δηλονότι. ἀδικίας | |
5 | δ’ ἐπιφερομένης: ἀδίκως κατηγορῶν. ὕποπτος: διὰ τὸ ἐπὶ χρήμασι λέγειν ABFφc2 μὴ τυχών: τοῦ σκοποῦ δηλονότι. | |
3.42.4 | ἐν τῷ τοιῷδε: πράγματι δηλονότι. φόβῳ: ἐν τῷ τοὺς δυναμένους τι συμβουλεύειν μὴ τολμᾶν λέγειν, ὡς δόξαν ἐπὶ χρήμασι ληψομένους ABFc2 ὀρθοῖτο: διοικοῖτο καὶ εὐδρομοίη ἡ πόλις. ἐλάχιστα: ἀντὶ τοῦ οὐδὲ ἐλάχιστα. Ὅμηρος | |
5 | [Ε 800]· Ἦ ὀλίγον οἱ παῖδα ABFc2 | |
3.42.5 | χρὴ δέ: τὸ ἑξῆς, χρὴ φαίνεσθαι μὴ ἐκφοβοῦντα, ἀλλ’ ἀπὸ τοῦ ἴσου ἄμεινον λέγοντα ABFc2 τὸν μὴ τυχόντα: τὸν μὴ ἄριστα συμβουλεύοντα. | |
3.42.6 | ἔτι μειζόνων: φύσει γὰρ οἱ ἄνθρωποι οὐ παύονται ἀεὶ τῇ ὀρέξει ἐπεκτεινόμενοι ABFc2 | |
παρὰ γνώμην: τὴν ἑαυτοῦ. ἐπιτυχών: ὀρθῆς βουλῆς. | 191 | |
3.43.2 | τὰ δεινότατα: τὰ ψευδῆ καὶ ἄδικα ABFc2 ἢ τὰ χαλεπώτατα. ἀπάτῃ προσάγεσθαι: πιθανολογεῖν καὶ ἀπατᾶν ABFc2 ὅτι καλὰ ἔσται ταῦτα. | |
3.43.3 | τὰς περινοίας: περιεργίας. ἀδύνατον: διὰ τὴν τῶν χρημάτων δόκησιν ABFc2 πῃ: κατά τινα τρόπον. | |
3.43.4 | χρὴ δὲ πρὸς τὰ μέγιστα ...: τὸ ἑξῆς, χρὴ δὲ ἡμᾶς, πρὸς τὰ μέγιστα προνοοῦντας, περαι‐ τέρω λέγειν ὑμῶν τῶν δι’ ὀλίγου σκοπούντων ABFGc2 καὶ ἐν τῷ τοιῷδε ἀξιοῦντι: ἀντὶ τοῦ καὶ ἐν τοῖς τοιούτοις | |
5 | ὑμῶν ἀξιώμασι καὶ ἐπιτηδεύμασι· τουτέστι τοῖς ὑποπτεύουσι ABFc2 ʃ χρὴ δὲ ἡμᾶς λέγειν πρὸς τὰ μέγιστα προνοοῦντας περαιτέρω ὑμῶν τῶν δι’ ὀλίγου σκοπούντων. καὶ ἐν τῷδε τῷ ἀξιοῦντι, τουτέστιν καὶ οὕτως ἀξιούμενοι παρ’ ὑμῶν ἐπὶ δωροδοκίᾳ· δύο γὰρ τὰ δεινότατα τῇ εὐβουλίᾳ, τάχος τε καὶ | |
10 | ὀργή c3 ʃ ἐν τῇ τοιαύτῃ ὑποψίᾳ. προνοοῦντας: σκεπτο‐ μένους. τῶν δι’ ὀλίγου σκοπούντων: τῶν ἀσκέπτως λεγόντων. | |
3.43.5 | σωφρονέστερον ἂν ἐκρίνετε: μετὰ ὑγιοῦς φρονήσεως ἦν ἂν ἡ κρίσις ἡ ὑμετέρα. | |
3.44.1 | ἀντερῶν: τῷ Κλέωνι δηλονότι. ἀλλὰ περὶ τῆς ἡμετέρας εὐβουλίας: εἰσβολὴ τοῦ συμφέροντος καὶ προκατασκευὴ τοῦ προαναιρεῖν τὰ λυποῦντα τὴν ὑπόθεσιν ABFc2 | |
3.44.3 | πρὸς τὸ ἧσσον ἀφίστασθαι: τὰς πόλεις. θάνα‐ τον ζημίαν προθεῖσι: πρὸς τὸ (c. 40, 8) „καὶ τοῖς ἄλλοις ξυμμάχοις παράδειγμα σαφὲς καταστήσατε, ὃς ἂν ἀφίστηται, θανάτῳ ζημιωσόμενον“ ABCF | |
3.44.4 | τῷ εὐπρεπεῖ: τῇ πιθανο‐ λογίᾳ τοῦ Κλέωνος ABCFG οὐ δικαζόμεθα πρὸς αὐτούς: οὐ δικαστήριον συγκροτοῦμεν κατὰ τῶν Μιτυληναίων. ὥστε τῶν δικαίων ...: οὐ περὶ τοῦ δικαίου, φησί, συμβουλευό‐ | |
5 | μεθα, ἀλλὰ τοῦ συμφέροντος ABFc2 χρησίμως: ἡμῖν δη‐ λονότι. | |
3.45.1 | ἐν οὖν ταῖς πόλεσι ...: τοῦ Κλέωνος συμ‐ βουλεύσαντος ἀποκτεῖναι πάντας Μιτυληναίους καὶ παρά‐ | |
δειγμα τοῖς ἄλλοις ποιῆσαι Ἕλλησιν, ἵνα μὴ ἀφίστωνται ἀπὸ τῶν Ἀθηναίων, ὁ Διόδοτος τἀναντία συμβουλεύων, φησὶ πρὸς | 192 | |
5 | τοῦτο ἐκ τοῦ μᾶλλον. εἰ γὰρ ἐν ταῖς ἄλλαις πόλεσι πολλῶν καὶ οὐ μειζόνων ἐγκλημάτων θάνατος ἡ ζημία πρόκειται, καὶ ὅμως οἱ ἄνθρωποι τῇ ἐλπίδι ἐπαιρόμενοι ῥιψοκινδύνως ἐγχει‐ ροῦσιν αὐτοῖς, καὶ οὐδεὶς δύναται κωλυτὴς γενέσθαι τῶν τηλικούτων ἔργων, ἀλλ’ ὁσημέραι πράττονται, δῆλον ὅτι, καὶ | |
10 | εἰ τοὺς Μιτυληναίους ἀποκτείνομεν, ζημιούμεθα μὲν καὶ περὶ ἑαυτοὺς σφαλλόμεθα, οὐ μέντοι γε φόβον τινὰ τοῖς ἄλλοις παρέξομεν, ἀλλ’ οὐδὲν ἧττον ἔστιν ὅτε ἀποστήσονται, τῇ ἐλπίδι κουφιζόμενοι ABFc2 πολλῶν: οἷον τυραννίδος καὶ προδοσίας καὶ φόνου καὶ μοιχείας καὶ ἄλλων ABFc2 τῷδε: τῷ τῶν | |
15 | Μιτυληναίων ἀδικήματι, τῇ ἀποστάσει ABFc2 κινδυνεύουσι: ῥιψοκινδύνως πράττουσι ABFc2 καταγνοὺς ἑαυτοῦ ...: Ὅμηρος [Ρ 32]· Ῥεχθὲν δέ τε νήπιος ἔγνω ABFc2 | |
3.45.2 | τίς πω: οὐδεμία. | |
3.45.3 | τούτου: τοῦ ἁμαρτάνειν δηλονότι ABFc2 διεξεληλύθασι: ἐπραγματεύσαντο, φησί, περὶ πάσης ἀδικίας καὶ ἁμαρτίας οἱ νομοθέται καὶ ἐξέθεντο ποινάς ABFc2 αὐτάς: τὰς ζημίας. ἀνήκουσιν: ἀνέρχονται. | |
3.45.4 | τούτου: τοῦ θανάτου ABFc2 οὐδὲν ἐπίσχει: οὐδὲν κωλύει, φησίν, ὁ τοῦ θανάτου φόβος τοὺς βουλομένους ἐξαμαρτάνειν ABFc2 ἀλλ’ ἡ μὲν πενία ...: τὰς αἰτίας βούλεται δηλῶσαι τῶν | |
5 | ἁμαρτημάτων, ἀφ’ ὧν κινούμενοι οἱ ἄνθρωποι ἁμαρτάνουσι· καί φησιν ὅτι οἱ μὲν ὑπὸ πενίας ἀναγκάζονται λῃσταὶ εἶναι, οἱ δὲ ὑπ’ ἐξουσίας καὶ μεγαλοφροσύνης πλεονεκτοῦσιν, οἱ δὲ ὁμοίως διά τινα κρείττονα ἀναγκάζονται κινδυνεύειν, οἷον οἱ πόρνοι καὶ οἱ μέθυσοι δι’ ἡδονήν· καὶ ὅπερ φησὶν Ἀριστο‐ | |
10 | τέλης ἐν τοῖς Ἠθικοῖς (Nicom. 1094a 1), ὅτι πᾶσα πρᾶξις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ ABFc2 ἡ δ’ | |
ἐξουσία: ἀπὸ κοινοῦ τὸ ἐξάγουσιν ἐς τοὺς κινδύνους ABFc2 αἱ δ’ ἄλλαι ξυντυχίαι: οἱ ξυντυχόντες τοῦ μέσου, ἤτοι μήτε πένητες μήτε πλούσιοι ὄντες. ὀργῇ: ὀργὴ ὁ τρόπος BFc2 | 193 | |
3.45.5 | ἥ τε ἐλπὶς καὶ ὁ ἔρως: πρῶτόν τις ἐρᾷ, εἶτα ἐλπίζει, εἶτα ἐγχειρεῖ. Ἡσίοδος [Op. 96]· Μούνη δ’ αὐτόθι ἐλπὶς καὶ τὰ ἑξῆς ABFc2 τὴν ἐπιβολὴν ... εὐπορίαν: ἐπιβολὴν τὴν ἐγχείρησιν, εὐ‐ | |
5 | πορίαν τὴν ἄνυσιν Fc2 ἐκφροντίζων: ἔξω φροντίδος τιθέ‐ μενος. | |
3.45.6 | ἐπ’ αὐτοῖς: μετὰ τὸν ἔρωτα καὶ τὴν ἐλπίδα. ἀδοκήτως γὰρ ἔστιν ὅτε ...: πολλάκις, φησίν, ἐγχειρήσας τις πράγματι ἔτυχεν αὐτοῦ, ἄλλος δὲ θεασάμενος ῥιψοκιν‐ δύνως κατατολμᾷ τοῦ αὐτοῦ πράγματος, καὶ ἀπὸ μικροτέρων | |
5 | ἀφορμῶν ἔστιν ὅτε, διὰ τὸ καὶ τὸν ἄλλον ὁρᾶν ἐπιτυγχάνοντα ABFc2 προάγει: παρακινεῖ. ἐλευθερίας ἢ ἄλλων ἀρχῆς: Ποτίδαια περὶ ἐλευθερίας, Ἀθῆναι περὶ ἄλλων ἀρχῆς ἔν τε Σικελίᾳ καὶ ἀλλαχοῦ ABFc2 ἕκαστος ἀλογίστως ...: καὶ ἕκαστος, φησί, τῶν πολιτῶν μετὰ τοῦ κοινοῦ ἀλογίστως μει‐ | |
10 | ζόνως δοξάζει καὶ ἐλπίζει νικῆσαι ABFc2 | |
3.45.7 | ὅστις οἴεται: ταῦτα πρὸς τὸν Κλέωνα ABFc2 | |
3.46.1 | οὔκουν χρὴ ...: ἐάντε, φησί, θανάτῳ διαχρήσησθε Μιτυληναίους, ἐάν τε ἄλλῳ τῳ δεινῷ κολάσαντες τούτους νομίσητε ἀσφαλῶς ἕξοντες ὑπὸ χεῖρα τὰς πόλεις τὰς λοιπάς, οὐ καλῶς ἔσεσθε βεβουλευμένοι. ἡ γὰρ ἀνθρωπίνη φύσις ὀξύρ‐ | |
5 | ροπος οὖσα καὶ προθύμως ὅ, τι βουληθείη πράττουσα οὐκ ἀνακοπήσεται τῆς ὁρμῆς τῇ τοιαύτῃ ὑμῶν ἀσφαλείᾳ. ἐχεγγύῳ: ἰσχυρᾷ, ὡς ἐγγυῆσαι δυναμένῃ ABF ʃ βεβαίῳ. οὔτε ἀνέλ‐ πιστον καταστῆσαι: τῷ ψηφίσασθαι θάνατον Μιτυληναίων, ὡς ὁ Κλέων ἠξίου. τὸ δὲ οὔκουν χρὴ ἀπὸ κοινοῦ ABFc2 ἐν | |
10 | βραχυτάτῳ: καιρῷ βραχυτάτῳ δηλονότι ABFc2 | |
3.46.2 | γνῷ μὴ περιεσομένη: ἀντὶ τοῦ μὴ ἀπελπίσαι τοῦ περιεῖναι καὶ σωθῆναι. ὁ δὲ νοῦς τοιοῦτος, ὅτι, ἐάν τις ἀποστῇ ἀφ’ ἡμῶν | |
πόλις, πάλιν αὐτὴν ἀναληψόμεθα, καὶ τὰς δαπάνας οὐκ ἀπο‐ | 194 | |
5 | λέσομεν διὰ τὸ ἐλπίδα αὐτοῖς ζωῆς νομοθετῆσαι. ταῦτα δὲ πρὸς τὸν Κλέωνα εἰπόντα (c. 39, 8) „Ἡμῖν δὲ πρὸς ἑκάστην πόλιν ἀποκεκινδυνεύσεται τά τε χρήματα καὶ αἱ ψυχαί“ ABFMc2 ξύμβασιν: φιλίαν. ἐκείνως: ἀλλοτρόπως. | |
3.46.3 | διὰ τὸ ἀξύμβατον: διὰ τὸ ἀσυγχώρητον ABFMc2 παραλαβεῖν: ἀπὸ κοινοῦ τὸ πῶς οὐ βλάβη ἡμῖν; ABFc2 τῆς προσόδου: τοῦ κέρδους. τῷδε: τῇ προσόδῳ καὶ φορολογίᾳ ABFMc2 | |
3.46.4 | λόγον: ἀπαρίθμησιν. καὶ τὴν φυλακὴν μὴ ... ποι‐ εῖσθαι: πρὸς τὸν Κλέωνα καὶ ταῦτα ABFc2 δρῶντες: ἡμεῖς οἱ Ἀθηναῖοι. τὸ ἑξῆς· ἤν τινα ἀποστάντα χειρωσώμεθα, χαλεπῶς οἰόμεθα χρῆναι τιμωρεῖσθαι ABFMc2 βίᾳ: ἀκουσίως. | |
3.46.6 | ἀφισταμένους: τοῦ ἄρχεσθαι. τὸ ἑξῆς, ἀφισταμένους οὐ σφόδρα κολάζειν. τούτου: τοῦ ἀποστῆναι. ἐπιφέρειν: ἀπὸ κοινοῦ τὸ χρή ABFMc2 | |
3.47.1 | τοῦτο: λείπει ἡ κατά. | |
3.47.2 | νῦν μὲν γὰρ ...: πρὸς τὸ (c. 39, 6) „Καὶ μὴ τοῖς μὲν ὀλίγοις ἡ αἰτία προσ‐ τεθῇ, τὸν δὲ δῆμον ἀπολύσητε“ καὶ τὰ ἑξῆς ABFMc2 τοῖς ὀλίγοις: τοῖς δυνατοῖς. ἐὰν βιασθῇ: συναποστῆναι δηλον‐ | |
5 | ότι. τοῖς ἀποστήσασιν: ἤγουν τοῖς ἄρχουσιν. ἀντι‐ καθισταμένης: ἐναντιουμένης. ἐς πόλεμον ἐπέρχεσθε: τῇ πόλει ἐπέρχεσθε ABCFM | |
3.47.3 | ὅπλων ἐκράτησεν: ἤγουν ὡπλίσθη. τοῖς δυνατοῖς: τοῖς πλουσίοις ABCFM τὰς πόλεις: ἡμῶν δηλονότι. κεῖσθαι: ὡρίσθαι. | |
3.47.4 | μὴ προσποιεῖσθαι: μήτοι γε δεικνύειν τὸ γνῶναι, ἀλλὰ μηδὲ μέχρι σχήματος δεικνύειν τὴν ἀδικίαν ἐκείνων. | |
3.47.5 | τὴν κάθ‐ εξιν: τὴν ἀσφάλειαν καὶ κατοχὴν καὶ κράτησιν ABCFGM καὶ τὸ Κλέωνος ...: πρὸς τὸ (c. 40, 4) „Πειθόμενοι μὲν ἐμοὶ τά τε δίκαια ἐς Μυτιληναίους καὶ τὰ ξύμφορα ἅμα ποι‐ | |
5 | ήσετε“ ABCFM | |
3.48.1 | ὑμεῖς δέ: οἱ ἐπίλογοι BCF ἀμείνω: τῶν | |
βουλευμάτων τοῦ Κλέωνος δηλονότι. οἷς: οἴκτῳ καὶ ἐπιεικείᾳ ABCFM τῶν παραινουμένων: τῆς ἐμῆς παραινέσεως. | 195 | |
3.48.2 | ἢ μετ’ ἔργων ἰσχύος ἀνοίᾳ: ἢ ἀβούλως, δηλονότι ἰσχύι καὶ δυνάμει ἐργαζόμενος Mφc2 | |
3.49.1 | τοιαῦτα μέν: τινὲς [γὰρ] λέγουσιν ὅτι τοιαῦτα δὲ ὤφειλεν εἰπεῖν, ἐπειδὴ ὀπίσω εἶπε (c. 41) „τοιαῦτα μὲν ὁ Κλέων“. ἀλλ’ ἡμεῖς φαμὲν ὅτι ἐκεῖ καὶ τὸν δέ ἀπέδωκεν εἰπὼν „μετὰ ταῦτα δέ“ c2 ῥηθεισῶν δὲ ...: σημείωσαι τὴν | |
5 | σύνταξιν BCφ ἦλθον μὲν ἐς ἀγῶνα ...: ἀμφιβόλως ἔσχον καὶ ἐνδοιαστικῶς περὶ τὴν δόξαν. οὕτω γὰρ δεινῶς καὶ καλῶς εἰρήκασιν ἀμφότεροι, ὥστε ἀμφιβάλλειν τίνι προστεθῶ‐ σιν Mφc2 ʃ οἷον ἀντηγωνίζοντο καὶ ἐφιλονείκουν ἐφαμίλλως περὶ τῶν δοκούντων ἀλλήλοις Mφ ἀγχώμαλοι: σχεδὸν ἴσοι | |
10 | Patm. ʃ ἐγγὺς ἴσοι καὶ σχεδὸν παραπλήσιοι Mφc2 ʃ ἰσοσθενεῖς φc2 | |
3.49.2 | προεῖχε δέ: τοῦ πλοῦ δηλονότι. | |
3.49.3 | ᾑροῦντο: ἐλάμβανον. κατὰ μέρος: κατὰ διαδοχὴν μερικήν. | |
3.49.4 | 〈ση‐ μείωσαι〉 ἀλλόκοτον A ʃ τὸ ἄτοπον καὶ ἀλλοῖον Patm. τὰ δεδογμένα: τῇ βουλῇ δηλονότι. παρὰ τοσοῦτον μὲν ... κινδύνου: ἀντὶ τοῦ εἰς τοσοῦτον ἦλθε κινδύνου, ὥστε καὶ | |
5 | ἀναγνωσθῆναι τὸ περὶ τοῦ θανάτου ψήφισμα. ἢ ἀντὶ τοῦ παρὰ μικρόν· ἔμελλε γὰρ εὐθὺς πράξειν τὰ ἐπισταλέντα ὁ Πάχης FMc2 | |
3.50.2 | κλήρους: μερίδας Μηθυμναίων: οὗτοι γὰρ οὐκ ἀπέστησαν ABCFM ἱερούς: ὀργάς, ἡ ἀφιερωμένη χώρα τοῖς θεοῖς, ἤτοι ἀπὸ τῶν ὀργίων, ἅπερ ἐστὶ μυστήρια, ἤτοι ἀπὸ τοῦ ὀργᾶν, ὅπερ ἐστὶν ἐπιθυμεῖν καρπὸν φέρειν. αὕτη γὰρ οὐκ | |
5 | ἐγεωργεῖτο, ἐπάρατος οὖσα. ἐν τῷ περὶ συντάξεως (Demosth. XIII 32)· „πρὸς τοὺς καταράτους Μεγαρέας ἐψηφίσασθε ἀποτεμνομένους τὴν ὀργάδα“ Patm. ἐξεῖλον: ἐξαιρέτους ἀνέθεσαν. δύο μνᾶς φέρειν: μνᾶ, λίτραι βʹ Patm. | |
3.51.1 | ἐν δὲ τῷ αὐτῷ θέρει: μετάβασις ABCF | |
3.51.2 | αὐτό‐ θεν: ἀπὸ τῆς Μινῴας. ἀπὸ τοῦ Βουδόρου: τὸ Βούδορον ἀκρωτήριον τῆς Σαλαμῖνος ABCFM τούς τε Πελοποννη‐ σίους: ἀπὸ κοινοῦ τὸ ἐβούλετο ὁ Νικίας ABCFM αὐτόθεν: | 196 |
5 | ἀπὸ τῆς Μινῴας. τὸ πρίν: ὅτε ὁ Κνῆμος καὶ ὁ Βρασίδας οἱ Σπαρτιᾶται μετὰ τῶν τεσσαράκοντα νεῶν ἀπὸ Νισαίας ἐξαπίνης προσέπεσον τῷ Βουδόρῳ, ὥς φησιν ὁ συγγραφεὺς ἐν τῇ δευτέρᾳ (c. 93 sq.) ABCFM ἐκπομπαῖς: ἐκδρομαῖς. | |
3.51.3 | τῆς νήσου: τῆς Μινῴας. ᾗ: ὅπου. τενάγους: τοῦ ἕλους. | |
3.52.1 | ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ...: ἅλωσις Πλα‐ ταιῶν ABFMc2 | |
3.52.2 | αὐτῶν: τῶν Πλαταιέων. εἰρημένον γὰρ ἦν αὐτῷ: ἀντίπτωσις, ἤτοι αἰτιατικὴ ἀντὶ γενικῆς. ἀντὶ τοῦ εἰρημένου γὰρ αὐτῷ εἶπεν Mφc2 ἐκ Λακεδαίμονος: ἐκ τῆς βουλῆς τῶν Λακεδαιμονίων. μὴ ἀνάδοτος εἴη: | |
5 | ἀποδόσιμος Patm. ʃ μὴ ἀποδοθῇ δηλονότι ὀπίσω, μὴ ἀπο‐ δόσιμος γένοιτο Mφc2 προσπέμπει δέ: οὗτος ὁ δέ πρὸς τὸν μέν. προεῖπε γὰρ ὅτι „βίᾳ μὲν οὐκ ἐβούλετο ἑλεῖν“ ABFMc2 δίκην: κρίσιν. | |
3.53.1 | τὴν μὲν παράδοσιν: δημηγορία Πλαταιέων Ce2 ʃ ἡ δημηγορία τῶν Πλαταιέων δικανικωτέρα ἐστί· τὸ δὲ προ‐ οίμιον ἐξ αὐτοῦ τοῦ πράγματος καὶ ἐκ προσοχῆς ABCFGM ʃ τῇ μὲν τάξει ἐν τῇ παρούσῃ τρίτῃ τῶν Θουκυδίδου ἱστοριῶν | |
5 | πέμπτη τῶν μὲν Πλαταιέων αʹ c2 πιστεύσαντες ὑμῖν ...: κατὰ δύο, φησί, τρόπους προυθυμήθημεν ἐγχειρίσαι ὑμῖν τοῖς Λακεδαιμονίοις τὴν πόλιν, κατά τε τὸ μὴ περὶ θανάτου κρι‐ θῆναι, ἀλλὰ περί τινος μαλακωτέρας ζημίας, καὶ καθὸ δι‐ καίους ὑμᾶς κριτὰς ἡγησάμεθα γενέσθαι. νῦν δέ, φησί, φο‐ | |
10 | βούμεθα μὴ ἀμφοτέρων ἅμα ἡμαρτήκαμεν. καὶ τὴν αἰτίαν | |
εὐθὺς ἐπιφέρει· Τόν τε γὰρ ἀγῶνα, φησί ABCF οὐκ ἐν ἄλλοις: ἢ ὑμῖν. τὸ δὲ ἑξῆς, καὶ ἐν δικασταῖς οὐκ ἐν ἄλλοις δεξάμενοι γενέσθαι, ὥσπερ καὶ ἐσμὲν ἄρτι κρινόμενοι ὑφ’ ὑμῶν ABCFM τὸ ἴσον: τουτέστι τὸ δίκαιον ABCF φέρε‐ | 197 | |
15 | σθαι: ἀποφέρεσθαι. | |
3.53.2 | περὶ τῶν δεινοτάτων: περὶ θα‐ νάτου ABCFM μὴ οὐ κοινοί: μὴ οὐ δίκαιοι, ἀλλ’ ἑτεραλκέα τὴν νίκην ποιήσητε CMφ ʃ μὴ οὐκ ἴσοι. τεκμαιρόμενοι: ἡμεῖς δηλονότι ABFMc2 ʃ ὑμεῖς C ᾧ: τῷ ἐρωτήματι. | |
3.53.3 | ὁ μὴ ῥηθεὶς λόγος: ὁ ἄνθρωπος ὁ σιωπήσας καὶ μὴ εἰπών. σωτήριος: πρόξενος σωτηρίας. | |
3.53.4 | πρὸς τοῖς ἄλλοις: τοῖς σιωπῶσιν ἐξ ἀπορίας. ἐπεσενεγκάμενοι: ἡμεῖς FGMc2 πρὸς εἰδότας: ὑμᾶς ABFGMc2 ἄλλοις: τοῖς Θηβαίοις ABFMc2 διεγνωσμένην: προειλημμένην f | |
3.54.2 | φαμὲν γάρ: οἱ ἀγῶνες ABFGMc2 οὐκ ἀδικεῖ‐ σθαι ὑμᾶς: ὑφ’ ἡμῶν μὲν ὡς πολεμίους. ʃ τοῦτο τὸ ἐπι‐ χείρημα λύσις ἐστὶ τοῦ Λακεδαιμονικοῦ διλημμάτου ἐρωτή‐ ματος, τοῦ λέγοντος ὅτι Ἠδικήσατε ἡμᾶς, ὦ Πλαταιεῖς, | |
5 | ἐν τῷ παρόντι πολέμῳ, ἢ οὔ; ἵνα, εἰ μὲν εἴποιεν ἀδικήσαντες, ὡς ἀδίκους αὐτοὺς μετελεύσωνται· εἰ δὲ μή, ὡς ψευδομένους, εἴπερ ἀγαθόν τι ποιῆσαι Λακεδαιμονίους καὶ τοὺς συμμάχους φήσαιεν. φασὶν οὖν οἱ Πλαταιεῖς, ἀπολογούμενοι ἐπὶ τού‐ τοις· εἰ μὲν 〈ὡσ〉 πολεμίους ἡμᾶς περὶ τούτων πυνθάνεσθε, | |
10 | φαμὲν μὴ ἀδικεῖσθαι τοὺς Λακεδαιμονίους ὑμᾶς ὑφ’ ἡμῶν, εἴ τι μὴ καλὸν ἐν πολέμῳ πεπόνθατε, ᾧπερ ἦμεν ἐχθροί· εἰ δὲ ὡς φίλους καταιτιᾶσθαι βούλεσθε, ἑαυτοὺς αἰτιᾶσθε· ὑμεῖς γὰρ πρότεροι ἠδικήσατε, καθ’ ἡμῶν μετὰ τῶν συμμάχων Θη‐ βαίων ἐπιστρατεύσαντες. φίλους δὲ νομίζοντας: ἡμᾶς | |
15 | δηλονότι. αὐτοὺς ἁμαρτάνειν: αὐτοὺς ὑμᾶς, τοὺς Λάκωνας ABFMc2 | |
3.54.3 | τῷ δέ: τῷ Μήδῳ. | |
3.54.4 | καὶ γὰρ ἠπειρῶται ...: ταῦτα πάντα πλατυκῶς ἱστορεῖ ὁ Ἡρόδοτος [VIII. init.] ABCFGM ἐν τῇ ἡμετέρᾳ γῇ: ἐν τῇ Πλαταίᾳ. | |
3.54.5 | περιέστη: | |
περιεκύκλωσεν. οὐκ εἰκός: οὐ δίκαιον. | 198 | |
3.55.1 | δεομένων γάρ ...: καὶ ταῦτα παρ’ Ἡροδότῳ (VI 108) κεῖται διεξοδικῶς ABCF | |
3.55.2 | τῷ πολέμῳ: τῷ νῦν δηλονότι. ἐκπρεπέστερον: ἔξω τοῦ πρέποντος καὶ τοῦ ἁρ‐ μόζοντος ABFGMc2 | |
3.55.3 | ὑμῶν: τῶν Λακεδαιμονίων. ἐναντία Θηβαίοις: μαχόμενοι τοῖς Θηβαίοις. καλόν: δίκαιον. οὐ καλὸν προδοῦναι, δηλονότι εἰς τὰ προστασσόμενα ὑπὸ τῶν Ἀθηναίων. πολιτείας μετέλαβεν: ἐπολιτογραφήθη. | |
3.55.4 | ἑκά‐ τεροι: οἵ τε Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι ABCFGM ἐξη‐ γεῖσθε: παραγγέλλετε f ἐπὶ τὰ μὴ ὀρθῶς ἔχοντα: ἐπὶ τὰ ἄδικα. | |
3.56.2 | καταλαμβάνοντας: λῃστρικῶς ἐπερχομένους. ἐν σπονδαῖς: σπονδῶν οὐσῶν εἰρηνικῶν. πᾶσι: τοῖς Ἕλ‐ λησιν. ὅσιον: δίκαιον. βλαπτοίμεθα: ἀδικοίμεθα. | |
3.56.3 | αὐτίκα: ἐν τῷ ἐνεστῶτι. | |
3.56.4 | νῦν: ἐν τῷ πολέμῳ. ὠφέ‐ λιμοι δοκοῦσιν εἶναι: οἱ Θηβαῖοι δηλονότι. ʃ ὠφέλιμοι ἐφάνησαν ὑμῖν δηλονότι, ἢ καὶ ὠφελιμώτεροι. καὶ οἱ ἄλλοι Ἕλληνες: ἐφείσατο εἰπεῖν οἱ Ἀθηναῖοι, διὰ τὸ φορτικόν | |
5 | ABCFGM ὅτε ἐν μείζονι κινδύνῳ ἦτε: ἐπὶ τῶν Μηδικῶν ACFM δεινοί: μετὰ δεινότητος. πᾶσι: τοῖς Ἕλλησιν. οἵδε: οἱ Θηβαῖοι BCF μετ’ αὐτοῦ ἦσαν: συνεμάχουν αὐτῷ. | |
3.56.5 | ἀντιθεῖναι: ἐναντίαν θεῖναι. μείζω τε πρὸς ἐλάσσω: μείζω προθυμίαν πρὸς ἐλάσσω ἁμαρτίαν ABCFM ἀρετήν: ἀνδρείαν. ἐπῃνοῦντό τε μᾶλλον: ὑπερβαλλόντως εἶχον τὸν ἔπαινον. ἀσφαλείᾳ: τῇ ἑαυτῶν δηλονότι. ἐθέ‐ | |
5 | λοντες δέ ...: ὅπερ καὶ Ἀθηναῖοι ἔπραξαν, τὴν πόλιν αὐτῶν ἐρημώσαντες καὶ ναυσὶ κινδυνεύσαντες ABCFGM τολμᾶν: σὺν τόλμῃ πράττειν. | |
3.56.7 | γιγνώσκοντας: ὑμᾶς τοὺς Λακεδαιμονίους ABCFM βέβαιον τὴν χάριν: καὶ ἐν τῇ αʹ (c. 32, 1) ὁ Κερκυραῖος „καὶ τὴν χάριν βέβαιον ἕξουσι“ | |
ABCFM ἔχωσι: παρέχωσι. | 199 | |
3.57.1 | μὴ τὰ εἰκότα: οὐχὶ δίκαια. οὐ γὰρ ἀφανῆ: Ὅμηρος (ω 413)· Ὄσσα δ’ ἄρ’ ἄγγελος ὦκα ABFMc2 ἐπαινούμενοι δέ: ὑμεῖς ABCFGM ἀνδρῶν ἀγαθῶν πέρι: | |
5 | ἡμῶν δηλονότι τῶν Πλαταιέων ABCFGM αὐτοὺς ἀμείνους ὄντας: ἀντὶ τοῦ ὑμᾶς τοὺς λακεδαιμονίους. ὅρα δὲ πῶς κολακεύει λανθανόντως τοὺς Λάκωνας ABCFGM ἀνατεθῆναι: ἀπὸ κοινοῦ τὸ μὴ οὐκ ἀποδέξωνται ABFMc2 | |
3.57.2 | ἐς τὸν τρί‐ ποδα: τὸν ἐκ τῶν Μηδικῶν σκύλων, ὃν ὁ Παυσανίας ἐποίησε ABCFM | |
3.57.3 | Θηβαίων ἡσσώμεθα: διὰ τοὺς Θηβαίους κατα‐ βαλλόμεθα. νῦν δέ: κινδυνεύομεν δηλονότι. | |
3.57.4 | καὶ ἀτι‐ μώρητοι: οὐδεμίαν βοήθειαν ἔχοντες ὑπό τινος. | |
3.58.1 | τῶν ξυμμαχικῶν: τῶν ἐφόρων τῆς ξυμμαχίας τῆς ἡμετέρας. τῆς ἀρετῆς: τῆς ἡμετέρας. τῆς ἐς τοὺς Ἕλληνας: ἀπὸ κοινοῦ τὸ ἕνεκα. τὸ ἑξῆς, ἀξιοῦμεν καμφθῆ‐ ναι ABCFM ἀνταπαιτῆσαι: καὶ τοῦτο ἀπὸ τοῦ πρέποντος | |
5 | ABCFM κομίσασθαι: ἀπὸ κοινοῦ τὸ ἀξιοῦμεν ABCFM ἄλ‐ λοις: τοῖς Θηβαίοις ABCFM αὐτούς: ὑμᾶς τοὺς Λάκωνας ABCFM | |
3.58.2 | εὔνους: ὄντας δηλονότι. | |
3.58.3 | τῶν σωμάτων: ἀνωτέρω μὲν ὑπὲρ τῆς πόλεως ἠγωνίζετο, νῦν δὲ καὶ ὑπὲρ τῶν ἑαυτῶν σωμάτων ABCFM χεῖρας προϊσχομένους: ἱκετεύσαντας. τούτους: τοὺς αὐτομόλους ABFMc2 | |
3.58.4 | ἐσθή‐ μασί τε καὶ τοῖς ἄλλοις νομίμοις: ἐσθήματα, τὰ ἐνα‐ γίσματα· οὐ γὰρ ἐπὶ ἐσθῆτος νῦν λέγει Patm. | |
3.58.5 | τὴν Πλα‐ ταιΐδα: τὴν Θηβαΐδα AB καὶ παρὰ τοῖς αὐθένταις: αὐθένται, οἱ φονεῖς Patm. ʃ τοῖς φονεῦσιν. αὐθένται κυρίως οἱ αὐτόχειρες καὶ οἱ πολέμιοι· οἱ δὲ νῦν αὐθέντας τοὺς κυ‐ | |
5 | ρίους καὶ δεσπότας. αὐθέντας δὲ λέγει τοὺς Θηβαίους ABCFGM πρὸς δέ: πρὸς τοῖς εἰρημένοις. τῶν ἑσσαμένων: ἱδρυσα‐ μένων BCFGM ἀφαιρήσεσθε: ζημιώσετε. | 200 |
3.59.1 | οὐ πρὸς τῆς ὑμετέρας δόξης: οὐχ ἅπτεται τῆς ὑμετέρας δόξης. ʃ ὅρα πάλιν πῶς κολακεύει ABCFM φεί‐ σασθαι δέ: ἀπὸ κοινοῦ τὸ οὐ πρὸς τῆς ὑμετέρας δόξης ABCF οἷοι: τουτέστιν εὐεργέται τῆς Ἑλλάδος καὶ ὑμῶν αὐτῶν, διὰ | |
5 | τὰ ἐν Ἰθώμῃ ABCFGM καὶ ὡς ἀστάθμητον τὸ τῆς ξυμ‐ φορᾶς: ἀπὸ τοῦ ἀδόξου καὶ ἀδήλου τῆς τύχης τὸ ἐπιχείρημα· ἐν ᾧ καὶ εἰσβολὴ αἰδοῦς καὶ ἐλέου ABCFM | |
3.59.2 | ἡ χρεία: ἡ ἀνάγκη. τοὺς ὁμοβωμίους: τοὺς τιμωμένους ἐν τοῖς αὐτοῖς καὶ ὁμοίοις βωμοῖς. τῶν πατρῴων τάφων: ἕνεκα δηλονότι. τοὺς κεκμηκότας: τοὺς νεκρούς. [καὶ] Ὅμηρος | |
5 | (Γ 278)· καὶ οἳ ὑπένερθε καμόντας ABFGMc2 | |
3.59.3 | ὅπερ δέ ...: οἱ ἐπίλογοι ABFMc2 ἀναγκαῖον: χρήσιμον. λόγου τελευτᾶν: ἤγουν κατὰ τὸ τέλος τοῦ λόγου εἰπεῖν. τῷ αἰσχίστῳ ὀλέθρῳ λιμῷ: Ὅμηρος (μ 342)· Λιμῷ δ’ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν ABFMc2 | |
3.60.1 | ἐκείνοις: τοῖς Πλαταιεῦσι. αὐτῶν: τῶν Θη‐ βαίων. ὡς δ’ ἐκέλευσαν: οἱ Λακεδαιμόνιοι. | |
3.61.1 | τοὺς μὲν λόγους: δημηγορία Θηβαίων ABCFMe2ʃ ἐν τῇ παρούσῃ τετάρτῃ τῶν ἱστοριῶν ἕκτη τὴν τάξιν, τῶν δὲ Θηβαίων πρώτη c2 ʃ οὓς μέλλομεν ἐρεῖν δηλονότι. αὐτοί: οἱ Πλαταιεῖς ABFc ἐπὶ ἡμᾶς: καθ’ ἡμῶν. ἐπ’ ἡμᾶς: | |
5 | Μηδεὶς ἐπ’ ἠμᾶς τῶν σοφῶν ἀποξέσῃ, ποιῶν ἐφ’ ἡμᾶς, ὡς ἀνορθοῖ τὴν βίβλον, ὥς τις τὸ πρὶν ὤρθωσε τὴν τοῦ Ἡροδότου. Τοὺς Αἰολεῖς, Ἴωνας ὁ Τζέτζης λέγει | |
ψιλοῦν τὰ πάντα καὶ γράφειν ὥσπερ τόδε· | 201 | |
10 | ἡ Θηβαῒς δ’ αὖ Αἰολὶς γλῶσσα λόγοις. Τεθηπέναι λέγει δὲ τὸν Θουκυδίδην λέξιν μίαν γράψαντα Θηβαίων γένους, ἔχοντα πολλὰς τῇ γραφῇ παραφέρειν, ὔμμες λέγοντα, καὶ νύμους δὲ τοὺς νόμους, | |
15 | καὶ λοιδορεῦντες, καὶ βιάσειν, καὶ πόσα e2 αὐτῶν: ἑαυτῶν, τῶν Πλαταιέων ABCFM ᾐτιασμένων: δεδρασμένων, ᾐτιασμένων, ὡς τὸ ἠναγκασμένων. καὶ τὸ χνοῶντες, χνοάζοντες, αἰτιῶντες, αἰτιάζοντες· οὕτω καὶ ταῦτα, αἰτιῶ, αἰτιάζω, δρῶ, δράζω f ὧν: τῶν Μηδικῶν ABFMc2 | |
20 | πρὸς μὲν τά: πρὸς τὰ ἡμῶν κατηγορηθέντα ABFMc2 ʃ πρός τινα. ἡ ἡμετέρα—κακία: ταῦτα εἰρωνικῶς λέγει ὁ Θηβαῖος· οὐ γὰρ ἔχει τοιοῦτον φρόνημα, ὡς ἐκ τῶν ἑπομένων ἐστὶ δῆ‐ λον· ὡς καὶ Ὅμηρος (Υ 434) ποιεῖ τὸν Ἕκτορα λέγοντα πρὸς τὸν Ἀχιλλέα· | |
25 | Οἶδα δ’ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων ABCFMʃ ἡ δοκοῦσα παρ’ αὐτοῖς κακία. | |
3.61.2 | αὐτοῖς: τοῖς Πλαταιεῦσιν. ὕστερον τῆς ἄλλης Βοιωτίας: μετὰ τὴν συνοίκισιν τῆς ἄλλης Βοιωτίας. οὗτοι: οἱ Πλαταιεῖς ABFMc ἔξω: ἀντὶ τοῦ ἄνευ. προσηναγκάζοντο: ἐμμένειν τοῖς πατρίοις | |
5 | ἔθεσι. | |
3.62.1 | ἡμᾶς λοιδοροῦσιν: μηδίσαντας δηλονότι. | |
3.62.2 | ἡμεῖς δὲ μηδίσαι ...: ἀπὸ τῆς γνώμης καὶ αἰτίας ἡ λύσις τοῦ εὐεργετήματος ABCFM τῇ αὐτῇ ἰδέᾳ: τῇ αὐτῇ ὑποθέσει. ἀττικίσαι: τὰ τῶν Ἀττικῶν φρονῆσαι A ʃ ὥσπερ ἡμεῖς μόνοι ἐμηδίσαμεν, οὕτω καὶ οὗτοι μόνοι ἠττίκισαν ABCFM | |
3.62.3 | ἡμῖν μὲν γάρ ...: ἡ λύσις τοῦ ἁμαρτήματος συγγνω‐ μονική ABCFM κατ’ ὀλιγαρχίαν: τουτέστι κατὰ ἀριστο‐ κρατίαν ABCF τῷ σωφρονεστάτῳ: τουτέστι τοῖς σώφροσιν ἀνδράσιν ABCFM ὀλίγων ἀνδρῶν: Ἀτταγίνου καὶ τῶν ἄλ‐ | |
5 | λων ἀνδρῶν τῶν μηδισάντων μάλιστα ABFMc2 | |
3.62.4 | ἰσχύϊ: βίᾳ. αὐτόν: τὸν βάρβαρον BCFM οὐδ’ ἄξιον αὐτῇ ὀνει‐ δίσαι: μετάθεσις αἰτίας τοῦ μηδισμοῦ· μεθίστα γὰρ τὴν αἰ‐ τίαν εἰς τοὺς τῶν Θηβαίων δυνατωτέρους. | 202 |
3.62.5 | ἔλαβε: ἡ πόλις ἔλαβεν ἡμῶν ABCFM σκέψασθαι χρή ...: τὸ ἑξῆς, σκέψασθαι χρή, εἰ μαχόμενοι ἠλευθερώσαμεν, νῦν προθύμως συνελευθεροῦμεν ABCFM αὐτούς: τοὺς Ἀθηναίους BCFM | |
5 | τοὺς ἄλλους: Ἕλληνας δηλονότι. | |
3.63.1 | μᾶλλον: ἡμῶν δηλονότι. ἀξιώτεροι ... ζη‐ μίας: ἄξιοι πᾶσαν ζημίαν παθεῖν. | |
3.63.2 | αὐτούς: τοὺς Ἀθη‐ ναίους ABFMc2 ἄλλοις: Ἕλλησι δηλονότι. ὑπάρχον: ἀντὶ τοῦ δυνατὸν ἦν ὑμῖν παραιτεῖσθαι. εἴ τι καὶ ἄκοντες ...: ὁ νοῦς τοιοῦτος· εἰ ἀκουσίως τοῖς Ἀθηναίοις συνεμαχεῖτε καὶ | |
5 | κατεδουλοῦτε τοὺς Ἕλληνας, ἔδει ὑμᾶς προσδραμεῖν τοῖς Λακεδαιμονίοις· καὶ ἐκεῖνοι, διὰ τὴν ἐπὶ τῷ Μήδῳ συμμαχίαν ὑμῶν καὶ προθυμίαν, ἣν ἀεὶ προβάλλεσθε καὶ καυχᾶσθε, οὐκ ἂν ὑμᾶς παρεχώρησαν ὑφ’ ἡμῶν τι παθεῖν ABCFM προσή‐ γεσθε: ἐδουλοῦσθε. | |
3.63.3 | πολὺ δέ γε αἴσχιον ...: δευτέρα λύσις τοῦ ἀπρεποῦς ABCF ʃ τῷ ἔτι ἀπρεπεστέρῳ ABCFM τοὺς μέν: τοὺς Ἀθηναίους. τοὺς δέ: τοὺς ἄλλους Ἕλληνας ABCFM | |
3.63.4 | αὐτοῖς: τοῖς Ἀθηναίοις BCFM ὑμεῖς μὲν γάρ: οἱ Πλαταιεῖς ʃ ἀντίστροφον κῶλον ABCFM ἐπηγάγεσθε: ἐφειλκύσατε, εἰς τὸ βοηθῆσαι ὑμῖν δηλονότι. αἰσχρὸν μᾶλ‐ λον ...: αἰσχρὸν μᾶλλον τὰς ὀφειληθείσας χάριτας μετὰ δι‐ | |
5 | καιοσύνης, εἰς ἀδικίαν δὲ ἀποδιδομένας, ἢ τὰς ὁμοίας χάριτας ἀντιδιδόναι ABCF ʃ λείπει ἡ οὔ, ἵν’ ᾖ οὕτω, καίτοι τὰς ὁμοίας χάριτας μὴ ἀντιδιδόναι οὐκ αἰσχρὸν μᾶλλον ἢ τὰς μετὰ καὶ [τὰ] ἑξῆς Gφc2 | |
3.64.1 | ὑμεῖς δέ: οἱ Πλαταιεῖς. τοῖς δέ: τοῖς Ἕλλη‐ σιν. | |
3.64.2 | ἀφ’ ὧν: πραγμάτων, οἷον προθυμίας καὶ ἀνδρείας ABCFM ʃ τῶν ἔργων ἢ τῶν ἀπὸ τούτων κινδύνων. δι’ ἑτέ‐ ρους: τοὺς Ἀθηναίους. εἵλεσθε: προτιμοτέρους ἐποιήσατε εἰς τὸ ξυμμαχεῖν αὐτοῖς. | 203 |
3.64.3 | μέχρι τοῦ δεῦρο: ἔχετε δηλον‐ ότι. καὶ οὐδενὸς ὑμᾶς βιασαμένου, ὥσπερ ἡμᾶς: προεῖπε γὰρ ὅτι ὑπὸ ὀλίγων αὐτοκρατόρων ἐτυραννούμεθα ABCFM ὥσπερ ἡμᾶς: ἐβιάσατο δηλονότι. μηδετέροις: | |
5 | τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις. | |
3.64.4 | τίνες ἂν οὖν ὑμῶν: ἀντὶ τοῦ οὐδεὶς τὸ τίνες ἂν ὑμῶν ABCFM πᾶσι τοῖς Ἕλλησι: λείπει ἡ ὑπό. ἐπὶ τῷ ἐκείνων κακῷ: τουτέστι τῶν Ἑλλήνων τῇ δουλώσει ABCFM ποτέ: ἐπὶ τῶν Μηδικῶν | |
5 | ABCF οὐ προσήκοντα: τῇ αὐτῶν φύσει δηλονότι. ἡ φύ‐ σις: ἡ ὑμετέρα ABCFM | |
3.65.1 | ἃ δὲ τελευταῖα: τὸ δεύτερον ἀντιληπτικὸν τῶν Πλαταιέων ἐντεῦθεν λύει ACFM ἐπὶ τὴν ὑμετέραν πόλιν: κατὰ τῆς ὑμετέρας πόλεως. οὐ νομίζομεν: οὐ βεβαίως δο‐ ξάζομεν. | |
3.65.2 | εἰ μέν: ὁριστικόν ABFM εἰ δέ: μεταστατικόν ABCFM ἄνδρες ὑμῶν: οἱ περὶ Ναυκλείδην ABCFM ἐπεκα‐ λέσαντο: προσήγαγον, ἐφειλκύσαντο. οἱ γὰρ ἄγοντες: οἱ ἄξαντες. | |
3.65.3 | ἀλλ’ οὔτ’ ἐκεῖνοι ...: τὸ ἑξῆς, ἀλλ’ οὔτε ἐκεῖνοι, οὔτε ἡμεῖς, ἀδικοῦμεν δηλονότι. τὸ δὲ ὡς ἡμεῖς κρί‐ νομεν διὰ μέσου ABCFM πλείω: περισσοτέρως. παραβαλ‐ λόμενοι: ῥιψοκινδυνοῦντες. τούς τε ὑμῶν χείρους: | |
5 | ἀδίκους. μηκέτι μᾶλλον γενέσθαι: χείρους δηλονότι. σωφρονισταὶ ὄντες τῆς γνώμης ...: ὠφελοῦντες καὶ τὰς γνώμας καὶ τὰ σώματα, τὰς μὲν γνώμας, ἵνα μὴ κακῶς βου‐ λεύωνται, τὰ δὲ σώματα, ἵνα μὴ διαρπάζωσιν ἀλλήλους μηδ’ ἐξελαύνωσι, μηδὲ κακῶς ποιῶσι πολῖται πολίτας· ἵνα λάβωμεν | |
10 | τὸ σωφρονεῖν ἀντὶ τῆς ὠφελείας Mφc2 τὴν ξυγγένειαν: τὴν τῶν Βοιωτῶν ABCFM οὐδενί: τῶν Ἑλλήνων. | |
3.66.1 | τεκμήριον: τὸ ῥηθησόμενον. | |
3.66.2 | κατανοήσαν‐ τες: καταμαθόντες. ἀνεπιεικέστερον: ἀπανθρωπότερον. | |
λόγοις τε: τόνους ἐῶ γράφειν τε καὶ, στο, μυρία (?) e2 χεῖρας προϊσχομένους: ἤγουν ἱκέτας γενομένους. | 204 | |
3.66.4 | οὗτοι: οἱ Λακεδαιμόνιοι. | |
3.67.1 | ἵνα ὑμεῖς μέν ...: κεφάλαιον τὸ δίκαιον· ᾧ ἐπήγαγε τὴν ἐκβολὴν τῆς αἰδοῦς, ἧς ἡ ἀρχὴ „Καὶ μὴ παλαιὰς ἀρετάσ“ ABCFM τετιμωρημένοι: κολάσαντες αὐτούς. | |
3.67.2 | ἐπικλασθῆτε: χαυνωθῆτε. ἅς: τὰς ἀρετάς. τοῖς δὲ αἰσχρόν τι δρῶσι ...: Ἡσίοδος (immo Aratus 124)· Ὑμεῖς δὲ κακώτερα τεξείεσθε ABCFM οὐκ ἐκ προσηκόντων: ὅτι ἀντ’ ἀγαθῶν κακοὶ γεγένηνται, | |
5 | οὐ προσήκοντος αὐτοῖς τοῦ ἁμαρτάνειν διὰ τὴν ἐξ ἀρχῆς ἀν‐ δραγαθίαν Mφc2 μηδὲ ὀλοφυρμῷ: ἐλέου ἐκβολή CF | |
3.67.4 | οἱ δὲ δικαίως: ἐπανάληψις τοῦ ἀντεγκλήματος ABCFM ἐπί‐ χαρτοι εἶναι: ὧν τῷ ὀλέθρῳ ὀφείλει πάντας ἀνθρώπους ἐπιχαρῆναι. | |
3.67.5 | τὴν νῦν ἐρημίαν: τοῦτο πρὸς τὸν λόγον τῶν Πλαταιέων ὃν εἶπον (c. 57, 4) „Καὶ περιεώσμεθα ἐκ πάντων ἔρημοι καὶ ἀτιμώρητοι“. ξυμβάσεως: φιλίας. | |
3.67.6 | ἀμύνατε οὖν: οἱ ἐπίλογοι ABCFM τῷ τῶν Ἑλλήνων νόμῳ: τῷ κελεύοντι παρὰ τὰς σπονδὰς μηδένα ἀναιρεῖν ABCFGM παραβαθέντι: ἀθετηθέντι. περιωσθῶμεν: ἀπ‐ ωσθῶμεν περιυβρισμένοι. τοὺς ἀγῶνας: περιττεύει τὸ τούς | |
5 | ἄρθρον κατὰ Ἀττικὴν συνήθειαν· οἷον, οὐ προθήσετε λόγων ἀγῶνας, τοῖς Πλαταιεῦσι δηλονότι, ἀλλ’ ἔργων. προθήσον‐ τες: προθέμενοι. ἁμαρτανομένων δέ: ἐσφαλμένων δὲ τῶν ἔργων. | |
3.67.7 | κεφαλαιώσαντες πρὸς τοὺς ξύμπαντας ...: ἀντὶ τοῦ κεφαλαιώσαντες πρὸς πάντας τοὺς συμμάχους, προ‐ θέντες καὶ ὁρίσαντες κρίσεις καὶ δηλώσεις ποιήσησθε GMφ | |
3.68.1 | τόν τε ἄλλον χρόνον: πρὸ τοῦ πολέμου τού‐ του BCMφ μετὰ τὸν Μῆδον: μετὰ τὸν πόλεμον τοῦ Μή‐ δου. προείχοντο: προεβάλλοντο. κοινοὺς εἶναι: τουτ‐ έστιν Ἀθηναίων καὶ Λακεδαιμονίων, κατὰ τὸν Ἀρχιδάμου | |
5 | πρὸς αὐτοὺς ἐν τῇ δευτέρᾳ (c. 72) λόγον ABCMφ κατ’ ἐκεῖνα: τὰ τοῦ Παυσανίου δηλονότι ABCMφ ἔκσπονδοι ἤδη: γενόμενοι. | 205 |
3.68.2 | τὸ αὐτό: ἐρώτημα δηλονότι. ἐξαίρε‐ τον: ἐκβεβλημένον τοῦ φόνου. | |
3.68.3 | τὰ σφέτερα: τὰ τῶν Θηβαίων. πρὸς τῷ Ἡραίῳ: πλησίον τοῦ ναοῦ τῆς Ἥρας. τὴν δὲ γῆν δημοσιώσαντες: δημοσιῶσαι, δημοσίαν ποιῆ‐ σαι Patm. ἀπεμίσθωσαν: ἐπὶ μισθῷ δεδώκασιν. | |
3.68.5 | ἀπο‐ τετραμμένοι ἐγένοντο: ἀπὸ τῆς φιλίας ἐκείνων ἀπέστησαν. ἐπειδή: αἰτία c2 ʃ ἀφ’ οὗ. | |
3.69.1 | χειμασθεῖσαι: τὸν χειμῶνα διαβιβάσασαι. καὶ ἀπ’ αὐτῆς: περιττὸς ὁ καί Mφc2 | |
3.69.2 | πρὸς ταῦτα: πρὸς τὸ ἐπιπλεῦσαι κατὰ τῶν Κερκυραίων στασιαζόντων. | |
3.70.1 | περὶ Ἐπίδαμνον ναυμαχιῶν: οὐχ ὅτι γεγόνεν ἐν Ἐπιδάμνῳ ναυμαχία, ἀλλὰ διὰ τὴν αἰτίαν τῆς Ἐπιδάμνου ἐν τοῖς Συβότοις, ὅτε ἐζώγρησαν Κορίνθιοι οὐκ ἐλάσσους χιλίων Κερκυραίων ABCFGM τοῖς προξένοις διηγγυ‐ | |
5 | ημένοι: διεγγύᾳ τῶν προξένων. μετιόντες: ὑποποιούμενοι. | |
3.70.2 | τὰ ξυγκείμενα: τὰ συμπεφωνημένα. | |
3.70.3 | ἐθελοπρό‐ ξενος: ὁ δημόσιος φίλος Patm. ʃ ἀφ’ ἑαυτοῦ γενόμενος καὶ μὴ κελευσθεὶς ἐκ τῆς πόλεως. οἱ γὰρ πρόξενοι κελευόμενοι ἐκ τῆς ἑαυτῶν πόλεως ἐγίνοντο ABCFGM οὗτοι οἱ ἄνδρες: | |
5 | οἱ ἀπὸ Κορίνθου ἐπανελθόντες, οἱ προδόται ABCFG | |
3.70.4 | ἀνθ‐ υπάγει: ἀντεγκαλεῖ. τοῦ Ἀλκίνου: σημείωσαι ὅτι τὴν Κέρκυραν ᾤκουν οἱ Φαίακες Gc2 | |
3.70.5 | βουλῆς: σημείωσαι βουλῆς ὁ βουλευτής· καὶ ἡ γενικὴ τοῦ βουλῆντος ABCFGM πείθει: τοὺς Κερκυραίους ABCFGM | |
3.70.6 | οἱ δέ: οἱ πέντε ἄνδρες ABCFGM ἐξείργοντο: ἐξέπιπτον τῆς βουλήσεως αὐτῶν. | |
3.71.1 | δράσαντες δέ: οἱ πέντε ἄνδρες BCFM τὸ δὲ πλέον: πλῆθος δηλονότι. | |
3.71.2 | ὡς ξυνέφερε: αὐτοῖς δηλον‐ | |
ότι. πείσοντας: οὐχὶ τοὺς Ἀθηναίους, ἀλλὰ τοὺς τῷ Πειθίᾳ τῆς αὐτῆς γνώμης, οὓς προεῖπε ABCFM ἀνεπιτή‐ δειον: τῇ Κερκύρᾳ C ἐπιστροφή: φροντίς, θόρυβος. | 206 | |
3.72.2 | ἐν δὲ τούτῳ: τῷ καιρῷ δηλονότι. οἱ ἔχον‐ τες τὰ πράγματα: οἱ δυνατοὶ καὶ πλούσιοι ABCFGM | |
3.72.3 | ἱδρύ‐ θη: ἐκαθέσθη ἐν ἀσφαλείᾳ. εἶχον: εἰς ἀσφάλειαν ἑαυτῶν δηλονότι. οἱ δὲ: οἱ δυνατοὶ καὶ ἔχοντες τὰ πράγματα C. | |
3.73.1 | τοῖς δ’ ἑτέροις: τοῖς πλουσίοις. | |
3.74.1 | διαλιπούσης δ’ ἡμέρας: παρελθούσης ἡμέ‐ ρας μιᾶς. πλήθει: λαοῦ δηλονότι. αἵ τε γυναῖκες: Ὅμη‐ ρος (Η 236)· Ἠὲ γυναικός, ἣ οὖκ οἶδε πολεμήϊα ἔργα ABFMc2 | |
5 | ξυνεπελάβοντο: ἐβοήθησαν, συνεφήψαντο. τῷ κεράμῳ: ἤγουν ταῖς κεραμίσι. παρὰ φύσιν ὑπομένουσαι: ἤγουν τολμῶσαι παρὰ φύσιν. | |
3.74.2 | περὶ δείλην ὀψίαν: ἤγουν τοῦ ἡλίου περὶ δυσμὰς ὄντος. οἱ ὀλίγοι: οἱ μὲν γὰρ προιστά‐ μενοι τῶν Κερκυραίων ᾑροῦντο τὴν τῶν Ἀθηναίων συμμα‐ χίαν, οἱ δὲ λοιποί, ἐλάττους ὄντες, τοὺς Λάκωνας. ὀλίγους | |
5 | γὰρ ἐνταῦθα λέγει οὐ τὸ πλῆθος ὄντας ὀλίγους, ἀλλὰ τῇ δυ‐ νάμει, ὡς ἂν εἴποι τις, οὐ τῷ πόσῳ, ἀλλὰ τῇ ποιότητι. αὐτοβοεί: ἤγουν ἀπὸ μιᾶς βοῆς. ἐπελθών: ἐπιθετικῶς κινηθείς. καὶ σφᾶς: τοὺς ὀλίγους. ἔφοδος: ἐπέλευσις τῶν δημοτῶν κατὰ τῶν ὀλίγων. φειδόμενοι οὔτε: οὐκ | |
10 | ἀπεχόμενοι. ἐκινδύνευσε: ἐν χρῷ τοῦ κινδύνου ἐγένετο. | |
3.74.3 | ὑπεξανήγετο: ὑπεξῆλθε. | |
3.75.2 | ἀποπλεύσεσθαι: ἀποχωρήσειν τῆς Κερκύρας. τῶν αὐτοῦ: ἀπὸ τῶν νεῶν. ἧσσόν τι: ἀντὶ τοῦ οὐδ’ ὅλως· ἢ ἔλαττον. | |
3.75.3 | κατέλεγον: καταλέγοντες ἐνέβαλλον. καθί‐ ζουσιν: ἱκέται δηλονότι. | |
3.75.4 | οὐκ ἔπειθεν: ἀνίστασθαι. ὑγιές: ὀρθόν, ἀληθές. | |
3.75.5 | διακομίζει: διαπερᾷ. ἐκεῖσε: εἰς τὴν νῆσον. | |
3.76.1 | τῆς δὲ στάσεως ἐν τούτῳ οὔσης: οὔπω κατ‐ αλλαγῆς γενομένης. ἐν τούτῳ: τῷ πράγματι, τῷ δεινῷ. διακομιδήν: διαπεραίωσιν. Πελοποννησίων νῆες: αἱ | |
τεσσαράκοντα, ὧν Ἀλκίδας ἐστρατήγει, καὶ αἱ λοιπαὶ Λευκά‐ | 207 | |
5 | διαι, ἃς εἴρηκεν ABCFM ἐς Σύβοτα λιμένα τῆς ἠπείρου: τὸν ἔρημον, οὗ μέμνηται ὁ συγγραφεὺς ἐν τῇ πρώτῃ (c. 50) ABCMφ ἐπέπλεον τῇ Κερκύρᾳ: κατὰ τῆς Κερκύρας ἔπλεον. | |
3.77.1 | οἱ δέ: οἱ Κερκυραῖοι C σφᾶς: τοὺς Ἀθη‐ ναίους. | |
3.77.2 | πρὸς τοῖς πολεμίοις: πλησίον τῶν πολεμίων. ηὐτομόλησαν: πρὸς τοὺς ἐναντίους. ἀλλήλοις: οὐχὶ τοῖς ἐναντίοις ABCFM τῶν ποιουμένων: τῶν γινομένων πραγ‐ μάτων. | |
3.77.3 | τὴν ταραχήν: τῶν Κερκυραίων τὴν ἀσυνταξίαν. πρὸς τοὺς Κερκυραίους ἐτάξαντο: κατὰ τῶν Κερκυ‐ ραίων παρετάξαντο. πρὸς τὰς δώδεκα ναῦς: παρετάξαντο δηλονότι. | |
3.78.1 | κακῶς τε καὶ κατ’ ὀλίγας: ἀτάκτως καὶ μετὰ ὀλίγων νεῶν. ἐταλαιπωροῦντο: ἔπασχον κακῶς οἱ Κερκυραῖοι. τὸ πλῆθος: τῶν νεῶν τῶν Πελοποννησίων. τὴν περικύκλωσιν: τὸ περικυκλωθῆναι ὑπὸ τῶν Πελοπον‐ | |
5 | νησίων. ἁθρόαις μέν: ταῖς ἐναντίαις ναυσί. | |
3.78.2 | γνόντες δέ: οἱ Πελοποννήσιοι ABCFM | |
3.78.3 | οἱ δ’: οἱ Ἀθηναῖοι. | |
3.79.1 | κρατοῦντες οἱ πολέμιοι: τῇ ναυμαχίᾳ οἱ Πελοποννήσιοι. | |
3.79.2 | οἱ δ’: οἱ Πελοποννήσιοι ABCFM ἐς τὴν ἤπειρον: εἰς τὰ Σύβοτα ABCFM | |
3.79.3 | ἐπὶ μὲν τὴν πόλιν: κατὰ τῆς πόλεως· ἤγουν τῶν πολιτῶν. οὐδὲν μᾶλλον: οὐδὲ ὅλως Mc2 ὄντας: σημείωσαι τὴν σύνταξιν ABCM. | |
3.80.1 | ἐπλήρωσαν γὰρ ὅμως τριάκοντα: προσδε‐ χόμενοι τὸν ἐπίπλουν ABF | |
3.80.2 | ὑπὸ νύκτα αὐτοῖς ἐφρυ‐ κτωρήθησαν: ἀντὶ τοῦ ἀρχομένης ἡμέρας διὰ πυρσῶν ἐμη‐ νύθησαν MAFc2ʃ διὰ φρυκτοῦ ἐμηνύθησαν. | |
3.81.1 | ἐκομίζοντο ἐπ’ οἴκου: ἐπεραιοῦντο. ὑπερ‐ ενεγκόντες: ὑπερβιβάσαντες. ʃ τὸ ἔργον ἡρωϊκόν ABCGMφ ὅπως μὴ περιπλέοντες ὀφθῶσιν: ἵνα μὴ περιπλέοντες | |
ἔξωθεν τὴν Λευκάδα καὶ τὸν ἰσθμὸν φωραθῶσιν ὑπὸ τῶν | 208 | |
5 | Ἀθηναίων GMφc2 ἀποκομίζονται: ἀποπλέουσιν. | |
3.81.2 | οἰ‐ χομένας: ἀποπλευσάσας. τούς τε Μεσσηνίους: οὓς ὁ Νικόστρατος ἐκ Ναυπάκτου πεντακοσίους ἤγαγεν Mφc2 ἐπλή‐ ρωσαν: ἀνδρῶν δηλονότι. ἐν ὅσῳ: χρόνῳ δηλονότι. πε‐ | |
5 | ριεκομίζοντο: περιέπλεον. λάβοιεν: ἀντὶ τοῦ ἔλαβον. | |
3.81.3 | ἀλλήλους: νῦν ἀντὶ τοῦ ἑαυτούς Mφc2 ἐκ τῶν δένδρων τινές: μετεωριζόμενοι δηλονότι. | |
3.81.4 | ἡμέρας τε ἑπτά: ἤγουν καθ’ ἡμέρας τε ἑπτά. σφῶν αὐτῶν: ἤγουν ἑαυτῶν. τὴν μὲν αἰτίαν ἐπιφέροντες: τὸ ἔγκλημα. ἤγουν ἐγκαλοῦντες ἔγκλημα κοινὸν τὴν κατάλυσιν τοῦ δήμου. καὶ ἄλλοι: ἀπέ‐ | |
5 | θανον δηλονότι. ὑπὸ τῶν λαβόντων: τὰ χρήματα. τῶν δανεισαμένων. | |
3.81.5 | καὶ οἷον φιλεῖ ...: πάντα τὰ εἰωθότα ἐν στάσει γίνεσθαι τότε συνέβη, καὶ ἄλλα δὲ περισσότερα ἐν ταύτῃ τῇ στάσει, ὥστε ὑπὲρ πάσας τὰς ἄλλας ἐγένετο Mφcʃ καὶ οἷον ἔθος ἐστὶν ἐν τοιαύτῃ στάσει. οὐδὲν ὅ τι οὐ: | |
5 | ἀντὶ τοῦ πᾶν. πρός: ἀντὶ τοῦ ἐν. περιοικοδομηθέντες: κτίσμασι περιληφθέντες. ἐν τοῦ ...: τὸ ἑξῆς, ἐν τῷ ἱερῷ τοῦ Διονύσου ABCF. | |
3.82.1 | οὕτως ὠμή ...: ἀντὶ τοῦ εἰς ὠμότητα πολλὴν ἡ στάσις προεχώρησε· καὶ μᾶλλον, φησίν, ὠμὴ ἔδοξεν ἤπερ ἐγένετο, ἐπειδὴ πρώτη ἐν τῷ πολέμῳ γενομένη ἐξένισεν αὐ‐ τούς, παρὰ τὸ εἰωθὸς γενομένη Mφc2 ἐν τοῖς: ἤγουν τοῖς | |
5 | Κερκυραίοις. ὕστερον: ἤγουν μετ’ ἐκείνην. πᾶν τὸ Ἑλ‐ ληνικόν: ἀντὶ τοῦ πάντες οἱ Ἕλληνες. ἐπάγεσθαι: λείπει τὸ ἀξιούντων Mφc2 τοὺς Λακεδαιμονίους: εἰκότως οἱ ὀλιγαρχικοὶ τοὺς Λακεδαιμονίους ἐπεκαλοῦντο, ἐσπουδακότας ὀλιγαρχεῖσθαι τὰς πόλεις GMφc2 οὐκ ἂν ἐχόντων πρόφα‐ | |
10 | σιν ...: ἀντὶ τοῦ αἰτίαν οὐκ ἐχόντων πρὸ τοῦ πολέμου καλεῖν αὐτοὺς τῶν Ἑλλήνων, νῦν δὲ λαβόντων ἀφορμὴν διὰ τὸ ἐχθροὺς εἶναι ἀλλήλοις Λακεδαιμονίους καὶ Ἀθηναίους Mφc2 καὶ ξυμμαχίας ἅμα ...: ἡ διάνοια τοιαύτη· οἱ προεστῶτες τῶν δήμων καὶ οἱ ὀλιγαρχικοὶ ῥᾳδίως ἑκάτεροι παρὰ Ἀθη‐ | 209 |
15 | ναίων καὶ Λακεδαιμονίων ἐπήγοντο, διὰ προσποίησιν συμμα‐ χίας δύναμιν ἑαυτοῖς περιποιούμενοι, τῶν μὲν Ἀθηναίων ἑτοίμως ὑπακουόντων τοῖς δημοτικοῖς, ἵνα προσποιήσωνται συμμαχοὺς αὐτοὺς καὶ δι’ αὐτῶν βλάψωσι Λακεδαιμονίους, τῶν δὲ Λακεδαιμονίων ὁμοίως τοῖς ὀλιγαρχικοῖς διὰ τὸ αὐτό | |
20 | Mφc2 σφίσιν αὐτοῖς: ἤγουν ἑαυτῶν. προσποιήσει: κτήσει βοηθείας. ʃ πορίσει. | |
3.82.2 | ἐπέπεσε: συνέβη. πολλά: κακὰ δηλονότι. καὶ χαλεπά: ἤγουν οὐ ῥᾴδια ἐνεγκεῖν τοὺς πάσχοντας. κατὰ στάσιν: ἀντὶ τοῦ διὰ στάσιν. γιγνό‐ μενα μέν: ὡς τῇ φύσει ἑπόμενα. ἡ αὐτὴ φύσις: ἤγουν | |
5 | καθὸ τρεπτή. μᾶλλον δέ: μᾶλλον δὲ καὶ ἧττον. οἷον εἰ‐ πεῖν, ἐν ἄλλῃ πόλει μᾶλλον, ἐν ἄλλῃ δὲ ἧττον, ἤτοι πῇ μὲν πλέον, πῇ δὲ ἔλαττον, ὡς συνέβαινεν ἑκασταχοῦ Mφc2 καὶ ἡσυχαίτερα: ἤγουν ἠρέμα καὶ κατ’ ὀλίγον ἐπερχόμενα. τοῖς εἴδεσι: τρόποις. ὡς ἂν ...: ὡς ἂν αἱ τύχαι καὶ αἱ μετα‐ | |
10 | βολαὶ πίπτωσι Mφc2 καὶ οἱ ἰδιῶται ἀμείνους τὰς γνώ‐ μας ἔχουσι: οἱ ἰδιάζοντες ἀνειμένας ἔχουσι τὰς γνώμας. ἐς ἀκουσίους ἀνάγκας: ἀκούσιον ἀνάγκην τὴν δι’ ἀπορίαν γιγνομένην λέγει Mφc2ʃ ἤγουν διὰ τὸ μὴ ἀναγκάζεσθαι περι‐ πίπτειν ἀκουσίοις πράγμασι. ὁ δὲ πόλεμος: ἔκρασις στά‐ | |
15 | σεως τῆς Κερκυραίων F τοῦ καθ’ ἡμέραν: βίου δηλονότι. πρὸς τὰ παρόντα: πρὸς τὴν παροῦσαν κατάστασιν. πρὸς τὰ παρόντα ... ὁμοιοῖ: τοῖς παροῦσιν ἐξομοιοῖ τὰς γνώ‐ μας. νῦν γὰρ ὀργὰς τὰς γνώμας καὶ τοὺς τρόπους ἐκά‐ λεσεν Mφc2 | |
3.82.3 | ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων: ἐστα‐ σίαζον αἱ πόλεις, καὶ αἱ ὕστερον τῶν ἄλλων στασιάζουσαι, οἷα | |
προπεπυσμέναι τὰς ἑτέρωθι στάσεις, ἐπὶ τοῦτο ἐφέροντο καὶ ἔρρεπον ταῖς διανοίαις, ὥστε κατὰ πολὺ ὑπερβαλέσθαι τὰς | 210 | |
5 | ἀλλαχοῦ στάσεις γινομένας Mφc2 καὶ τὰ ἐφυστερίζοντά που: τὰ ὕστερον γινόμενα. καινοῦσθαι: καινοτόμα εἶναι. τῶν τ’ ἐπιχειρήσεων: τοῖς τρόποις τῶν ἐπιχειρήσεων και‐ νοῖς εὑρισκομένοις καὶ τῇ δεινότητι τῶν τιμωριῶν φc2 πε‐ ριτεχνήσει: τῇ κακουργίᾳ. ʃ περινοίᾳ. ἀτοπίᾳ: τῷ ἀήθει. | |
3.82.4 | τὴν εἰωθυῖαν ἀξίωσιν ...: τὴν κειμένην, φησί, τῶν ὀνομάτων χρῆσιν ἀντήλλαξαν. καὶ ἐπιφέρει εὐθὺς καθ’ ἕκαστον ABCFMʃ ἀξίωσιν μὲν τὴν σημασίαν εἶπε, δικαιώσει δὲ ἀντὶ τοῦ τῇ ἑαυτῶν κρίσει. βούλεται δὲ εἰπεῖν ὅτι μετέθεσαν τὰ | |
5 | ὀνόματα· οὐ γάρ, ὡς νενόμιστο πρόσθεν, ἐχρῶντο κατὰ τῶν πραγμάτων, ἀλλὰ μεθήρμοσαν κατὰ τὴν ἑαυτῶν κρίσιν. τὴν μὲν γὰρ ἀλόγιστον τόλμαν (ἥτις καὶ θρασύτης λέγεται) ἀν‐ δρίαν προσηγόρευσαν. τὸ δὲ φιλέταιρος παρελκόντως κεῖται· κέχρηται δὲ αὐτῷ διὰ τὸ προθεῖναι τόλμαν ἀλόγιστον, ἵνα | |
10 | παρίσωσις γένηται Mφc2ʃ περιφραστικῶς ἀντὶ τοῦ εἰπεῖν τὰ ὀνόματα εἴρηκε τὴν ἀξίωσιν τῶν ὀνομάτων. τόλμα μὲν γὰρ ἀλόγιστος: τὸ τολμᾶν ἀλογίστως. μέλλησις δὲ προ‐ μηθής: τὸ μέλλειν καὶ ἀναβάλλεσθαι μετὰ προμηθείας. μέλ‐ λησις δέ ...: τὴν δ’ εὐλάβειαν καὶ τὴν μέλλησιν τὴν διὰ | |
15 | πρόνοιαν γιγνομένην δειλίαν ὠνόμασαν εὐπρεπῆ· τὴν δὲ σω‐ φροσύνην, φησίν, ἀνανδρίας προκάλυμμα ᾤοντο· καὶ τὸ πρὸς πάντα συνετὸν πρὸς πάντα ἀργὸν ἔλεγον· τὸ δὲ μανικῶς ὀξὺ ἀνδρία παρ’ αὐτοῖς ἐνομίζετο Mφc2 καὶ τὸ πρὸς ἅπαν ξυνετόν: ἀπὸ κοινοῦ τὸ ἐνομίσθη Cʃ καὶ τὸ μετὰ συνέσεως | |
20 | ἔρχεσθαι εἰς πᾶν ἔργον. ἐμπλήκτως: μανιωδῶς. ἀνδρός: τῆς ἀνδρείας. ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι: τὸ ἐπὶ πολὺ βουλεύσασθαι δι’ ἀσφάλειαν πρόφασις ἀποτροπῆς ἐνο‐ μίζετο Mφc2 | |
3.82.5 | αὐτῷ: τῷ γαλεπαίνοντι. καὶ ὑπονοήσας ἔτι δεινότερος: καὶ ὁ ὑπονοήσας ἐπιβουλεύεσθαι ξυνετώ‐ τερος ἐνομίζετο Mφc2 προβουλεύσας δέ ...: ὁ δὲ προσκο‐ πῶν, ὅπως μήτε ἐπιβουλεύειν μήτ’ ἐπιβουλεύεσθαι ἀνάγκη | 211 |
5 | τις αὐτῷ γένηται, διαλύειν τὴν ἑταιρίαν ὑπωπτεύετο Mφc2 ἐκπεπληγμένος: φοβούμενος BC ἁπλῶς: καθολικῶς φά‐ ναι. ὁ φθάσας τὸν μέλλοντα ...: φοβούμενος Aʃ ἀντὶ τοῦ, ὁ πρὶν παθεῖν ὑπὸ τῶν πολεμίων αὐτὸς προλαβὼν καὶ ποιήσας τοὺς πολεμίους ἐθαυμάζετο. ἢ οὕτως, ὁ τὴν ἑαυτοῦ | |
10 | ἑταιρίαν καὶ πρῶτος τὸν πολέμιον δράσας κακῶς ἐπῃνεῖτο Mφc2 ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον: ὁ παρα‐ κελευσάμενος τοῖς μὴ διανοουμένοις κακόν τι δρᾶσαι ἐπῃνεῖτο ABCFMʃ ὁ παρακινήσας, φθάσαι δηλονότι, τὸν μὴ διανοού‐ μενον. | |
3.82.6 | καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ...: καὶ μὴν καὶ οἱ ξυγγενεῖς, φησί, τῶν φίλων ἀλλοτριώτεροι ἐνο‐ μίζοντο, διὰ τὸ ἑτοιμότερον τολμᾶν ὑπὲρ τῶν φίλων τοὺς φίλους ἢ τοὺς συγγενεῖς Mφc2 οὐ γὰρ μετὰ τῶν κειμέ‐ | |
5 | νων νόμων ...: οὐ γὰρ κατὰ τοὺς κειμένους, φησί, νόμους ὠφελεῖσθαι θέλοντες τὰς τοιαύτας ἐποιοῦντο συστάσεις καὶ ἑταιρίας, ἀλλὰ παρὰ τοὺς ὑπάρχοντας νόμους διὰ πλεονεξίαν φc2 παρὰ τοὺς καθεστῶτας: νόμους δηλονότι. καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις ...: πιστοί, φησίν, ἦσαν ἀλλήλοις, | |
10 | οὐχ ὅρκους διδόντες, ἀλλὰ κοινῶς τι παράνομον πράξαντες φc2 τῷ κοινῇ τι παρανομῆσαι: τῇ κοινῇ παρανομίᾳ. | |
3.82.7 | τά τε ἀπὸ τῶν ἐναντίων ...: τοῖς ὀρθῶς, φησίν, ὑπὸ τῶν ἐξ ἐναντίας λεγομένοις ἐπείθοντο οὐ δι’ εὐγνωμοσύνην οὐδὲ δι’ ἁπλότητα, ἀλλ’ εἰ ἔργῳ κρείσσους ἦσαν αὐτοὶ τῶν ἐναντίων καὶ ἐν τῷ ἀσφαλεῖ καθεστήκεσαν φc2 γενναι‐ | |
5 | ότητι: ἀντὶ τοῦ χρηστότητι καὶ ἁπλότητι. περὶ πλείονος ...: περὶ πλείονος ἐποιοῦντο δρᾶσαί τι κακὸν τοὺς ἐναντίους ἢ | |
αὐτοὶ μὴ παθεῖν. ἀντὶ τῶν ἁπλῶν γὰρ τὸ ἀντιτιμωρήσασθαι καὶ τὸ προπαθεῖν φc2 καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ...: καὶ ὁπότε, φησίν, ὅρκους παράσχοιεν ἀλλήλοις περὶ διαλλαγῆς, | 212 | |
10 | παραυτίκα μόνον ἴσχυον οἱ ὅρκοι, καὶ μέχρι τούτου ἐπίστευον αὐτοῖς, ἕως ἐν ἀπορίᾳ τοῦ ἄλλῳ τινὶ πιστεῦσαι καθεστήκεσαν. ὡς ἂν εἰ ἔλεγεν, εἰ ἦσαν ἐν ἀπορίᾳ τοῦ πιστεῦσαι τῇ ἑαυτῶν δυνάμει καὶ ἐπιθέσθαι τῇ ἑτέρων δυνάμει, ἴσχυον ἐν αὐτοῖς οἱ ὅρκοι· εἰ δὲ συνέβη τινὰ αὐτῶν δυνηθῆναι, παρ’ οὐδὲν | |
15 | θέμενος τοὺς ὅρκους ἐπετίθετο φc2 ἐν δὲ τῷ παρατυ‐ χόντι ...: ἐν δὲ τῷ συμβαίνοντι καὶ τῷ μετὰ ταῦτα χρόνῳ ὁ ἀπὸ τύχης ἐσχηκὼς πρῶτος τὸ θαρρῆσαι καὶ δυνηθῆναι ἡδύ‐ τερον μᾶλλον διὰ τὴν πίστιν ἐπετίθετο ἤπερ ἐκ τοῦ προφα‐ νοῦς μαχόμενος· καὶ τότε μάλιστα ἀσφαλὲς ἐνόμιζε τὸ ἐπι‐ | |
20 | θέσθαι διὰ τὸ ἄφρακτον εὑρεῖν τὸν ἐναντίον τοῦ ὅρκου τῷ θάρρει. καὶ διὰ τοῦτο δὲ ἥδιον μετὰ τὸν ὅρκον ἐτιμωρεῖτο, ὅτι δόξαν φρονήσεως ἐλάμβανε τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ τῇ τέχνῃ περιγενόμενος φc2 ἀμαθεῖς: κακῶν ABCFʃ μᾶλλον τοὺς κακούργους συνετοὺς καλοῦσιν ἤπερ τοὺς τῶν κακῶν | |
25 | ἀμαθεῖς ἀγαθούς, καὶ ἡδέως ἔχουσιν οἱ ἄνθρωποι κακοῦργοι εἶναι καὶ δεξιοὶ καλεῖσθαι ἢ [γὰρ] ἀμαθεῖς καὶ ἀγαθοί· αἰσχύ‐ νονται μὲν γὰρ ἐπὶ τῷ ἀμαθεῖς καὶ ἀγαθοὶ ἀκούειν, ἀγάλ‐ λονται δὲ ἐπὶ τῷ κακοῦργοι καὶ δεξιοί φ τῷ μέν: ἐπὶ τῷ ἀμαθεῖς καλεῖσθαι ABCF ἐπὶ δὲ τῷ: ἐπὶ τῷ πανοῦργοι | |
30 | ABCF | |
3.82.8 | πάντων δ’ αὐτῶν ...: πάντων δὲ τῶν εἰρημένων κακῶν αἴτιον ἦν ἡ ἐπιθυμία τοῦ βούλεσθαι ἄρχειν ἢ τῆς γῆς διὰ πλεονεξίαν καὶ φιλοτιμίαν. ἐκ τούτων δὲ ἡ στάσις ἀρχὴν λαμβάνουσα (φημὶ δὴ τοῦ ἄρχειν καὶ τῆς πλεονεξίας καὶ φι‐ | |
5 | λοτιμίας) ὕστερον λαμβάνει καὶ ἑτέραν τῶν κακῶν αἰτίαν, τὴν τῶν στασιαζόντων προθυμίαν, ὥσπερ εἰς ἔριν ἐρχομένων αὐ‐ τῶν τοῦ περιγενέσθαι καὶ μὴ ἡττηθῆναι τῶν ἐναντίων Mφc2 | |
ἐκ δ’ αὐτῶν: ἤγουν δι’ αὐτά. οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες ...: οἱ γὰρ ἐν ταῖς πόλεσι προϊστάμενοι τῆς | 213 | |
10 | δημοκρατίας καὶ τῆς ὀλιγαρχίας, μετὰ ὀνόματος ἑκάτεροι εὐ‐ προσώπου καὶ πιθανοῦ, οἱ μὲν λέγοντες προΐστασθαι τῆς δη‐ μοκρατίας τῆς ἐλευθέρας, οἱ δὲ τῆς ἀριστοκρατίας λέγοντες ἀντιποιεῖσθαι τῆς σώφρονος, τὰ μὲν δημόσια [οἱ] νικήσαντες εἶχον, καὶ οὐ μέχρι τοῦ δικαίου καὶ τοῦ συμφέροντος τῇ πόλει | |
15 | τὰς τιμωρίας ἐποιοῦντο. ὑπερβιβάσαι δὲ χρὴ τὸ προστιθέντες καὶ συντάξαι πρὸς τὸ ἀνωτέρω ‘τὰς τιμωρίασ‘ προστιθέντες Mφc2 ἑκάτεροι: ἑκάτερος, ὅταν ὦσι δύο μόνοι· ἑκάτεροι δὲ λέγονται, ὅταν ὦσι πολλοὶ εἰς δύο μεμερισμένοι. εὐπρεποῦς: πιθανοῦ, εὐσχήμονος. πλήθους τε ἰσονομίας: ἤγουν | |
20 | δημοκρατίας. ἆθλα: ἔπαθλα, ἀντὶ τοῦ κέρδη. τὰς τιμω‐ ρίας ἔτι μείζους: ἤγουν τιμωρούμενοι ἐπιτεταμένας ἐποίουν. ἢ μετὰ ψήφου ἀδίκου: ἢ καταψηφιζόμενοι, φησίν, ἀδίκως ἀλλήλων, ἢ τῇ χειρὶ καὶ τῇ δυνάμει καὶ τοῖς ὅπλοις κρατοῦν‐ τες ἐξεπίμπλασαν τὰς φιλονεικίας, τουτέστιν ἐνεπιμπλῶντο καὶ | |
25 | ἥδοντο τιμωρούμενοι τοὺς ἐχθρούς Mφc2 ὥστε εὐσεβείᾳ μέν ...: ὥστε μετ’ εὐσεβείας μὲν πρᾶξαί τι οὐδετέροις φρον‐ τὶς ἦν οὐδὲ σπουδή· οἷστισι δὲ συνέβαινεν ἐξαπατήσασι διὰ λόγου τινὸς εὐπρεποῦς πρᾶξαί τι γενναῖον, οὗτοι ἐπῃνοῦντο Mφc2 ἐνόμιζον: τὰ νόμιμα ἔπραττον. ἐπιφθόνως τι | |
30 | διαπράξασθαι: ἀντὶ τοῦ φθονούμενον καὶ μέγα· τὰ γὰρ μεγάλα καὶ φθονεῖται Fc2 ἄμεινον ἤκουον: ἤγουν ἐπῃ‐ νοῦντο. τὰ δὲ μέσα τῶν πολιτῶν: ἤγουν οἱ μέσοι πολῖται· ἤγουν οἱ μετὰ τοὺς προστάτας. ʃ οἱ δὲ μέσοι, φησί, τῶν πολι‐ τῶν (τουτέστιν οἱ μηδετέρῳ μέρει προστιθέμενοι, μήτε τῷ τῶν | |
35 | δημοκρατικῶν μήτε τῷ τῶν ὀλιγαρχικῶν, ἀλλ’ ἡσυχάζοντες καὶ μὴ θέλοντες στασιάζειν) ὑπ’ ἀμφοτέρων ἐφθείροντο, ἢ | |
ὅτι οὐ συνηγωνίζοντο τοῖς στασιώταις παρακαλοῦσιν ἢ φθο‐ νούμενοι ὑπὸ τῶν στασιαζόντων, ὅτι μόνοι ἀπαθεῖς ἦσαν Mφc2 ὑπ’ ἀμφοτέρων: τὸ ὑπ’ ἀμφοτέρων εἶπεν οὐχ ὅτι εἰς δύο | 214 | |
40 | μερισθέντες οἱ ἐν τῇ πόλει ἐμάχοντο ἀλλήλοις ἀμφότεροι, τοὺς δὲ ὄντας μέσους, ἤτοι τοὺς μηδετέροις ἀκολουθεῖν ἐθέλοντας, ἀμφότεροι ἀπέκτειναν· ἀλλ’ ἐπειδὴ πάσας τὰς πόλεις εἰς δύο ἐμέρισεν *** τοὺς προστάτας αὐτῶν, ὡς λέγει μικρὸν ἄνωθεν, διὰ τοῦτο εἶπε καὶ νῦν ὑπ’ ἀμφοτέρων, εἰς δύο μερισθέντα | |
45 | τὰ τῶν πόλεων βουλόμενος πασῶν ἐνδείξασθαι. | |
3.83.1 | τὸ εὔηθες: τὴν χρηστότητα λέγει ἐνταῦθα εὔηθες. ʃ τὸ ἁπλοῦν, τὸ ἀπόνηρον. σημείωσαι ὅτι τὸ εὔηθες ἐπὶ καλοῦ ABFc2ʃ καὶ οἱ ἁπλοῖ τῶν ἀνθρώπων καὶ ἀπόνηροι (οὗτοι δέ εἰσιν οἱ μεγαλοψυχίας μάλιστα καὶ εὐγενείας μετέ‐ | |
5 | χοντες) καταγελώμενοι ὑπὸ τῶν στασιαζόντων ἀπώλλυντο· οἱ δὲ ἀπιστοῦντες ἀλλήλοις καὶ παρατεταγμένοι δεινῶς κατ’ ἀλ‐ λήλων, ὡς ἐπὶ τὸ πλεῖστον οὗτοι διεσώζοντο διὰ τῆς ἀπιστίας καὶ τῆς παρασκευῆς Mpc2 τὸ δὲ ἀντιτετάχθαι ...: τὸ ἀπιστεῖν ἀλλήλοις, τὸ ἐντεῦθεν ἀντιτάσσεσθαι. ἐπὶ πολὺ | |
10 | διήνεγκεν: κρεῖττον ἐγένετο. | |
3.83.2 | ὁ διαλύσων: ὁ φιλιώσων. ὅρκος φοβερός: θεῖος. κρείσσους δὲ ὄντες ...: ῥέπον‐ τες δὲ οἱ ἄνθρωποι τοῖς λογισμοῖς πρὸς τὸ μὴ ἐλπίζειν τινὰ πίστιν καὶ βεβαιότητα προενοοῦντο μᾶλλον, ἵνα μὴ πάθωσιν | |
5 | αὐτοὶ κακῶς. πιστεῦσαι δὲ οὐκ ἐδύναντο· καὶ οἱ ἀσυνετώ‐ τεροι ὡς ἐπὶ τὸ πλεῖστον ἤτοι ἐσώζοντο ἢ ἐνίκων Mpc2 | |
3.83.3 | οἱ φαυλότεροι γνώμην: οἱ ἀσθενεῖς. ὡς τὰ πλείω: ὡς ἐπὶ τὸ πλεῖστον. τῷ γὰρ δεδιέναι: φοβούμενοι γάρ, φησίν, οἱ ἀνοητότεροι, μὴ διὰ συνέσεως πλείονος οἱ ἀντίπαλοι περιγέ‐ | |
5 | νωνται αὐτῶν καὶ ἐκ τοῦ πολυτρόπου τῆς γνώμης αὐτῶν νικηθέντες διαφθαρῶσι, τολμηρότερον πρὸς τὰ ἔργα ἐχώρουν, | |
τόλμῃ μᾶλλον πεποιθότες ἢ φρονήσει καὶ μεθόδῳ διανοίας pc2 τό τε αὐτῶν ἐνδεές: τὴν ἔλλειψιν τῆς γνώσεως. αὐτῶν: τῶν φρονίμων. | 215 | |
3.83.4 | οἱ δὲ καταφρονοῦντες ...: οἱ δὲ δο‐ κοῦντες εἶναι συνετοὶ καὶ πάνυ θαρροῦντες τῇ φρονήσει περι‐ γενέσθαι καὶ οὐδὲν δεῖσθαι νομίζοντες δυνάμει τι πρᾶξαι ἃ ἔξεστιν αὐτοῖς τέχνῃ κατορθοῦν, ἀπαράσκευοι διεφθείροντο pʃ | |
5 | οἱ δὲ δοκοῦντες εἶναι συνετοὶ καὶ νομίζοντες ἐπιβουλευόμενοι πάντως ἂν διὰ τὴν σύνεσιν προαισθέσθαι καὶ οὐδὲν νομί‐ ζοντες ἔργων δεῖν, ἄφρακτοι διεφθείροντο ABCF ἄφρακτοι: τέλος τῆς στάσεως ABFʃ λείπει τὸ ὄντες. | |
3.84.1 | ἐν δ’ οὖν ...: τὰ ὠβελισμένα οὐδενὶ τῶν ἐξηγητῶν ἔδοξε Θουκυδίδου εἶναι. ἀσαφῆ γὰρ καὶ τῷ τύπῳ τῆς ἑρμηνείας καὶ τοῖς διανοήμασι πολὺν ἐμφαίνοντα τὸν νεω‐ τερισμόν pc2 ἀπαλλαξείοντες: ἐπιθυμοῦντές τινες ἀπαλ‐ | |
5 | λάξαι ἑαυτοὺς τῆς εἰωθυίας πενίας τὰ τῶν ἄλλων ἥρπαζον. | |
3.84.2 | ἀσμένη: μεθ’ ἡδονῆς. προυτίθεσαν: τιμιώτερον ἔκρι‐ ναν. τοῦ τε μὴ ἀδικεῖν: ἤγουν τοῦ δικαίου. | |
3.85.1 | ἐς ἀλλήλους: ἤγουν κατ’ ἀλλήλων. | |
3.85.2 | τῆς πέραν οἰκείας γῆς: μὴ μόνον τῆς νήσου ἐγκρατεῖς ἦσαν οἱ Κερκυραῖοι, ἀλλὰ καὶ τῆς ἠπείρου. μερισθέντες οὖν οἱ νησιῶται πρὸς τοὺς ἠπειρώτας ἐπεφέροντο, ἐκ τῆς στάσεως | |
5 | εἰς τοῦτο καθιστάμενοι. λιμὸς ἰσχυρός: σημείωσαι ὁ λιμός ABFMc2 | |
3.85.3 | ἐς τὴν νῆσον: τὴν Κέρκυραν. | |
3.85.4 | ὅπως ἀπό‐ γνοια ᾖ ...: ὅπως ἀπόγνωσις ᾖ τοῦ ὑποστρέψαι καὶ ἀπο‐ πλεῦσαι καὶ ἄλλο τι πρᾶξαι πλὴν τοῦ κρατῆσαι τῆς Κερκύρας Mpc2 ἀπόγνοια: ἀπόγνωσις Patm. ʃ σημείωσαι ἀπόγνοια ABF. | |
3.86.1 | τοῦ δ’ αὐτοῦ θέρους: μετάβασις ABCFM | |
3.86.3 | τῆς τε γῆς εἴργοντο καὶ τῆς θ.: εἴργοντο οἱ Λεοντῖνοι, ὥστε μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν ἐμπορεύεσθαι. | |
3.86.4 | καὶ ἔπεμψαν οἱ Ἀθηναῖοι: συμμαχίαν δηλονότι. οἰ‐ κειότητος: διὰ τὴν συγγένειαν. βουλόμενοι δέ: κατὰ τὸ | |
ἀληθές. αὐτόθεν: ἤγουν ἀπὸ τῆς Σικελίας. πρόπειραν: δοκιμασίαν. εἰ σφίσι δυνατὰ εἴη: εἰ δυνατὸν εἴη γενέσθαι | 216 | |
5 | ὑποχειρίους αὐτοῖς τοὺς Σικελιώτας. | |
3.86.5 | μετὰ τῶν ξυμ‐ μάχων: τῶν Λεοντίνων καὶ τῶν ἄλλων. | |
3.87.1 | τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος: μετά‐ βασις ABCFGM ἐκλιποῦσα μὲν οὐδένα χρόνον τὸ παν‐ τάπασιν: οὐ διαλιποῦσα τὸ παράπαν. τὸ παντάπασιν: τὸ σύνολον Fc2 διοκωχή: διάλειψις, ἀναβολή Mpc2ʃ γράφε‐ | |
5 | ται καὶ διακοπή. | |
3.87.2 | παρέμεινε δὲ τὸ μὲν ὕστερον ...: ἤγουν κατὰ τὸ δεύτερον παρέμεινεν εἰς ἐνιαυτόν. ὥστε Ἀθην. γε μὴ εἶναι ...: ἀντὶ τοῦ μηδὲν εἶναι ὅπερ μᾶλλον ἔβλαψε τὰ πράγματα Mpc2 | |
3.87.3 | ἐκ τῶν τάξεων: ἐκ τῶν συν‐ τάξεων, τῶν πολεμικῶν δηλονότι τῶν λεγομένων ἀλλαγίων. | |
3.87.4 | ἐν Ὀρχομενῷ τῷ Βοιωτίῳ: δύο γὰρ Ὀρχομενοί, ὁ μὲν τῆς Ἀρκαδίας, ὃν Ὅμηρος (Β 605) καλεῖ πολύμηλον, ὁ δὲ τῆς Βοιωτίας, ὃν Ὅμηρος (Β 511) καλεῖ Μινύειον ABCFM. | |
3.88.1 | δι’ ἀνυδρίαν: τῶν νήσων δηλονότι. ἐπι‐ στρατεύειν: ταῖς νήσοις. | |
3.88.2 | Κνιδαίων: Κνιδαῖος, εἰ Κνίδη μέν ἐστιν ἡ πόλις· ἐκ δ’ αὖ γε Κνίδου Κνιδίους λέγειν νόει e2 Λιπάρα: αὕτη τὸ παλαιὸν ἡ Λιπάρα Μελιγουνὶς ἐκαλεῖτο, | |
5 | ὥς φησιν ὁ Καλλίμαχος (hymn. III 48) ABCFGM | |
3.88.3 | νομί‐ ζουσι δὲ οἱ ἐν ἐκείνῃ ἄνθρωποι: ἐκείνῃ, ἀντὶ τοῦ οἱ ἐκεῖσε ἄνθρωποι τυχὸν ἢ ἕτερόν τι Patm. ξύμμαχοι δ’ ἦσαν Συρακοσίων: ἡ αἰτία τῆς ἐπιστρατείας τῶν Ἀθηναίων κατὰ | |
5 | τῶν Λιπαραίων ABCFM | |
3.88.4 | τὴν γῆν: ἐκείνων τῶν νησιωτῶν δηλονότι. ἀπέπλευσαν: ἀποπλεύσαντες ἐπανῆλθον. | |
3.89.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: μετάβασις ABCFMʃ ἔτος ϛʹ ACF ἐσβολή: ἔφοδος. | |
3.89.2 | Ὀροβίαις: | |
Ὠρωπίαν ἤκουσα τῆς Βοιωτίας e2 ἡ θάλασσα: ἡ νῦν θάλασσα, πρὶν δὲ λόγου γῆς μέρη· | 217 | |
5 | τὰ τοῦ βιβλογράφου δὲ κλῆσις ὀσπρίων e2 ἡ θάλασσα ἐπελθοῦσα ...: ἐπανελθοῦσα ἡ θάλασσα μέρος ἀπὸ τῆς τότε οὔσης γῆς ἐπῆλθε καὶ κατέλαβε. καλῶς δὲ εἶπε, τῆς τότε οὔσης γῆς, ὡς νῦν θαλάσσης οὔσης, δηλονότι διὰ τὸν σεισμόν. ἄλλοι δὲ οὕτως ἐξηγοῦνται· ἡ θάλασσα εἰς | |
10 | ἑαυτὴν ἐπαναχωρήσασα καὶ ὑποστρέψασα ἀπὸ τοῦ λιμένος καὶ τῆς γῆς ἐπὶ τὰ κυματώδη (τότε γὰρ μάλιστα κυματοῦται, ὅταν εἰς ἑαυτὴν ἀναχωρήσῃ), αὖθις ἐλθοῦσα ἐπὶ τὴν γῆν κατέλαβε μέρος τι ἕτερον τῆς γῆς ὅπερ πρότερον οὐ κατεῖχε Mpc2 καὶ τὸ μέν ...: καὶ τὸ μὲν κῦμα, φησί, κατέκλυσε | |
15 | τὴν γῆν, τὸ δὲ μέρος τῆς γῆς ἐκεῖνο ὑπενόστησε καὶ ὑπεκαθ‐ έσθη καὶ ταπεινότερον ἐγένετο Mpc2 ὑπενόστησε: ἐταπεί‐ νωσε AB φθῆναι: προλαβεῖν. | |
3.89.3 | ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις: τρεῖς Λοκρίδες εἰσίν, αὕτη τε ἡ τῶν Ὀπουν‐ τίων καὶ ἡ τῶν Ἐπιζεφυρίων καὶ ἡ τῶν Ὀζολῶν ABCFM γίγνεται ἐπίκλυσις: ἀντὶ τοῦ ἐγένετο κύματος ἐξόρμησίς | |
5 | τις ἐπὶ τὴν γῆν Mpc2 παρεῖλε: μέρος παρέκοψεν. ἀνειλ‐ κυσμένων: ἐπὶ τῆς ξηρᾶς οὐσῶν. | |
3.89.4 | ἐν Πεπαρήθῳ: ἡ Πεπάρηθος νῆσός ἐστι μία τῶν Κυκλάδων ABCFM αἴτιον δ’ ἔγωγε νομίζω τοῦ τοιούτου ...: τὸ νόημα τοιοῦτόν ἐστι· νομίζω τὴν γῆν σειομένην τῇ κινήσει τὴν θάλασσαν ἀνατρέ‐ | |
5 | πειν, τὴν δὲ θάλασσαν ἀνατραπεῖσαν καὶ μετὰ ταῦτα κυμα‐ τωθεῖσαν καὶ μετὰ μείζονος ἐπελθοῦσαν ὁρμῆς πλέον τι μέρος ἐπικλύσαι τῆς γῆς, καὶ οὐκ ἐκεῖνο μόνον, ὅπερ εἶχε τὸ πρότερον Mq (fort. eadem manus atque p) c2 | |
3.89.5 | ἀποστέλλειν: ἀντὶ τοῦ συστέλλειν. καὶ ἐξαπίνης πάλιν ...: καὶ τὸν σεισμὸν νομίζω, φησί, τὴν θάλασσαν αἰφνίδιον ἐπισώμενον τῇ ἐπὶ | |
θάτερα κινήσει βιαιοτέραν τὴν ἐπίκλυσιν ποιεῖν qc2. | 218 | |
3.90.1 | τοῦ δ’ αὐτοῦ θέρους: μετάβασις BCFG ὡς ἑκάστοις ξυνέβαινεν: ὡς ἑκάστοις τισὶν αἰτία τοῦ στασιά‐ ζειν καὶ πολεμεῖν ἐγίγνετο qc2 | |
3.90.2 | τοῖς ἀπὸ τῶν νεῶν: τῶν Ἀθηναίων. | |
3.90.3 | τῷ ἐρύματι: τῷ φρουρίῳ. προσβαλόντες: σφοδρῶς ἐπελθόντες. | |
3.91.1 | τοῦ δ’ αὐτοῦ θέρους: μετάβασις ABCF Δημο‐ σθένης: 〈ὁ〉 στρατηγός ABCF | |
3.91.2 | ὑπακούειν: τοῖς Ἀθη‐ ναίοις δηλονότι. οὐδὲ ἐς τὸ αὐτῶν ξυμμαχικὸν ἰέναι: ἤγουν ξυμμαχεῖν. | |
3.91.3 | αὐτοῖς: τοῖς Ἀθηναίοις ABCMq σχόν‐ τες: ἐλλιμενίσαντες. Τάναγραν: ταύτην τὴν Τάναγραν Ὅμηρος [Β 498] Γραῖαν καλεῖ· Θέσπειαν, Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν ABCF | |
3.91.4 | ἐκ τῆς πόλεως: τῶν Ἀθηναίων δηλονότι. ἀπὸ σημείου: ἀπὸ συνθήματος, σημεῖα ἀνατείναντες ἀλλήλοις Mqc2 | |
3.91.5 | οἱ δέ: ἤγουν οἱ ὁπλῖται. | |
3.92.1 | ὑπὸ δὲ τὸν χρόνον τοῦτον: μετάβασις ABCF | |
3.92.2 | προσθεῖναι: παραδοῦναι, ὥστε συμμάχους εἶναι Mqc2ʃ κατὰ προσθήκην δοῦναι. πιστοὶ ὦσι: οἱ Ἀθηναῖοι δηλονότι. | |
3.92.3 | Δωριῆς: μετάληψις ὀνόματος ἀντὶ ὀνόματος καὶ γένους ἀντὶ γένους· ἀντὶ γὰρ θηλυκοῦ ὀνόματος καὶ γένους, τῆς Δωρίδος, ἔλαβε τὸ ἀρσενικὸν εἰπὼν συνεπρεσβεύοντο οἱ Δω‐ ριεῖς, ὃ καὶ Δωρεῖς ἔφη κατὰ συναίρεσιν. νοεῖται δὲ ἐκ τοῦ | |
5 | ἐπαγομένου θηλυκοῦ ὀνόματος τοῦ ἡ μητρόπολις τῶν Λακε‐ δαιμονίων. ἔθος δέ ἐστι τῷ Θουκυδίδῃ τὸ ταῦτα ποιεῖν b3 | |
3.92.4 | καὶ ἅμα τοῦ πρὸς Ἀθηναίους πολέμου: καὶ ἅμα διὰ τὸν πρὸς Ἀθηναίους πόλεμον Mqc2ʃ ἕνεκα G ἐπί γε γὰρ τῇ Εὐβοίᾳ: κατὰ τῆς Εὐβοίας. ὥστ’ ἐκ βραχέος: ὥστε ῥᾳδίαν τὴν διάβασιν εἶναι, στενῆς οὔσης τῆς ἐν μέσῳ θαλάσ‐ | |
5 | σης Mqc2 | |
3.92.6 | ἐκ καινῆς: δηλονότι κρηπῖδος. μάλιστα: ἀντὶ τοῦ κατ’ ἀκρίβειαν. καὶ ἤρξαντο κατὰ Θερμοπύλας: ἤρξαντο, φησί, κατ’ αὐτὸ τὸ στενόν, ὅπως εὐφύλακτα αὐτοῖς | |
γένηται. τὸ γὰρ ἐν στενῷ τόπῳ καὶ ἀσφαλές Mqc2 | 219 | |
3.93.1 | ἐπὶ τῇ Εὐβοίᾳ: κατὰ τῆς Εὐβοίας. | |
3.93.2 | καὶ ὧν ἐπὶ τῇ γῇ ἐκτίζετο: καὶ κώλυμα ἦσαν κἀκεῖνοι τοῦ αὐξη‐ θῆναι τὴν πόλιν, ὧν ἐπὶ κακῷ τῆς γῆς ἐκτίζετο ἡ πόλις Mqc2 παροικῶσιν: ἐν γειτόνων ὦσι. νεοκαταστάτοις: νεωστὶ | |
5 | οἰκήσασιν. ἐξετρύχωσαν: ἐδάμασαν. τὸ πρῶτον: ἤγουν κατὰ τὴν πρώτην οἴκησιν. | |
3.93.3 | οὐ μέντοι ἥκιστα: ἀντὶ τοῦ μάλιστα. ʃ οὐχ ἧσσον δὲ οἱ ἄρχοντες οἱ πεμπόμενοι ἐκεῖ ὑπὸ Λακεδαιμονίων ἐξετρύχωσαν τὴν πόλιν καὶ κώλυμα ἐγένοντο τοῦ αὐξηθῆναι αὐτήν, εἰς ἔνια πράγματα οὐ καλῶς διοι‐ | |
5 | κοῦντες Mqc2 ʃ αἴτιον ἦν ἀπὸ κοινοῦ G ἐξηγούμενοι: ἄρχοντες. οἱ πρόσοικοι: οἱ Θεσσαλοὶ καὶ Οἰταῖοι BCFM | |
3.94.1 | ὃν ... κατείχοντο: ὃν κατεῖχον καὶ διέτριβον χρόνον ἐν τῇ Μήλῳ qc2 | |
3.94.2 | σφίσι: τοῖς Ἀκαρνᾶσι δηλονότι. | |
3.94.4 | διὰ πολλοῦ: διαστήματος δηλονότι. ψιλῇ: κούφῃ, ἀπ‐ ηλλαγμένῃ σιδήρου. οὐ χαλεπὸν ἀπέφαινον ...: ἀπέφαι‐ νον, φησί, ῥᾳδίως δυνάμενον καταστραφῆναι, πρὶν ἀλλήλοις ἐπιβοηθῆσαι καὶ συνελθεῖν πάσας τὰς πόλεις Mqc2 | |
3.94.5 | ὅπερ μέγιστον μέρος: οἱ Εὐρυτᾶνες. ἀγνωστότατοι δὲ γλῶσ‐ σαν: οὐκ ἔχοντες τὴν διάλεκτον εὔκολον γνωσθῆναι. προσ‐ χωρήσειν: τοῖς Ἀθηναίοις δηλονότι. | |
3.95.1 | ὁ δὲ ...: τὸ ἑξῆς οὕτως· ὁ δέ, πεισθείς, ἄρας ἀπὸ τῆς Λευκάδος, παρέπλευσε· τὰ γὰρ ἄλλα διὰ μέσου ABFMc2 τοῖς ἠπειρώταις: σὺν μόνοις τοῖς ἠπειρώταις συμμάχοις καὶ Αἰτωλοῖς Mqc2 Ὀζολῶν: | |
5 | τοὺς Ὀζόλας νῦν σὺ Λοκροὺς ?? γράφε· ἔδειξας (?) οἷς ἔγραψας Ὀζόλας πλέον (?) e2 καὶ Φωκεῦσιν ἤδη ...: ἀντὶ τοῦ, ἀπὸ δὲ τούτου Φωκεῦσιν ὅμορος ἡ Βοιωτία ἐστίν Mqc2 ἄρας οὖν: ἐπανάληψις G ʃ ὁ οὖν σύνδεσμος περιττός ἐστι· πρὸς γὰρ τὰ ἄνω ἐστίν, ὁ δέ, | |
10 | τῶν Μεσσηνίων χάριτι πεισθείς, ἄρας. ἀλλ’ ἐπειδὴ διὰ μακροῦ ἀνταπέδωκε, διὰ τοῦτο τὸν οὖν σύνδεσμον παρέλαβεν ABCFMʃ ὁ οὖν σύνδεσμος εἰ καὶ περιττὸς τῷ Ἀντύλλῳ δοκεῖ, ἐγὼ πάνυ ἀναγκαίως λέγω προσκεῖσθαι αὐτόν· τὴν βουλὴν γὰρ εἰπὼν ἐπήγαγε τὴν πρᾶξιν, ὡς ἂν εἰ ἔλεγεν, οὐκοῦν ἐνθυμηθεὶς | 220 |
15 | ἔπραττεν ὅπερ ἐνεθυμήθη qc2 | |
3.95.2 | κοινώσας δὲ τὴν ἐπί‐ νοιαν: εἰς κοινὴν γνώμην προθεὶς τὴν ἐνθύμησιν. διὰ ... τὴν οὐ περιτείχισιν: διότι, φησί, βουλομένων Ἀκαρνάνων οὐ περιετειχίσθη ABCF τοῖς ἐπιβάταις: τοῖς ἐρέταις: τοῖς ἐρέταις. | |
3.95.3 | ξύμ‐ μαχοι: Ἀθηναίοις G ὁμόσκευοι: τῇ αὐτῇ σκευῇ χρώμενοι, ἤγουν ψιλῇ. | |
3.96.1 | Ἡσίοδος: περὶ Ἡσιόδου τοῦ ποιητοῦ καὶ τοῦ θανάτου αὐτοῦ ABFc2 ὑπὸ τῶν ταύτῃ: ἤγουν ὑπὸ τῶν ἐνοικούντων ἐν ταύτῃ τῇ γῇ. | |
3.96.2 | τὴν γὰρ γνώμην εἶχε: γνώμην, φησίν, εἶχεν ἐπαναχωρήσας εἰς Ναύπακτον, οὕτω λοιπὸν ἐπὶ τοὺς Ὀφιονέας στρατεύειν, εἰ μὴ βούλοιντο σπέν‐ δεσθαι τοῖς Ἀθηναίοις Mqc2 | |
3.96.3 | ἐπεβουλεύετο: ἀντὶ τοῦ, κατ’ αὐτῶν ἐβουλεύετο αὕτη ἡ γνώμη καὶ συνετάττετο qc2 οἱ ἔσχατοι Ὀφιονέων: οἱ ἐν ἐσχατιᾷ ὄντες τῶν τόπων τῶν Ὀφιονέων. | |
3.97.1 | τῷ δὲ Δημοσθένει ...: τῷ δὲ Δημοσθένει τοιόνδε τι παρῄνουν οἱ Μεσσήνιοι, ἰέναι αὐτὸν ἐπὶ κώμην ἑκάστην, διδάσκοντες αὐτὸν ὅτι ῥᾳδία ἐστὶν ἡ αἵρεσις αὐτῶν, πρὶν συστραφῆναι πάντας καὶ ἅμα γενέσθαι Mqc2 ἡ αἵρε‐ | |
5 | σις: ἡ κατάσχεσις. ἀντιτάξωνται: οἱ Αἰτωλοὶ δηλονότι. | |
3.97.2 | τῇ τύχῃ: τῇ ἑαυτοῦ δηλονότι, ἐπεὶ οὐδέποτε ἠναντιώθη αὐτῷ, ἔπραττε τὸ λεχθέν CMq τῇ τύχῃ ἐλπίσας: θαρρήσας ταῖς ἐλπίσι τῆς τύχης. οὓς αὐτῷ ἔδει προσβοηθῆσαι: ἐξ ὧν ἔδει βοήθειαν λαβεῖν κατὰ προσθήκην. κατὰ κράτος: | |
5 | ἤγουν μετὰ ἰσχύος καὶ δυνάμεως. ὑπέφευγον γὰρ οἱ ἄν‐ θρωποι: νοητέον τὸ λανθάνοντες. τῶν ὑπὲρ τῆς πόλεως: τῶν ὑπεράνω τῆς πόλεως. | 221 |
3.97.3 | ὑπεχώρουν: ἐπὶ πόδα ἤρχοντο. ἐπὶ πολύ: διάστημα καιροῦ δηλονότι. ὑπαγωγαί: ἀναχω‐ ρήσεις. ἐν οἷς ἀμφοτέροις: ἤγουν τῇ τε διώξει καὶ ἀναχω‐ ρήσει. | |
3.98.1 | μέχρι μὲν οὖν οἱ τοξόται ...: μέχρι μὲν οὖν αὐτοῖς εἶχον οἱ τοξόται βέλη, ἀντὶ τοῦ οἱ τοξόται αὐτῶν. ἰδίωμα δὲ Ἀττικὸν ἡ τοιαύτη σύνταξις Mqc2 οἱ δέ: οὗτοι, οἱ Ἀθηναῖοι. ἀνεστέλλοντο: ἀνεκρούοντο, ἀνεχώρουν Mqc2 αὐτοί: οὐχ | |
5 | οἱ τοξόται, ἀλλ’ οἱ ὁπλῖται GMqc2 τῷ αὐτῷ ξυνεχόμενοι: ἀντὶ τοῦ διώκοντες καὶ ὑποχωροῦντες Mqc2 | |
3.98.2 | κατὰ πόδας: ἀντὶ τοῦ συντόμως. ἐσφερομένους: εἰσδυομένους, κρυπτο‐ μένους. | |
3.98.4 | τοσοῦτοι μέν: ὁ μέν ἀντὶ τοῦ δή Mqc2 | |
3.98.5 | τοῖς πεπραγμένοις: λείπει ἡ ἐπί. | |
3.99.1 | ἐν ἀποβάσει τέ τινι: ἤγουν ἐν τόπῳ τινὶ ἀπο‐ βάντες. περιπόλιον: οὐ χωρίου ὄνομα τὸ περιπόλιον, ἀλλὰ φρουρίου τινός, ἐν ᾧ περίπολοι φρουροῦσιν GMqc2 ὃ ἦν ἐπὶ τῷ Ἄληκι ποταμῷ: ἡ ἐπί ἀντὶ τῆς παρά. | |
3.100.1 | τοῦ δ’ αὐτοῦ θέρους: μετάβασις C διὰ τὴν τῶν Ἀθηναίων ἐπαγωγήν: διὰ τὸ ἐπικεῖσθαι αὐτοῖς πρώην τοὺς Ἀθηναίους Mqc2 | |
3.101.1 | ἐπεκηρυκεύετο: δι’ ἐπικηρυκείας ἐμήνυε. | |
3.101.2 | τὸν ἐπιόντα στρατόν: τῶν Λακεδαιμονίων. | |
3.102.2 | τὴν γῆν: τὴν Ναυπακτίαν δηλονότι. | |
3.102.3 | προαι‐ σθόμενος τοῦ στρατοῦ: αἴσθησιν λαβὼν τοῦ στρατοῦ ἐρχομένου. πείθει Ἀκαρνᾶνας χαλεπῶς: ἔπεισεν αὐτοὺς δυσχερῶς. διὰ τί δυσχερῶς; ἐπειδὴ οὐκ ἐπείσθη αὐτοῖς περι‐ | |
5 | τειχίσαι τὴν Λευκάδα Mqc2 | |
3.102.4 | μετ’ αὐτοῦ: τοῦ Δημοσθέ‐ νους. δεινὸν γὰρ ἦν ...: δέος γὰρ ἦν, μήποτε, τοῦ τείχους μεγάλου ὄντος, καὶ τὰ ἑξῆς Mqc2 | |
3.102.6 | πρὸς αὐτούς: πρὸς τοὺς μετ’ Εὐρυλόχου GMqc2 μετὰ σφῶν: τῶν Ἀμπρακιω‐ τῶν. | 222 |
3.103.1 | οἱ δ’ ἐν τῇ Σικελίᾳ Ἀθηναῖοι: μετάβασις ABCF αὐτοῖς: αὐτοῖς ξυνεπολέμουν τοῖς Ἀθηναίοις ABFMqc2 | |
3.103.2 | ὑστέροις Ἀθηναίων: ἤγουν μετὰ τοὺς Ἀθηναίους. | |
3.103.3 | μετὰ τοῦτο: μετὰ τὸ τραπῆναι. | |
3.104.1 | τοῦ δ’ αὐτοῦ χειμῶνος: μετάβασις ABCF κατὰ χρησμὸν δή τινα: κατὰ ὁρισμὸν χρησμοῦ. | |
3.104.2 | θῆκαι: τάφοι. Πολυκράτης: ὁ εὐτυχής, οὗ μέμνηται Ἡρόδοτος BCFM ἁλύσει δήσας ...: ἐξάψας τῇ ἁλύσει τῆς Δήλου. | |
3.104.3 | Ἰώνων τε καὶ περικτιόνων νησιωτῶν: περικτίονες, οἱ πέριξ οἰκοῦν‐ τες καὶ πρόσχωροι Patm. ʃ περικτίονές εἰσι καὶ ἀμφικτίονες οἱ περιοικοῦντες. Ὅμηρος εὐκτίμενον τὸ καλῶς οἰκούμενον, καὶ | |
5 | [β 65sq.]· Ἄλλους τ’ αἰδέσθητε περικτίονας ἀνθρώπους, οἳ περιναιετάσουσι BCFM ἐθεώρουν: ἐθεώρουν τί σημείωσαι Bc2 ʃ τῆς θεωρίας καὶ πανηγύρεως μετεῖχον. ἐς τὰ Ἐφέσια: ἐς τὴν ἑορτὴν τῆς | |
10 | Ἐφεσίας Ἀρτέμιδος. χορούς τε ἀνῆγον: τῷ Ἀπόλλωνι. | |
3.104.4 | προοιμίου Ἀπόλλωνος: ὕμνου Ἀπόλλωνος· τοὺς γὰρ ὕμνους προοίμια ἐκάλουν Mqc2 ἠγερέθονται: συναθροίζον‐ ται. | |
3.104.5 | ἐν τοῖσδε: τοῖς ῥηθησομένοις. ἐκ τοῦ αὐτοῦ προοιμίου: τοῦ εἰρημένου. ἀφήμως: ἡσύχως, σιγῇ πάν‐ τως, ἀθρόως BFc2 παιπαλοέσσῃ: καταξήρῳ. | |
3.104.6 | ἐτεκμη‐ ρίωσεν: διὰ τεκμηρίου ἐδήλωσεν. ὑπὸ ξυμφορῶν: δεινῶν συμβεβηκότων. πρὶν δὲ οἱ Ἀθηναῖοι ...: πρὶν ποιῆσαι τοὺς Ἀθηναίους τὸν ἀγῶνα qc2 | |
3.105.1 | τοῦ δ’ αὐτοῦ χειμῶνος: μετάβασις C ὥσπερ ὑποσχόμενοι: ὥσπερ ὑπέσχοντο. περίφρασις ὁ τρόπος qc2 | |
3.105.4 | ἀπέστειλαν: οἱ περὶ τὰς Ὄλπας Ἀμπρακιῶται qc2 ʃ μή‐ ποτε ἄρα οἱ ἐν τῇ πόλει τῇ Ἀμπρακίᾳ Ἀμπρακιῶται οὐ δυνη‐ θῶσι διελθεῖν τοὺς ἐν ταῖς Κρήναις Ἀκαρνᾶνας φυλάττοντας καὶ τοὺς μετ’ Εὐρυλόχου Πελοποννησίους qc2 ἐς τὴν πόλιν: | 223 |
5 | τὴν ἑαυτῶν δηλονότι. | |
3.106.3 | καὶ διεξελθόντες μεταξὺ ...: οἱ μετὰ Εὐρυ‐ λόχου, φοβούμενοι παρά τε θάλατταν ὁδοιπορεῖν διὰ τοὺς Ἀργείους, οἰκοῦντας ἐπὶ θαλάττῃ, καὶ διὰ μεσογείου διὰ τὴν ἐν Κρήναις κωλύουσαν φυλακήν, μέσον τῆς τε τῶν Ἀργείων | |
5 | πόλεως καὶ τῆς φυλακῆς ἐχώρουν qc2 | |
3.107.1 | καθίζουσιν ἐπὶ τὴν Μητρόπολιν: ἱδρύονται ἐν τῇ Μητροπόλει qc2 | |
3.107.2 | καὶ αἱ μὲν νῆες ...: ὑπερβατόν. ἡ γὰρ σύνταξις οὕτω· καὶ αἱ μὲν νῆες ἐκ θαλάσσης ἐφώρμουν περὶ τὸν λόφον τὰς Ὄλπας. ὁ γὰρ λόφος Ὄλπαι ἐκαλεῖτο Gqc2 βίᾳ κατείχοντο: ἀντὶ τοῦ ἐκωλύοντο qc2 | |
3.107.3 | αὐτούς: τοὺς ἀντιταξαμένους. ἡσύχαζον: ἄπρακτοι ἦσαν. καὶ μεῖζον ...: καὶ φοβηθεὶς ὁ Δημοσθένης, μήποτε κυκλωθῇ τὸ δεξιὸν μέρος τῶν Ἀθηναίων ὑπὸ τοῦ εὐωνύμου τῶν Πελοποννησίων | |
5 | (καὶ γὰρ μεῖζον ἐγένετο τῶν Πελοποννησίων τὸ εὐώνυμον καὶ ὑπερέτεινε), λοχίζει ἐνέδραν qc2 περιέσχε: περισσὸν ἦν. λοχίζει: ἐνέδραν καθίζει. λοχμώδη: δασύν. ψιλούς: τοξο‐ φόρους. | |
3.107.4 | ἐπεὶ δὲ παρεσκεύαστο: ἕτοιμα ἦν τὰ τοῦ πολέμου. ᾖσαν ἐς χεῖρας: συνεπλάκησαν. ἐπεῖχον: ἐκρά‐ τουν. οὗτοι δὲ ἐν τῷ εὐωνύμῳ μᾶλλον: οἱ Μαντινεῖς. κατὰ Μεσσηνίους: ἤγουν κατὰ τὸ πρόσωπον τῶν Μεσ‐ | |
5 | σηνίων. | |
3.108.1 | ἐν χερσὶν ἤδη ὄντες: συνεπλάκησαν πολε‐ μοῦντες. περιέσχον τῷ κέρᾳ: ὑπερέσχον τῷ εὐωνύμῳ κέρατι qc2 ʃ περιεγένοντο. προσπίπτουσι: τοῖς Πελοποννησίοις. τὸ κατ’ Εὐρύλοχον: οὗ ἦρχεν ὁ Εὐρύλοχος. ἐφοβοῦντο: | |
5 | εἰς φυγὴν ἐτράποντο. καὶ οἱ Μεσσήνιοι ὄντες ...: καὶ | |
οἱ Μεσσήνιοι, ὄντες κατὰ τοῦτο τὸ μέρος, τὸ πολὺ τοῦ ἔργου διεπράξαντο, ἢ ἐπὶ πολὺ τοῖς ἐναντίοις ἠκολούθησαν qc2 ἐπεξῆλθον: ἐπεξελθόντες ἔπραξαν. | 224 | |
3.108.2 | τὸ καθ’ ἑαυτούς: ἤγουν τὸ πρὸς αὑτοὺς ὁρῶν στράτευμα. | |
3.108.3 | ἐπαναχωροῦν‐ τες: οἱ Ἀμπρακιῶται. τὸ πλέον: τοῦ στρατεύματος αὐτῶν. προσέκειντο: ἀντὶ τοῦ ἐπέκειντο. αὐτῶν: τῶν Ἀμπρακι‐ ωτῶν. προσπίπτοντες: τοῖς ἐναντίοις δηλονότι. ἐς ὀψέ: | |
5 | ἤγουν ἑσπέρας. ʃ σημείωσαι ἐπὶ τῆς ἑσπέρας νῦν μόνον τὸ ὀψέ BGqc2 | |
3.109.1 | παρειληφώς: δεξάμενος. ἢ καὶ ἀναχωρῶν διασωθήσεται: ἀπὸ κοινοῦ τὸ ἀπορῶν qc2 λόγον: ἤγουν ἱκετικόν. | |
3.109.2 | οὐκ ἐσπείσαντο: οὐκ ἔδοσαν ἄδειαν μετὰ σπονδῶν. ψιλῶσαι: μονῶσαι καὶ ψιλοὺς τῶν συμμάχων ποιῆσαι qc2 ʃ γυμνῶσαι. Λακεδαιμονίους ...: ἐβούλετο διαβαλεῖν τοὺς Λακεδαιμονίους καὶ Πελοποννησίους τοῖς | |
5 | Ἀμπρακιώταις ὡς προδότας καὶ τὸ ἑαυτῶν συμφέρον προ‐ τιμήσαντας qc2 ἐς τοὺς ἐκείνῃ: ἤγουν ἐν ἐκείνῃ τῇ γῇ. καταπροδόντες: τοὺς Ἕλληνας δηλονότι. προυργιαίτε‐ ρον: προτιμότερον. | |
3.109.3 | ὥσπερ ὑπῆρχε: ὡς ἐκ τῶν παρόν‐ των δυνατὸν ἦν qc2ʃ ὡς ἦν αὐτοῖς δυνατόν. καὶ τὴν ἀπο‐ χώρησιν ... ἐπεβούλευον: καὶ οἷς σπεισάμενος Δημοσθένης Μαντινεῦσι καὶ Μενεδαΐῳ συνεχώρησεν ἀναχωρῆσαι, οὗτοι | |
5 | κρύφα ἐβουλεύοντο ἀναχωρεῖν, ἵνα μήτε οἱ Ἀκαρνᾶνες κωλύ‐ σωσιν αὐτούς (οὐ γὰρ ἐσπείσαντο) μήτε οἱ Ἀμπρακιῶται μένειν ἀναγκάσωσι qc2 | |
3.110.2 | προλοχιοῦντας: πρὸ τοῦ καταλαβεῖν ἐκείνους. | |
3.111.1 | ἐπὶ λαχανισμόν: λαχάνων συνάθροισιν. δῆθεν: ἰστέον ὅτι τὸ δῆθεν ἐνταῦθα ὡς ἐν προσποιήσει κεῖται· ἀντὶ τοῦ ἐφ’ ἃ προσεποιοῦντο ἐξελθεῖν καὶ ἅμα ἀπιέναι qc2 προ‐ κεχωρηκότες: πόρρω γεγονότες. θᾶσσον ἀπεχώρουν: | |
5 | ταχυτέρῳ δρόμῳ ἐχρῶντο. | |
3.111.2 | ὥρμησαν καὶ αὐτοί: ἀνα‐ χωρεῖν δηλονότι. καταλαβεῖν: φθάσαι. | |
3.111.3 | καὶ πάντας ...: | |
τούς τε Πελοποννησίους καὶ Ἀμπρακιώτας, [καὶ] ὁμοίως καὶ τοὺς Πελοποννησίους ἐπεδίωκον q καί τινας αὐτῶν ...: ζητεῖται, πῶς εἷς πολλοὺς στρατηγοὺς ἠκόντισε. τινὲς μὲν | 225 | |
5 | οὖν μετέστρεψαν οὕτω· καί τινος αὐτῶν τῶν στρατηγῶν κωλύοντος καὶ φάσκοντος ἐσπεῖσθαι αὐτοῖς ἠκόντισέ τις, τῇ γενικῇ πτώσει τοῦ ἠκόντισε συνταττομένου οἰκείως, ὡς καὶ παρ’ Ὁμήρῳ [Ν 516]· Τοῦ μὲν ἔπειτ’ ἀπιόντος ἀκόντισεν. | |
10 | ἴσως δὲ οὐκ ἀδύνατόν ἐστιν, ἕνα πλείω ἀκόντια ἔχοντα πλείους ἀκοντίσαι τῶν στρατηγῶν. δυνατὸν δὲ τὸ ἠκόντισέ τις καὶ ἐπὶ πλήθους λαμβάνεσθαι, οἷον, καὶ ἄλλος καὶ ἄλλος ἠκόντισεν qc2ʃ καί τινας τῶν ἰδίων στρατηγῶν κατηκόντισαν οἱ Ἀκαρνᾶνες, κωλύοντας καὶ φάσκοντας γεγενῆσθαι αὐτοῖς σπονδάς, καὶ | |
15 | ἄδειαν δοθῆναι τῆς ἀναχωρήσεως αὐτοῖς ὑπὸ Δημοσθένους. οὐκ εἶπε δὲ τινές, ἀλλὰ τίς, μιμούμενος Ὅμηρον· κἀκεῖνος γὰρ πολλοὺς ἀκοντίσαντας σημαίνων πρὸς ἑνικὴν πτῶσιν συν‐ έταξεν, ἀκόντισεν εἰπών qc2 | |
3.111.4 | ἔρις καὶ ἄγνοια: ἀμφισβή‐ τησις καὶ ἄγνοια qc2 | |
3.112.2 | ἐπὶ τῆς ἐσβολῆς: ἐπὶ τῆς ἐφόδου τῆς κατὰ τῶν ἐναντίων. | |
3.112.4 | ἐπίτηδες: ἐσκεμμένως. προύταξε: προπο‐ ρεύεσθαι δηλονότι. | |
3.112.7 | ἐτράποντό τινες: φεύγειν δηλονότι. ἅμα τοῦ ἔργου τῇ ξυντυχίᾳ: κατὰ τύχην τηνικαῦτα ἡνίκα ἡττῶντο qc2 ʃ τῷ ξυμβεβηκότι τῆς δυσχερείας. προσένευ‐ σαν: † προσέπαυσαν. | |
3.112.8 | ἐς Ἄργος: τὸ Ἀμφιλοχικόν. | |
3.113.1 | καὶ αὐτοῖς ... ἦλθε κῆρυξ ...: ἐσχημάτισε τὸ αἰτήσοντες πρὸς τὸ ἦλθε κήρυξ. δυνάμει δὲ τοιοῦτόν ἐστιν· οἱ εἰς Ἀγραίους καταφυγόντες κήρυκα ἔπεμψαν αἰτήσοντες ἀναίρεσιν νεκρῶν, οὓς ἀπέκτειναν Ἀκαρνᾶνες ὕστερον τῆς πρώ‐ | |
5 | της μάχης. πρώτη μὲν γὰρ μάχη ἐγένετο πρὸς τὸν Εὐρύλοχον καὶ τοὺς Πελοποννησίους, δευτέρα δὲ ἡ ἐν τῇ φυγῇ πρὸς τοὺς Ἀμπρακιώτας, τρίτη δὲ ἡ πρὸς τοὺς ἐν Ἰδομένῃ. ὁ οὖν κήρυξ | |
τὴν ἀναίρεσιν ᾐτεῖτο τῶν [ἐν] δευτέρᾳ μάχῃ τεθνηκότων, οὐκ εἰδὼς ὅτι τρίτη γέγονε μάχη, ἐν ᾗ πολλοὶ ἀπώλοντο qc2 | 226 | |
3.113.2 | ἀλλ’ ᾤετο τῶν μετὰ σφῶν εἶναι: ἀλλ’ ᾤετο τῶν μετὰ σφῶν ἐν τῇ δευτέρᾳ μάχῃ πεπτωκότων εἶναι τὰ ὅπλα qc2 | |
3.113.3 | καί τις αὐτὸν ἤρετο ...: δύο ἐρωτᾷ, ἓν μέν, τοῦ χάριν θαυμάζει, ἕτερον δέ, πόσους οἴεται τῶν ἰδίων τεθνηκέναι. ὥσπερ δὲ ὁ κήρυξ οὐδὲν ᾔδει περὶ τῆς τρίτης μάχης, οὕτως ὁ ἐρωτῶν | |
5 | οὐκ ἠπίστατο περὶ τῶν ἐν ποίᾳ μάχῃ πεπτωκότων ὁ κήρυξ ἧκεν, ἀλλ’ ἐνόμιζε περὶ τῶν ἐν τῇ τρίτῃ μάχῃ τεθνηκότων ἐληλυθέναι qc2 ὑπολαβών: ὁ κῆρυξ BF | |
3.113.4 | οὔκουν τὰ ὅπλα ταυτὶ φαίνεται: λείπει τὸ διακοσίων εἶναι μόνων qc2 ἐκεῖνος: ὁ κῆρυξ BCF ὁ δ’ ἀπεκρίνατο: τὰ ὅπλα εἰσὶν ὑμέτερα δηλονότι. ἀλλ’ ἡμεῖς γε ...: ὁ κῆρυξ εἶπεν ἀπὸ | |
5 | κοινοῦ BCF καὶ μὲν δὴ ...: ὁ ἐρωτῶν εἶπεν BCF | |
3.115.3 | τῆς δὲ θαλάσσης ὀλίγαις ναυσὶν εἰργό‐ μενοι: οἱ Συρακούσιοι τῆς θαλάσσης ὑπὸ ὀλίγων νεῶν εἰργόμενοι, τῶν Ἀττικῶν δηλονότι qc2 | |
3.115.4 | μελέτην ...: ἐν τῷ μελετᾶν καὶ ἀσκεῖσθαι τὸ ναυτικὸν διατρίβειν qc2 | |
3.116.2 | ῥύαξ: περὶ τῆς ἐν Σικελίᾳ Αἴτνης BFc2 | |
3.116.3 | ξυνέ‐ γραψε: τῶν εἰς ιγʹ τέλος τῆς εʹ καὶ ἀρχὴ τῆς ϛʹ AB ʃ χρεὼν Διὸς Κόρινθον ἐνταυθοῖ γράφειν e2 | |
4.1.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους ...: ἐκ τῆς τετάρτης φύρμα τοῦ βιβλογράφου e2 περὶ σίτου ἐκβολήν: σίτου ἐκβολὴν τὴν τῶν σταχύων ἐκ τῶν καλύκων γένεσίν φησι. ἐπιφέρει γὰρ (c. 2) „ὑπὸ δὲ τοὺς | |
5 | αὐτοὺς χρόνους τοῦ ἦροσ“· ἦρος δὲ σταχύες ἐκφύονται rc2 ʃ ἤγουν, ὅτε ὁ στάχυς δημιουργεῖται καὶ ἤδη προβάλλεται, ἔχων τὸν κόκκον τοῦ σίτου διατετυπωμένον, οὔπω δὲ εἰς ἀκμὴν προαχθέντα. αὐτῶν: ἤγουν τῶν Μεσσηνίων. | |
4.1.2 | προσ‐ | |
βολήν: ἀντὶ τοῦ προσόρμισιν καὶ ἔφοδον τῆς Σικελίας ἢ πρὸς τὴν Σικελίαν rc2 ʃ ἤγουν τόπον ἐπικαιρότατον, ἀφ’ οὗ ἔστιν ἐξορμᾶν κατὰ τῆς Σικελίας. τὸ χωρίον: ἤγουν τὴν | 227 | |
5 | Μεσσήνην. ἐξ αὐτοῦ ὁρμώμενοι: ἤγουν ὡς ὁρμητηρίῳ χρώμενοι. σφίσι: τοῖς Συρακουσίοις. βουλόμενοι ...: θέλοντες οἱ Λοκροὶ ἀμφοτέρωθεν καταπολεμεῖν. ἀμφοτέρωθεν δὲ λέγει, ἔκ τε γῆς τῆς ἑαυτῶν, τῆς Λοκρίδος, καὶ ἐκ θαλάσσης rc2 | |
4.1.3 | ἵνα μὴ ἐπιβοηθῶσι: οἱ Ῥηγῖνοι δηλονότι. ᾗ καὶ μᾶλλον ἐπετίθεντο: οἱ Λοκροὶ τοῖς Ῥηγίνοις, διὰ τὴν αἰτίαν ταύτην, ὅτι ἐστασίαζον. δῃώσαντες δέ: τὴν γῆν τῶν Ῥηγίνων. ἐντεῦθεν: ἀπὸ τῆς Μεσσήνης rc2 | |
4.2.1 | ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους: ἤγουν κατὰ τὸν αὐτὸν ἐαρινὸν χρόνον. | |
4.2.3 | τούτοις: τοῖς στρατηγοῖς. καὶ Κερκυραίων ἅμα: περιττὸς ὁ καί σύνδεσμος Cr παρα‐ πλέοντας: τὸ ἑξῆς ἦν, παραπλέουσιν· ἀλλὰ μεταβάσει ἐχρή‐ σατο ἀπὸ δοτικῆς ἐπὶ αἰτιατικήν rc2 τιμωροί: οἱ Πελοπον‐ | |
5 | νήσιοι δηλονότι ABCr | |
4.2.4 | ὄντι ἰδιώτῃ: ἤγουν ἔξω ὄντι ἀρχῆς. | |
4.3.1 | ἐγένοντο πλέοντες: ἤγουν παρεγένοντο οἱ Ἀθη‐ ναῖοι. ἀντιλεγόντων δέ: τῶν στρατηγῶν δηλονότι. κατὰ τύχην: κατά τι συμβεβηκὸς τυχηρόν. | |
4.3.2 | τὸ χωρίον: τὸ περίμετρον τῆς Πύλου. ἐπὶ τοῦτο: ἤγουν ἕνεκα τοῦ τει‐ χισθῆναι. | |
4.3.3 | δαπανᾶν: εἰς δαπάνας ἐμβαλεῖν Grc2 διά‐ φορον: ἐπιτήδειον rc2ʃ κρεῖττον. καὶ τοὺς Μεσσηνίους οἰκείους ὄντας: ἔνιοι ἤκουσαν καὶ Μεσσηνίους οἰκείους ὄντας αὐτῷ τῷ Δημοσθένει· ἄμεινον δέ, αὐτῷ τῷ χωρίῳ. οἱ | |
5 | γὰρ μετὰ τοῦ Δημοσθένους ἐληλυθότες ἐκ Ναυπάκτου Μεσ‐ σήνιοι, συγγενεῖς ὄντες τοῖς περὶ τὴν Πύλον οἰκοῦσι Μεσση‐ νίοις καὶ ὁμόφωνοι τοῖς Λακεδαιμονίοις τυγχάνοντες, ἔμελλον ὁρμώμενοι ἐκ τῆς Πύλου πλεῖστα βλάπτειν τὴν Λακωνικήν, οὐ διαγιγνωσκόμενοι διὰ τὴν ὁμοφωνίαν, εἴτε πολέμιοί εἰσιν | |
10 | εἴτε οἰκεῖοι rc2 | 228 |
4.4.1 | κοινώσας: ἀπὸ κοινοῦ τὸ οὐκ ἔπειθεν rc2 | |
4.4.2 | ἐγ‐ χειρήσαντες: χεῖρας ἐνθέντες τῇ πράξει. λιθουργά: λα‐ ξευτήρια. λογάδην δὲ φέροντες λίθους: ἐπιλέκτως. ἤγουν ἐκλελεγμένους λίθους. ʃ οἱ μὲν τοὺς ἐπιτυχόντας ἤκουσαν· | |
5 | ἄμεινον δὲ τοὺς ἐπιλέκτους, ὡς καὶ ἄνδρας λογάδας. τειχο‐ ποιοῦντες γὰρ χωρὶς σιδηρίων οὐκ ἔμελλον τοὺς τυχόντας συνθήσειν λίθους, ὥστε ἀσθενὲς ἐργάσασθαι τὸ τεῖχος, ἀλλ’ ἐπελέγοντο ὁμοίους τοῖς εἰργασμένοις, τουτέστι, τετραπέδους rc2 ὡς ἕκαστόν τι ξυμβαίνοι: ἔνιοι ἀντὶ τοῦ παραπίπτοι καὶ | |
10 | παρατυγχάνοι· ἄμεινον δέ, ὡς ἕκαστα ἔμελλε συναρμόσεσθαι καὶ συμφωνήσειν πρὸς ἀλλήλους rc2 ἐπὶ τοῦ νώτου: τῶν καθ’ ὑπερβολὴν ἐναργῶς εἰρημένων τοῦτό ἐστιν rc2 | |
4.4.3 | τὰ ἐπιμαχώτατα: τὰ ἐνεπιχείρητα τοῖς πολεμίοις rc2 | |
4.5.1 | οἱ δέ: οἱ Λακεδαιμόνιοι. οὐχ ὑπομενοῦντας σφᾶς: ἐνήλλακται, ἀντὶ τοῦ οὐχ ὑπομενούντων rc2 | |
4.6.1 | ὡς ἐπύθοντο τῆς Πύλου: λείπει ἡ περί. τὸ περὶ τὴν Πύλον: πάθος δηλονότι. πρῲ ἐσβαλόντες: πρὸ τοῦ δέοντος καιροῦ Grc2 ἐσπάνιζον τῆς τροφῆς τοῖς πολλοῖς: τουτέστιν οἱ πολλοὶ αὐτῶ οὐχ ἱκανὴν εἶχον τροφήν | |
5 | Grc2ʃ εἶχον σπάνιν τροφῆς. τὴν καθεστηκυῖαν ὥραν: τὴν ἐνεστῶσαν. | |
4.6.2 | βραχυτάτην: ἐν ὀλίγαις ἡμέραις. | |
4.7.1 | καὶ τῶν ἐκείνῃ ξυμμάχων πλῆθος: καὶ πολλοὺς τῶν ἐκεῖ ξυμμάχων rc2 | |
4.8.1 | τῶν δὲ ἄλλων Λακεδαιμονίων: αὐτῶν τῶν τὴν πόλιν οἰκούντων rc2 | |
4.8.3 | τοῦ χωρίου: τῆς Πύλου. | |
4.8.4 | καὶ αἱ μὲν νῆες: αἱ δύο. | |
4.8.5 | ὅπως μὴ ᾖ: ὅπως μὴ δυ‐ νατὸν γένηται. | |
4.8.6 | ἡ γὰρ νῆσος ἡ Σφακτηρία ...: πρὸ τοῦ λιμένος τῆς Πύλου πρόκειται νῆσος Σφακτηρία ἐγγύς, καὶ διὰ τοῦτο αὐτὴν ἐπικειμένην λέγει. δύο δὲ διὰ τὴν νῆσον γίνεται στόματα τοῦ λιμένος, ἃ διέσπλους ὠνόμασεν. ὧν στο‐ | |
5 | μάτων τὸ μὲν ἐγγὺς αὐτῆς τῆς Πύλου στενόν ἐστιν, ὥστε μό‐ | |
λις δύο τριήρεις ἅμα διαπλεῖν, τὸ δ’ ἕτερον πλατύτερον, ὥστε ὀκτὼ δύνασθαι τριήρεις ἅμα διαπλεῖν rc2 καὶ ἐγγὺς ἐπι‐ κειμένη: τῆς Πύλου παρακειμένη. | 229 | |
4.8.7 | βύζην: ἀθρόως ABCrʃ οἷον βύσαντες ταῖς ναυσὶ τὸν εἴσπλουν rc2ʃ οἱ μὲν ἀβύζην, οἱ δὲ βύζην, ὃ καὶ κάλλιον εἶναι δοκεῖ. οἱονεὶ βύσαντες ἤγουν διόλου κλείσαντες ταῖς ναυσίν Gʃ ἔστι ῥῆμα βύω τὸ ἀσφαλίζω | |
5 | καὶ βύω ** τὸ φράττω. κλῄσειν: κλῇθρον, κατεκλῄσθησαν Ἀττικῷ τρόπῳ. Τζέτζου φρονῶν πᾶς τοῖς λόγοις πεπεισμένος δίφθογγον οὐ γράψειας, ἀλλ’ ἦτα μόνον· τοὺς βουβάλους δ’ ἔασον δυσμαθεστάτους | |
10 | ἁπανταχοῦ δίφθογγα ταυταῒ γράφειν, οἳ τὸ σκότος φῶς ὡς τὸ φῶς φασὶ σκότος, Κίρκης τραφέντες χοιρεῶσι τῆς νέας e2 μὴ ἐξ αὐτῆς: ὁρμώμενοι οἱ Ἀθηναῖοι rc2 | |
4.8.8 | ἀπόβασιν οὐκ ἔχουσαν: λείπει τὸ οὔτε εἰς τὴν νῆσον οὔτε εἰς τὴν ἤπειρον rc2 τὰ γὰρ αὐτῆς τῆς Πύλου ...: τὰ γὰρ αὐτῆς τῆς Πύλου ἔξω, τὰ ἀλίμενα, τουτέστι, τὰ ἔξω τοῦ εἴσπλου, οὐ | |
5 | παρέξειν προσόρμισιν τοῖς Ἀθηναίοις rc2 καὶ δι’ ὀλίγης: οὐκ ἐκ παρασκευῆς τῆς Πύλου καταληφθείσης ὑπὸ τῶν Ἀθη‐ ναίων, ὥστε ἔχειν ἐν τῷ τείχει τὰ πρὸς πολιορκίαν ἐπιτήδεια. ἔνιοι δὲ μετὰ ὀλίγης παρασκευῆς rc2 | |
4.8.9 | καὶ διεβίβαζον: περιττὸς ὁ καί σύνδεσμος rc2 λόχων: λόχοι Λακεδαιμονίων πέντε, Αἰδώλιος, Σίνις, Σαρῖνας, Πλόας, Μεσοάτης rc2 | |
4.9.1 | προσβάλλειν: τῇ Πύλῳ δηλονότι. ναυσί τε ἅμα καὶ πεζῷ: ἤγουν ἀπό τε τῆς νήσου καὶ ἀπὸ τῆς ξηρᾶς. παρ‐ εσκευάζετο: πολεμικῶς ἡτοιμάζετο. αἵπερ ἦσαν αὐτῷ ...: ἃς εἶχε λοιπάς, ἀνασπάσας ὑπὸ τὸ τείχισμα προσεσταύρωσε, | |
5 | τουτέστι νεωλκήσας ὀρθὰς πρὸ τοῦ τείχους προσέφραξεν. ἔνιοι δέ, ὅτι ξύλοις ὀρθοῖς προσωχύρωσεν αὐτάς rc2 ἀνασπάσας: | |
ἀπὸ τῶν ἀγκυρῶν δηλονότι. προσεσταύρωσεν: ὀρθὰς ἔστη‐ σεν. ἀσπίσι τε φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς: οἰσυΐναι, ἀσπίδες ἀπὸ οἰσύας κατεσκευασμέναι· οἰσύα γὰρ | 230 | |
10 | φυτὸν ἱμαντῶδες, ἐξ οὗ αἱ ἀσπίδες πλέκονται Patm. ʃ ταῖς ἐπιτυχούσαις καὶ εὐτελέσιν rc2 οὐ γὰρ ἦν ὅπλα: οὐ γὰρ δυνατὸν ἦν ὅπλα, καὶ τὰ ἑξῆς. ἐκ λῃστρικῆς: ἁλούσης τρια‐ κοντόρου λῃστρικῆς καὶ κέλητος ὑπὸ Ἀθηναίων, τὰ ὅπλα τῶν λῃστῶν ἔλαβον οἱ παρόντες τῷ Δημοσθένει Μεσσήνιοι. ἔστιν | |
15 | οὖν ὑπερβατόν· ἐκ λῃστρικῆς τριακοντόρου καὶ κέλητος ἔλαβον οἳ ἔτυχον παραγενόμενοι τῶν Μεσσηνίων. ἔστι δὲ τριακόν‐ τορος μὲν ἡ ὑπὸ τριάκοντα ἐρεσσομένη, κέλης δὲ μικρὸν καὶ στενὸν πλοῖον rc2 | |
4.9.2 | ἀμύνασθαι τὸν πεζόν, ἢν προσ‐ βάλῃ: ἤγουν ἀποδιώκειν τὸν ἀπὸ τῆς ξηρᾶς στρατόν, ἢν προσβάλῃ τῷ τείχει. αὐτὸς δὲ ἀπολεξάμενος ἐκ πάντων: ἀποκόψας ἐκ τῶν προσόντων τῷ τείχει. χαλεπά: δύσβατα. | |
5 | τοῦ τείχους ταύτῃ ...: τὴν κατὰ τοῦτο τὸ μέρος ἀσθένειαν τοῦ τείχους ἀφορμὴν παρέξειν τοῖς Λακεδαιμονίοις ὥστε ἐπ’ αὐτὸ ὁρμῆσαι. περιττὸν δὲ τὸ προθυμηθήσεσθαι· ἤρκει γὰρ τὸ ἐπισπάσαθαι. ἔνιοι δέ, ἐφελκύσεσθαι αὐτοὺς ἡγεῖτο εἰς προθυμίαν ἐκεῖνο τὸ μέρος rc2 | |
4.9.3 | αὐτοί: οἱ περὶ τὸν Δη‐ μοσθένην. ἐλπίζοντές ποτε ...: οἱ Ἀθηναῖοι οὐκ ἰσχυρῶς τὸ πρὸς θάλασσαν ἐτείχισαν τῆς Πύλου οὐχ ἡγούμενοι ἐν‐ τεῦθεν ἐπιθήσεσθαι τοὺς ἐναντίους, ἅτε δὴ θαλαττοκρατούν‐ | |
5 | των τῶν Ἀθηναίων rc2 βιαζομένοις: βιαίως ποιοῦσιν. ἁλώ‐ σιμον τὸ χωρίον γίγνεσθαι: ἐλπὶς ἦν δηλονότι. | |
4.9.4 | χω‐ ρίσας: τοὺς ὁπλίτας δηλονότι. | |
4.10.1 | ἄνδρες ...: δημηγορία Δημοσθένους ABCFGe2ʃ πρώτη ἐν τῇ τετάρτῃ τῶν συγγραφῶν c2ʃ τὸ προοίμιον ἐκ προσοχῆς· εἴρηται δὲ τῷ δυνατῷ μόνῳ ABCGr οἱ ξυναρά‐ μενοι: οἱ συνεφαψάμενοι. τοῦδε τοῦ κινδύνου: τὸ μὲν | |
5 | τοῦδε τοῦ κινδύνου ἀντὶ τοῦ τόνδε τὸν κίνδυνον. ἡ δὲ διά‐ | |
νοια, μηδεὶς ἐν τοιούτῳ κινδύνῳ γενόμενος ὀξεῖ τε καὶ ἀν‐ αγκαίῳ συνετὸς βουλέσθω δοκεῖν εἶναι καὶ ἐξαριθμείτω τὰ περιεστηκότα δεινά, ἀλλὰ τοῖς ἐναντίοις θαρσαλέως ἀντιτατ‐ τέσθω, καταφρονήσας τοῦ περιεστηκότος κινδύνου· μᾶλλον | 231 | |
10 | γὰρ ὁ τοιοῦτος κρατήσει τῶν πολεμίων rc2 ἐν τῇ τοιᾷδε ἀνάγκῃ: ἐν τῇ παρεστώσῃ. ὅσα γὰρ ἐς ἀνάγκην ἀφῖ‐ κται: τοῦτο ἐξηγητικόν ἐστι τοῦ προτέρου· οἱ γὰρ ἀναγκαίως περιεστῶτες κίνδυνοι οὐ διαλογισμοῦ χρῄζουσιν ἀκριβοῦς, ἀλλὰ τοῦ διακινδυνεύειν ἀόκνως καὶ ἀμελλήτως· τὸ δὲ ἥκιστα οὐκ | |
15 | ἐπὶ τοῦ ἧττον, ἀλλ’ ἐπὶ τοῦ οὐδ’ ὅλως κεῖται rc2 ἐς ἀνάγ‐ κην ἀφῖκται: ἤγουν ἀναγκαῖά εἰσι καὶ βίαια. τάδε: τὰ περιεστῶτα. ἐνδεχόμενα: τὸ ἐνδέχεται ἐνταῦθα ἀντὶ τοῦ ἁπλῶς δέχεται. | |
4.10.2 | ἐγὼ δὲ καὶ ...: σημείωσαι τὸ δυνατόν ABCr πρὸς ἡμῶν ὄντα: πρὸς ἡμῶν καὶ ἡμῖν σύμμαχα καὶ ὠφέλιμα ὄντα c2ʃ σύμμαχα ὑπάρχοντα ἡμῖν rc2 αὐτῶν: τῶν ἐναντίων δηλονότι. τὰ ὑπάρχοντα ἡμῖν κρείσσω: | |
5 | τὰ παρόντα ἡμῖν πλεονεκτήματα rc2 ἡμέτερον: πρὸς ἡμῶν καὶ ἡμῖν σύμμαχον καὶ ὠφέλιμον ὄν rʃ εἰς ἡμετέραν βοή‐ θειαν. ὑποχωρήσασι δὲ ...: ὑποχωρησάντων δέ, καίπερ δυσέμβατον ὄν, εὐεπίβατον γενήσεται τοῖς Λακεδαιμονίοις rc2 χαλεπόν: εἰς ἐπίβασιν δηλονότι. εὔπορον: εὐεπίβατον. | |
10 | καὶ τὸν πόλεμον δεινότερον ἕξομεν: ἡ διάνοια τοιαύτη· οἱ πολέμιοι, φησίν, ὑποχωρησάντων ἡμῶν, ἀποβάντες τῶν νεῶν καὶ ἐπελθόντες τῷ τείχει χαλεπώτεροι ἡμῖν ἔσονται. εἰ‐ δότες γὰρ ὅτι, ἐὰν μὴ κρατήσωσι, οὐ ῥᾳδίως ἀποχωρῆσαι δυ‐ νήσονται ὀπίσω διὰ τὴν χαλεπότητα τοῦ χωρίου, μετὰ ἀπο‐ | |
15 | νοίας ἡμῖν μαχοῦνται, ἢ ἀπολέσθαι ζητοῦντες ἢ κρατῆσαι τοῦ χωρίου. ῥᾶστον γάρ, φησίν, ἐστὶν ἔτι αὐτοὺς ὄντας ἐπὶ τῶν νεῶν ἀμύνασθαι rc2 ἀποβάντες δὲ ...: ἐκβάντες δέ, φησί, τῶν νεῶν ἴσοι γίνονται ἡμῖν. κατασκευάζει δὲ διὰ τούτου, | |
ὅτι οὐδ’ ὅλως δεῖ αὐτοῖς συγχωρῆσαι κατελθεῖν εἰς τὴν γῆν rc2 | 232 | |
20 | ἐν τῷ ἴσῳ ἤδη: ἀπὸ κοινοῦ ἡμῖν ἔσονται εἰς τὸν πόλεμον διὰ τὸ ἀπορεῖν, ποῦ χρὴ προσορμισθῆναι μετὰ ἀσφαλείας διὰ τὸ δυσέμβατον rc2 | |
4.10.4 | φοβεῖσθαι: λείπει τὸ ἡμᾶς rc2 καὶ οὐκ ἐν γῇ στρατός ἐστιν: καὶ μείζων μέν ἐστιν ὁ στρατὸς αὐτῶν, ἀλλ’ οὐκ ἀπὸ γῆς ὁρμώμενος οὐδὲ ἐν γῇ παραταττό‐ μενος, ὅπου πλεονεκτοῦσι Λακεδαιμόνιοι, ἀλλ’ ἐν θαλάσσῃ, ὅπου | |
5 | πολλὰ γίνεται ἀπροσδόκητα καὶ ἀπὸ τοῦ κλυδωνίου καὶ ἀπὸ τῶν ἀνέμων καὶ ἐξ ἄλλων πολλῶν rc2 αἷς πολλὰ τὰ καίρια: αἷστισι [ναυσὶ] πολλῶν ἡ χρεία τῶν ἐπιτηδείων, οἷον εἰπεῖν, ἀνέμου καὶ χωρίων φιλανθρώπων καὶ εἰρεσίας εὐκαίρου, ἵνα δυνηθῶσιν ἀντιταχθῆναι τοῖς ἐν τῇ γῇ rc2 δεῖ: ἀντὶ τοῦ | |
10 | εἴωθεν ABrc2 | |
4.10.5 | ὥστε τὰς τούτων ἀπορίας ...: ὡς ἂν εἰ ἔλεγεν, ἐπειδὴ πλείονες ἡμῶν εἰσιν, ἡμεῖς δὲ ἐλάχιστοι, ὥσπερ ἐξισοῖ τὸ πλῆθος πρὸς τὸ ἡμέτερον τὸ πολὺ τῆς ἀπορίας, ἣν ἔχουσι rc2 ἀντιπάλους: ἴσας G τῷ ἡμετέρῳ πλήθει: | |
5 | ἔξεστι λέγειν τὸ πλῆθος καὶ ἐπὶ ὀλίγων. Ὅμηρος [Ρ 330]· πλήθει τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας ABrc2 Ἀθηναίους ὄντας: ὥσπερ διὰ τῆς προσηγορίας ἐνέφηνεν αὐτῶν τὸ ἀξίωμα τῆς κατὰ θάλασσαν ἐπιστήμης rc2 ἐπ’ ἄλλους ἀπόβασιν ...: τὴν ἀπόβασιν τὴν κατ’ ἄλλων εἰδό‐ | |
10 | τας, ὅτι, ἐάν τις καρτερήσας προσδέχηται καὶ μὴ φύγῃ κατα‐ πλαγεὶς τῷ φόβῳ τοῦ ῥοθίου καὶ τῷ φόβῳ τῆς δεινότητος τοῦ κατάπλου, πάντα κατορθοῖ. ῥόθιον δέ ἐστιν ὁ ἦχος ὁ ἀπὸ τῆς εἰρεσίας rc2 ὅτι, εἴ τις ὑπομένοι ...: διὰ μέσου· οὐ γάρ, φησί, βιάσονται οἱ Πελοποννήσιοι· ἐπίστασθε γάρ, ἔμπει‐ | |
15 | ροι ὄντες ναυτικῆς ἀποβάσεως, ὅτι, εἴ τις ὑπομένοι ἐν θαλάσσῃ καὶ μὴ ὑποχωροίη τοῖς ἐν γῇ μὴ προβῆναι δυνάμενος, 〈οὐκ ἄν ποτε βιάζοιτο〉 e2 τὴν ῥαχίαν: ῥαχία ἐστὶ πετρώδης | |
τόπος, περὶ ὃν περιρρήγνυται ἡ θάλασσα, καὶ ὁ κλύδων καὶ ἡ τῆς θαλάσσης ὁρμή· ὅθεν καὶ τὸ ὀστῶδες τὸ νώτιον ῥάχις | 233 | |
20 | καλεῖται, ὡς ἀπὸ τῆς ῥαχίας τῆς πέτρας rc2 | |
4.11.1 | ἐτάξαντο: ἀντὶ τοῦ παρετάξαντο, ἢ ἐτάχθησαν καὶ ηὐτρεπίσθησαν rc2 | |
4.11.2 | ταῖς ναυσίαν: οὐ λέγει ταῖς τῶν πο‐ λεμίων, ἀλλὰ ταῖς ἑαυτῶν rc2 ᾗπερ ὁ Δημοσθένης προσ‐ εδέχετο: κατὰ τὸ μέρος τὸ νεῦον ἐπὶ τὸ πετρῶδες, ὅπου καὶ προσεδόκα ὁ Δημοσθένης rc2 | |
4.11.3 | διότι οὐκ ἦν πλείοσι προσσχεῖν: ἐπειδὴ οὐ δυνατὸν ἦν πλείοσι προσορμίσασθαι, διὰ τὸ πετρῶδες, διὰ τοῦτο ὀλίγαις ὥρμισαν ναυσὶ καὶ κατὰ διαδοχήν, ἢ τὰς ναῦς ἀναπαύοντες ἢ αὐτοὶ ἀναπαυόμενοι rc2 | |
5 | παρακελευσμῷ: παρακινήσει. ὠσάμενοι: τοὺς ἐναντίους δηλονότι. | |
4.11.4 | πάντων δὲ φανερώτατος ...: σπουδαιότατος καὶ ἐπίδηλος ὑπὲρ πάντας ὁ Βρασίδας ἐγένετο ἐν ἐκείνῳ τῷ ἔργῳ εἰς προθυμίαν· καὶ ὁρῶν τοὺς τριηράρχους ὀκνοῦντας διὰ τὸ χαλεπὸν τοῦ χωρίου, περὶ τῶν νεῶν φυλασσομένους, | |
5 | ὅπως μὴ συντρίψωσιν αὐτάς rc2 σχεῖν: προ〈σ〉σχεῖν. τῶν νεῶν: ἤγουν τινὰς τῶν νεῶν. βιαζομένους: σὺν βίᾳ ποι‐ οῦντας. ἀντὶ μεγάλων εὐεργεσιῶν: ἐνταῦθα λέγει τιμῶν, ὧν μέλλουσιν ὕστερον εὐεργετηθῆναι αὐτοὶ οἱ σύμμαχοι καὶ τιμηθῆναι· ἢ εὐεργεσιῶν, ὧν αὐτοὺς εὐεργέτησαν ἤδη οἱ Λακε‐ | |
10 | δαιμόνιοι rc2 ὀκείλαντας: προσπελάσαντας καὶ προσεγγί‐ σαντας καὶ προστρίψαντας rc2 | |
4.12.1 | ἐπέσπερχε: ἐπεσπούδαζεν rc2ʃ ἐπισπέρχειν: παρ‐ οξύνειν, ἐπικελεύειν Patm. ὀκεῖλαι τὴν ναῦν: προσοκεῖλαι, ἐλλιμενίσαι. τὴν ἀποβάθραν: ἡ ἀπὸ τῆς νεὼς ἐπὶ τὴν γῆν ἔξοδος ἀποβάθρα καλεῖται rc2 καὶ πεσόντος αὐτοῦ ἐς | |
5 | τὴν παρεξειρεσίαν: παρεξειρεσία ὁ ἔξω τῆς εἰρεσίας τόπος, ὁ πρὸς τὴν πρώραν, καθ’ ὃν οὐκέτι κώπας ἔχει τὸ πλοῖον οὐδὲ ἐρέττεται Patm. ʃ σημείωσαι τὴν παρεξειρεσίαν ABʃ παρ‐ εξειρεσία ἐστὶν ὁ ἔξω τῆς εἰρεσίας τῆς νεὼς τόπος, καθ’ ὃ | |
μέρος οὐκέτι κώπαις κέχρηνται. ἔστι δὲ τοῦτο τὸ ἀκρότατον | 234 | |
10 | τῆς πρύμνης καὶ τῆς πρώρας rc2ʃ παρεξειρεσίαν λέγει τὸ ἄκρον τῆς νηὸς τὸ ἔξωθεν τῶν ἑδωλίων καὶ τῶν καθεδρῶν, ἐφ’ αἷς καθέζονται οἱ ἐρέσσοντες. πρὸς τὸ τροπαῖον ἐχρή‐ σαντο: ἀντὶ τοῦ τροπαίῳ ἐχρήσαντο αὐτῇ, ἢ πρὸς τῷ τροπαίῳ· καὶ αὐτὴν ἔστησαν πλείονος ἕνεκα κόσμου καὶ δόξης rc2 τῆς | |
15 | προσβολῆς: ἀντὶ τοῦ τῆς μάχης rc2 | |
4.12.2 | οἱ δ’ ἄλλοι: Λακε‐ δαιμόνιοι δηλονότι. καὶ τῶν Ἀθηναίων μενόντων: ὡς ἂν εἰ ἔλεγεν, ἀμυνομένων πρὸ τοῦ φρουρίου, ὃ ἐποίησαν, καὶ μὴ ἐώντων μηδένα τῶν Λακεδαιμονίων ἀποβῆναι ἀπὸ τῶν | |
5 | νεῶν ἐς τὴν γῆν· τὸ δέ, καὶ οὐδὲν ὑποχωρούντων, ἀντὶ τοῦ κατ’ οὐδὲν ὑποχωρούντων rc2 | |
4.12.3 | ἐς τοῦτό τε περιέστη ἡ τύχη ...: ὡς ἂν εἰ ἔλεγεν, ἐς τοῦτο περιεστράφη ἡ τύχη Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ὥστε Ἀθηναίους μὲν ἐκ τῆς Λακωνικῆς ἀντιτάττεσθαι Λακεδαιμονίοις, Λακεδαιμονίους δὲ | |
5 | ἐπὶ τὴν γῆν τὴν ἑαυτῶν ζητεῖν ἐκ νεῶν ἀποβαίνειν καὶ τούτου κωλύεσθαι. κατὰ πολὺ γὰρ ἐν τοῖς χρόνοις ἐκείνοις ἔρρεπε τὰ τῆς δόξης, τοῖς μὲν Λακεδαιμονίοις, εἰς τὰ πεζὰ μεγίστοις οὖσιν ἀεί, νῦν δοκεῖν ἐν τῇ ναυμαχίᾳ κρατίστοις εἶναι, τοῖς δὲ Ἀθηναίοις, εἰς τὰ ναυτικὰ τεχνίταις οὖσιν ἀεί, νῦν δοκεῖν | |
10 | ἀρίστοις εἶναι τὰ πεζά rc2 | |
4.13.1 | ἐπὶ ξύλα ἐς μηχανάς: ἀντὶ τοῦ ἐπὶ ξύλα ἐπι‐ τήδεια πρὸς μηχανάς, ποιηθησομένας πρὸς καθαίρεσιν τειχῶν. ἡ δὲ Ἀσίνη πόλις ἐστὶ Λακωνική rc2 | |
4.13.3 | τήν τε νῆσον: τὴν Σφακτηρίαν. τὰς ναῦς: τῶν Λακεδαιμονίων δηλονότι. ἢν μὲν ἀντεκπλεῖν ἐθέλωσι σφίσιν: τὸ σχῆμα ἀνανταπόδο‐ τον. Ὅμηρος [Α 135]· | |
5 | Ἀλλ’ εἰ μὲν δώσουσι γέρας Brc2 | |
4.13.4 | οἱ μέν: οἱ Λακεδαιμόνιοι. | |
4.14.1 | γνόντες: τὴν βουλὴν ἐκείνων δηλονότι. καθ’ ἑκάτερον τὸν ἔσπλουν: ἤγουν τόν τε στενὸν καὶ τὸν πλα‐ τύν. | |
4.14.2 | καὶ ἐν τούτῳ κεκωλῦσθαι ...: ἐν τούτῳ ἐδόκει κεκωλῦσθαι ἕκαστος τὰ πράγματα, ἐν ᾧ ἕκαστοι μὴ εὑρέθησαν rc2 | 235 |
4.14.3 | ἀντηλλαγμένος: μετηλλαγμένος c2 ὡς ἐπὶ πλεῖ‐ στον ἐπεξελθεῖν: πλέον ἐργάσασθαι. | |
4.14.5 | οἱ μέν: οἱ Ἀθη‐ ναῖοι G ἐν φυλακῇ εἶχον: τὴν νῆσον δηλονότι. οἱ δ’ ἐν τῇ ἠπείρῳ Πελοποννήσιοι ...: ἤγουν οἵ τε ἐκ τῆς Πελο‐ ποννήσου καὶ οἱ ἀπὸ τῶν ἄλλων ξυμμάχων αὐτοῖς προσελ‐ | |
5 | θόντες νῦν Grc2 | |
4.15.1 | τὰ τέλη: τοὺς ἄρχοντας τῶν Σπαρτιατῶν Grc2 πρὸς τὸ χρῆμα: πρὸς τὸ χρήσιμον καὶ τὸ κατεπεῖγον. δύο γάρ εἰσι λέξεις, τὸ παραχρῆμα καὶ τὸ 〈πρὸσ〉 χρῆμα. ἔστι δὲ καὶ ἑτέρα γραφὴ δίχα τοῦ ρ, πρόσχημα, ἵνα νοήσωμεν ὅ | |
5 | τι ἂν αὐτοῖς ἁρμόττον φαίνηται Grc2 | |
4.15.2 | ὑπὸ πλήθους: τῶν Ἀθηναίων δηλυνότι r τὰ περὶ Πύλον: ἤγουν κατὰ τὰ περὶ Πύλον μόνα Gʃ καλῶς ἡ προσθήκη· ἵνα δηλώσῃ ὅτι οὐ περὶ πάντων τῶν πραγμάτων οὐδὲ παντὸς τοῦ πολέμου, ἀλλὰ περὶ | |
5 | μόνων τῶν κατὰ Πύλον rc2ʃ ἵνα νοήσωμεν, εἰς τὰ κατὰ Πύ‐ λον μόνα rc2 | |
4.16.1 | σπονδαί: σημείωσαι ἐνταῦθα αἱ σπονδαί ABF ἐπιφέρειν: ἀντὶ τοῦ προσφέρειν καὶ ἄγειν. μήτε κατὰ γῆν ...: μήτε τοῖς ἐν τῇ Πύλῳ μήτε τοῖς ἐν τῇ Σφακτηρίᾳ rc2 | |
4.16.2 | αὐτούς: ἤγουν τοὺς πρέσβεις τῶν Λακεδαιμονίων. ἀπο‐ δοῦναι Ἀθηναίους ὁμοίας ...: ἤγουν ἀκαταλύτους ἀπο‐ δοῦναι τοῖς Λακεδαιμονίοις. | |
4.17.1 | ἔπεμψαν ἡμᾶς Λακεδαιμόνιοι: πρεσβεία Λακεδαιμονίων πρὸς Ἀθηναίους ABCFʃ τὸ προοίμιον ἐκ προσ‐ οχῆς καὶ ἐξ αὐτοῦ τοῦ πράγματος· τέμνεται δὲ πολλῷ τῷ συμ‐ φέροντι ABFc2ʃ ἡ δημηγορία αὕτη γενικῶς τῷ συμφέροντι | |
5 | κεφαλαίῳ τέμνεται· παραμιγνύμενον δὲ ἔστιν ὅτε ἔχει καὶ τὸ | |
δυνατόν Grc3ʃ δμημγορία Λακεδαιμονίων e2ʃ ἡ ἐν τῇ τετάρτῃ τῶν συγγραφῶν δευτέρα τῇ τάξει αὕτη. αὐτῶν τῶν Λακεδαι‐ μονίων πρὸς Ἀθηναίους πρώτη ἐστίν c3 ὅτι ἂν ὑμῖν τε ὠφέλιμον ...: καὶ ὃ ἂν ὑμῖν ὠφέλιμον ἐσόμενον ἐπιδείξωμεν | 236 | |
10 | καὶ ὁμοῦ ἡμῖν εὐπρεπὲς ἐν τῇ παρούσῃ συμφορᾷ rc2 οἴσειν: συμπέρασμα BFc2 | |
4.17.2 | τοὺς δὲ λόγους μακροτέρους: περιτ‐ τὸν τὸ μακροτέρους· ἤρκει γὰρ εἰπεῖν, τοὺς δὲ λόγους οὐ παρὰ τὸ εἰωθὸς μηκυνοῦμεν rc2 διδάσκοντάς τι ...: ὑπερβατόν· διδάσκοντας λόγοις τὸ δέον, τῶν προύργου τι πράσσειν. ἵνα | |
5 | ᾖ τοιοῦτον, πείθοντας λόγῳ δεόντως διαπράττεσθαι τὰ προσ‐ ήκοντα. παραίτησιν δὲ ἡ λέξις περιέχει τῆς ἐσομένης μακρο‐ λογίας, οὐκ ὄντος Λακωνικοῦ τοῦ μακρολογεῖν rc2 τῶν προύργου: τῶν σπουδαίων. | |
4.17.3 | λάβετε δὲ αὐτοὺς ...: ἀκούσατε δὲ τῶν λόγων μήτε δυσμενῶς, ὡς πολεμίων ἀκούοντες, μήτε ἀσυνέτως· ἀλλ’ οἷα δὴ συνετοί, ὑμομνήσεως μόνης ἕνε‐ κεν αὐτοὺς νομίσατε λέγεσθαι πρὸς εἰδότας ὑμᾶς ἕκαστα rc2 | |
5 | μὴ πολεμίως: ἤγουν μὴ διαθέσει πολεμικῇ. | |
4.17.4 | καλῶς θέσθαι: ἐπαινετῶς διοικῆσαι Fc2 μὴ παθεῖν: ἀπὸ κοινοῦ τὸ ἔξεστι. τὸ δὲ ἀγαθόν τι λαμβάνοντες ἐπὶ τοῦ εὐπραγοῦντες κεῖται rc2 αἰεὶ γὰρ τοῦ πλέονος ἐλπίδι ὀρέγονται: αἰεὶ | |
5 | γὰρ ὀρέγονται τοῦ πλείονος, ἐλπίζοντες αὐτοῦ τεύξεσθαι. προσ‐ υπακοῦσαι δὲ δεῖ ἔξωθεν τό, καὶ διὰ τοῦτο ἐκπίπτουσι τῆς εὐτυχίας rc2 τὰ παρόντα ... εὐτυχῆσαι: ἤγουν μετὰ εὐτυ‐ χίας λαβεῖν τὰ παρόντα. | |
4.17.5 | οἷς δὲ πλεῖσται μεταβολαὶ ...: οἷστισι δὲ ἐπ’ ἀμφότερα, ἐπί τε τὰ ἀγαθὰ δηλονότι καὶ τὰ κακά rc2 δίκαιοί εἰσι ...: τούτοις προσήκει μὴ πιστεύειν ταῖς εὐπραγίαις Fc2 καὶ ἀπιστότατοι: περιττὸς ὁ καί σύν‐ | |
5 | δεσμος ἐνταῦθα Fc2 ὃ: τὸ μὴ πιστεύειν ταῖς εὐπραγίαις rc2 δι’ ἐμπειρίαν: τούτου τοῦ πράγματος. | |
4.18.1 | γνῶτε δέ: κατανοήσατε δέ rc2 κυριώτεροι: δικαιότεροι. ἐφ’ ἃ νῦν: τὰς σπονδὰς λέγει rc2 | |
4.18.2 | οὔτε δυνάμεως ἐνδείᾳ: ἤγουν ὡς ἀδύνατοι ὄντες. αὐτό: δη‐ λονότι τὰς νῦν συμφοράς rc2 προσγενομένης: ἀπὸ κοι‐ νοῦ τὸ δυνάμεως rc2 τῶν αἰεὶ ὑπαρχόντων: τῆς συνή‐ | 237 |
5 | θους δυνάμεως rc2 τῶν ὄντων ἀεὶ τοῖς ἀνθρώποις. ἐν ᾧ: ἐν τῷ δύνασθαι γνώμῃ σφαλῆναι rc2 | |
4.18.3 | τὸ τῆς τύχης: Ὅμηρος [Σ 309]· Ξυνὸς Ἐνυάλιος ABFc2 | |
4.18.4 | σωφρόνων δὲ ἀνδρῶν ...: σημείωσαι· γνώμη, ὡραῖον Aʃ σώφρονές εἰσιν οἵτινες, ἀδήλου ὄντος τοῦ ἀποβησομένου, ἐκ τῆς παρούσης εὐπραγίας ἐπὶ 〈τὸ〉 ἀσφαλέστερον ῥέπουσι, καὶ οὐκ ἐξυβρίζουσιν, ὡς παραμενούσης αὐτοῖς αἰεὶ τῆς εὐπραγίας, | |
5 | ἀλλὰ συμβαίνουσι τοῖς ἐναντίοις rc2 καὶ ταῖς ξυμφοραῖς οἱ αὐτοὶ ...: καὶ γὰρ τὰς συμφορὰς οὗτοι δεξιώτερον ἂν καὶ ὡς συνετοὶ προσδέχοιντό τε καὶ φέροιεν rc2 τόν τε πόλε‐ μον ...: ἀπὸ κοινοῦ τό, σωφρόνων δὲ ἀνδρῶν [μετὰ τῶν ἄλλων] καὶ τὰ ἑξῆς. ἡ δὲ διάνοια· σώφρονές εἰσιν οἵτινες | |
10 | οἴονται τὰ ἐκ τῶν πολέμων μὴ κατὰ προαίρεσιν ἡμετέραν ἀπο‐ βαίνειν, ἀλλὰ κατὰ τύχην. ἔνιοι δὲ τόνδε τὸν τρόπον ἐξηγή‐ σαντο· σώφρονές εἰσιν οἱ νομίζοντες τὸν πόλεμον, τουτέστι τὴν ἐκ τοῦ πολέμου νίκην, μὴ καθ’ ὃ μέρος ἄν τις αὐτοῦ μετα‐ χειρίζηται, οἷον ναυμαχῶν ἢ πεζομαχῶν, κατὰ τοῦτο συντυγχά‐ | |
15 | νειν, ἀλλ’ ὡς ἂν ἡ τύχη ἡγῆται τοῦ πολέμου rc2 καὶ ἐλά‐ χιστ’ ἂν οἱ τοιοῦτοι πταίοντες ...: οἱ μὴ πιστεύοντες ταῖς κατὰ πόλεμον εὐπραγίαις· τὸ γὰρ ὀρθούμενον τὴν εὐπρα‐ γίαν λέγει. οὗτοι, φησίν, ἐλάχιστα πταίοιεν ἄν, οἱ τὸν πόλεμον ἐν τῷ εὐπραγεῖν αὐτοὶ κατατιθέμενοι. ἐξηγητικὸν δέ ἐστι τοῦτο | |
20 | τοῦ, σωφρόνων δὲ ἀνδρῶν οἵτινες τὰ ἀγαθὰ ἐς ἀμφίβολον ἀσφαλῶς ἔθεντο rc2 ἐν τῶν εὐτυχεῖν: ἀντὶ τοῦ εἰ εὐτυχοῖεν. καταλύοιντο: ἀναπαύοιντο. | |
4.18.5 | ὃ: ἐν εὐπραγίᾳ καταλύσα‐ σθαι καὶ καταθέσθαι τὸν πόλεμον rc2 καὶ μήποτε ὕστε‐ | |
ρον ...: ἵνα μή, ἐάν ποτε σφαλῆτε ὕστερον ἀπειθήσαντες ἡμῖν (ἐνδέχεται γάρ), νομισθῆτε καὶ τὰ νῦν ἄλλως ηὐτυχηκέναι καὶ | 238 | |
5 | χωρὶς συνέσεως, ἐξουσίας ὑμῖν οὔσης, εἰρήνης γενομένης, ἄνευ κινδύνων εὐβουλίας τε καὶ ἀνδρίας δόξαν τοῖς μετὰ ταῦτα ἀνθρώποις καταλιπεῖν, ἰσχύος μέν, διὰ τὸ μεῖναι ὑμῖν τὴν εὐτυχίαν καὶ μὴ μεταβληθῆναι, εὐβουλίας δέ, ὅτι ἐσπείσασθε ἐν τῷ εὐτυχεῖν, εἰδότες τὸ τῆς τύχης ἄστατον rc2 | |
4.19.1 | Λακεδαιμόνιοι δὲ ...: κατὰ τὸ φρόνημα τῶν Λακεδαιμονίων τά τε ἄλλα καὶ μάλιστα τοῦτο εἴρηται· οὐ γὰρ κολακεύουσι τοὺς Ἀθηναίους, καίτοι γε πταίσαντες, ἀλλὰ μένουσιν ἐπὶ τοῦ φρονήματος· καὶ λέγουσιν ὅτι Λακεδαιμόνιοι | |
5 | ὑμῖν εἰρήνην διδόασιν, ὡς ὄντες τούτου κύριοι, ἀνταιτοῦντες δὲ τοὺς ἐκ τῆς νήσου ἄνδρας δηλονότι. καὶ ἐντεῦθεν κύριοι νομίζουσιν εἶναι τοῦ ποιήσασθαι τὴν εἰρήνην οἱ Λακεδαιμό‐ νιοι, εἴ γε ὡς αὐτοὶ διδόντες αὐτήν, ἀντ’ αὐτῆς αἰτοῦσι τοὺς ἄνδρας rc2 ἄμεινον ἡγούμενοι ἀμφοτέροις: ἡμῖν καὶ | |
10 | ὑμῖν, ὥς φησιν Ἄντυλλος, ἵνα δοκῶσι Λακεδαιμόνιοι καὶ τοῦ τῶν Ἀθηναίων προνοεῖσθαι συμφέροντος. ἢ ἀμφοτέροις λέγει ἐν ἀμφοτέροις, ἢ διαφυγεῖν τοὺς ἄνδρας ἢ ἐκπολιορκηθῆναι· ὃ καὶ μᾶλλον εἰκός ἐστιν rc2 διακινδυνεύεσθαι: πολε‐ μεῖν rc2 εἴτε βίᾳ διαφύγοιεν: τὸ διακινδυνεύεσθαι ἐξη‐ | |
15 | γεῖται, πῶς μέλλει διακινδυνεύεσθαι αὐτοῖς ἡ δόξα, εἴτε, φησί, βίᾳ διαφύγοιεν οἱ ἄνδρες, παραπεσούσης τινὸς διὰ τῆς τύχης σωτηρίας, καὶ γενησόμεθα πάλιν ἴσοι ὑμῖν, εἴτε καὶ ἐκπολιορ‐ κηθέντες παρ’ ὑμῶν, τουτέστιν ἀπολόμενοι διὰ τῆς πολιορκίας, παρασκευάσουσιν ἡμᾶς καὶ ἐφελκύσονται πρὸς τῇ κοινῇ ἔχθρᾳ | |
20 | καὶ ἑτέραν ἔχειν ἰδίαν Λακεδαιμονίους καὶ Ἀθηναίους rc2 παρατυχούσης: παραπεσούσης. | |
4.19.2 | νομίζομέν τε ...: νομίζομέν τε τὰς μεγάλας ἔχθρας παύεσθαι βεβαίως, οὐκ ἐπει‐ δὰν κατὰ πόλεμόν τις πλεονεκτήσας τῶν ἐναντίων ἀναγκάσῃ δι’ ὅρκων αὐτοὺς ἄκοντας συμβῆναι καὶ μὴ δικαίως (τουτέστι | |
5 | συνθήκας ποιῆσαι, πλεονεκτικὰς καὶ ἀδίκους καὶ ἀνίσους, καὶ ὡς ἂν συμφέρῃ τῷ νενικηκότι), ἀλλ’ ἐὰν δυνάμενος αὐτὰ ταῦτα πεῖσαι τὸν ἡττηθέντα, τὰ ἄδικα καὶ πλεονεκτικά, συνθέσθαι, μηδὲν τούτων ἀπαιτήσῃ αὐτόν, ἀλλ’ ἐκ τοῦ ἴσου διαλλαγῇ καὶ τῇ φιλανθρωπίᾳ αὐτὸ τὸ πλεονεκτικὸν κατακρατήσῃ παρὰ τὴν | 239 |
10 | ἐλπίδα τοῦ κεκρατημένου. δῆλον γὰρ ὅτι ὁ κεκρατημένος ἐλ‐ πίζει παρὰ τοῦ κρατήσαντος ἀδικεῖσθαι καὶ πλεονεκτεῖσθαι· οὐδεὶς γὰρ νικήσας ἀνέχεται ὁμοίως καὶ ἐν ἴσῃ τάξει σπέν‐ δεσθαι τῷ νενικημένῳ, ἀλλ’ ἀεὶ τὸ πλέον ἐθέλει ἔχειν rc2 τὸ αὐτό: ἤγουν τὸ νικῆσαι. μετρίως: μετὰ ταπεινοφροσύνης. | |
4.19.3 | ὀφείλων γὰρ ἤδη ὁ ἐναντίος ...: ὁ γὰρ δι’ ἐναντίας, ὡς ἂν μὴ βιασθείς, ἀλλ’ ἐπιεικείᾳ πεισθείς, εἰδὼς ὅτι οὐκ ἀμύνεσθαι δίκαιον, ἀλλ’ ἀμείβεσθαι τὴν ἀρετήν, ἕτοιμός ἐστιν ἐμμένειν ταῖς συνθήκαις, αἰσχυνόμενός τι παραβῆναι. τῷ δὲ | |
5 | ἑτοιμότερος προσυπακουστέον τὸ ἐκείνου, ἤτοι τοῦ μὴ πει‐ σθέντος, ἀλλὰ βιασθέντος σπείσασθαι rc2 | |
4.19.4 | καὶ μᾶλλον ...: καὶ μᾶλλον πρὸς τοὺς μείζω ἐχθροὺς τοῦτο δρῶσι, τὸ εὐγνωμο‐ νῆσαι ἤτοι προθύμως ἐμμένειν ταῖς συνθήκαις (ὡς γὰρ ἐκ με‐ γάλων ἐχθρῶν ἐκφυγόντες καὶ σωθέντες ἀσμένως φέρουσι τὸ | |
5 | ἡσυχάχειν, κέρδος νομίζοντες τὸ μὴ πάλιν κινδυνεύειν πρὸς μεγάλους μαχόμενοι) ἤπερ πρὸς ἐκείνους τοὺς περὶ εὐτελῶν καὶ μετρίων αὐτοῖς διενεχθέντας. ἔστι δὲ ἀντίπτωσις· ἀντὶ γὰρ τοῦ περὶ μετρίων εἴρηκε τὰ μέτρια rc2 πεφύκασί τε ...: πεφύκασί τε οἱ ἄνθρωποι τοῖς μὲν εὐγνωμόνως συνθεμένοις | |
10 | μαλακώτεροι γίγνεσθαι πρὸς τὸ ἐκείνοις σπένδεσθαι, πρὸς δὲ τοὺς ἐναντιουμένους παρὰ προαίρεσιν διακινδυνεύειν rc2 | |
4.20.1 | ἡμῖν δὲ καλῶς, εἴπερ ποτέ, ἔχει ...: ἡμῖν δὲ καλῶς ἔχει, φησί, διαλλαγῆναι, πρὸ τοῦ ἀνήκεστόν τι παρ’ ὁποτερωνοῦν γενόμενον εἰς ἀνάγκην ἡμᾶς καταστῆσαι ἀϊδίου ἔχθρας. τὸ δὲ πρὸς τῇ κοινῇ καὶ ἰδίαν ἔχειν τοιοῦτον· νῦν | |
5 | μὲν κοινὴν ἔχομεν Πελοποννήσιοι πάντες πρὸς ὑμᾶς ἔχθραν· | |
εἰ δὲ μὴ εἴξετε τοῖς λόγοις ἡμῶν, καὶ ἰδίᾳ Λακεδαιμόνιοι ἐχθροὶ ὑμῶν ἐσόμεθα rc2 ὧν: τουτέστιν εἰρήνης rc2 | 240 | |
4.20.2 | ἔστι δ’ ὄντων ἀκρίτων ...: ἔτι δὲ ὄντων ἀδιακρίτων καὶ ἀμφι‐ βόλων τῶν πραγμάτων τῶν κατὰ τὴν Σφακτηρίαν, εἴτε ἁλί‐ σκονται οἱ ἄνδρες εἴτε διαφεύγουσι, καὶ ὑμῖν μὲν δόξης προσ‐ | |
5 | γινομένης καὶ φιλίας τῆς παρ’ ἡμῶν, ἐὰν σπεισώμεθα ὥσπερ νῦν ἔχομεν, ἡμῖν δὲ τοῖς Λακεδαιμονίοις, πρὶν αἰσχροῦ τινος πειραθῆναι (ἀντὶ τοῦ πρὶν ἁλῶναι τοὺς ἄνδρας), τῆς συμ‐ φορᾶς μετρίως κατατιθεμένης, διαλλαγῶμεν rc2 οἳ καὶ ἐν τούτῳ ...: ἐν αὐτῷ τῷ γενέσθαι δηλονότι τὴν εἰρήνην ὑμᾶς | |
10 | νομιοῦσιν αἰτιωτέρους, ἀντὶ τοῦ, πλέον τῶν Λακεδαιμονίων ὑμῖν τὴν χάριν τῆς εἰρήνης ὁμολογήσουσιν. ὁ δὲ καί σύν‐ δεσμος οὐκ ἐκ περιττοῦ κεῖται, ἀλλ’ ἀναγκαίως. λέγει γὰρ ὅτι τοῦ τε νομίσαι ὑμᾶς νενικηκέναι καὶ τὴν χάριν τῆς εἰ‐ ρήνης εἰς ὑμᾶς μέλλουσιν ἀνενεγκεῖν c2 πολεμοῦνται μὲν | |
15 | γὰρ ἀσαφῶς ...: πολεμοῦνται μὲν γὰρ ἀδήλου ὄντος τοῦ πράγματος, τίς ἐστιν ὁ προκαταρξάμενος τοῦ πολέμου, εἴτε ὁ Λακεδαιμόνιος εἴτε ὁ Ἀθηναῖος, καὶ τὰ ἑξῆς c2 | |
4.20.3 | ἤν τε γνῶτε, Λακεδαιμονίοις ...: ἄν τε πεισθῆτε, ἔξεστιν ὑμῖν Λακεδαιμονίοις φίλους γενέσθαι, χάριν δοῦσιν 〈μᾶλλον〉 ἤπερ βιασθεῖσιν ὑπ’ αὐτῶν c2 προκαλεσαμένων: θελησάντων | |
5 | καὶ προτρεψάντων ὑμᾶς ἐπὶ ταῦτα c2 | |
4.20.4 | εἶναι: ἀντὶ τοῦ συμβήσεσθαι. ἡμῶν γὰρ καὶ ὑμῶν ταὐτὰ λεγόντων: ἡμῶν γὰρ καὶ ὑμῶν ταῦτα σπενδομένων καὶ ὁμονοούντων τὸ ἄλλο Ἑλληνικόν, ὑπήκοον ὄν, μεγάλως ἡμᾶς τιμήσει c2 | |
4.21.2 | τὰς μὲν σπονδάς: τὸ ἑξῆς, τὰς σπονδὰς ποι‐ εῖσθαι ABCFGMr | |
4.21.3 | ἐνῆγε: κατέπειθεν. Ἀθηναίων ξυγ‐ χωρησάντων: Ἀηναίων τὰ προειρημένα χωρία Λακεδαι‐ μονίοις ξυγχωρησάντων ἐν ταῖς προτέραις σπονδαῖς διὰ τὸ ἐν συμφοραῖς εἶναι· πᾶν γὰρ τὸ ἐπιταττόμενον ὑπὸ τῶν Λακε‐ | |
5 | δαιμονίων συνεχώρουν rc2 δεομένων τι μᾶλλον: τῶν Λα‐ | |
κεδαιμονίων. τὸ δὲ τὶ παρέλκει Mrc2 | 241 | |
4.22.1 | οἱ δέ: οἱ Λακεδαιμόνιοι BCF ξυνέδρους δέ: τοὺς διαλεγομένους περὶ τούτων καὶ δοκιμάζοντας Mrc2 ξυμβήσονται: φιλιωθήσονται. | |
4.22.2 | Κλέων δὲ ...: πλαγία δημηγορία Κλέωνος ABCFMʃ τῇ μὲν τάξει τρίτη, αὐτοῦ δὲ ἐν τῇ τετάρτῃ τῶν συγγραφῶν πρώτη c2 | |
4.22.3 | διαβληθῶσιν: ψεχθῶσι, μισηθῶσι. | |
4.23.1 | καθάπερ ξυνέκειτο: ἀντὶ τοῦ ὥσπερ ἐν ταῖς συνθήκαις ἦν δεδογμένον Mrc2 ἐγκλήματα ἔχοντες: ἀντὶ τοῦ ἐπιφέροντες κατὰ τῶν Λακεδαιμονίων Mrc2 παράσπον‐ δον: παρὰ τὰ συγκείμενα ἐν ταῖς σπονδαῖς Mrc2 οὐκ ἀξιό‐ | |
5 | λογα: εὐτελῆ τινα καὶ ψυχρά Mrc2 ἰσχυριζόμενοι: ἐπερει‐ δόμενοι καὶ ὡς ἰσχυρὸν πάνυ προτείνοντες Mrc2 ἐὰν καὶ ὁτιοῦν παραβαθῇ: ἐὰν βραχὺ ἀθετηθῇ. καὶ ἀδίκημα ἐπικαλέσαντες: καὶ ἐγκαλοῦντες ἠδικῆσθαι διὰ τὸ τὰς ναῦς μὴ ἀπειληφέναι Mrc2 ἀπελθόντες ἐς πόλεμον καθί‐ | |
10 | σταντο: μετὰ τὴν ἀκρόασιν τὴν ἐλθοῦσαν ἀπὸ τῶν Ἀθη‐ ναίων, ἀναχωρήσαντες ἐπὶ τὴν Σπάρτην, παρεσκευάζοντο ἐπὶ τὸν πόλεμον Mrc2 | |
4.23.2 | Ἀθηναῖοι μὲν δυοῖν ...: ἀντὶ τοῦ, Ἀθηναίων μὲν δύο ναυσὶν ἐναντίαις περιπλεόντων τὴν νῆσον. τοῦτο δέ, ἵνα ἐν τῷ μέσῳ διὰ τὸ ἀπαντᾶν μὴ ἐάσωσι τοὺς ἐν τῇ Σφακτηρίᾳ ἐξελθεῖν Mrc2 καὶ προσβολὰς ποιού‐ | |
5 | μενοι τῷ τείχει: ἀπὸ κοινοῦ τὸ εἰς πόλεμον καθίσταντο rc2 | |
4.24.1 | ἐν τούτῳ δὲ ...: μετάβασις ABC | |
4.24.2 | αὐτοί: οἱ Λοκροί. | |
4.24.3 | τὴν νῆσον: τὴν Σφακτηρίαν Mrc2 | |
4.24.4 | εἰ γὰρ κρατήσειαν: οἱ Λοκροί Mrc2 | |
4.24.5 | ἡ μεταξὺ Ῥηγίου θά‐ λασσα καὶ Μεσσήνης: ἐς τὸ μεταξὺ Ῥηγίου καὶ Μεσσήνης ποταμηδὸν ῥέουσα GMrc2 τοῦτο: τὸ μέρος τῆς θαλάσσης. χαλεπή: εἰς τὸ πλεῦσαι δηλονότι. | |
4.25.2 | μίαν ναῦν ἀπολέσαντες: οἱ Ἀθηναῖοι δηλον‐ | |
ότι Mrc2 καὶ νὺξ ἐπεγένετο τῷ ἔργῳ: ἤγουν γενομένη γὰρ νὺξ ἐπέσχε τὸ ἔργον. | 242 | |
4.25.3 | τὴν Πελωρίδα: Πελωρὶς ἀκρωτήριον Σικελίας τὸ βορειότατον ABFGMc2 | |
4.25.4 | χειρὶ σιδηρᾷ ἐπιβληθείσῃ: δηλονότι ὑπὸ τῶν Συρακοσίων ἐπι‐ βληθείσῃ Ἀττικῇ νηΐ. μίαν οὖν ἀπώλεσαν οἱ Ἀθηναῖοι Mrc2 | |
4.25.5 | ἀπὸ κάλω: τῷ λεγομένῳ παρόλκῳ· οἱ γὰρ παρὰ γῆν αὐτὴν πλέοντες οὐ δύνανται ἐρέττειν GMrc2 προσβαλόντες: τοῖς Συρακουσίοις δηλονότι. ἀποσιμωσάντων: σημείωσαι ἀπο‐ σιμωσάντων ABFc2 ʃ ὑπαναχωρησάντων καὶ μετεωρισάντων | |
5 | τὰς ναῦς, ἵνα ἐκ πολλοῦ διαστήματος δυνηθῶσι μετὰ μείζονος ὁρμῆς ἐμβάλλειν τοῖς Ἀθηναίοις GMrc2ʃ μετεωρισάντων ἤγουν πρύμναν ἀντιστρεψάντων. παράγεται δὲ ἡ λέξις ἀπὸ μετα‐ φορᾶς τῶν ἐπικυπτόντων καὶ τὴν πυγὴν δεικνυόντων γυμνήν· κἀκεῖνοι γὰρ δίκην πυγῆς τὰς πρύμνας πρὸς Ἀθηναίους | |
10 | ἀντέστρε〈ψαν〉 ἵν’ εἶεν ἕτοιμοι πλεῖν πρὸς τὸ πέλαγος b2 ἀποσημωσάντων: τὰ σημεῖα τῆς ξυμμαχίας ἀραμένων καὶ ἀναδειξάντων. προεμβαλόντων: τῶν Συρακοσίων πρὸ τῶν Ἀθηναίων δηλονότι ἐμβαλόντων rc2 | |
4.25.8 | τειχήρεις ποιή‐ σαντες: ἐντὸς τῶν τειχῶν ἀποκλείσαντες Mrc2 πρὸς τὴν πόλιν: τὴν Νάξον. | |
4.25.9 | ὑπὲρ τῶν ἄκρων: ἀντὶ τοῦ ἀπὸ τῶν ἄκρων καὶ τῶν ὀρεινῶν, ὡς ἐκεῖ οἰκούντων αὐτῶν GMrc2 ἐπὶ τοὺς Μεσσηνίους: τοῖς Μεσσηνίοις ἢ κατὰ τῶν Μεσ‐ σηνίων. | |
4.25.10 | αἱ νῆες: τῶν Συρακουσίων. ἐπ’ οἴκου ἕκα‐ σται διεκρίθησαν: ἀπέπλευσαν ἐπ’ οἴκου διακριθεῖσαι. κεκακωμένην: κακῶς πάσχουσαν, δεδυστυχηκυῖαν. ἐπει‐ ρῶντο: γράφεται ἐπείρων. τὴν Μεσσήνην δηλονότι. | |
4.25.11 | κατ‐ εδίωξαν: ἤγουν διώξαντες ἐνέβαλον. τεταραγμένοις: τοῖς Μεσσηνίοις. ἐπιγενόμενοι: ἐπιτιθέντες. | |
4.26.1 | ἐν δὲ τῇ Πύλῳ ...: μετάβασις ABCFM κατὰ χώραν ἔμενεν: ἡσύχαζεν. ἐπίπονος δ’ ἦν ...: σημείωσαι | |
ἀναγκαιότατα ABCF ὅτι μὴ μία: ἤγουν εἰ μὴ μία. ἀλλὰ διαμώμενοι τὸν κάχληκα: κάχληξ, ἡ ἐπὶ τῶν αἰγιαλῶν ἁδρὰ | 243 | |
5 | καὶ λιθώδης ψάμμος Patm. ʃ ἀντὶ τοῦ διασκάπτοντες. παρὰ τὴν ἄμην δὲ εἴρηται· ἄμη γάρ ἐστι σκαφεῖον πλατύ. βούλεται δὲ εἰπεῖν ὅτι διαστέλλοντες τὸν κάχληκα καὶ βόθρους ἐπὶ τοῦ αἰγιαλοῦ ποιοῦντες ηὕρισκον ὕδωρ, οἷον εἰς ἀνάγκην πίοι ἄν τις διὰ τὴν χρείαν GMrc2 | |
4.26.3 | ἐν ὀλίγῳ: διαστήματι Mro2 κατὰ μέρος: ἀντὶ τοῦ κατὰ διαδοχήν Mrc2 μετέωροι: ἤγουν ἐπ’ ἀγκυρῶν. | |
4.26.4 | παρὰ λόγον: ἀντὶ τοῦ παρὰ προσ‐ δοκίαν Mrc2 ἡμερῶν ὀλίγων: ἐντὸς δηλονότι. ἐν νήσῳ τε ἐρήμῃ: ὄντας δηλονότι. | |
4.26.5 | τάξαντες: τὸ εἰσάγειν. ἀργυρίου: ἕνεκεν δηλονότι. | |
4.26.6 | ἐς τὰ πρὸς τὸ πέλαγος: ἐς τὰ ἀφο‐ ρῶντα. | |
4.26.7 | καταφέρεσθαι: κατάγεσθαι. ἄπορον γὰρ ἐγίγνετο περιορμεῖν: ἄπορον γὰρ ἦν, δηλονότι ταῖς ναυσί, περιορμεῖν τὴν νῆσον. ἀφειδὴς ὁ κατάπλους καθει‐ στήκει: ἤγουν ἀφειδοῦντες ἑαυτῶν κατέπλεον. ἐπώκελλον | |
5 | γὰρ τὰ πλοῖα τετιμημένα χρημάτων: ἐξεδίδοσαν, φησί, τῇ πέτρᾳ τὰ πλοῖα ὠνηθέντα χρημάτων ὑπὸ Λακεδαιμονίων. ὑπέσχοντο γὰρ τοῖς ναυκλήροις δώσειν τὰς τιμάς, εἰ ἀπόληται τὰ πλοῖα GMrc2ʃ ἀπέκλιναν ἐν τῷ λιμένι b2 περὶ τὰς κατάρ‐ σεις: κατάρσεις, αἱ καθορμίσεις Patm. ʃ κατάρσεις λέγει τοὺς | |
10 | ἐπιτηδείους εἰς καταγωγὴν τόπους καὶ εἰς τὸ προσορμίζεσθαι. τὸ δὲ ἐφύλασσον ἀντὶ τοῦ φρουροὶ ἦσάν τινες τῶν πολι‐ ορκουμένων, ἵνα εὐθὺς ἀπολάβωσι τὰς τροφάς GMrc2 | |
4.26.8 | ἐσέ‐ νεον: εἰσεκολύμβων, εἰσενήχοντο GMrc2ʃ ἔπλεον b2 μήκω‐ να μεμελιτωμένην: εἶδος βοτάνης ἡ μήκων, ἧς ὁ μὲν ὀπὸς θανάσιμος, ὡς λέγεται, τὸ δὲ σῶμα γλυκύτατον. δύναται δὲ | |
5 | πείνης ἀπαλλάττειν μιγνυμένη μέλιτι Msc2ʃ εἶδοις βοτάνης τὸ λεγόμενον ????? b2 λίνου σπέρμα κεκομμένον: τοῦτο δίψαν θεραπεύει πρὸς ὀλίγον τινὰ καιρόν, ὅθεν καὶ τοῖς πυρέσσουσι προσάγεται παρὰ τῶν ἰατρῶν Msc2 ʃ ἀληλε‐ ομένον. | 244 |
4.27.1 | ἐν τῇ νήσῳ: τῇ Σφακτηρίᾳ. ἐπιλάβῃ: κω‐ λύσῃ. περιγενήσεσθαι: ἀντὶ τοῦ περισωθῆναι GMsc2ʃ ζήσειν. | |
4.27.2 | ἔχοντάς τι ἰσχυρόν: ἤγουν ἔχοντας πολλὴν δύναμιν. ἐπικηρυκεύεσθαι: κήρυκα καὶ πρεσβείαν πέμ‐ πειν ἐπὶ ξυμμαχίᾳ καὶ φιλίᾳ. | |
4.27.3 | κωλύμη: ἡ κώλυσις Patm. | |
4.27.5 | ἀπεσήμαινεν: ἀποσκώπτων ἐδήλου. ἐχθρὸς ὤν: τῷ Νικίᾳ δηλονότι. ἐπιτιμῶν: ἐγκαλῶν, ἐπιμεμφόμενος Msc2ʃ ὀνειδίζων. | |
4.28.1 | ὑποθορυβησάντων: μετὰ θορύβου εἰπόν‐ των. τὸ ἐπὶ σφᾶς εἶναι ἐπιχειρεῖν: ἤτοι ἐπὶ τοὺς ἐν τῇ Σφακτηρίᾳ· ἢ μέρος τὸ ἐφ’ ἑαυτῶν εἶναι· τὸ δ’ εἶναι παρέλ‐ κεται Ἀττικῶς· ἤ, ὡς Ἄντυλλος, ἐπὶ σφίσι, τοῖς στρατηγοῖς | |
5 | δηλονότι Msc2 | |
4.28.2 | γνοὺς δὲ τῷ ὄντι παραδωσείοντα ἀνεχώρει: παραδωσείοντα, παραδοῦναι μέλλοντα Patm. ʃ ἐφιέμενον παραδώσειν τὸν Νικίαν. ʃ ἀντὶ τοῦ ἀνεδύετο Msc2 ἀλλ’ ἐκεῖνον στρατηγεῖν: ἀλλ’ ἐκεῖνον δεῖν στρατηγεῖν Msc2 | |
4.28.3 | ἐξίστατο: παρεχώρει. ἐξανεχώρει: ἀντὶ τοῦ ἀνεδύετο ποιεῖν ἅπερ ὑπέσχετο GMsc2ʃ ἀπέφευγεν. | |
4.29.1 | πάντα διαπραξάμενος: ὁ Κλέων ABCF | |
4.29.2 | οἱ γὰρ στρατιῶται: οἱ τῶν Ἀθηναίων ABCMs τῇ ἀπορίᾳ: τῇ ἐνδείᾳ τῶν ἀναγκαίων. διακινδυνεῦσαι: παράβολόν τι διαπράξασθαι Msc2 αὐτῷ: τῷ Δημοσθένει BCFGM ῥώμην ... | |
5 | παρέσχεν: προθυμίαν ἐνεποίησεν ἢ ἐπέρρωσεν FGMc2 | |
4.29.3 | αὐ‐ τοὺς βλάπτειν: τοὺς Λάκωνας ABFMc2 σφίσι: τοῖς Ἀθη‐ ναίοις ABMsc2 ἐκείνων: τῶν Λακεδαιμονίων ABMsc2 αὐτῶν: τῶν Ἀθηναίων BMsc2 ὥστε προσπίπτειν ἂν αὐτούς: | |
5 | τοῖς Ἀθηναίοις δηλονότι προσπίπτειν τοὺς Λακεδαιμονίους. ἐπ’ ἐκείνοις: τοῖς Λακεδαιμονίοις ABMsc2 | 245 |
4.29.4 | ὁμόσε ἰέναι: ἀντὶ τοῦ εἰς χεῖρας, καὶ πλησίον, ὅ ἐστιν εἰς συστάδην μάχην Msc2 τῶν πλεόνων ἀπείρων: τῶν Ἀθηναίων. τῆς προσ‐ όψεως: τῆς θεωρίας. | |
4.30.1 | μέρος: τοῦ πάθους δηλονότι. | |
4.30.2 | τῶν δὲ στρα‐ τιωτῶν: τῶν Ἀθηναίων στρατιωτῶν Msc2 | |
4.30.3 | κατιδών: ὁ Δημοσθένης ABFMc2 αὐτοῦ: τὸ αὐτοῦ τοπικὸν ἐπίρρημα· καὶ Ὅμηρος [Ε 262] αὐτοῦ ἐρυκακέειν ABGMsc2 | |
5 | τήν τε νῆσον εὐαποβατωτέραν οὖσαν: εὐαποβατωτέρα, ἡ καλὴν ἀπόβασιν ἔχουσα Patm. | |
4.30.4 | ἐκείνῳ: τῷ Δημοσθένει. ἅμα γενόμενοι: ἤγουν συνελθόντες ὁ Κλέων καὶ ὁ Δημο‐ σθένης. ἐς τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον: τῶν Λακε‐ δαιμονίων. ἐφ’ ᾧ: ἀντὶ τοῦ οὗ χάριν. τῇ μετρίᾳ: ἤγουν | |
5 | φιλανθρώπῳ. περὶ τοῦ πλέονος ξυμβαθῇ: ὡς ἂν εἰ ἔλεγε, καὶ περὶ τῶν ἄλλων πραγμάτων. ἕως τέλειαι σπονδαὶ γίγνονται καὶ παντὸς ἀπαλλαγὴ τοῦ πολέμου Msc2ʃ ἤγουν περὶ σπονδῶν σύμβασις γένηται. | |
4.31.1 | ἐχώρουν δρόμῳ: ἤγουν ἔτρεχον. ἐχώρουν ... τὸ πρῶτον φυλακτήριον: δραμόντες ἐπέθεντο τοῖς πρώ‐ τοις φυλάσσουσιν. | |
4.31.2 | διετετάχατο: διατεταγμένοι καὶ με‐ μερισμένοι ἦσαν οἱ ἐν τῇ νήσῳ. τῇ πρώτῃ φυλακῇ: πρώ‐ την φυλακήν φησιν αὐτοὺς τοὺς φύλακας. ἐπιφέρει γὰρ ὅτι τρία τάγματα ἦν Λακεδαιμονίων τὰ φυλάττοντα τὴν νῆσον, | |
5 | ἓν μὲν ἐν τῷ ἄκρῳ τῆς νήσου τῷ πρὸς τὸ πέλαγος, ἕτερον δὲ ἐν τῷ ἄκρῳ τῷ πρὸς τὸν λιμένα, ἕτερον δὲ ἐν τῷ μέσῳ τῆς νήσου, ὅπου τὸ ὕδωρ. πρώτην οὖν φυλακὴν λέγει τὴν πρὸς τὸ πέλαγος Msc2 μέσον δὲ ...: ἔνθα, φησίν, ἦν τὸ ὁμαλὸν | |
καὶ ἰσόπεδον καὶ οὐκ ἐν ὕψει κείμενον τῆς νήσου μέρος Msc2 | 246 | |
10 | ὃ ἦν ...: ὅπερ, φησί, μέρος, τὸ ἔσχατον καὶ προέχον ἐπὶ τὴν Πύλον, τραχύ τι ἦν καὶ δύσβατον Msc2 καὶ ἐκ τῆς γῆς ἥκιστα ἐπίμαχον: ἐπίμαχον, τὸ σφαλερὸν καὶ ἐπικίνδυνον Patm. ἔρυμα: φρούριον. λογάδην: ἐπιλέκτως. | |
4.32.1 | οἷς: ἤγουν καθ’ ὧν. λαθόντες: λαθραίαν ποιήσαντες. | |
4.32.2 | ἐσκευασμένοι: ἤγουν ὡπλισμένοι. Μεσ‐ σηνίων τε ...: οἱ παραγενόμενοι τῷ Δημοσθένει ἐξ ἀρχῆς εἰς βοήθειαν Msc2 | |
4.32.3 | διέστησαν: ἐτάχθησαν μεμερισμένως. ἀμφίβολοι: ἑκατέρωθεν βαλλόμενοι ABFMc2 τῷ πλήθει: ὑπὸ τοῦ πλήθους. | |
4.32.4 | καὶ οἱ ἀπορώτατοι τοξεύμασι: οἱ μὲν ἐξηγήσαντο, οἱ ἄποροι ὅπλων καὶ τοξεύμασι χρώμενοι μόνοις, οἱ δὲ λέγουσιν, οἱ εἰς ἀπορίαν καθιστάντες τοὺς ἀντι‐ τεταγμένους τοῖς τοξεύμασιν, ὃ καὶ βέλτιον. καὶ γὰρ καὶ | |
5 | Ὅμηρος [Η 479 al.] ἐχρήσατο τῇ τοιαύτῃ λέξει, χλωρὸν εἰπὼν δέος οὐκ αὐτὸ ἔχον τὴν χλωρότητα, ἀλλ’ ἑτέροις ἐμποιοῦν, καὶ τὸν Διόνυσον μαινόμενον [Ζ 132] οὐχ ὅτι αὐτὸς μαένεται, ἀλλ’ ὅτι ποιεῖ μαίνεσθαι Msc2 ἐκ πολλοῦ ἔχοντες ἀλκήν: ὡς ἂν εἰ ἔλεγεν, ἐκ πολλοῦ διαστήματος τὴν δύναμιν ἔχοντες· | |
10 | πόρρωθεν γὰρ τὸ τόξον ἰσχύει Msc2 | |
4.33.1 | ἐς χεῖρας ἐλθεῖν: συμπλακῆναι. οὗτοι: οἱ Ἀθηναῖοι. | |
4.33.2 | τοῖς μὲν οὖν ὁπλίταις: τῶν Ἀθηναίων. τῇ σφετέρᾳ ἐμπειρίᾳ χρήσασθαι: ἵνα λέγῃ τῷ πεζομαχεῖν, καθ’ ὃ ἔμπειροί εἰσιν οἱ Λακεδαιμόνιοι Msc2 ἐμπειρίᾳ: τῇ ἐπιστήμῃ τῇ πολεμικῇ. καὶ οἳ ὑποστρέφοντες ἠμύνοντο: | |
5 | οὗτοι οἱ ψιλοί Gʃ οἱ ψιλοὶ τοὺς Λακεδαιμονίους παυομένους τῆς διώξεως ὑποστρέφοντες ἠμύνοντο Msc2 κούφως τε ἐσκευασμένοι: ψιλῇ ὁπλίσει ὡπλισμένοι. προλαμβάνον‐ τες: φθάνοντες, ὥστε μὴ καταλαμβάνεσθαι Msc2 | |
4.34.1 | ἠκροβολίσαντο: οἱονεὶ πόρρωθεν ἔβαλλον | |
αὐτούς Msc2 ᾗ προσπίπτοιεν: οἱ ψιλοὶ δηλονότι. τῇ τε ὄψει: ἐθάρρησαν ὄψει, ἰδόντες ἑαυτοὺς πολλαπλασίους τῶν ἐναντίων ὄντας, ἢ πολλαπλασίους ἑαυτοὺς δόξαντες τῶν κατὰ | 247 | |
5 | τὴν ἀλήθειαν ὄντων Msc2 ὅτι οὐκ εὐθὺς ἄξια ...: ὅτι, φησίν, οὐκ ἔπαθον τοιαῦτα οἱ Ἀθηναῖοι ὑπὸ τῶν Λακεδαι‐ μονίων, οἷα προσεδόκων παθεῖν ὑπ’ αὐτῶν ἐξ ἀρχῆς εὐθὺς ὅτε ἐπέβησαν τῆς νήσου Msc2 τῆς προσδοκίας: ἀντὶ τοῦ τῆς δειλίας. τῇ γνώμῃ δεδουλωμένοι: ὡς ἂν εἰ ἔλεγε, | |
10 | τεταπεινωμένοι φόβῳ ἕνεκεν τῆς ὑπολήψεως τῶν Λακεδαι‐ μονίων ἧς εἶχον περὶ αὐτῶν ὡς ὅτι σφόδρα εἰσὶ πεζόμαχοι καὶ πολεμικοί sc2 | |
4.34.3 | οἱ πῖλοι: οἱ πῖλοί εἰσι τὰ ἐξ ἐρίου πηκτὰ ἐνδύματα, ὥσπερ θωράκιά τινα ὑπὸ τὰ στήθη, ἃ ἐν‐ δυόμεθα· οἱ δὲ τὰ ἐπικείμενα ταῖς περικεφαλαίαις Msc2 | |
4.35.1 | ξυγκλῄσαντες: συνασπίσαντες, πυκνωθέντες GMsc2 ʃ συναχθέντες. | |
4.35.2 | ἐνέδοσαν: ἐνέκλιναν, ἐχαυνώ‐ θησαν. μετὰ τῶν ταύτῃ φυλάκων: ἐν τῷ ἐρύματι. παρὰ πᾶν: παρὰ πᾶν μέρος τοῦ ἐρύματος, ὅσον ἦν μέρος ἐπίμαχον, τουτέστι καθ’ ὃ ἐδύναντο οἱ Ἀθηναῖοι προσελθόντες μάχεσθαι | |
5 | GMsc2 | |
4.35.3 | ἐπισπόμενοι: ἀκολουθοῦντες G περίοδον ... καὶ κύκλωσιν: λείπει τὸ ποιήσασθαι Msc2 | |
4.35.4 | ἐς τὰ πλάγια: ἀντὶ τοῦ ἐκ τῶν πλαγίων Msc2 | |
4.36.1 | ἀπέραντον ἦν: τὸ ἔργον τοῦ πολέμου. ἄλ‐ λως: ματαίως GMs | |
4.36.2 | ἐκ τοῦ ἀφανοῦς: ἀντὶ τοῦ ἐκ τοῦ μὴ βλεπομένου τοῖς Λακεδαιμονίοις Msc2 κατὰ τὸ αἰεὶ παρεῖκον: κατὰ τὸ ἐνδιδὸν καὶ ἀνάβασιν παρέχον GMsc2 τοὺς δέ: ἤγουν Ἀθηναίους. | |
4.36.3 | οὗτοί τε, ἀμφίβολοι ἤδη ὄντες: ἀμφίβολον, τὸ ἀμφοτέρωθεν βάλλεσθαι Patm. | |
4.37.1 | ἀπεῖρξαν: τῆς μάχης δηλονότι. ἀκούσαντες: οἱ Λακεδαιμόνιοι. ἐπικλασθεῖεν: χαυνωθεῖεν. | |
4.38.1 | παρῆκαν: ἀφῆκαν. ἐφῃρημένου: ἀντὶ | |
τοῦ μετ’ ἐκεῖνον ᾑρημένου καὶ χειροτονηθέντος GMsc2 εἴ τι ἐκεῖνοι πάσχοιεν: ἤγουν ἀποθάνοιεν. | 248 | |
4.38.2 | διακηρυκεύ‐ σασθαι: ἐν ἴσῳ μέν πως ἐστὶ τῷ ἐπικηρυκεύεσθαι· εἰ μή τις εἴποι τὸ μὲν διακηρυκεύεσθαι πρὸς φίλους, τὸ δ’ ἐπικηρυκεύ‐ εσθαι πρὸς πολεμίους Msc2 ὅ τι χρὴ σφᾶς ποιεῖν: καίτοι | |
5 | εἶπεν ἄνω, ὅτι ἔδοξεν αὐτοῖς παραδοῦναι τὰ ὅπλα καὶ προσ‐ ίεσθαι τὰ κεκηρυγμένα. ἀλλὰ λέγομεν, ὅτι ἐκεῖ μὲν ἔλεγε περὶ τῶν στρατιωτῶν, ἐνταῦθα δὲ περὶ τοῦ στρατηγοῦ αὐτῶν Msc2 | |
4.38.3 | ἐκείνων μὲν οὐδένα ἀφέντων: τῶν Λακεδαι‐ μονίων τῶν ἐν τῇ Σφακτηρίᾳ. ἀφέντων δὲ λέγει, ὥστε ἐξελ‐ θεῖν διακηρυκεύεσθαι πρὸς τοὺς ἐν τῇ Πύλῳ Msc2 μηδὲν αἰσχρὸν ποιοῦντας: αἰνίττεται ὡς ὅτι μᾶλλον βέλτιόν ἐστι | |
5 | πεσεῖν ἢ αἰχμαλώτους ληφθῆναι, ὡς νόμος Λακεδαιμονίοις GMsc2 | |
4.39.2 | ἢ πρὸς τὴν ἐξουσίαν: τὴν ἰδίαν δηλονότι. ἐξῆν γὰρ αὐτῷ καὶ πλείω παρέχειν, ὡς ἐγένετο δῆλον ἐκ τῶν εὑρεθέντων σιτίων Msc2 | |
4.39.3 | ἀνεχώρησαν τῷ στρατῷ: σὺν παντὶ δηλονότι. μανιώδης ...: σημείωσαι μανιώδης ὑπόσχε‐ σις Fʃ ἀντὶ τοῦ ἡ περὶ τοῦ μέλλοντος προπετὴς ἀπόφασις Msc2 ὥσπερ ὑπέστη: ὑπεσχέθη. | |
4.40.1 | παρὰ τὴν γνώμην: ἀντὶ τοῦ παρὰ τὴν οἴησιν καὶ τὴν ὑπόνοιαν, καὶ παρὰ προσδοκίαν, διότι οὐδέποτε οὐδεὶς προσεδόκα οὐδεμιᾷ ἀνάγκῃ Λακεδαιμονίους εἴξαντας παραδοῦ‐ ναι τὰ ὅπλα GMsc2 ὡς ἐδύναντο: ἤγουν ἕως δύναμις περιῆν | |
5 | αὐτοῖς. | |
4.40.2 | ἀπιστοῦντες: οἱ Ἀθηναῖοι ABF μὴ εἶναι: ἡ ἀπόφασις περιττή Msc2 τοὺς παραδόντας: ἑαυτοὺς καὶ τὰ ὅπλα. δι’ ἀχθηδόνα: ἡ διάνοια· Ἀθηναίων σύμμαχός τις ἀχθόμενος, ἤτοι τοῖς Ἀθηναίοις ὡς φορτικῶς ἄρχουσιν, ἢ | |
5 | ἀχθόμενος ἐπὶ τῇ τῶν Λακεδαιμονίων συμφορᾷ, ἤρετο ἕνα τῶν ἐκ τῆς νήσου Msc2 ʃ διὰ λύπην. αὐτῷ: τῷ ἐρωτήσαντι. | |
πολλοῦ ἂν ἄξιον εἶναι τὸν ἄτρακτον: ἄτρακτος, τὸ βέλος, κατὰ τὴν Λακεδαιμονίων φωνήν Patm. ὁ ἐντυγχά‐ νων: ὁ τυχών, εἴτε κακὸς εἴτε ἀγαθός. | 249 | |
4.41.2 | τῶν ἀνδρῶν: τῶν αἰχμαλώτων. πρὸ τούτου: τοῦ συμβῆναι. | |
4.41.3 | αὐτομολούντων: εἰς τὴν Πύλον. | |
4.41.4 | πολ‐ λάκις φοιτώντων: τῶν πρέσβεων. | |
4.42.1 | τοῦ δ’ αὐτοῦ θέρους ...: μετάβασις ABC | |
4.42.2 | ἔσχον: προσέσχον, ἐλιμένισαν. ὁ Σολύγειος λόφος: σημείωσαι ὁ Σολύγιος ABF ἐφ’ ὃν Δωριῆς ...: σημείωσαι ὅτι τὸ παλαιὸν πρὸ τῶν Δωριέων Αἰολεῖς εἶχον τὴν Κόριν‐ θον ABCFGM ἐπ’ αὐτοῦ: ἀντὶ τοῦ ἀνωτέρω αὐτοῦ, τοῦ λόφου | |
5 | Msc2 〈σημείωσαι〉 Σολύγεια A | |
4.42.3 | πλὴν τῶν ἔξω ἰσθμοῦ: ἀντὶ τοῦ ἐκτὸς ἐκείνων τῶν Κορινθίων, ἐξ ὧν ἀπῄεσαν προσ‐ βοηθῆσαι τοῖς συμμάχοις αὐτῶν τοῖς οὖσιν ἐκτὸς τοῦ ἰσθμοῦ. εἶτα ἐπάγει ποίοις Msc2 φρουροί: ἐσόμενοι δηλονότι. οἷ | |
5 | κατασχήσουσιν: ὅπου προσελεύσονται αὐτοί, οἱ Ἀθηναῖοι Msc2 ʃ ἐλλιμενίσουσιν. | |
4.42.4 | τὰ σημεῖα αὐτοῖς ἤρθη: αὐ‐ τοῖς, φησί, τοῖς Κορινθίοις ἤρθη τὰ σημεῖα παρὰ τῶν φίλων αὐτῶν τῶν ἐν τῇ χώρᾳ σημαινόντων αὐτοῖς ὅτι πολέμιοι ἐπῆλθον· δεῖ δὲ προσυπακοῦσαι τὸ ἡμέρας γενομένης Msc2 | |
4.43.1 | τοῖς ἄλλοις: σὺν τοῖς ἄλλοις Ἀθηναίοις. | |
4.43.2 | τῷ ἄλλῳ στρατεύματι: τῶν Ἀθηναίων. | |
4.43.3 | ἦν γὰρ τὸ χω‐ ρίον ἐπάντες: ἀπόκρημνον καὶ ἀνωφερές Patm. παιανί‐ σαντες: δύο παιᾶνες ἦσαν, Ἐνυάλιος, ὅτε ἦρχον, ὃς καὶ πρὸ τῆς μάχης ἐγίγνετο, καὶ ἕτερος, ὅτε ἐνίκων ABCFGMʃ ἀλαλάζοντες. | |
4.43.4 | τῷ εὐωνύμῳ: οἱονεὶ τῷ ἡττημένῳ Ms ἑαυτῶν: τῶν Κο‐ ρινθίων δηλονότι. | |
4.43.5 | τὸ δὲ ἄλλο στράτευμα: τὸ δεξιὸν κέρας τῶν Κορινθίων καὶ τὸ εὐώνυμον τῶν Ἀθηναίων ABMsc2 ἤλπιζον γάρ: οἱ Κορίνθιοι. πειράσειν: προσυπακουστέον τὸ ἐλθεῖν. | |
4.44.1 | τῶν ἑτέρων: τῶν Κορινθίων. ἔθεντο τὰ ὅπλα: ἀπέθεντο. | |
4.44.2 | αὐτῶν: τῶν Κορινθίων BFMc2 ὁ στρα‐ τηγός: τῶν Κορινθίων δηλονότι. ἡ δὲ ἄλλη στρατιά: τὸ δεξιὸν κέρας τῶν Ἀθηναίων καὶ τὸ ἀριστερὸν τῶν Κορινθίων BFMc2 τούτῳ τῷ τρόπῳ: τῆς ἀναχωρήσεως δηλονότι. οὐ | 250 |
5 | κατὰ δίωξιν πολλήν ...: οὐ φεύγοντες ταχέως, διωκόντων τῶν Ἀθηναίων. | |
4.44.4 | ἐβοήθουν: ἔτρεχον εἰς βοήθειαν. | |
4.45.2 | ἀπολαβόντες: περικυκλώσαντες. ἐξετείχισαν τὸ χωρίον: εἰς τέλος ἤγαγον τὸ τεῖχος τοῦ χωρίου. | |
4.46.3 | κατὰ δὲ τὸν αὐτὸν χρόνον: μετάβασις ABCF τὸ μὲν τείχισμα: τὸ ἐπὶ τῆς Ἰστώνης. ξυνέβησαν: συν‐ εβιβάσθησαν. | |
4.46.4 | οἱ Ἀθηναῖοι: οἱ ἐν ταῖς Ἀθήναις. | |
4.46.5 | τῶν ἐν τῇ νήσῳ: τῇ Πτυχίᾳ. ὑποπέμψαντες: σημείωσαι δό‐ λος ABFc2 καὶ διδάξαντες: τοὺς ὑποπέμπτους c2 ʃ τὸ ἑξῆς, καὶ διδάξαντες τοὺς ὑποπέμπτους λέγειν, ὡς δῆθεν ἀπὸ εὐ‐ | |
5 | νοίας Msc2 δὴ: δῆθεν G | |
4.47.1 | μηχανησαμένων: αὐτῶν τῶν ἐν τῇ πόλει Κερκυραίων. μηχανησαμένων δὲ λέγει οἱονεὶ εὐτρεπισάντων Msc2 | |
4.47.2 | ξυνελάβοντο δὲ ...: ἀντὶ τοῦ, συμμετέσχον δὲ οὐκ ὀλίγως τοῦ τοιούτου πράγματος, ὥστε πιθανὴν καὶ πιστὴν γενέσθαι τοῖς ἐν τῇ Πτυχίᾳ ἀνδράσι τὴν ἀπάτην, οἱ στρατηγοὶ τῶν Ἀθηναίων. εἶτα τὴν αἰτίαν λέγει· ἐπειδή, φησίν, αὐτοὶ | |
5 | ἀπέπλεον ἐπὶ τὴν Σικελίαν, ἀλλ’ οὐκ ἐπὶ τὰς Ἀθήνας νῦν, [καὶ] οὐκ ἐβούλοντο δι’ ἄλλων τινῶν κομισάντων αὐτοὺς ἐς τὰς Ἀθήνας, ἐκείνους καρπώσασθαι τὴν δόξαν Ms τοὺς τεχνησαμένους: αὐτοὺς τοὺς ὄντας ἐν τῇ Κερκύρᾳ, τοὺς μη‐ χανησαμένους τὸ πλοῖον Ms | |
4.47.3 | διῆγον: διεβίβαζον. ὑπὸ τῶν παρατεταγμένων: ἑκατέρωθεν δηλονότι. τῆς ὁδοῦ: εἰς τὸ ἔμπροσθεν τῆς ὁδοῦ. | |
4.48.1 | αὐτούς: τοὺς Κερκυραίους. | |
4.48.2 | βιάζεσθαι: μετὰ βίας ἐσέρχεσθαι. | |
4.48.3 | οἱ δέ: οἱ δὲ ἐν τῷ οἰκήματι. ἐς τὰς σφαγάς: σφαγὴν καλοῦσι τὸ κατὰ τὴν κλεῖδα τοῦ ἀνθρώ‐ | |
που μέλος, δι’ οὗ καθιᾶσι τὰ σιδήρια οἱ θέλοντες ἑαυτοὺς ἀνελεῖν Msc2 ʃ ἤγουν εἰς τὸ μέρος τοῦ σώματος ἔνθα σφάτ‐ | 251 | |
5 | τονται τὰ ζῶα. τοῖς σπάρτοις: ὡς ἀπὸ εὐθέος οὐδετέρου τὸ σπάρτον sc2 καὶ ἐκ τῶν ἱματίων παραιρήματα ποι‐ οῦντες: παραιρήματα, αἱ ὥσπερ φασκίαι ἐκ τῶν ἱματίων κοπ‐ τόμεναι Patm. ʃ ὡς ἂν εἰ ἔλεγε, τελαμῶνάς τινας ἀποσχίζοντες τῶν ἱματίων, ὥσπερ ζώνας ἐποίουν· καὶ πλέκοντες αὐτὰ καὶ | |
10 | ποιοῦντες ὥσπερ σχοινία οὕτως ἐχρῶντο πρὸς τὸ ἀπάγχεσθαι Msc2 ἐπεγένετο γὰρ νὺξ τῷ παθήματι: ἐπειδὴ εἶπε τὸ πολὺ τῆς νυκτός, ἵνα μή τις εἴπῃ, Καίτοι ἐν ἡμέρᾳ ταῦτα ἐγένετο, λέγει ἐν τῷ μέσῳ τό, ἐπεγένετο γὰρ νύξ Msc2 φορ‐ μηδόν: ὡς ἐάν τις πλέξῃ φορμούς, τοὺς καλουμένους ψιά‐ | |
15 | θους, τοὺς μὲν κατὰ μῆκος αὐτῶν τιθέντες, ἄλλους δὲ πλαγίως ἐπιβάλλοντες κατ’ αὐτῶν. ἐμφαίνει δὲ τοῦτο τῶν Κερκυραίων τὴν ὠμότητα εἰς τοὺς ἀποθανόντας, ὅτι οὐδὲ μετὰ θάνατον τοῦ πρὸς ἐκείνους μίσους ἐπαύσαντο Msc2 ἠνδραποδίσαντο: ὡς ἀνδραπόδοις ἐχρήσαντο. | |
4.49.1 | καὶ ἐκπέμψαντες Κορινθίους: ἀντὶ τοῦ καὶ ἐκβολόντες τοὺς ὄντας ἐκεῖ Κορινθίους Msc2 αὐτοὶ Ἀκαρ‐ νᾶνες οἰκήτορας ἀπὸ πάντων: ἀφ’ ἑκάστης γὰρ πόλεως Ἀκαρνανίας ἀπέστειλαν τοὺς ἐκεῖσε οἰκήσοντας Msc2 | |
4.50.1 | τοῦδ’ ἐπιγιγνομένου χειμῶνος ...: μετάβασις c Ἠιόνι: Ἠιών· Λυκόφρων [417] τὸν μὲν γὰρ Ἠιὼν Στρύμονος Βισαλτία ABCFM | |
4.50.2 | κομισθέντος: ἀχθέντος ὑπὸ τοῦ Ἀριστείδου. μετα‐ γραψάμενοι: οἱονεὶ μεθερμηνεύσαντες Msc2 | |
4.51.1 | τοῦ δ’ αὐτοῦ χειμῶνος ...: μετάβασις C περι‐ εῖλον: καθεῖλον. ἐκ τῶν δυνατῶν: ἀντὶ τοῦ πάνυ καὶ ὡς | |
ἐνεδέχετο Msc2 | 252 | |
4.52.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους ...: μετάβασις c | |
4.52.2 | αὐτόθεν: ἀπὸ τῆς ἠπείρου. | |
4.52.3 | πάντων μάλιστα: πῶς λέγει πάντων καὶ οὐ πασῶν c | |
4.53.2 | καὶ κυθηροδίκης ἀρχὴ ἐκ τῆς Σπάρτης διέβαινε: κυθηροδίκης, ἀρχή τις παρὰ Λακεδαιμονίοις εἰς Κύθηρα πεμπομένη Patm. | |
4.53.3 | προσβολή: ἀντὶ τοῦ προσ‐ όρμισις καὶ καταγωγή Msc2 ʃ ἐπίθεσις. ἧσσον: ἀντὶ τοῦ οὐδαμῶς Msc2 κακουργεῖσθαι: ἤγουν λῃστεύεσθαι. ἀνέ‐ χει: ἀντὶ τοῦ ἀνατείνει καὶ ἀναπέπταται Msc2 | |
4.54.1 | κατασχόντες οὖν: ἀντὶ τοῦ προσορμίσαντες ἐν αὐτοῖς τοῖς Κυθήροις. ἰστέον δὲ ὅτι δύο πόλεις ἦσαν τῶν Κυθήρων, μία μὲν ὁμώνυμος, ἑτέρα δέ, ἣ Σκάνδεια καλεῖται, ἐν τῇ νήσῳ τῶν Κυθήρων παρὰ θάλασσαν κειμένη Msc2 | |
4.54.3 | ἐπιτηδειότερον: ἀντὶ τοῦ συμφερόντως τούτοις τοῖς Κυθηρίοις Msc2 αὐτοῖς: τοῖς Κυθηρίοις. ἀνέστησαν: ἤγουν μετῴκισαν. | |
4.54.4 | ἐναυλιζόμενοι τῶν χωρίων οὗ καιρὸς εἴη: στρατοπεδευόμενοι εἰς τὸ ἐπικαιρότατον τῶν χωρίων. οὗ καιρὸς εἴη: ἀντὶ τοῦ, ὅπου δυνατὸν ἐφαίνετο αὐτοῖς καὶ χρήσιμον τῇ δυνάμει τῇ ἑαυτῶν δηλονότι Ms | |
4.55.1 | τοιαύτας: ἤγουν πολεμικάς. διέπεμψαν: δια‐ μερίσαντες ἔπεμψαν. ὡς ἑκασταχόσε ἔδει: εἰς τὰ ἐν ἑκά‐ στοις τόποις φρούρια. τῶν περὶ τὴν κατάστασιν: οἷον τῶν περὶ τὴν πολιτείαν αὐτῶν καὶ τὴν χώραν Msc2 περιε‐ | |
5 | στῶτος πολέμου τ. κ. ἀ.: προσπιπτόντων αἰφνίδιον πάντο‐ θεν τῶν πολεμίων καὶ ἄνευ τοῦ δύνασθαι προφυλάξασθαι Msc2 | |
4.55.2 | οἷς τὸ μὴ ἐπιχειρούμενον ...: οἷστισιν Ἀθηναί‐ οις τὸ μὴ ἐπιχειρεῖν ἀεί τι πράττειν καινὸν ὑστέρησις δοκεῖ τῶν προσδοκηθέντων GMsc2 ʃ οἷς Ἀθηναίοις μόνον ἐκεῖνο ἄπρακτον ἦν τὸ μὴ ἐπιχειρούμενον. ὡς δήλου ὄντος *** | |
5 | οὐκ ἦν αὐτοῖς ἄπρακτον μόνον θελήσασιν οὐδέν. | |
4.55.4 | ἀτολμό‐ τεροι: ὀκνηρότεροι. κινήσειαν: ὑπὲρ ἑαυτῶν δηλονότι. διὰ τὸ ... κακοπραγεῖν: διὰ τὸ μὴ πιστεύειν αὐτοὺς μηκέτι μηδενί. κακοπραγήσαντες γὰρ παρ’ ἐλπίδα οὐκ εἰωθότες ἐν τῷ | 253 |
5 | πρὶν χρόνῳ ἀστοχεῖν, οὐδεμίαν περὶ τῶν μελλόντων ἐλπίδα βεβαίαν εἶχον Msc2 | |
4.56.1 | τὸν μὲν ὄχλον: τὸ πλῆθος. ἐφόβησεν: εἰς φυγὴν ἔβαλεν. ἐπιδρομῆ: ἀντὶ τοῦ ἐξ ἐπιδρομῆς Msc2 ʃ δι’ αἰφνι‐ δίας ἐφόδου. | |
4.56.2 | ἐς Ἐπίδαυρον: ἄλλη γὰρ Ἐπίδαυρος ἐν τῷ ἰσθμῷ ABCFGM τὴν Λιμηράν: οὐκ ἀπὸ λιμοῦ [οὕτως] ὠνόμασται, ἀλλὰ διὰ τὸ πολλοὺς ἔχειν λιμένας, οἷον λιμενηράν GMsc2 σφίσι: τοῖς Λακεδαιμονίοις, ὑπὸ τῶν Αἰγινητῶν. | |
5 | πρὸς τὴν ἐκείνων γνώμην ...: ὁμόφρονες καὶ φίλοι τοῖς Λακεδαιμονίοις ὄντες Msc2 | |
4.57.1 | τὸ μὲν ἐπὶ τῇ θαλάσσῃ: ἤγουν τὸ παραθα‐ λάσσιον. | |
4.57.2 | ξυνετείχιζε: συνελαμβάνετο τοῦ τειχίσματος. | |
4.57.3 | κατασχόντες: ἀντὶ τοῦ προσορμίσαντες τῇ Θυρέᾳ· οὐ γὰρ λέγει κρατήσαντες Msc2 | |
4.57.4 | μεταστῆσαι: μετανάστας ποιῆσαι. τοὺς ἐν τῇ νήσῳ: τῇ Σφακτηρίᾳ. | |
4.58.1 | τοῦ δ’ αὐτοῦ θέρους ...: μετάβασις ABCF ἐκε‐ χειρία: διάλειψις τοῦ πολέμου. ξυναλλαγεῖεν: φιλιωθεῖεν. ἀξιούντων ...: ἀντὶ τοῦ δηλούντων καὶ προσαγγελλόντων οἷα ἕκαστος παρὰ τοῦ ἑτέρου ἐπλεονεκτήθη Msc2 | |
4.59.1 | οὔτε πόλεως ὢν ἐλαχίστης ...: δημηγορία Ἑρμοκράτους Συρακοσίου ABCFGMe ʃ τὸ προοίμιον ἐκ συστά‐ σεως τοῦ ἰδίου προσώπου ABFGMc2 ʃ σημείωσαι τὸ παθητικόν ABFc2 ʃ τέμνεται ἡ δημηγορία αὕτη τῷ δικαίῳ καὶ τῷ συμφέ‐ | |
5 | ροντι καὶ τῷ δυνατῷ, οὕτω· δίκαιον μὲν γάρ, φησί, πρὸς τοὺς ὁμοφύλους συμβῆναι καὶ πρὸς τοὺς Ἀθηναίους αἱρεῖσθαι πόλεμον· εἶτα δὲ καὶ συμφέρον μὴ ἐᾶν καταδουλωθῆναι | |
Σικελίαν· τὸ δὲ δυνατόν, ὅτι, ἐὰν ὁμονοήσωμεν, ῥᾳδίως τῶν ἐναντίων περιεσόμεθα sc2 οὔτε πόλεως ὢν τῆς ἐλαχίστης, | 254 | |
10 | ὦ Σικελιῶται: οἱ περὶ καταλύσεως πολέμου παραινοῦντες ἀεὶ ὑποπτεύονται διὰ φόβον καὶ μαλακίαν τὸν πόλεμον φεύ‐ γοντες ταῦτα παραινεῖν. διὸ καὶ ὁ Ἑρμοκράτης τοῦτο ποιεῖ. ἅμα δὲ καὶ αὔξει τὸ ὄνομα τῆς αὐτοῦ πατρίδος, ἵνα συγ‐ γνώμην ἔχωσιν αὐτῷ οἱ λόγοι μετὰ παρρησίας καὶ φρονήματος | |
15 | προερχόμενοι. τὸ δὲ οὐ πονουμένης προσέθηκεν, ἵνα μή τις εἴπῃ ὡς ὅτι διὰ τοῦτο ἐρᾷ τῆς εἰρήνης, ὅτι ἡ πόλις αὐτοῦς νῦν καταπονεῖται Msc2 οὔτε πονουμένης: κατ’ ἁμφότερα συνιστᾷ ἑαυτὸν ὁ Ἑρμοκράτης, καὶ κατὰ τὸ εἶναι ἐνδόξου πόλεως καὶ κατὰ τὸ μὴ πονεῖν τῷ πολέμῳ τὴν πόλιν αὐτοῦ· | |
20 | δι’ ἃ μάλιστα εἰώθασιν ἀπιστεῖν πρὸς τοὺς λέγοντας ABFc2 ʃ διὰ δύο αἰτίας εἰώθαμεν ἀπιστεῖν τοῖς συμβουλεύουσιν, ἢ διὰ τὸ εἶναι ἄδοξον τὸ πρόσωπον ἢ διὰ τὸ οἰκείων ἕνεκα χρειῶν λέγειν. τοῦ πρώτου παράδειγμα Ὅμηρος [Β 200]· ἄλλων μῦθον ἄκουε, | |
25 | οἳ σέο φέρτεροί εἰσιν. τοῦ δευτέρου [β 186]· σῷ οἴκῳ δῶρον ποτιδέγμενος, καὶ τὰ ἑξῆς. ἅπερ ἀμφότερα μαρτυρεῖ ἑαυτῷ ὁ Ἑρμοκράτης μὴ ὑπάρχειν ABFMc2 | |
4.59.2 | καὶ περὶ μὲν τοῦ πολεμεῖν ...: συμπέρασμα. τὸ γὰρ προοίμιον ὁμολογούμενον ABFMc2 τοῦ πολεμεῖν: τὰ μετὰ ἄρθρου λεγόμενα ἀπαρέμφατα ὀνόματα μᾶλλόν εἰσιν ἢ ῥήματα. τί ἄν τις πᾶν τὸ ἐνὸν ἐκλέ‐ | |
5 | γων ...: τὸ μὲν „πᾶν τὸ ἐνὸν ἐκλέγων“ πάντα ὅσα ἔνεστι πολέμῳ κακὰ ἐπιλεγόμενος. ἡ δὲ διάνοια· περιττὸν ἐν εἰδόσι διηγεῖσθαι ὡς χαλεπόν ἐστι πόλεμος· οὔτε γὰρ ἐφίεταί τις | |
αὐτοῦ δι’ ἄγνοιαν οὔτε ἀποτρέπεται διὰ φόβον, ἄν γε δὴ σχήσειν πλέον ἐλπίσῃ Msc2 ἀμαθίᾳ: γλυκὺς ἀπείρῳ πόλεμος | 255 | |
10 | ABFc2 ἢν οἴηταί τι πλέον σχήσειν: Ὅμηρος [γ 73]· οἷά τε ληϊστῆρες AFc2 ξυμβαίνει δὲ τοῖς μὲν ...: τοῖς πολεμησείουσιν. Ὅμηρος [Θ 57]· χρειοῖ ἀναγκαίῃ πρό τε παίδων καὶ 〈πρὸ〉 γυναικῶν ABFMc2ʃ | |
15 | συμβαίνει δὲ τοῖς μέν, ἐρῶσι τῶν χρημάτων, τὰ κέρδη ποιεῖν αὐτοὺς καταφρονεῖν τῶν δεινῶν τῶν ἐν τοῖς πολέμοις, τοῖς δὲ ὑπὲρ τοῦ μὴ πλεονεκτηθῆναι παρὰ τῶν ἄλλων καὶ δου‐ λεῦσαί τινι s οἱ δέ: οἱ πολεμησείοντες ABFMc2 ʃ δέον εἰπεῖν τοῖς δὲ ἐνηλλαγμαι (?) εἴρηκε πρὸς τὸ (?) ἐθέλουσιν εὐθείᾳ | |
20 | ἐχρήσατο· οἱ δὲ ἐθέλουσιν ὑφίστασθαι πρὸ τοῦ αὐτίκα ἐλασ‐ σοῦσθαι e | |
4.59.3 | αὐτὰ δὲ ταῦτα: τὰ δύο ἅπερ εἶπεν ABFc2 εἰ μὴ ἐν καιρῷ ...: εἰ δὲ μὴ ἐν καιρῷ ἑκάτεροι πολεμεῖν ἐθέλοιεν, οἵ τε τῶν ἐξ αὐτοῦ κερδῶν ἐφιέμενοι καὶ οἱ ἀγωνιζό‐ μενοι μὴ ἐλασσοῦσθαι, ὠφελιμώτατα ἂν διαλλαγεῖεν. συνί‐ | |
5 | στησι δὲ διὰ τούτων, ὅτι οὐ δεῖ τὸν περὶ εἰρήνης συμβουλεύ‐ οντα πολέμου κατηγορεῖν (ἕωλον γάρ), ἀλλὰ μᾶλλον τῆς κατ’ αὐτὸν ἀκαιρίας Msc2 ἑκάτεροι: οἵ τε διὰ κέρδος ἴδιον πολε‐ μοῦντες καὶ οἱ διὰ τὸ μὴ ἀφαιρεθῆναί τι τῶν ὑπαρχόντων αὐτοῖς ABsc2 | |
4.59.4 | τὰ γὰρ ἴδια ...: τὸ ἑξῆς, τὰ ἴδια εὖ θέ‐ σθαι ABFc2 Ἕκαστοι: τῶν Σικελιωτῶν. θέσθαι: οἰκονομῆσαι. νῦν πρὸς ἀλλήλους δι’ ἀντιλογιῶν: τὸ μὲν δι’ ἀντι‐ λογιῶν, δι’ ἀντιρρήσεων καὶ λόγων· τὸ δὲ καταλλαγῆναι, | |
5 | διαλλαγῆναι· ἴσον δὲ τὸ προσῆκον ἑκάστῳ καὶ δίκαιον· τὸ δ’ ὡς ἐγὼ κρίων [cap. LX 1], ὡς ἐγὼ νομίζω. ἡ δὲ διάνοια· εἰ νῦν, φησίν, μὴ προχωρήσει ἐκ τῆς ἐκκλησίας ταύτης τὸ νομίζειν ἕκαστον ἔχοντα τὸ ἴδιον ἀπελθεῖν, ἀλλὰ τοὐναντίον | |
ἀδικεῖσθαι ὕστερον πάλιν πολεμήσομεν, ἂν δόξῃ, μετὰ τὸ | 256 | |
10 | ἀπελθεῖν τοὺς Ἀθηναίους. τέως δὲ νῦν βέλτιόν ἐστι τὸ διαλ‐ λαγῆναι, ἐν ὅσῳ ἐπίκεινται ἡμῖν οἱ Ἀθηναῖοι Msc2 ἴσον ἑκάστῳ ἔχοντι: Ὅμηρος [ι 42]· μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης ABsc2 | |
4.60.1 | ἡ ξύνοδος: ἡ συναγωγὴ ἡ ἐνθάδε. καὶ διαλ‐ λακτάς: λείπει τὸ χρή· καὶ χρὴ διαλλακτάς· ἀπὸ κοινοῦ δὲ ἀκουστέον τὸ ὡς ἐγὼ κρίνω Msc2 ʃ ἀπὸ κοινοῦ τὸ χρή, ἵν’ ᾖ, χρὴ νομίσαι τοὺς Ἀθηναίους ἀναγκαιοτέρους τῶν λόγων. | |
5 | περὶ τῶνδε: διαλλαγῶν. οἳ δύναμιν ἔχοντες μεγίστην: ἤγουν δυνατώτατοι ὄντες. καὶ ὀνόματι ἐννόμῳ: πρόσχημα μὲν ποιοῦνται τὴν πρὸς τοὺς Χαλκιδεῖς συμμαχίαν, ὡς διὰ συγγένειαν νομίμως αὐτοῖς ξυμμαχοῦντες· φύσει δὲ πολέμιοι πᾶσιν ὄντες Σικελιώταις τὸ ἴδιον συμφέρον διὰ τῆς περὶ τὸ | |
10 | συμμαχεῖν εὐπρεπείας κατασκευάζονται, τουτέστιν θηρῶνται Msc2 εὐπρεπῶς: πιθανῶς. ἐς τὸ ξυμφέρον: εἰς τὸ ἑαυ‐ τοῖς ξυμφέρον ABFc2 | |
4.60.2 | ἄνδρας: τοὺς Ἀθηναίους δηλονότι ABFc2 ποιούντων: ἀπὸ κοινοῦ τὸ ἡμῶν ABFc2 τέλεσι: ταῖς δαπάναις· ὅθεν καὶ εὐτελὴς καὶ πολυτελής ABFGc2 ἐκεί‐ νοις: τοῖς Ἀθηναίοις AFc2 προκοπτόντων: προοδοποιούν‐ | |
5 | των καὶ εὐτρεπιζόντων AFGc2 ʃ ἤγουν προκοπὴν καὶ ἐπίδοσιν ποιούντων ἡμῶν τῆς ἀρχῆς ἐκείνων. ʃ ἡ διάνοια· τῶν Σικελιω‐ τῶν ἡμῶν αὐτῶν αὑτοὺς κακῶς διαθέντων τοῖς οἰκείοις δαπανήμασι καὶ περιαιρούντων καὶ περικοπτόντων τῆς ἡ‐ μετέρας ἀρχῆς πρὸς τὸ ἐκείνοις συμφέρον, εἰκὸς τοὺς Ἀθη‐ | |
10 | ναίους, ὅταν γνῶσιν ἡμᾶς ἐκτετρυχωμένους, ἐπελθόντας πλεί‐ ονι στρατῷ καταδουλώσασθαι τὰ ἐνταῦθα Msc2 | |
4.61.1 | καίτοι τῇ ἑαυτῶν ...: ὁ νοῦς τῶν λεγομένων τοιοῦ‐ τος· χρή, εἰ σωφρονοῦμεν, ἑκάστους ἡμῶν τῶν Σικελιωτῶν τὰ | |
ἀλλότρια ἐπικτωμένους καὶ ἁρπάζοντας μᾶλλον τοὺς συμμάχους ἐπάγεσθαι ἤπερ τὰ ἕτοιμα βλάπτοντας· τουτέστιν, ὅταν, τῶν | 257 | |
5 | ἰδίων ἡμῶν καλῶς ἐχόντων καὶ ἀδεῶς διακειμένων, βουλώ‐ μεθα κατὰ πλεονεξίαν ἀλλότρια ἐπικτήσασθαι, τότε δεῖ τοὺς συμμάχους ἐπάγεσθαι καὶ τοὺς κινδύνους ὑφίστασθαι, καὶ μὴ ὅταν ὁ κίνδυνος περὶ τῶν οἰκείων ἡμῶν γίνηται ABFc2 τὰ μὴ προσήκοντα: τὰ ἀλλότρια ABFc2 νομίσαι: ἀπὸ κοινοῦ | |
10 | τὸ χρή ABFc2 τὰς πόλεις καὶ τὴν Σικελίαν: τὴν Σικελίαν πᾶσαν ὡς μίαν πόλιν ἔλαβε. καὶ φησὶν ὅτι, εἰ πόλεμον ἕξο‐ μεν, διαφθαρησόμεθα. ὅπερ ἐπὶ μιᾶς πόλεως ξυμβαίνει ABsc2 ἐπιβουλευόμεθα: ἐξ ἐπιβουλῆς πάσχομεν. κατὰ πόλεις δὲ διέσταμεν: διῃρημένως κατοικοῦμεν. | |
4.61.2 | κοινῇ: γνώμῃ δηλονότι. παρεστάναι δὲ μηδενί: μὴ νομιζέτωσαν, φησί, διὰ τὸ συγγενεῖς εἶναι τοῖς Ἀθηναίοις οἱ Χαλκιδεῖς ἐν ἀσφαλείᾳ καθεστάναι. οὐ γὰρ διότι πολέμιόν ἐστι τὸ Δωρικὸν γένος | |
5 | τῷ Ἰωνικῷ, διὰ τοῦτο ἐχθροὶ ὄντες οἱ Ἀθηναῖοι τοῖς Δωριεῦ‐ σιν ἐπίασιν, ἀλλ’ ἐφιέμενοι τῶν ἐν τῇ Σικελίᾳ ἀγαθῶν. τὸ δὲ [§ 4] αὐτοὶ τὸ δίκαιον μᾶλλον τῆς ξυνθήκης παρέσχοντο, ἀντὶ τοῦ, προθυμότερον ἤπερ ἐχρῆν κατὰ συμμαχίαν ἐβοήθη‐ σαν Msc2 παρεστάναι δέ: δόξαν ἐπέρχεσθαι. ʃ ἀπὸ κοινοῦ | |
10 | τὸ χρή. τῇ Ἰάδι ξυγγενείᾳ: ὡς ἀναφέρον δηλονότι τὸ γέ‐ νος εἰς τοὺς Ἴωνας. ἀσφαλές: εἰρηναῖον, ἐπιτήδειον ABFc2ʃ ἀκίνδυνον. | |
4.61.3 | δίχα πέφυκε: ἡ Σικελία δηλονότι ABFc2 ἐπίασιν: οἱ Ἀθηναῖοι. ἃ κοινῇ κεκτήμεθα: ἤγουν ὧν κοινὴν κεκτήμεθα τὴν ἀπόλαυσιν. | |
4.61.4 | σφίσι: τοῖς Ἀθηναίοις. | |
4.61.5 | προνοεῖσθαι: ἀντὶ τοῦ προσκέπτεσθαι. ἑτοιμοτέροις: ἀντὶ τοῦ ἑτοίμοις. πέφυκε: φύσιν ἔχει. τὸ ἐπιόν: ἤγουν τὸ κρεῖττον. | |
4.61.6 | ὅσοι δὲ ...: ὅσοι, φησί, γιγνώσκοντες αὐτό, | |
ὅτι πέφυκεν ἄνθρωπος διὰ παντὸς ἄρχειν μὲν ἐθέλειν τοῦ εἴκοντος, φυλάττεσθαι δὲ τὸ ἐπιόν, μὴ ὀρθῶς προνοοῦμεν καὶ προσκοποῦμεν, ἁμαρτάνομεν sc2 πρεσβύτατον ἥκει κρί‐ | 258 | |
5 | νας: τὸ ἑξῆς, πρεσβύτατον εὖ θέσθαι. τουτέστιν, ἐν πρώτοις φυλάξασθαι τοῦτο καὶ εὖ διαθέσθαι. τουτέστι τὴν δούλωσιν ABFc2 τὸ κοινῶς φοβερόν: κοινῶς φοβερὸν ἡ δούλωσις ἡ παρὰ τῶν Ἀθηναίων ἐπιβουλευομένη πᾶσιν ὁμοίως. ὡς καὶ Ἱπποκράτης [aphorism. II 46]· δύο πόνων ἅμα γινομένων ὁ | |
10 | σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον ABF | |
4.61.7 | τάχιστα δ’ ἂν ἀπαλλαγὴ ...: εἰ πρὸς ἀλλήλους, φησίν, εἰρηνεύσαιμεν, τάχιστα ἂν ἡ τῶν Ἀθηναίων ἐπιβουλὴ ἀδεεστέρα ἔσται. καὶ τὴν αἰτίαν ἐπιφέρει, διότι οὐχὶ ἀπὸ τῆς ἰδίας γῆς ὁρμῶνται | |
5 | πρὸς ἡμᾶς (οὐ γάρ εἰσιν ἀστυγείτονες), ἀλλ’ ἐκ τῆς τῶν ἐπι‐ καλεσαμένων. καὶ εἰ τοῦτο ποιήσομεν οὕτως, οὐκέτι πόλεμος πόλεμον διαδέξεται, ἀλλ’ εἰρήνη τὴν διαφοράν. σκόπει δὲ πῶς τὸν πόλεμον εὐφήμως διαφορὰν καλεῖ ABFc2 αὐτοῦ: τοῦ κοινῶς φοβεροῦ ABFc2 τῶν ἐπικαλεσαμένων: ἤγουν τῶν | |
10 | Χαλκιδέων. | |
4.61.8 | καὶ οὕτως: καὶ οὕτως, ὡς εἶπεν, ἤτοι εἰ πρὸς ἀλλήλους ξυμβαίημεν ABFc2 οἵ τ’ ἐπίκλητοι: οἱ Ἀθη‐ ναῖοι ABFc2ʃ οἱ πρὸς συμμαχίαν καλούμενοι Patm. εὐπρεπῶς ἄδικοι ἐλθόντες: οἱ Ἀθηναῖοι μετὰ προφάσεως εὐπρεποῦς | |
5 | ἐλθόντες, ὡς δῆθεν συμμαχοῦντες τοῖς ἐνθάδε Χαλκιδεῦσιν, εὐλόγως ἄπρακτοι ἀπελεύσονται, διαλλαγέντων ἡμῶν sc2 ἄδικοι: Ὅμηρος [Ι 63]· ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος ABFc2 εὐλόγως: εὐλόγως φησὶ διὰ τὸ ξυμβῆναι ABFc2 | |
4.62.3 | καὶ εἴ τις βεβαίως ...: ἡ διάνοια· εἴ τις βε‐ βαίως τι καὶ πάντῃ πάντως οἴεται πράξειν καὶ κρατήσειν τῶν ἐναντίων, ἤτοι διὰ τὸ δικαίως αὐτοῖς ἐπιέναι νομίζειν, ἢ διὰ τὸ ἰσχυρὸς οἴεσθαι τυγχάνειν, μὴ χαλεπαινέτω, εἰ παρὰ τὴν | |
5 | ἰδίαν οἴησίν τε καὶ ἐλπίδα σφαλλόμενος ἐλέγχεται ὑπ’ ἐμοῦ, | |
ἐνθυμηθεὶς ὅτι πολλοί, δικαίως τιμωρήσασθαι τοὺς ἀδική‐ σαντας διανοηθέντες, οὐ μόνον οὐκ ἠμύναντο αὐτούς, ἀλλὰ καὶ αὐτοὶ προσαπώλοντο, καὶ ἕτεροι, δι’ ἰσχὺν ἐλπίσαντες πλεονεκτήσειν τῶν πέλας, πρὸς τῷ μὴ σχεῖν πλέον καὶ τὰ αὐτῶν | 259 | |
10 | προσαπώλεσαν. διὰ τούτων δὲ τὸ μὴ δεῖν αὐτοὺς ἐλεγχομέ‐ νους χαλεπαίνειν συνάγεται sc2 βίᾳ: ἰσχύι. οἱ μὲν: οἱ μετ‐ ιόντες σὺν δίκῃ τοὺς ἀδικοῦντας. οὐχ ὅσον οὐκ ἠμύναντο: ἤγουν οὐ μόνον οὐκ ἠμύναντο. προσκαταλιπεῖν: προσζη‐ μιωθῆναι. | |
4.62.4 | τιμωρία γὰρ ...: οὐχ, ὅτι ἀδικεῖται, εὐτυχεῖ δικαίως· οὐ γάρ, ἐπειδὴ ὁ τιμωρούμενος προηδίκηται, διὰ τοῦτο ἐπεξιὼν εὐτυχήσει. δίκαιον μὲν γὰρ τὸ ἀδικηθέντα εὐτυχῆσαι κατὰ τὴν εἴσπραξιν τῆς τιμωρίας, οὐ μὴν καὶ ἀπο‐ | |
5 | βαῖνον οὕτως. οὐδὲ ὁ ἰσχυρός, φησί, διὰ τὸ ἐλπίζειν ἐκ τῆς δυνάμεως κρατήσειν, διὰ τοῦτο καὶ τὸ βέβαιον ἔχει sc2 τὸ δὲ ἀστάθμητον ...: τὸ δὲ ἄστατον τῆς τύχης καὶ τὸ ἄδη‐ λον ὡς ἐπὶ τὸ πλεῖστον πέφυκε κρατεῖν. ἔστι γὰρ πολλάκις νικῆσαι καὶ ἀπὸ ἰδίας ἀρετῆς ἐκτὸς τύχης sc2 κρατεῖ· τὴν | |
10 | ἰσχὺν ἔχει. προμηθίᾳ: προγνώσει, σκέψει. | |
4.63.1 | καὶ νῦν τοῦ ἀφανοῦς τε τούτου ...: ἡ διά‐ νοια· καὶ νῦν τῆς μὲν πρὸς ἀλλήλους διαφορᾶς ἐπιλαθώμεθα δι’ ἀμφότερα, διά τε δηλαδὴ τὸ ἄδηλον τυγχάνειν, εἰ πεισό‐ μεθά τι ὑπ’ ἀλλήλων, καὶ διὰ τὸ τοὺς Ἀθηναίους ἤδη φοβε‐ | |
5 | ροὺς ἡμῖν εἶναι παρόντας, ἱκανὰ νομίσαντες αἴτια τῆς ἀπο‐ τροπῆς ταῦτα sc2 ἀτέκμαρτον: τὸ ἀφανὲς καὶ ἄδηλον Patm. καὶ τὸ ἐλλιπὲς τῆς γνώμης: καὶ τοῦτο, φησίν, ἐνθυμη‐ θέντες, ὅτι ἃ προσεδοκήσαμεν πρᾶξαι (τουτέστι κρατῆσαι κατὰ τὸν πόλεμον) ἐλλιπῶς ἐγένετο καὶ οὐ κατὰ τὰς ἡμετέρας γνώ‐ | |
10 | μας ἀπέβη· ταῦτα οὖν αὐτά, μὴ κατὰ τὴν ἡμετέραν γνώμην γενόμενα, ἱκανὰ κωλύματα ἡμῖν καὶ ἐμπόδια γεγενῆσθαι νομίσωμεν, καὶ τούτοις εἰρχθέντες εἰς τὸ μὴ προβῆναι ἡμῖν τὰ πράγματα ὡς ἠβουλόμεθα τοὺς ἐπικειμένους ἡμῖν πολε‐ μίους ἀπράκτους ἀποπεμψώμεθα sc2 | |
4.63.2 | τὸ ξύμπαν τε δὴ | |
γνῶμεν: τὸ σύνολον δὲ εἰδέναι, φησί, χρὴ ὅτι, πεισθέντες μὲν ἐμοί, τὰς πατρίδας ἐλευθέρας οἰκήσομεν, ἀφ’ ὧν ὁρμώ‐ μενοι καὶ τὰ ἑξῆς sc2 πόλιν ἕξοντες ἕκαστος: τὴν ἰδίαν. | 260 | |
5 | αὐτοκράτορες: δεσπόται τῆς ἑαυτῶν πόλεως. ἀμυνού‐ μεθα: τὸ ἀμυνούμεθα ἐπὶ καλοῦ. ἐνταῦθα γὰρ ἐπὶ τῶν δύο σημασιῶν ἔλαβεν αὐτό, καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ ABFGc2 ʃ ἤγουν ἀμειψόμεθα G ἀπιστήσαντες: τοῖς ἐμοῖς λόγοις δη‐ λονότι sc2 οὐ περὶ τοῦ τιμωρήσασθαί τινα: λείπει τό, | |
10 | ὁ ἀγὼν ἡμῖν ἔσται, ἀλλὰ περὶ τοῦ δουλωθῆναι. τοῦτο γὰρ ἠθικῶς ἀποκέκοπται sc2 εἰ τύχοιμεν: ἀπὸ κοινοῦ τὸ τιμω‐ ρήσασθαί τινα sc2 τοῖς ἐχθίστοις: τοῖς Ἀθηναίοις sc2 οἷς οὐ χρή: τοῖς Σικελιώταις sc2 | |
4.64.1 | καὶ ἐγὼ μέν ...: οἱ ἐπίλογοι ABFc2 πόλιν τε μεγίστην παρεχόμενος: ἀντὶ τοῦ ἐκ μεγίστης πόλεως ὁρμώμενος sc2 ʃ συνιστᾷ ἑαυτὸν ὁ Ἑρμοκράτης ἀπό τε τῆς πόλεως καὶ τοῦ τρόπου καί φησιν ὅτι ἐγὼ μὲν ἀξιῶ συγχωρεῖν | |
5 | τοῖς ἐμοῖς λόγοις καὶ μὴ ἐᾶν τοὺς πολεμίους ποιεῖν ὑμᾶς (?) κακῶς, οὐδὲ ἀξιῶ φιλονεικῶν ἐν μωρίᾳ ἡγεῖσθαι ἄρχειν ὁμοίως καὶ εἶναι αὐτοκράτορα ὥσπερ τῆς οἰκείας γνώμης οὕτω καὶ τῆς τύχης ἧς οὐκ ἄρχω ἀλλ’ ἡττᾶσθαι πρὸς τὸν καιρὸν καὶ τὰ πράγματα καὶ ὑποχωρεῖν τοῖς γινομένοις ὑπὸ τῆς τύχης b3 | |
10 | καὶ ἐπιών τῳ μᾶλλον: καὶ δυνάμενος δηλονότι ἄλλῳ ἐπιέναι. δῆλον δὲ ὡς οὐχ ἁπλῶς περὶ ἑαυτοῦ μόνου λέγει τοῦτο, ἀλλὰ κοινῶς περὶ τῆς πόλεως τῶν Συρακουσίων sc2 ἐπιών τῳ: Ὅμηρος [Α 299]· οὔτε σοὶ οὔτε τῳ ἄλλῳ ABF | |
15 | προειδομένους αὐτῶν: ἤτοι προγνόντας τὰ πράγματα ἢ προνοοῦντας ἑαυτῶν, ἵνα ὁ νοῦς ᾖ τοιοῦτος, συμβῶμεν προνοή‐ σαντες ἡμῶν αὐτῶν sc2 τὰ πλείω βλάπτεσθαι: παροιμία Καδμεία νίκη ABF μηδὲ μωρίᾳ ...: οὐδὲ ἀξιῶ διὰ μωρίαν | |
φιλονεικῶν ἡγεῖσθαι καὶ νομίζειν τῆς τε ἰδίας γνώμης αὐτο‐ | 261 | |
20 | κράτωρ εἶναι καὶ αὐτεξούσιος καὶ τῆς τύχης, ἧς τινος οὐκ ἄρχω ἄνθρωπος ὤν sc2 | |
4.64.3 | καὶ περιρρύτου: τοῦτο οὐ παρ‐ έργως τέθεικεν, ἀλλ’ ἐμφῆναι βουλόμενος, ὅτι οὐκ ἔστιν ἡμῖν εἰς τοὺς ἄλλους κοινωνία, διὰ τὸ νησιώτας εἶναι sc2 ὅταν ξυμβῇ: ὅταν καιρὸς γένηται sc2 ξυγχωρησόμεθα: φιλι‐ | |
5 | ωθησόμεθα. λόγοις κοινοῖς: λόγοις συμβατικοῖς sc2 | |
4.64.4 | ἀλλοφύλους: τοὺς Ἀθηναίους. καὶ ἐν τῇ πρώτῃ [102, 3]· ἀλλοφύλους ἅμα ἡγησάμενοι ABFc3 εἴπερ καὶ καθ’ ἑκά‐ στους ...: εἴπερ καί, ὡντινωνοῦν βλαπτομένων ἐν Σικελίᾳ, τὸ πᾶν ἔθνος ἀσθενέστερον γινόμενον κινδυνεύει sc2 | |
4.64.5 | οἰ‐ κείου: συγγενικοῦ. | |
4.65.1 | πειθόμενοι: πεισθέντες. αὐτοὶ μὲν κατὰ σφᾶς αὐτούς: ὡμονόησαν ἀλλήλοις καθ’ ἑαυτοὺς μὴ κοινολο‐ γησάμενοι τοὺς λόγους τοῖς Ἀθηναίοις sc2 γνώμῃ: σκέψει. Μοργαντίνην εἶναι: ἀντὶ τοῦ ἀποδοθῆναι· ἔστι δὲ Σι‐ | |
5 | κελικὸν πόλισμα sc2 τακτόν: ὡρισμένον. | |
4.65.2 | αὐτῶν: τῶν Ἀθηναίων δηλονότι sc2 τοὺς ἐν τέλει ὄντας: τοὺς περὶ Πυθόδωρον ABFc2 εἶπον ὅτι ξυμβήσονται: ὡς ἂν εἰ ἔλεγεν, ὅτι οὐδὲν δέονται αὐτῶν εἰς ξυμμαχίαν ἔτι, καθὸ | |
5 | ἐσπείσαντο εἰς ἑαυτοὺς πάντες οἱ Σικελιῶται. τὸ δὲ παρα‐ καλέσαντες ἀντὶ τοῦ εἰς ἑαυτοὺς καλέσαντες sc2 κἀκείνοις κοιναί: οἷον τοῖς Ἀθηναίοις, ἵνα, ἐάν τις βουληθῇ ἀπὸ Σι‐ κελίας πλεῦσαι κατ’ αὐτῶν συμβαλλόμενος Πελοποννησίοις, κωλύωσιν αὐτὸν sc2 κἀκείνοις: τοῖς συμμάχοις. αὐτῶν: | |
10 | τῶν στρατηγῶν τῶν Ἀθηναίων ABCF | |
4.65.3 | καταστρέψασθαι: δουλῶσαι. | |
4.65.4 | τὰ ἀπορώτερα: ἀδύνατα. κατεργάζεσθαι: νικᾶν. αἰτία δ’ ἦν ...: αἰτία δ’ ἦν τοῦ ταῦτα νομίζειν ἡ ἐν τοῖς πλείστοις πράγμασιν εὐπραγία παρὰ προσδοκίαν τοῖς Ἀθηναίοις, 〈ἣ〉 ἐλπίδας ἰσχυρὰς παρεῖχε τοῦ πάντα κατ‐ | |
5 | εργάζεσθαι δύνασθαι sc2 | |
4.66.1 | τοῦ δ’ αὐτοῦ θέρους: μετάβασις BCF ὡς χρὴ | |
δεξαμένους τοὺς φεύγοντας ...: ὁ νοῦς τοιοῦτός ἐστιν· οἱ μὲν πλείονες τῶν Μεγαρέων ἐβούλοντο σπείσασθαι πρὸς τοὺς φυγάδας αὐτῶν· οἱ δὲ τοῦ δήμου προστάται, νομίζοντες | 262 | |
5 | ἀδύνατόν τι πρᾶγμα τοῦτο ἔσεσθαι, διὰ τὸ μὴ δύνασθαι καρτερεῖν (ὅ ἐστι συμπολιτεύεσθαι) τοὺς δημοτικοὺς μετὰ τῶν φυγάδων διὰ τὰ κακὰ τὰ μέλλοντα ἔσεσθαι παρὰ τῶν φυγά‐ δων, οὗτοι τοῦτο δείσαντες λόγους προσφέρουσιν sc2 | |
4.66.2 | τῶν ἔξω: τῶν φυγάδων. τὸν θροῦν: τὸν σύλλογον τὸν γιγνόμε‐ νον περὶ τῶν φυγάδων, τοῦ δεῖν δέχεσθαι αὐτούς c2 ʃ ὁμιλίαν Patm. | |
4.66.3 | ἐνδοῦναι: αὐτοῖς δηλονότι. | |
4.66.4 | αὐτοὶ μόνοι: ἤτοι ἐκτὸς τῶν ἄλλων ξυμμάχων ὧν εἶχον ἔξωθεν τῆς Πελο‐ ποννήσου, ἢ μόνοι λέγει ἀντὶ τοῦ ἐκτὸς τῶν Μεγαρέων. 〈τὴν〉 ἄνω δὲ πόλιν αὐτὰ τὰ Μέγαρα καλεῖ sc2 τὴν ἄνω πόλιν: | |
5 | τὴν ἀκρόπολιν. | |
4.67.1 | ἐπλίνθευον τὰ τείχη: πλίνθους λαμβάνοντες ἐτείχιζον. ἀπεῖχεν οὐ πολύ: οὐκ ἀπεῖχε, φησί, τῶν Μεγά‐ ρων ἡ Μινῴα, ἢ αὐτὸ τὸ ὄρυγμα τὸ ἐν τῇ Μινῴᾳ sc2 | |
4.67.2 | περίπολοι: τῶν φυλάκων οἱ μὲν ἱδρυμένοι καλοῦνται, οἱ δὲ περίπολοι, ἱδρυμένοι μὲν οἱ ἀεὶ περικαθεζόμενοι καὶ πολιορκοῦντες, περίπολοι δὲ οἱ περιερχόμενοι καὶ περιπολοῦν‐ τες τὰ φρούρια ἐν τῷ φυλάττειν sc2 ἔλασσον ἄπθεν: | |
5 | ἔλασσον ἀπέχοντες ἤπερ οἱ ἐν τῷ ὀρύγματι καθήμενοι sc2 ʃ πρὸς τὸ ἀπεῖχεν οὐ πολύ τὸ ἔλασσον ἄπωθεν Bsc2 ᾔσθετο οὐδείς: τῶν Μεγαρέων δηλονότι. | |
4.67.3 | ἕως: ἡμέρα. οἱ προδι‐ δόντες ...: οἱ προδιδόντες δηλαδὴ τοῖς Ἀθηναίοις τὰ Μέγαρα πλοῖον κατέφερον ἑκάστης νυκτὸς ἐπὶ θάλατταν, τεθεραπευ‐ κότες τὸν ἐπὶ τῶν πυλῶν ἄρχοντα, ὅπως αὐτοὺς μὴ κωλύῃ, | |
5 | ὡς δῆθεν ἐπὶ λῃστείαν ἐκπλέοντας τῶν Ἀθηναίων τῶν ἐν τῇ Μινῴᾳ φυλαττόντων· καὶ αὖθις πρὸ ἡμέρας ἀνέφερον αὐτὸ εἰς τὸ τεῖχος, ὅπως ἀφανὲς δῆθεν ᾖ τοῖς Ἀθηναίοις, τί χρὴ | |
φυλάττεσθαι. οὐ γὰρ ὄντος οὐδενὸς ἐν τῷ Μεγαρικῷ λιμένι πλοίου φανεροῦ, διὰ τὸ ἐντὸς τειχῶν μεθ’ ἡμέραν κρύπτεσθαι | 263 | |
10 | τὸ ἀκάτιον, ἄπορον ἦν γνῶναι τοῖς Ἀθηναίοις, ὑφ’ ὧν τινων λῃστεύονται sc2 ἀκάτιον ἀμφηρικόν, ὡς λῃσταί, ἐκ πολλοῦ τεθεραπευκότες: ἀμφηρικὸν ἀκάτιον, ἤτοι ἀμφοτέ‐ ρωθεν ὑπὸ ἑνὸς ἐρεττόμενον, ἤτοι μήτε πρώραν μήτε πρύμναν ἔχον ἀνηγμένην, ἀλλὰ στρογγύλον καὶ περιφερὲς πανταχόθεν | |
15 | Patm.ʃ πλοιάριον ἑκατέρωθεν ἐρεσσόμενον, ἐν ᾧ ἕκαστος τῶν ἐλαυνόντων δικωπίαν ἐρέττει sc2 | |
4.67.4 | τότε: ὅτε προεδίδοντο τὰ Μέγαρα. ὡς τῷ ἀκατίῳ: ὡς τοῦ ἀκατίου μέλλοντος εἰσ‐ κομίζεσθαι sc2 ἀπὸ ξυνθήματος: τῶν Μεγαρέων δηλονότι. κώλυμα οὖσα προσθεῖναι: ἀντὶ τοῦ κωλύουσα συγκλει‐ | |
5 | σθῆναι sc2 | |
4.67.5 | τροπαῖον: ὡς ἀπὸ τοῦ τρίτη τριταῖον καὶ λάθρα λαθραῖον οὕτω καὶ ἀπὸ τοῦ τροπὴ τροπαῖον G καὶ εὐθὺς ἐντὸς τῶν πυλῶν ...: ὑπερβατόν. τὸ δὲ ἑξῆς, καὶ εὐθὺς ἐντὸς τῶν πυλῶν μαχόμενοι τοὺς προσβοηθοῦντας οἱ | |
5 | Πλαταιεῖς ἐκράτησαν. τοὺς δὲ προσβοηθοῦντας λέγει περὶ ὧν ἔφη διὰ μέσου· ᾔσθοντο γὰρ οἱ ἐγγύτατα Πελοποννήσιοι sc2 ἐπιφερομένοις: τοῖς ἐπερχομένοις sc2 | |
4.68.2 | ἀντισχόντες: ἤγουν ἀντιστάντες. σφᾶς: ἤγουν τοὺς Πελοποννησίους. | |
4.68.3 | ξυνέπεσε: συνέβη c2 θη‐ σόμενον τὰ ὅπλα: ἤγουν ἀποθησόμενον. οἱ δ’: ἤγουν οἱ Πελοποννήσιοι. | |
4.68.4 | οἱ πρὸς τοὺς Ἀθηναίους πράξαντες: ἤγουν οἱ συνθέμενοι τοῖς Ἀθηναίοις. | |
4.68.5 | ξυνέκειτο δὲ αὐτοῖς: ἤγουν συμφωνία ἦν. ἐσπίπτειν: μετὰ βάρους εἰσ‐ έρχεσθαι. μὴ ἀδικῶνται: ἤγουν μὴ βλάπτωνται. ἀσφά‐ λεια ... ἐγίγνετο: ἀντὶ τοῦ, ἐν ἀσφαλείᾳ δὲ μᾶλλον ἔμελλον | |
5 | ἔσεσθαι ἀνοίξαντες τὰς πύλας Msc2 | |
4.68.6 | ἀληλιμμένων δὲ αὐτῶν: ἤγουν τῶν προδοτῶν. καταγορεύει: καταγγέλλει. τοῖς ἑτέροις: τοῖς μὴ εἰδόσι. ξυστραφέντες: συσπειρα‐ θέντες. ἐπεξιέναι: κατὰ τῶν Ἀθηναίων. εἴτε μὴ πεί‐ | |
5 | σεταί τις ...: εἴτε μὴ πείθοιντο οἱ ἀντιστασιῶται, τὴν μάχην | |
ἔσεσθαι οὐ πρὸς τοὺς Ἀθηναίους, ἀλλὰ πρὸς ἀλλήλους τοῖς Μεγαρεῦσιν Msc2 ἐδήλουν δὲ οὐδέν: ἀντὶ τοῦ οὐδὲ ὅλως ἐδήλουν Msc2 | 264 | |
4.69.1 | οἱ τῶν Ἀθηναίων στρατηγοί: οἱ ἐκτὸς ἔτι τῶν Μεγάρων ὄντες καὶ μήπω εἰσελθόντες Msc2 | |
4.69.2 | σίδηρός τε: λιθουργός. ὕλην: ἄλλην δηλονότι. ἀπεσταύρουν: χαρακώματα ἐποίουν. | |
4.69.3 | ὅσον οὐκ ἀπετετέλεστο: ἀντὶ τοῦ παρὰ μικρὸν ἀπετελέσθη Msc2 οἱ ἐν τῇ Νισαίᾳ: οἱ Πελο‐ ποννήσιοι δηλονότι. ἐχρῶντο: σίτῳ δηλονότι. τῷ τε ἄρ‐ χοντι: ἤγουν τῷ ἄρχοντι τῶν Λακεδαιμονίων. | |
4.69.4 | ὁμολογή‐ σαντες: ἤγουν συμφωνήσαντες. | |
4.70.2 | τῷ λόγῳ: ἀντὶ τοῦ τῇ φήμῃ. σφᾶς: ἤγουν τοὺς περὶ αὐτόν. | |
4.71.1 | αἱ δὲ τῶν Μεγαρέων στάσεις: οἱ στασιά‐ σαντες. σφίσιν: τοῖς Μεγαρεῦσιν. οὐκ ἐδέξαντο: τὸν Βρασίδαν. | |
4.71.2 | περιιδεῖν: ἀντὶ τοῦ περισκοπῆσαι Msc2 σφί‐ σιν: τοῖς Μεγαρεῦσιν. | |
4.72.1 | διανενοημένοι: σκοπὸν ἔχοντες. πέμψαι: ἄγγελον δηλονότι. ἀπῆλθον πάλιν: ἤγουν ἐπανέστρεψαν εἰς τὰς Θήβας. | |
4.72.2 | τῶν δὲ ψιλῶν: τῶν Ἀθηναίων. οὐδα‐ μόθεν: ἤγουν ἀπὸ οὐδενὸς τόπου. | |
4.72.3 | ἀντεπεξελάσαντες: ἤγουν τοὺς ἵππους κινήσαντες. ἐς χεῖρας ᾖσαν: συνεπλάκη‐ σαν. ἐπὶ πολύ: διάστημα χρόνου δηλονότι. | |
4.72.4 | ἀπέδοσαν: τοῖς Βοιωτοῖς. τῷ παντὶ ἔργῳ: τῷ τῆς μάχης. πρὸς τοὺς ἑαυτῶν: ἐχώρησαν δηλονότι. | |
4.73.1 | περιορωμένους: ἀντὶ τοῦ περιορῶντας. ὁπο‐ τέρων ἡ νίκη ἔσται: εἴτε τῶν Ἀθηναίων εἴτε τῶν Λακεδαι‐ μονίων. | |
4.73.2 | καλῶς δὲ ἐνόμιζον ...: θαυμαστή τις ἦν καὶ στρατηγικωτάτη ἡ τῶν Λακεδαιμονίων ἐπίνοια. ἰσχυρὸν γὰρ χωρίον καταλαβόντες ἡσύχαζον, ἵνα μήτε οἱ Ἀθηναῖοι αὐτοῖς διὰ τὴν τοῦ χωρίου ἰσχὺν ἐπίωσιν ἐπὶ πόλεμον μήτε οἱ Με‐ | |
5 | γαρεῖς καταγνῶσιν αὐτῶν ὡς ἡττηθέντων καὶ ἀποσταῖεν. ἐπεὶ | |
δὲ ἑώρων τοὺς Μεγαρεῖς πρὸς τὴν τύχην ὁρῶντας καὶ τῷ νικήσαντι προστεθῆναι, οὐχ ἱκανοὺς ἑαυτοὺς πρὸς ἀπάντησιν τῶν Ἀθηναίων ὁρῶντες καὶ δεδιότες τὸ μέλλον ἡσύχαζον, προσ‐ ποιούμενοι μὴ θέλειν πρῶτοι ἄρξαι τῆς μάχης, ἐκφοβοῦντες | 265 | |
10 | δὲ καὶ τοὺς Μεγαρεῖς μὴ προσχωρῆσαι τοῖς Ἀθηναίοις. | |
4.73.3 | εἰ μὲν γὰρ μὴ ...: εἰ μὲν γὰρ οἱ Λακεδαιμόνιοι, ἀμελήσαντες Μεγαρέων, μὴ βοηθήσοντες παρεγένοντο, οὐκ ἂν ἔμελλον οἱ Μεγαρεῖς εἰς τὴν τύχην σκοπεῖν καὶ τὸ μέλλον ἔσεσθαι περι‐ | |
5 | μένειν (ἤγουν εἰ οἱ Λακεδαιμόνιοι παρόντες νικήσουσιν), ἀλλ’ εὐθύς, ὡς σαφῶς Λακεδαιμονίων ἡσσηθέντων, Ἀθηναίοις ἔμελλον ἑαυτοὺς παραδώσειν· νῦν δὲ πρὸς τούτῳ καὶ Ἀθη‐ ναίους ἂν τυχεῖν πολεμήσειν μὴ βουληθέντας. οὐκ ἂν ἐν τύχῃ γίγνεσθαι σφίσιν ...: οὐκ ἂν ἐπὶ τῇ τύχῃ θέσθαι | |
10 | τὸ μέλλον τοὺς Μεγαρεῖς καὶ περιμένειν πότεροι κρατήσουσιν. ἡ δὲ διάνοια· εἰ μὴ ὤφθησαν οἱ Πελοποννήσιοι ὑπὸ τῶν Μεγαρέων ἐλθόντες, οὐκ ἂν οἱ Μεγαρεῖς ἐν ἐλπίδι τινὸς ἐγέ‐ νοντο, ἀλλά, καθάπερ ἡττηθέντων Λακεδαιμονίων καὶ διὰ τοῦτο μὴ παραγενομένων, ὡς οὐκ οὔσης αὐτοῖς βοηθείας, | |
15 | εὐθὺς ἂν τοῖς Ἀθηναίοις ὡς νενικηκόσι παρέδοσαν τὴν πόλιν, ὥστε σαφῶς στερηθῆναι τοὺς Λακεδαιμονίους τῶν Μεγάρων· νῦν δὲ ἐλθόντες οἱ Λακεδαιμόνιοι ἐν ἐλπίδι ἐγένοντο κρατή‐ σειν τῶν Μεγάρων, εἰ [μὴ] οἱ Ἀθηναῖοι μὴ βούλοιντο δι‐ αγωνίζεσθαι Msc2 | |
4.73.4 | μὴ ἐπιόντων: λείπει τῶν Πελοποννη‐ σίων GMs λογιζόμενοι καὶ οἱ ἐκείνων στρατηγοί ...: ἐνήλλακται ἡ πτῶσις ἀντὶ τοῦ, λογιζομένων καὶ τῶν ἐκείνων στρατηγῶν, τουτέστι τῶν Ἀθηναίων. ἡ δὲ διάνοια· τῶν Ἀθη‐ | |
5 | ναίων οἱ στρατηγοὶ παρετάξαντο μὲν ὡς ἐς μάχην, ἡσύχαζον δὲ λογιζόμενοι μὴ ἴσον εἶναι τὸν κίνδυνον αὐτοῖς τε καὶ τοῖς Πελοποννησίοις, ἀναλογιζόμενοι ὅτι νικήσαντες μὲν μικρὰ κερ‐ δαίνουσι Μέγαρα λαβόντες, νικηθέντες δὲ τὸ κράτιστον τῆς πόλεως ἀπολέσουσι. τὸ γὰρ μαχιμώτατον καὶ κράτιστον ἦν | |
10 | αὐτόθι τῶν Ἀθηναίων Msc2 ἐκείνων: τῶν Ἀθηναίων. τοῖς δέ ...: οἱ δὲ Πελοποννήσιοι, πολλὴν μὲν ἔχοντες δύναμιν αὐτόθι, ἀφ’ ἑκάστης δὲ πόλεως αὐτοῖς ὀλίγου μέρους παρόντος, οὐκ ἐφοβοῦντο τὴν ἧτταν, νομίζοντες, εἰ καὶ κατὰ κράτος ἡτ‐ τηθεῖεν, οὐ μεγάλως βλάψειν τὰς πατρίδας Msc2 ἐπισχόν‐ | 266 |
15 | τες: ἑκάτεροι δηλονότι. πρότερον οἱ Ἀθηναῖοι: πρὸ τοῦ ἀπελθεῖν τοὺς Λακεδαιμονίους. ὡρμήθησαν: ἦλθον. τοῖς ἀπὸ τῶν πόλεων ἄρχουσιν: ἤγουν τοῖς συμμάχοις τοῦ Βρασίδου. δεξάμενοι: τὸν Βρασίδαν δηλονότι. τῶν πρὸς τοὺς Ἀθηναίους πραξάντων: ἤγουν τῶν προδοτῶν. | |
4.74.2 | ὤφθησαν: ἐφωράθησαν. ὁρκώσαντες: εἰς ὅρκους ἐμβαλόντες. | |
4.74.3 | οἱ δέ: οἱ φυγάδες. ἐπειδὴ ἐν ταῖς ἀρχαῖς ἐγένοντο: ἀντὶ τοῦ ἐπειδὴ ἄρχειν ᾑρέθησαν Msc2 | |
4.75.1 | τοῦ δ’ αὐτοῦ θέρους: μετάβασις c | |
4.75.2 | Ἡρα‐ κλεώτιδι: τῇ ποντοἡρακλείᾳ b5 Βιθυνῶν Θρᾳῶν: ση‐ μείωσαι ὅτι καὶ οἱ Βιθυνοὶ Θρᾷκες ABFGMc2 τὴν ἐπὶ τῷ στόματι τοῦ Πόντου: τὴν κατὰ τὸ Βυζάντιον ABCFMʃ ὅτι | |
5 | ἡ κατὰ τὸ Βυζάντιον Χαλκηδὼν Μεγαρέων ἀποικία ABFGM | |
4.76.2 | ἐπράσσετο: ἀντὶ τοῦ προεδίδοτο sc2 τὸν κόσμον: τὴν πολιτείαν Msc2 | |
4.76.4 | τὸ ἐν τῇ Ταναγραίᾳ: ὂν δηλονότι. ἁθρόοι: ἤγουν πανδημεί. κινούμενοι: ἀντὶ τοῦ ταραττόμενοι GMs | |
4.76.5 | ἡ πεῖρα: ἤγουν ἡ πρᾶξις. καὶ οὔσης ἑκάστοις ...: καὶ οὔσης ἑκάστοις οὐκ ἀπὸ πολλοῦ διαστήματος καταφυγῆς τοῖς τῶν Ἀθηναίων λῃσταῖς διὰ τὸ πλησίον εἶναι τὰ στρατεύματα τῶν Ἀθηναίων καὶ δύνασθαι | |
5 | αὐτοῖς βοηθεῖν, ἄν τι πάθωσιν ὑπὸ τῶν Βοιωτῶν Msc2 κατὰ χώραν: ἤτοι κατὰ τὴν οἰκείαν τάξιν. τοῖς δέ: τοῖς Βοιω‐ τοῖς sc2 καταστήσειν αὐτὰ ἐς τὸ ἐπιτήδειον: τὴν δημο‐ κρατίαν ABCFMʃ οἱ Ἀθηναῖοι. ʃ αὐτοῖς δηλονότι. | |
4.77.1 | εἴρητο: συνεπεφώνητο. | |
4.78.1 | Βρασίδας δέ ...: τῶν εἰς τρισκαίδεκα τέλος τῆς ἕκτης, ἀρχὴ τῆς ἑβδόμης ABCFM τοὺς ἐπιτηδείους: τοὺς | |
φίλους. διάγειν: διαβιβάζειν. ἐπορεύετο: ὁ Βρασίδας ABFMc2 | 267 | |
4.78.2 | ἦγον: ὡδήγουν. ἐπιτήδειος: φίλος. διιέναι: διοδεῦσαι. Ἕλλησιν: Ἕλληνας λέγει τοὺς περὶ τὰ Φάρσαλα, οἳ Ἀχαιοὶ λέγονται. δυναστείᾳ μᾶλλον ...: ὅτι μᾶλλον δυναστείᾳ ἤπερ ἰσονομίᾳ ἐγχωρίως ἐχρῶντο οἱ Θεσσαλοί ABCFM | |
4.78.3 | αὐτῷ: τῷ Βρασίδᾳ C τούτοις: ἤγουν τοῖς ἐάσασι τὸν Βρασίδαν διιέναι. | |
4.78.4 | οἱ δὲ ἄγοντες: οἱ περὶ τὸν Πάναιρον BCFM ξένοι: φίλοι. οὐκ ἂν προελθεῖν: ἤγουν ἔφασκον οὐκ ἂν προελθεῖν. | |
4.78.5 | ξυστῆναι τὸ κωλῦσον: συναθροι‐ σθῆναι τοὺς κωλύσοντας. | |
4.79.2 | ἐξήγαγον: οἱ ἐκ τῆς Πελοποννήσου δηλονότι. πολέμιος μὲν οὐκ ὤν: τοῖς Ἀθηναίοις δηλονότι. | |
4.79.3 | αὐ‐ τοῖς: ἤγουν τῷ Περδίκκᾳ καὶ τοῖς ἐπὶ Θρᾴκης ἀφεστῶσι τῶν Ἀθηναίων. | |
4.80.1 | τῇ ἐκείνων γῇ: τῇ Λακωνικῇ ABFM ἑτοί‐ μων ὄντων: τῶν Χαλκιδέων καὶ τοῦ Περδίκκου. ἐπικαλου‐ μένων: ἀντὶ τοῦ προκαλουμένων. | |
4.80.2 | βουλομένοις ἦν: ἤγουν τοῖς Λακεδαιμονίοις. | |
4.80.3 | καὶ τόδε ἔπραξαν: σημεί‐ ωσαι τὸ Λακωνικὸν ἔργον τὸ εἰς τοὺς εἵλωτας γενόμενον καὶ ὅπως αὐτοὺς λαθραίως διέφθειραν ABFMc2 φρονήματος: ἀλαζονείας. | |
4.80.4 | προκρίναντες: ἀντὶ τοῦ προκριθέντων Msc2 οἱ μέν: οἱ δισχίλιοι. οἱ δέ: ἤγουν οἱ Λακεδαιμόνιοι. | |
4.81.1 | πλείστου ἄξιον: ἤγουν ὠφελοῦντα τὴν Λακε‐ δαίμονα. | |
4.81.2 | μέτριον: ταπεινόν. | |
4.83.1 | μέσῳ δικαστῇ: ἀντὶ τοῦ μεσίτῃ καὶ διαι‐ τητῇ Msc2ʃ ἡ τῶν προυχόντων ἀρετὴ ἔν τε πόλεσι καὶ ἐν στρατείαις πανταχοῦ καθίσταται τὸ ὑπήκοον καὶ τῶν ἐναντίων ποιεῖ μὴ καταφρονεῖν. ἐν μὲν τοῖς Ἕλλησι τὸν Βρασίδαν καὶ | |
5 | τὴν αὐτοῦ στρατιάν, ἐν τοῖς ἡμετέροις δὲ Βελισάριον εἰς παρά‐ στασιν τοῦ παρόντος λόγου παραβάλλομεν. | |
4.83.4 | περὶ αὐτόν: τὸν Περδίκκαν. | |
4.83.6 | ἄκοντος: τοῦ Περδίκκου δηλονότι. τοῖς | |
λόγοις: τοῦ Ἀρριβαίου. | 268 | |
4.84.1 | ἐν δὲ τῷ αὐτῷ θέρει: μετάβασις c | |
4.84.2 | οἱ δέ: οἱ Ἀκάνθιοι. δέχεται: τὸ πλῆθος τὸν Βρασίδαν. ὡς Λακεδαιμόνιος: οἱ γὰρ Λάκωνες βραχυλόγοι. Ὅμηρος [Γ 213]· | |
5 | ἦτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε παῦρα μέν, ἀλλὰ μάλα λιγέως ABFMc2 | |
4.85.1 | ἡ μὲν ἔκπεμψις: δημηγορία Βρασίδου ABCFMe9ʃ ἀποστολή. ἐπαληθεύουσα: βεβαιοῦσα, κυροῦσα ABCFM Ἀθηναίοις: τὸ ἑξῆς, Ἀθηναίοις πολεμήσειν ABCFM | |
4.85.2 | εἰ δὲ χρόνῳ ἐπήλθομεν ...: εἰ δὲ βραδέως παρεγενόμεθα, μη‐ δεὶς ἡμῖν μέμψηται· ἐλπίσαντες γὰρ τοὺς Ἀθηναίους ταχέως καταλύσειν καὶ τοῦ κατὰ τὴν Ἀττικὴν πολέμου παύσεσθαι ῥᾳ‐ | |
5 | δίως, τῆς δοκήσεως ἐσφάλημεν Msc2 τοῦ ὑμετέρου κινδύ‐ νου: τῆς ὑμετέρας συμμαχίας ABFc2 νῦν γάρ, ὅτε παρ‐ έσχεν: νῦν γάρ, ὅτε τὰ πράγματα παρουσίας ἡμῖν ἐξουσίαν παρέσχεν Msc2 παρέσχεν: ἔδωκεν ὁ καιρός. | |
4.85.4 | ἡμεῖς μὲν γὰρ οἱ Λακεδαιμονίοι ...: ἡμεῖς μὲν γὰρ εἰς κίνδυνον τηλικοῦτον κατέστημεν διὰ τῆς ἀλλοτρίας ὁδοιπορήσαντες καὶ προθυμίαν ἅπασαν ἐνεδειξάμεθα, ἐλπίσαντες τὴν παρουσίαν | |
5 | ἡμῶν ἀσμένοις ὑμῖν ἔσεσθαι, οὕς γε, καὶ πρὶν ἀφικέσθαι, τῇ γοῦν προαιρέσει φίλους εἶναι, ἥξειν τε ὁπότε βουλοίμεθα, ὡς παρὰ φίλους ἀφικέσθαι Msc2 βουλομένοις ἔσεσθαι: βου‐ λομένοις αὐτοῖς δηλονότι τοῖς ξυμμάχοις. ἡ δὲ σύνταξις Θου‐ κυδίδειος ABFMc2 ἀνερρίψαμεν: ἀπὸ μεταφορᾶς τῶν κύβων | |
10 | ABFMc2 | |
4.85.6 | καὶ τὴν αἰτίαν οὐχ ἕξω πιστήν ...: καὶ τὴν αἰτίαν τῆς ἐμῆς ἐξόδου λέγων οὐ πιστευθήσομαι, ἀλλ’ ἢ προ‐ φασίζεσθαι δόξω, ἐλευθεροῦν ἐπαγγελλόμενος τοὺς Ἕλληνας | |
ἐπὶ τῷ ἀδικεῖν τι αὐτούς, ἢ ἀδύνατος εἶναι βοηθεῖν πρὸς | 269 | |
5 | Ἀθηναίους, ἂν ἐπίωσι τοῖς συμμάχοις Msc2 ἢ ἄδικον: αʹ AF ἢ ἀσθενής: βʹ AF καίτοι στρατιᾷ γε ...: πρὸς τὸ βʹ ABFc2 | |
4.86.1 | αὐτός τε ...: πρὸς τὸ αʹ ABFc2 ὅρκοις τε Λακεδαιμονίων ...: τὸ ἑξῆς, ὅρκοις μεγίστοις τὰ τῶν Λακε‐ δαιμονίων τέλη καταλαβών ABFc2ʃ ἀντὶ 〈τοῦ〉, ποιήσας ὀμό‐ σαι τοὺς ἄρχοντας τῶν Λακεδαιμονίων c2 οὐχ ἵνα ξυμμά‐ | |
5 | χους ...: οὐ γὰρ δεόμεθα συμμαχίας sc2 | |
4.86.2 | οὔτ’ αὐτός: πρὸς τὸ αʹ ABCF οὔτε τιμωρός: πρὸς τὸ βʹ ABCF | |
4.86.4 | 〈ση‐ μείωσαι〉 συστασιάσων A ἀσαφῆ τὴν ἐλευθερίαν: γράφε‐ ται ἀσφαλῆ· καὶ ὁ νοῦς ἔχει ὧδε· οὐδὲ γὰρ φανερὰν ἐπιφέρειν νομίζω τὴν ἐλευθερίαν, εἰ καταλείψας τὸ πάτριον (ἤγουν τὴν | |
5 | ἀρχαίαν ἐλευθερίαν) δουλώσω τὸ πλέον τοῖς ὀλίγοις, ἤτοι τοὺς ἄλλους Ἀκανθιαίους τοῖς στασιάζουσιν, ἢ τὸ ἔλασσον, τοὺς αὐτοὺς Ἀκανθιαίους, τοῖς πᾶσιν, ἤγουν τοῖς Μακεδόσιν ἢ Θεσσαλοῖς, ἢ τυχὸν τοῖς Λακεδαιμονίοις. τοὺς γὰρ αὐτοὺς Ἀκανθιαίους πολλούς τε καὶ ὀλίγους ἔφησεν εἶναι, πρὸς μὲν | |
10 | τοὺς στασιαστὰς πολλούς, πρὸς δὲ τοὺς ἄλλους, Μακεδόνας τυχὸν καὶ Λακεδαιμονίους, ἐλάσσους. εἰ τὸ πάτριον παρ‐ είς ...: εἰ τὴν πάτριον ἑκάστοις πολιτείαν καταλύσας ἢ τὸν δῆμον καταδουλώσω τοῖς ὀλίγοις ἢ τοὺς ὀλίγους τῷ δήμῳ Msc2 | |
4.86.5 | τῆς ἀλλοφύλου ἀρχῆς: τῆς τῶν Ἀθηναίων ABCs οἷς τε: ἤγουν ἐφ’ οἷς. ἐχθίονα: χειρόνως καὶ 〈μετὰ〉 πλεί‐ ονος μίσους κατακτώμενοι τὴν ἀρχήν sc2 ὁ μὴ ὑποδεί‐ ξας: ὁ μὴ προεπαγγειλάμενος sc2 ʃ τὸν Ἀθηναῖον αἰνίττεται | |
5 | ABCF κατακτώμενοι: ἀναδεξάμενοι sc2 | |
4.86.6 | ἀπάτῃ γὰρ εὐπρεπεῖ ...: τοῖς γὰρ ἐν δυνάμει, φησίν, οὖσιν, ὥσπερ ἐσμὲν ἡμεῖς, αἴσχιόν ἐστι μετὰ ἀπάτης εὐπρεποῦς κτήσασθαι ἤπερ βιασαμένοις ἐκ τοῦ φανεροῦ· τὸ μὲν γὰρ βιάσασθαι τῷ | |
5 | τῆς ἰσχύος δικαίῳ γίνεται καὶ ὡς παρέσχεν ἰσχὺν ἡ τύχη, τὸ δὲ ἀπατῆσαι ἀπὸ γνώμης ἀδίκου γίνεται Msc2 ʃ Ὅμηρος | |
[Η 242]· ἀλλ’ οὐ γάρ ς’ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα λάθρῃ ὀπιπεύσας, ἀλλ’ ἀμφαδόν, αἴ κε τύχωμι ABCF | 270 | |
10 | τὸ μέν: τὸ βίᾳ ἐμφανεῖ ABCF τὸ δέ: τὸ ἀπάτῃ εὐπρεπεῖ BCF | |
4.87.1 | οὕτω πολλὴν περιωπήν: 〈σημείωσαι〉 περιωπήν Aʃ περιωπή, ἡ φροντίς Patm. ʃ ἀντὶ τοῦ περίσκεψιν ἢ περιάθρησιν ἢ πρόνοιαν sc2ʃ ἐξέτασιν. διαφόρων: ἀντὶ τοῦ διαφερόντων sc2 πρὸς τοῖς ὅρκοις βεβαίωσιν ...: | |
5 | πρὸς τοῖς ὅρκοις, φησίν, οὓς ὤμοσα, οὐκ ἂν σχοίητε παρ’ ἐμοῦ πίστιν βεβαιοτέραν λαβεῖν, εἰ μὴ ἀναμείνητε τὰ ἔργα καὶ θεάσησθε αὐτὰ ἀφομοιούμενα τοῖς λόγοις οἷς νῦν λέγω, πίστιν βεβαίαν τοῦ συμφέρειν αὐτὰ τῶν λόγων παρεχομένων Msc2 ἀναθρούμενα: 〈σημείωσαι〉 ἀναθρούμενα Aʃ φανερὰ γινό‐ | |
10 | μενα. | |
4.87.2 | εἰ δ’ ἐμοῦ ταῦτα ...: εἰ δ’ ἐμοῦ ταῦτα προτεί‐ νοντος καὶ ἐπαγγελλομένου φήσετε μὴ δύνασθαι ἤτοι ἐλευ‐ θερωθῆναι ἢ συμμαχεῖν, μενούσης δὲ τῆς φιλίας ἀξιώσετε ἡμᾶς διωθεῖσθαι, ὑφορώμενοι μὴ ἄρα οὐκ ἀκίνδυνος ὑμῖν ἡ | |
5 | ἐλευθερία γένηται· ἔτι δὲ εἰ λέγοιτε ὡς δίκαιον τούτους ἐλευ‐ θεροῦν οἳ καὶ δύνανται δέξασθαί τε καὶ κατασχεῖν τὴν ἐλευ‐ θερίαν, ἄκοντα δὲ μηδένα ἀναγκάζειν ἐλευθεροῦσθαι, μάρτυρας μὲν θεοὺς καὶ ἥρωας καὶ τὰ ἑξῆς Msc2 ἐμοῦ: τὸ ἐμοῦ ὀρθο‐ τονητέον ABCF ἀδύνατοι: προσέρχεσθαι δηλονότι ἡμῖν. κα‐ | |
10 | κούμενοι: ὑφ’ ἡμῶν. διωθεῖσθαι: ἡμᾶς δηλονότι. προσ‐ αναγκάζειν: ἐλευθεροῦσθαι δηλονότι. ἐπ’ ἀγαθῷ: τῶν Λα‐ κεδαιμονίων, Βρασίδα, ἐπ’ ἄλλων μὴν οὔ· πῶς γὰρ ἄν, ἐπ’ ἀγαθῷ ἀφίξων, ἦλθε σὺν βαρείᾳ τῇ στρατιᾷ δῃῶν αὐτῶν τὴν γῆν; | |
4.87.3 | ἀνάγκας: αἰτίας Gsc2 τῶν μὲν Λακεδαιμονίων: λείπει τὸ ἕνεκεν. προσαχθήσεσθε: ἡμῖν δηλονότι. οἱ δὲ Ἕλ‐ ληνες: ἀντὶ τοῦ τῶν Ἑλλήνων sc2 | |
4.87.4 | οὐ γὰρ δὴ εἰκότως γ’ ἄν ...: οὐ γὰρ ἂν εὐλόγως ἐγχειροῖμεν ἐλευθεροῦν τοὺς Ἕλληνας, οὐδ’ ἂν δικαίως τοὺς μὴ βουλομένους ἐλευθεροῦ‐ | |
σθαι ἐλευθεροῦν ἐπεχειροῦμεν, εἰ μὴ κοινῇ πᾶσι τοῖς Ἕλλησι | 271 | |
5 | τοῦτο συνέφερε Msc2 | |
4.87.5 | ἑτέρους: τοὺς Ἀθηναίους ABCFM αὐτονομίαν: ἰσότητα. | |
4.87.6 | πρὸς ταῦτα: οἱ ἐπίλογοι ABCFʃ ἀφορῶντες δηλονότι. καταθέσθαι: ἑαυτοῖς δηλονότι. τὸ κάλλιστον ὄνομα: τὴν ἐλευθερίαν ABCFM | |
4.88.1 | πολλῶν λεχθέντων ...: ἀμφιβόλων λό‐ γων λεχθέντων. κρύφα διαψηφισάμενοι: κατάστασιν κρίσεως ποιήσαντες. ἐπαγωγά: ἡδέα καὶ οἷον πιθανά Patm. καὶ πιστώσαντες αὐτὸν τοῖς ὅρκοις: ἀντὶ τοῦ, ὅρκον ἐξ | |
5 | αὐτοῦ λαβόντες. ὅτε γὰρ λέγομεν, πιστῶ σε ὅρκῳ, ἀντὶ τοῦ, ὅρκον ἐκ σοῦ λαμβάνω· πιστοῦμαι δέ σε ὅρκῳ, ἀντὶ τοῦ, ὅρκον σοι δίδωμι ABCFMʃ εἰς ὅρκον αὐτὸν ἐμβαλόντες καὶ ἐκ τούτου πίστιν δεξάμενοι. Στάγειρος: ὅτι Στάγειρος Ἀνδρίων ἀπ‐ οικία ABFMʃ ἡ τοῦ φιλοσόφου Ἀριστοτέλους πατρίς ABCFM | |
10 | ξυναπέστη: τῶν Ἀθηναίων. | |
4.89.1 | τοῦ δ’ ἐπιγιγνομένου χειρῶνος: μετά‐ βασις c2 ἐπὶ τὸ Δήλιον: δηλονότι ἀπαντῆσαι. διαμαρ‐ τίας: ἀστοχίας. τῶν ἡμερῶν: τῶν συμπεφωνημένων. ἐς ἅς: ἤγουν ἐν αἷς. Φανοτέως: τόπου ὄνομα G ἐκεῖνοι | |
5 | δὲ Βοιωτοῖς: ἐξεῖπον. | |
4.89.2 | βοηθείας ...: ἤγουν πάντων τῶν Βοιωτῶν συνδραμόντων εἰς τὸ βοηθῆσαι. προκατα‐ λαμβάνονται: ὑπὸ τῶν Βοιωτῶν. ἡ Χαιρώνεια: πόλις Βοιωτῶν. τὸ ἁμάρτημα: τὴν προδοσίαν. | |
4.90.2 | τὸ ἱερὸν καὶ τὸν νεών: ἱερὸν ναοῦ διαφέρει· ἱερὸν μὲν αὐτὸς ὁ προσιερωμένος τόπος τῷ θεῷ, νεὼς δὲ ἔνθα ἵδρυ‐ ται αὐτὸ τὸ ἄγαλμα τοῦ θεοῦ Ms ἀνέβαλλον: ἀναρρίπτοντες ἐτίθουν. σταυρούς: ὀρθὰ ξύλα. 〈σημείωσαι〉 οἰκοπέδων A | |
5 | ᾗ καιρὸς ἦν: ἕως ἐδίδου ὁ καιρός. ʃ ἤγουν ἐν ᾧ ἦν ἐπικαι‐ ρότατον καὶ ἁρμοδιώτατον. | |
4.90.3 | μέχρι ἀρίστου: ἄριστον τὸ νῦν λεγόμενον ἐν τῇ κοινῇ συνηθείᾳ· οὐ γὰρ δυνάμεθα ἐπὶ ἑσπέρας λαβεῖν αὐτό, ἐπεὶ ἔλεγεν ἄν, καὶ τὴν πέμπτην, ὡς καὶ τὰς ἄλλας ABCFM | |
4.90.4 | ὑπομένων: ἤγουν ὑπολειφθεὶς ἐν τῷ | |
Δηλίῳ. | 272 | |
4.91.1 | προχωροῦντας ἐπ’ οἴκου: ἤγουν ἀπομακρύ‐ ναντας τοῦ Δηλίου. βοιωταρχῶν: βοιώταρχος καὶ βοιω‐ τάρχης ABCFM κινδυνεῦσαι: διὰ κινδύνου χωρῆσαι. | |
4.92.1 | χρῆν μέν ...: παρακέλευσις Παγώνδου ABCFMʃ ἡ μὲν πρότασις ἐξ ἐπιπλήξεως τῶν μηδὲ συνεπαινούντων μά‐ χεσθαι· ἡ δὲ κατασκευὴ ἐκ διαβολῆς τῶν Ἀθηναίων, ὅτι παν‐ ταχοῦ ἐχθροί· τὸ δὲ συμπέρασμα προτρεπτικὸν εἰς τὰ πρακτέα | |
5 | κατὰ τὸν διορισμὸν τίσι τῶν ἀνθρώπων ἐστὶ μᾶλλον προ‐ μηθητέον ABFMʃ διαιρεῖται ἡ δημηγορία αὕτη τῷ συμφέροντι καὶ τῷ δικαίῳ, ὑποφαίνει δὲ ὀλιγάκις καὶ τὸ δυνατόν Msʃ ἡ παροῦσα δημηγορία πλεῖον ἔχει τοῦ ἀναγκαίου, ἀφ’ οὗ καὶ ἄρχεται, ὥστε ἀνάγκη πολεμεῖν πολεμίοις οὖσι. διὰ μάχης | |
10 | ἐλθεῖν: τὸ ἑξῆς, Ἀθηναίοις διὰ μάχης ἐλθεῖν ABMs τῆς ὁμόρου: τῆς Ἀττικῆς s | |
4.92.2 | ἀσφαλέστερον ἔδοξεν: τὸ μὴ πολεμῆσαι ABF οὐ γὰρ τὸ προμηθὲς ...: ὁ νοῦς οὕτως· οὐχ ὁμοίως δεῖ τὸν ἐπιβουλεύοντα καὶ τὸν ἐπιβουλευόμενον ἀσφαλῶς μεταχειρίζειν, ἀλλὰ δῆλον ὅτι δεῖ προκινδυνεύειν τὸν | |
5 | ἐπιβουλευόμενον. Ὅμηρος [Χ 161]· ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο ABCFMʃ ἡ προμήθεια τοῦ μέλλοντος καὶ ἡ πρόνοια· οὐχ ὁμοίου χρῄζει διαλογισμοῦ τῶν τε ὑπερμαχούντων τῆς ἰδίας γῆς καὶ τῶν ἐχόντων μὲν τὴν ἰδίαν, ὀρεγομένων δὲ γῆς ἀλλοτρίας καὶ ἐπι‐ | |
10 | όντων. ἐμφαίνει δὲ ὅτι χρὴ ἡμᾶς ὑπερμαχοῦντας τῆς ἡμῶν αὐτῶν τόλμῃ χρήσασθαι καὶ ἀπονοίᾳ μᾶλλον ἤπερ λογισμῷ Msʃ οὐ γὰρ ὅμοιόν ἐστι τὸ ὑπὲρ τῆς σφετέρας μάχεσθαι καὶ ὑπὲρ πλείονος· τοῦτο μὲν γὰρ φανερῶς ἄδικον, ἐκεῖνο δὲ καὶ μᾶλλον ἄδικον. οἷς ἂν ἄλλος ἐπίῃ: ἐκ τῶν τοῦ Αἰσώπου | |
15 | μύθων (Babrii fab. Aes. 69 ed. Schneidewin), ἄλλος ἄλλον ἀγρεῦσαι θέλων τρέχει τις, ἄλλος δ’ ἄλλον ἐκ κακοῦ σώζων ABCFM ὀρεγόμενος: ὥσπερ οἱ Ἀθηναῖοι. | |
4.92.3 | πάτριόν τε | |
ὑμῖν: ἀπὸ τοῦ ἔθους ἡ ἐργασία τοῦ δυνατοῦ· προαναφωνεῖ δ’ ὃ μέλλει διὰ παραδείγματος ὕστερον ἀποδεῖξαι ABCFM Ἀθη‐ ναίους δὲ ...: τὸ συμφέρον μεταληπτικὸν ἀπὸ προσώπου | 273 | |
5 | καὶ τρόπου ABCF | |
4.92.4 | πρός τε γὰρ τοὺς ...: τοῖς πρὸς τοὺς ἀστυγείτονας ἀντιπάλοις καὶ ἴσοις καθισταμένοις ἐλευθερία περιγίγνεται. διόπερ καὶ ὁ καί σύνδεσμος περιττός Msʃ ἤγουν οἱ γὰρ πρὸς τοὺς ἀστυγείτονας ἀντιπαλαίοντες καὶ ἀντιμαχό‐ | |
5 | μενοι καὶ ἐλεύθεροί εἰσιν. πρὸς τούτοις: τοῖς εἰρημένοις. ἀγῶνος: ἀντὶ τοῦ κινδύνου τοῦ ἐκ τῆς μάχης ἀπαντῶντος Ms διάκειται: ὡς αὐτοῖς ὑποτέτακται, ὡς ἔχει πρὸς αὐτούς Msʃ ὑπόκειται. οὐκ ἀντίλεκτος: ἀντίλεκτος, ἀντὶ τοῦ ἀμφισβη‐ τήσιμος Patm. ʃ ἀντὶ τοῦ ἀναμφίβολος. εἷς ὅρος οὐκ | |
10 | ἀντίλεκτος: ὡς μηδένα ὅλως ἐν πάσῃ τῇ γῇ ἡμῶν ὅρον ἀν‐ αμφισβήτητον πρὸς αὐτοὺς καταλειφθῆναι. ἐξ οὗ δηλοῦται ὅτι πᾶσαν καταδουλώσονται τὴν Βοιωτίαν Ms | |
4.92.5 | τοσούτῳ ἐπικινδυνοτέραν ...: τοσοῦτον ἡ τούτων γειτνίασίς ἐστι φοβερώτερον ἤπερ τῶν ἄλλων οἷς γειτνιῶμεν s ἰσχύος που θράσει: ἤγουν μετὰ θρασείας ἰσχύος. ἔξω ὅρων: τῶν ἑαυ‐ | |
5 | τοῦ. | |
4.92.6 | πολλὴν ἄδειαν τῇ Βοιωτίᾳ ...: ἤγουν ἄφοβον πεποιήκαμεν τὴν Βοιωτίαν. | |
4.92.7 | τοῖς πρὶν ἔργοις: τοῖς ἑαυ‐ τῶν. τὰς προσηκούσας: τὰς συγγενικάς.ʃ Ὅμηρος [Ζ 209]· μηδὲ γένος πατέρων αἰσχυνέμεν ABCMs πιστεύσαντες δὲ τῷ θεῷ: ἐντεῦθεν ὁ Δημοσθένης ὁρμώ‐ | |
5 | μενος ἐν τῇ πρώτῃ τῶν Ὀλυνθιακῶν [10] καὶ τῶν θεῶν εὔνοιαν ἱκανὴν ἔφη εἶναι νίκην ἐπαγαγεῖν Ἀθηναίοις, εἰ βού‐ λωνται πολεμεῖν Φιλίππῳ. πρὸς ἡμῶν ἔσεσθαι: ἤγουν βοηθήσειν ἡμῖν τὸν θεόν. οἷς δὲ γενναῖον: ἤγουν πάτριον καὶ ἀπὸ γένους. καὶ τὴν ἄλλων: δηλονότι γῆν. | |
4.93.1 | τῆς ἡμέρας ὀψὲ ἦν: ἤγουν ἑσπέρα ἦν κλί‐ ναντος τοῦ ἡλίου. προσέμιξεν ἐγγύς: ἐπλησίασεν. καθί‐ σας: τὸ στράτευμα δηλονότι. | |
4.93.2 | αὐτῷ: τῷ Δηλίῳ. καὶ τοῖς Βοιωτοῖς: κατὰ τῶν Βοιωτῶν. | |
4.93.3 | καλῶς αὐτοῖς εἶχεν: τοῖς Βοιωτοῖς δηλονότι ABCFʃ τὰ τῆς συντάξεως. ἔθεντο: περιέθεντο. ὥσπερ ἔμελλον: μαχέσασθαι. | 274 |
4.93.4 | ἐπ’ ἀσπίδας δὲ πέντε μὲν καὶ εἴκοσι ...: οἷον ὡς ὅτι πάντας τοὺς στρα‐ τιώτας τοὺς ἑαυτῶν οἱ Θηβαῖοι εἰς κʹ καὶ εʹ τάξεις ἔταξαν κατὰ βάθος Ms | |
4.94.1 | Ἀθηναῖοι δὲ οἱ μὲν ...: Ἀθηναίων· Ὁμηρικόν [μ 73]. 〈σημείωσαι〉 πανστρατιᾶς A μελλόντων ξυνιέναι: ἑκατέρων τῶν στρατῶν. | |
4.95.1 | ὦ Ἀθηναῖοι ...: παρακέλευσις Ἱκποκράτους ABCFMʃ Ἱπποκράτους παραίνεσις εἰς μάχην e δι’ ὀλίγους: ἤτοι δι’ ὀλίγου λόγου ἢ ἐν βραχεῖ χρόνῳ· τὸ ἴσον δὲ ἔχει τοῖς πολλοῖς λόγοις καὶ ὑπομιμνῄσκειν μᾶλλον ἤπερ προτρέπειν | |
5 | δύναται Ms | |
4.95.2 | ἀναρριπτοῦμεν: ἀντὶ τοῦ, οὐ προσηκόντως τοσόνδε κίνδυνον ἀναδεχόμεθα Msʃ ῥιψοκινδύνως λαμβάνομεν. ἐν γὰρ τῇ τούτων: γῇ δηλονότι. | |
4.95.3 | χωρήσατε οὖν ...: τὸ ἑξῆς, χωρήσατε οὖν ἐς αὐτοὺς ἀξίως τῆς τε πόλεως ABCFM ἐς αὐτούς: τοὺς ἐναντίους. καὶ τῶν πατέρων: ἀπὸ κοι‐ νοῦ τὸ ἀξίως ABCFM | |
4.96.1 | τὸ δὲ πλέον: τοῦ στρατοῦ. φθάσαντος: νῦν ἀντὶ τοῦ καταλαβόντος ABFM προσέμιξαν δρόμῳ: αὐτοῖς δηλονότι προέχοντες. | |
4.96.2 | οὐκ ἦλθεν ἐς χεῖρας: ἤγουν οὐ συνέμιξεν. ἀλλὰ τὸ αὐτὸ ἔπαθεν: ἑκατέρων δηλονότι τὰ ἔσχατα. ῥύακες: ῥεύματα ὑδρηγά. ξυνειστήκει: ἑκατέρω‐ θεν ἑστῶς ἐμάχετο Ms | |
4.96.3 | καὶ ἐπίεσαν: οἱ Ἀθηναῖοι. αὐ‐ τοῖς: τοῖς Ἀθηναίοις. κυκλωθέντων ἐν ὀλίγῳ: ὑπὸ τῶν Ἀθηναίων ἐν ὀλίγῳ τόπῳ. | |
4.96.4 | πρὸς τὸ μαχόμενον: πρὸς τὸ οἰκεῖον καὶ μὴ ἡττημένον GMsʃ μέρος τῶν Βοιωτῶν τὸ ἔτι μάχην ὑπομένον. ἐκράτει: κρεῖττον ἦν. ὠσάμενοι: τοὺς Ἀθηναίους δηλονότι. | |
4.96.5 | ξυνέβη ...: τὸ ἑξῆς, ξυνέβη ἐς φόβον καταστῆναι ABCFM ὑπερφανέντων: τῶν ἱππέων τῶν Βοιωτῶν δηλονότι. | |
4.96.7 | οἱ μέν: τινὲς τῶν Ἀθηναίων. | |
4.96.8 | αὐτῶν: τῶν Βοιωτῶν. ἐπιλαβούσης τὸ ἔργον: κωλυ‐ σάσης τὸν πόλεμον. | 275 |
4.96.9 | φυλακὴν ἐγκαταλιπόντες: ἐν τῷ Δηλίῳ. | |
4.97.1 | ἀνελόμενοι: ἀνελόντες. φυλακήν: δηλονότι τῶν πολεμίων νεκρῶν, ἵνα μὴ ἀσπόνδους αὐτοὺς ἀνέλωνται οἱ Ἀθηναῖοι Ms ἐπεβούλευον: ἐσκέπτοντο. | |
4.97.2 | ἐπὶ τοὺς νεκρούς: ἐπὶ τῇ ἀναιρέσει τῶν νεκρῶν. πρὶν ἂν αὐτὸς ἀναχωρήσῃ: πρίν, φησίν, ἐπανέλθῃ ἀπὸ τῶν Ἀθηναίων αὐτός Ms δράσειαν: ἔδρασαν. παραβαίνοντες: ἀθε‐ | |
5 | τοῦντες. τὰ νόμιμα: ἤγουν τοὺς νόμους. | |
4.97.3 | καθεστηκός: ἔννομον. ἰόντας ἐπὶ τὴν ἀλλήλων: ἤγουν εἰσβάλλοντας πολεμικῶς κατὰ τῆς ἀλλήλων γῆς. αὐτόθι: ἐν τῷ ἱερῷ πλὴν ... χέρνιβι χρῆσθαι: ἄνευ τοῦ χρῆσθαι. ʃ ἤγουν | |
5 | οὗ οὐκ ἦν θεμιτὸν ψαῦσαι αὐτούς, ἤγουν τοὺς Θηβαίους, εἰ μὴ ὅτε τὰς χεῖρας καθαίροιεν δι’ αὐτοῦ, δηλονότι τοῦ ὕδατος, μέλλοντες τῶν θυμάτων ἅψεσθαι. ἀνασπάσαντας: σημεί‐ ωσαι ἀνασπάσαντας τὸ ὕδωρ ABMsʃ ἀνιμησαμένους, ἤγουν ἐξ αὐτοῦ τοῦ ὕδατος ἀνιμωμένους πρὸς τὰς κοινὰς χρείας χρῆ‐ | |
10 | σθαι | |
4.97.4 | τοὺς ὁμωχέτας: ὁμωχέται οἱ συμμετέχοντες τῶν αὐτῶν ναῶν καὶ τῶν αὐτῶν ἱερῶν ABCGMs αὐτούς: τοὺς Βοιωτούς. ἀπιόντας: τοὺς Ἀθηναίους. | |
4.98.1 | οὔτε ἀδικῆσαι ἔφασαν οὐδέν: ἤγουν οὐδὲν παραλυμήνασθαι. ἐπὶ τούτῳ: ἐπὶ τῷ ἀδικῆσαι τὸ ἱερόν. τοὺς ἀδικοῦντας: ἤγουν τοὺς Θηβαίους. σφᾶς: τοὺς Ἀθηναίους. | |
4.98.3 | ἐξαναστήσαντες: ἀπελάσαντες, μεταναστή‐ σαντες. | |
4.98.5 | ἐν τῇ ἀνάγκῃ: ὑπὸ τῆς ἀνάγκης τοῦ καιροῦ. ἐκείνους: τοὺς Θηβαίους. ἐπὶ τὴν σφετέραν: τὴν τῶν Ἀθηναίων. βιάζεσθαι: ἀντὶ τοῦ βιασθῆναι Ms | |
4.98.6 | ξύγ‐ γνωμόν τι γίγνεσθαι: ἤγουν ξυγγνώμην λαμβάνειν. ἀπὸ τῶν ξυμφορῶν: ἀπὸ τῶν ἐπιρρεόντων δεινῶν. τολμήσασι: τολμηρῶς πράξασι παρὰ τὰ καθεστηκότα. | |
4.98.7 | ἐκείνους: τοὺς Βοιωτούς ABCFGmʃ τοὺς Θηβαίους, ἀξιοῦντας κομίζεσθαι μὲν | |
τὸ ἱερὸν τὸ ἐπὶ Δηλίῳ, ἀνταποδιδόναι δὲ τοὺς νεκροὺς τοῖς Ἀθηναίοις, ἀσεβεῖν μᾶλλον ἤπερ τοὺς Ἀθηναίους μὴ θέλοντας | 276 | |
5 | κομίσασθαι τὰ μὴ πρέποντα τοῖς ἱεροῖς, 〈μηδὲ〉 νεκροὺς θεῶν ἀντικαταλλάττεσθαι Ms | |
4.98.8 | μὴ ἀπιοῦσιν: ἀντὶ τοῦ μὴ ἀπι‐ όντες ABCFMʃ ὅτι οὐκ ἀναχωρήσουσιν Ms | |
4.99.1 | ἑαυτῶν: τῶν Βοιωτῶν s εἰ δὲ ...: εἰ δὲ δο‐ κοῦσιν οἱ Ἀθηναῖοι ἰδίαν εἶναι τὴν γῆν ἐν ᾗ οἱ νεκροὶ κεῖν‐ ται, αὐτοὶ τὸ ποιητέον γιγνωσκέτωσαν Ms νομίζοντες: οἱ Βοιωτοί ABCFM καὶ οὐκ ἂν ...: καὶ οὐκ ἂν τοὺς Βοιωτοὺς | |
5 | κατισχύσειν τῶν Ἀθηναίων ἐν τῇ Ὠρωπίᾳ, ὥστε τοὺς νεκροὺς κατασχεῖν αὐτῶν s οὐδ’ αὖ ...: οὐδ’ αὖ ἐσπένδοντο προ‐ φάσει ὡς δῆθεν Ἀθηναίων οὔσης τῆς γῆς· τί γὰρ καὶ ἔδει περὶ τῶν ἐν τῇ Ἀττικῇ τοῖς Βοιωτοῖς σπένδεσθαι; s τὸ δὲ ...: εὐπρεπὲς δὲ εἶναι ἀποκρίνασθαι ἐκ τῆς Βοιωτῶν ἀπιόντας | |
10 | τοὺς Ἀθηναίους ἀπολαβεῖν ἅπερ αἰτοῦσιν s | |
4.100.2 | κεραίαν: ὅρα μηχάνημα ἑλέπολι c2 ἀκριβῶς: κατὰ φύσιν. καὶ ἀκροφύσιον ἀπὸ τῆς κεραίας σιδηροῦν: ἀκροφύσιον, ὁ τῶν χαλκέων φυσητήρ, ὃς ταῖς φύσαις συνημ‐ μένος ἐντίθεται ταῖς καμίνοις καὶ παραπέμπει τὸ πνεῦμα Patm. | |
5 | ἐσεσιδήρωτο: ὥστε ὑπὸ τοῦ πυρὸς μὴ βλάπτεσθαι τὴν κε‐ ραίαν Ms | |
4.100.4 | στεγανῶς: ταὐτὸν εἰπεῖν διὰ στεγανοῦ σώματος. | |
4.101.5 | αὐτοῦ: τοῦ Σιτάλκου. | |
4.102.1 | τοῦ δ’ αὐτοῦ χειμῶνος: μετάβασις ABCF | |
4.102.2 | ἡ πόλις: ἡ Ἀμφίπολις. Ἀρισταγόρας: οὗτινος καὶ Ἡρόδοτος μέμνηται πολλάκις ABFM Ἠδώνων: ἀπὸ τῆς Ἤδωνες πλη‐ θυντικῶς καὶ οὐκ ἀπὸ τῆς Ἠδωνοί. ὅθεν ὑποκατιὼν Ἤδωνας | |
5 | ἔφη καὶ οὐχὶ Ἠδωνούς ABFM ὅτι ἐπ’ ἀμφότερα: πόθεν Ἀμφίπολις ABFM διὰ τὸ περιέχειν αὐτήν: τὸν Στρυμόνα. ἀπολαβών: ἀποκόψας. περιφανῆ ... ᾤκισεν: ἐν τοιούτῳ χωρίῳ κατῴκισεν, ὃ καταφανὲς ἔκ τε γῆς καὶ θαλάσσης ἐστί Ms | |
4.103.3 | εἰσὶ δὲ ...: 〈σημείωσαι〉 ὅτι οἱ Ἀργίλιοι Ἀνδρίων ἄποικοι ABFM | |
4.103.4 | ἐγγύς τε προσοικοῦντες: τῇ Ἀμφιπόλει. παρέτυχε: συνέβη. ἐκ πλείονος: καιροῦ δηλονότι. πρὸς τοὺς ἐμπολιτεύοντας: μετέχοντας τῆς πολιτείας τῶν Ἀμφι‐ πολιτῶν. δεξάμενοι: οἱ Ἀργίλιοι. τῇ πόλει: τῇ οἰκείᾳ. | 277 |
4.103.5 | τὸ πόλισμα: ἡ Ἀμφίπολις. τῆς διαβάσεως: τῆς γεφύ‐ ρας. προσπεσών: ἤγουν ἐπιπεσών. | |
4.104.1 | διαβάσεως: διαπεραιώσεως. | |
4.104.2 | τῷ στρατῷ: σὺν τῷ στρατῷ. | |
4.104.3 | τὰ ἔξω ἐπέδραμε: ἤγουν ἐληΐσατο τὰ ἐκτός. | |
4.104.4 | τὰς πύλας: τῇς Ἀμφιπόλεως. αὐτοῖς: τοῖς Ἀμφιπολίταις. ἐπὶ τὸν ἕτερον: 〈σημείωσαι〉 ὅτι ὁ συγ‐ γραφεὺς οὗτος στρατηγὸς ἦν ABF ἔστι δὲ ...: 〈σημείωσαι〉 ὅτι ἡ Θάσος Παρίων ἀποικία ABFM κελεύοντες: τὸν Θου‐ | |
5 | κυδίδην. | |
4.105.1 | ἀφικνουμένου αὐτοῦ: τοῦ Θουκυδίδου. αὐτόν: τὸν Θουκυδίδην. περιποιήσειν: σώσειν. | |
4.105.2 | ἀνειπών: ἀνακηρύξας. τὸν μὲν βουλόμενον ...: κήρυγμα Βρασίδου ABFG ἐπὶ τοῖς ἑαυτοῦ: κτήμασι δηλονότι. καὶ ὁμοίας: πολιτείας. | |
4.106.1 | ἀλλοιότεροι ἐγένοντο τὰς γνώμας: ἤγουν μετεβλήθησαν τὴν προαίρεσιν. τὸ δὲ πλέον ξύμμεικτον: οἱ πλείους οἰκήτορες σύμμικτοι ἦσαν, ἤγουν ἐκ διαφόρων γενῶν. | |
4.106.2 | πρασσόντων: ἤγουν συνεργούντων εἰς τὴν προδοσίαν. διαδικαιούντων αὐτά: δίκαια κρινόντων τὰ τοῦ Βρασίδα. τετραμμένον: μεταβεβλημένον τῇ γνώμῃ Ms καὶ προσεδέ‐ ξαντο: τὸν Βρασίδαν. ʃ προδοσία Ἀμφιπόλεως τῷ Βρασίδᾳ | |
5 | ABFM | |
4.106.3 | ὀψέ: μετὰ δυσμὰς ἡλίου. | |
4.107.1 | ὁ μέν: ὁ Θουκυδίδης. δεξάμενος: ὁ Θουκυ‐ δίδης. ἄνωθεν: ἤγουν ἐκ τῆς ἄνω πόλεως. | |
4.107.2 | ὁ δέ: ὁ Βρασίδας ABCFM κατά τε τὸν ποταμόν: ἤγουν διὰ τοῦ ποταμοῦ. ἀμφοτέρωθεν: ἤγουν ἀπὸ γῆς καὶ θαλάττης. | |
4.107.3 | αὐτῷ: τῷ Βρασίδᾳ. καὶ Οἰσύμη: ἀπὸ κοινοῦ τὸ προσ‐ εχώρησε. εἰσὶ δέ ...: 〈σημείωσαι〉 ὅτι Γάψηλος καὶ Οἰσύμη | |
Θασίων ἀποικίαι ABF ξυγκαθίστη: συνεβεβαίου. | 278 | |
4.108.1 | διαγόντων: διαβιβαζόντων. σφῶν: τῶν Ἀθη‐ ναίων. τοῖς Λακεδαιμονίοις: τὸ ἑξῆς, πάροδος τοῖς Λακεδαιμονίοις ABCFM τριήρεσι τηρουμένων: ἀντὶ τοῦ τηρούντων τῶν Ἀθηναίων. | |
4.108.4 | ἐψευσμένοι μὲν ... τὸ δὲ πλέον: πάρισον ABMs εἰωθότες οἱ ἄνθρωποι ...: τοῦτο ἐξηγητικόν ἐστι τοῦ προτέρου· εἰώθασιν οἱ ἄνθρωποι, οὗ μὲν ἂν ἐπιθυμῶσι, τούτου ἐλπίζειν τεύξεσθαι ἄνευ λογισμοῦ (τοῦτο | |
5 | γάρ ἐστιν ἐλπίδι ἀπερισκέπτῳ διδόναι), οὗ δὲ ἂν μὴ ἐπιθυ‐ μῶσι, τοῦτο μόνον λογισμῷ ἐξακριβοῦντες ὡς ἀνέλπιστον παρ‐ αιτεῖσθαι Ms διδόναι: ἑαυτοὺς δηλονότι. καὶ τοῦ Βρα‐ σίδου ἔφολκα καὶ οὐ τὰ ὄντα λέγοντος: ἔφολκα, ἐπα‐ γωγὰ καὶ πιθανά, καὶ οἷον ἐφελκύσασθαι δυνάμενα Patm. | |
4.108.6 | ὀργώντων: ὡρμημένων, προθυμουμένων Ms ὁ δ’ ἐς τὴν Λακεδαίμονα ἐφιέμενος: ἀντὶ τοῦ ἐντελλόμενος Patm. | |
4.109.1 | τοῦ δ’ αὐτοῦ χειμῶνος: μετάβασις c Ἀθωῒς ἀκτή: τοῦ Ἄθω ὄρους Patm. | |
4.109.2 | ὁ Ἄθως αὐτῆς: μέρος ὢν τῆς Ἀκτῆς δηλονότι Ms | |
4.109.4 | διγλώσσων: ἀντὶ τοῦ πολυ‐ γλώσσων Ms Χαλκιδικόν: ἔθνος δηλονότι. κατὰ δὲ μικρὰ πολίσματα: ἤγουν ἐν μικροῖς πολίσμασι. | |
4.110.1 | τὴν πόλιν: τὴν Τορώνην. τῷ στρατῷ: σὺν τῷ στρατῷ. | |
4.110.2 | πράσσοντες: ἤγουν συνεργοῦντες τὰ τῆς προ‐ δοσίας. ἐτήρουν τὴν πρόσοδον: παρεφυλάττοντο τὴν προ‐ δοσίαν Ms φρουρούς: τὸ ἑξῆς, τοὺς φρουροὺς διέφθειραν BCFM | |
4.111.2 | οἱ μέν: οἱ πελτασταί. ʃ σημείωσαι ἀνεώγοντο B | |
4.112.3 | σημείωσαι κατάκρας B | |
4.113.1 | οἱ δὲ πράσσοντες: τὰ τῆς προδοσίας. αὐτῶν: τῶν περὶ τὸν Βρασίδαν. τῆς πόλεως: ἤγουν τῆς Τορώνης. | |
4.113.3 | ἐπιτήδειοι: φίλοι. | |
4.114.1 | ἐξελθόντα: τῆς Ληκύθου. πολιτεύειν: πράτ‐ τειν κατὰ τὸ ἔθος τῆς πολιτείας. | |
4.114.2 | ἡμέραν: μίαν δηλονότι. ἐν ταύταις δέ: ταῖς ἡμέραις δηλονότι. | |
4.114.3 | ἔλεξε τοῖς ἐν τῇ Ἀκάνθῳ παραπλήσια: ἐν τῷ ϛʹ (fort. ζʹ; IV 85) τῶν συγγραφῶν διάλεξις Βρασίδου πρὸς Τορωναίους. τὴν λῆψιν: ἤγουν τὴν χείρωσιν. ἐπὶ δουλείᾳ: τῆς πόλεως δηλονότι. | 279 |
5 | τῶν αὐτῶν: τοῖς προδόταις. | |
4.114.4 | ἡγούμενος ... φιλίᾳ: ἡγούμενος μὴ χείρους φανήσεσθαι παρ’ ἡμῖν αὐτοὺς διὰ τὸ Ἀθηναίοις γεγονέναι φίλους Ms | |
4.114.5 | ξυμμάχους: τῶν Λακε‐ δαιμονίων. | |
4.115.1 | τῶν σπονδῶν: τῶν ἡμερῶν τῶν σπονδῶν. φαύ‐ λου: μικροῦ. ἀπεκρούσαντο: οἱ ἐν τῇ Ληκύθῳ Ἀθηναῖοι. | |
4.115.2 | ἀνεφόρησαν: ἀνεβίβασαν. | |
4.116.1 | ἐπιφερόμενος τῷ στρατῷ: ἐπιτιθέμενος σὺν τῷ στρατῷ. | |
4.116.2 | τὴν Λήκυθον: τὸ τεῖχος τῆς Ληκύθου. ἀνασκευάσας: ἀνοικοδομήσας. | |
4.117.1 | ἅμα ἦρι: ἔτος θʹ ABCFM ἐκεχειρίαν: ἀργίαν τοῦ πολέμου. προσαποστῆσαι: ἤγουν πρὸς οἷς ἀπέστησε. ἅμα εἰ καλῶς σφίσιν ἔχοι: ἤγουν σὺν τούτῳ, εἰ συμφέροι αὐτοῖς ἡ ἐκεχειρία. ἀνοκωχῆς: ἤγουν διακοπῆς. μᾶλλον | |
5 | ἐπιθυμήσειν αὐτούς: ἡγούμενοι δηλονότι ἐπιθυμήσειν τοὺς Ἀθηναίους. | |
4.117.2 | εὐτύχει: ἤγουν τὰ κατὰ τὸν πόλεμον εὐω‐ δοῦτο. καὶ ἔμελλον ...: ἐν ἀδήλῳ εἶναι εἰ κρατήσουσιν αὐτῶν. ἄλλως· ἔμελλον γὰρ ἰσορρόπως ἀγωνιζόμενοι κρατή‐ σειν μὲν τῶν Ἀθηναίων, τοὺς δὲ ἄνδρας ἀπολέσαι Ms | |
4.117.3 | ἐκε‐ χειρία: ὁμολογία Λακεδαιμονίων καὶ τῶν Ἀθηναίων καὶ τῶν ξυμμάχων. | |
4.118.1 | κατὰ τοὺς πατρίους νόμους: ἤγουν κατὰ τὴν προσταγὴν τῶν πατρίων νόμων. | |
4.118.2 | δοκεῖ: ἀρεστὰ φαί‐ νεται. προσκηρυκευόμενοι: ἤγουν διὰ κηρυκείας. | |
4.118.3 | ἐπι‐ μέλεσθαι: ἔδοξε δηλονότι. ὅπως: ἤγουν πῶς. ἐξευρήσο‐ μεν: ἡ ἔξ περισσή. ὀρθῶς: ἀληθῶς. | |
4.118.4 | ἑκατέρους: τοὺς Λακεδαιμονίους καὶ τοὺς Ἀθηναίους μετὰ τῶν συμμάχων. πρὸς αὐτούς: ἤγουν τοὺς Λακεδαιμονίους. | |
4.118.5 | μηδετέ‐ ρους: ἤγουν Ἀθηναίους καὶ Μεγαρέας. μηδ’ ἄλλῳ ἢ κω‐ πήρει πλοίῳ: κωπῆρες πλοῖον, τὸ ὑπὸ κωπῶν ἐρεσσόμενον Patm. | |
4.118.6 | πρεσβείᾳ: ἤγουν πρεσβευταῖς. ἀκολούθοις: τῶν πρεσβευτῶν καὶ τῶν κηρύκων. | 280 |
4.118.7 | ἐν τούτῳ τῷ χρόνῳ: τῆς ἐνιαυσιαίας ἐκεχειρίας δηλονότι. | |
4.118.8 | ἀμφίλογα: ἀμφισ‐ βητήσιμα Patm. ʃ ἤγουν τὰ ἀμφίβολα. | |
4.118.9 | εἴτε κάλλιον ...: τῶν παρ’ ἡμῶν λεγομένων δηλονότι. | |
4.118.10 | τέλος ἔχοντες: ἀντὶ τοῦ, αὐτοκράτορες ὄντες, ὥστε κύριοι εἶναι συμβῆναι ἄνευ τῶν πόλεων οἷς ἐπήρχοντο Ms | |
4.118.1 | τῷ δήμῳ: τῶν Λακε‐ δαιμονίων. ἐπρυτάνευε: τῆς πρυτανείας ἦρχε. πρυτανεία δὲ ἡμέρα καθ’ ἣν ἔχει τις ἐξουσίαν. εἶπε: ἀπεφήνατο. | |
4.118.13 | ἐν τούτῳ τῷ χρόνῳ: ἐν τῷ ἐνιαυτῷ ABF τὰς πρεσβείας: ἤγουν τοὺς πρεσβευτὰς τοὺς παρόντας. | |
4.119.1 | ὡμολόγησαν: συνεφώνησαν. | |
4.119.3 | ἡ μὲν δὴ ἐκεχειρία: ἡ ἀνακωχὴ τοῦ πολέμου. | |
4.120.1 | περὶ δὲ τὰς ἡμέρας ταύτας: ἡ περί ἀντὶ τῆς κατά. ἐπήρχοντο: εἰς ἀλλήλους ἑκάτεροι. σφῶν: ἤγουν τῶν Πελληνῶν. | |
4.120.2 | αὐτὸς δ’ ἐν κελήτι ὡς ἄποθεν ἐφεπό‐ μενος: ἐν κελήτι, ἐν μικρῷ πλοιαρίῳ Patm. ʃ ὁ Βρασίδας εἰς τὴν Σκιώνην ἔπλει ἐν πλοίῳ μικρῷ προαγούσης τριήρους ὅπως, εἰ μὲν αὐτὸς ἐντύχοι πολεμίῳ πλοίῳ, ἡ τριήρης ἐπ‐ | |
5 | ελθοῦσα βοηθήσειεν αὐτῷ, εἰ δὲ ἀντίπαλος τριήρης ἐξ ἐναντίας ἐπιφέροιτο, αὐτὸς ἐν τῷ κέλητι διασωθείη· ἔμελλεν γὰρ ἡ τρι‐ ήρης ἡ πολεμία οὐκ ἐπὶ τὸ κελήτιον ὁρμήσειν, ἀλλ’ ἐπὶ τὴν τριήρη Ms ʃ ἤγουν οὐ πρὸς τὸ κελήτιον νομίζων τραπῆναι τὴν ἐναντίαν τριήρη G | |
4.120.3 | οὐκ ἀνέμειναν: οὐχ ὑπέμειναν ὀκνή‐ σαντες περὶ τῆς ἐλευθερίας ἐν ἀνάγκῃ γενέσθαι· οἰκεῖον γὰρ ἀγαθὸν τὴν ἐλευθερίαν λέγει Ms ἀτολμίᾳ: δι’ ἀτολμίαν. σφίσι: τοῖς Σκιωναίοις. τῶν μεγίστων: ἤγουν τῶν ἀν‐ | |
5 | αγκαιοτάτων· δεινῶν δηλονότι. | |
4.121.1 | ἐπήρθησαν: ἐπτερώθησαν. θαρσήσαντες: 〈ἐμπλησθέντεσ〉 θάρσους καὶ ἀγαθῶν ἐλπίδων. τόν τε πό‐ λεμον: τὸν ἀπὸ τῶν Ἀθηναίων. σημείωσαι ἐταινίουν AB | |
4.121.2 | διέβη πάλιν: εἰς τὴν Τορώνην δηλονότι. ἐπεραίωσε: | |
διεβίβασε διὰ νεῶν εἰς τὴν Σκιώνην. μετ’ αὐτῶν: τῶν Σκιωναίων. βοηθῆσαι ... νῆσον: ἤγουν ὡς ναυτικοὺς τα‐ χέως ἂν ἐλθεῖν εἰς βοήθειαν. φθάσαι: ἤγουν προλαβεῖν | 281 | |
5 | ἐκείνους. | |
4.122.1 | ἐγχειρήσειν: ἐπιθήσειν. παρ’ αὐτόν: τὸν Βρασίδαν. | |
4.122.2 | διέβη: ἀπὸ τῆς Σκιώνης. | |
4.122.3 | κατῄνει: συν‐ ετίθετο, κατένευσε συναινῶν. | |
4.122.4 | αὐτούς: τοὺς Ἀθηναίους. τῆς πόλεως: τῆς Σκιώνης. περὶ αὐτῆς: τῆς Σκιώνης. | |
4.122.5 | οἱ ἐν ταῖς νήσοις: οἱ Σκιωναῖοι G σφῶν: τῶν Ἀθη‐ ναίων. ἀνωφελεῖ: λείπει, ἐν θαλάττῃ Ms | |
4.122.6 | ὕστερον: ἤγουν μετὰ τὴν ἐκεχειρίαν. | |
4.123.1 | 〈σημείωσαι〉 ὅτι ἡ Μένδη Ἐρετριέων ἀποικία AB φανερῶς: ἀντὶ τοῦ ἑκουσίως, ἄνευ προδοσίας. | |
4.123.2 | ἐτόλμη‐ σαν: ἐθάρρησαν προσιέναι τῷ Βρασίδᾳ. ἑτοίμην: εἰς τὸ βοηθῆσαι. οὐ προυδίδου: ὁ Βρασίδας. | |
4.123.3 | ἐπ’ ἀμφο‐ τέρας τὰς πόλεις: τὴν Μένδην καὶ Σκιώνην. | |
4.123.4 | καὶ οἱ μέν: οἱ ὑπολειφθέντες ἐν Σκιώνῃ καὶ Μένδῃ. | |
4.124.1 | ὁ μέν: ἤγουν ὁ Περδίκκας. | |
4.124.2 | τοὺς Λυγκη‐ στάς: τοὺς περὶ τὸν Περδίκκαν καὶ Βρασίδαν. | |
4.124.3 | ἀπὸ τοῦ λόφου: τοῦ οἰκείου. οἱ δὲ λοιποί: Λυγκησταί. | |
4.124.4 | τρο‐ παῖον στήσαντες: οἱ περὶ τὸν Βρασίδαν. ἐπέσχον: αὐτοὺς δηλονότι κατὰ τὸν πόλεμον. οἳ ἔτυχον ... μέλλοντες ἥξειν: ἤγουν οἳ ἔμελλον ἥξειν. ἐπὶ τὰς τοῦ Ἀρρ. κώμας: | |
5 | ἀντὶ τοῦ κατὰ τῶν Ἀρριβαίου κωμῶν. καθῆσθαι: ἀργὸς εἶναι. περιορώμενος: εὐλαβούμενος περὶ αὐτῆς Msc2ʃ ἤγουν περὶ τῆς Μένδης φροντίζων Gʃ κηδόμενος. οὐ πρόθυμος ἦν: προϊέναι δηλονότι. | |
4.125.1 | δοκοῦν: ἀντὶ τοῦ δοκοῦντος G αὐτῶν: τῶν Ἰλλυριῶν. κυρωθὲν δὲ οὐδέν: ἀντὶ τοῦ κυρωθέντος δὲ οὐδενός GMsc2ʃ ὁρισθέν. ἐκ τῆς διαφορᾶς: ἤγουν διὰ τὴν ἔχθραν. ἀσαφῶς: ἀντὶ τοῦ ἀδήλως, ἄνευ αἰτίας, σφαλερῶς sc2 | |
5 | σημείωσαι ἐκπλήγνυσθαι AB πρὶν τὸν Βρασίδαν ἰδεῖν: | |
πρὶν διαλεχθῆναι τῷ Βρασίδᾳ· οὕτω γὰρ οἱ Ἀττικοὶ λέγουσιν, ἰδεῖν τί σε ἐβουλόμην, ἀντὶ τοῦ διαλεχθῆναί σοι Msc2 | 282 | |
4.125.2 | ἐπ‐ ιέναι: αὐτοῖς δηλονότι. ἐς μέσον λαβών: ἀντὶ τοῦ περι‐ λαβὼν τοῖς ὁπλίταις. | |
4.125.3 | ἐκδρόμους δέ: ἤγουν ἔταξε τοὺς νεωτάτους ἐκτρέχειν καὶ ἐπιέναι τοῖς μετὰ τοῦ Ἀρριβαίου, εἰ ἐπιχειροῖεν προσβάλλειν τοῖς μετὰ τοῦ Βρασίδου. προσ‐ βάλλοιεν: οἱ μετὰ τοῦ Ἀρριβαίου. τελευταῖος: τῆς συν‐ | |
5 | τάξεως. | |
4.126.1 | εἰ μὲν μὴ ὑπώπτευον: δημηγορία Βρασίδου. προοιμιακὴ ἔννοιά ἐστι καὶ οὔτε κατασκευὴν ἔχει οὔτε συμ‐ πέρασμα ABCFM μεμονῶσθαι: τῆς συμμαχίας τοῦ Περ‐ δίκκου. | |
4.126.2 | τοιούτων ...: τὴν δημοκρατίαν λέγει ABFMc2 | |
4.126.3 | προηγώνισθε: προεπολεμήσατε. δεινούς: τὰ πολέμια. | |
4.126.4 | ὅσα μὲν τῷ ὄντι ἀσθενῆ ὄντα ...: ὅσοι πολέμιοι ἀσθε‐ νεῖς ὄντες δόκησιν ἰσχύος παρέχουσι τοῖς ἐναντίοις, περὶ τού‐ των τἀληθῆ μαθόντες οἱ δι’ ἐναντίας θαρσύνονται μᾶλλον· ὅσοι δὲ τῷ ὄντι εἰσὶν ἰσχυροί, τούτους εἰ μή τις ἔμπροσθεν | |
5 | μάθοι, τολμηρότερον καὶ οὐκ ὀρθῶς αὐτοῖς προσενεχθήσεται Msc2 δόκησιν ἔχει ἰσχύος: ὥσπερ τὰ τῶν ἐναντίων βαρ‐ βάρων ABCFM οἷς δὲ βεβαίως τι πρόσεστιν ἀγαθόν: ὥσπερ ἡμῖν ABCFʃ ἤγουν οἵτινές εἰσι τῇ ἀληθείᾳ ἀνδρεῖοι. | |
4.126.5 | οὗτοι: οἱ βάρβαροι ABCF οὗτοι δὲ τὴν μέλλησιν ...: τοῦ ἐπιέναι δηλονότι· ἤγουν ἐκφοβοῦσι μέλλοντες ἐπιέναι. ʃ οἱ δὲ Λυγκησταὶ φοβεροί εἰσι μέλλοντες, οὐκ ἐν χερσὶν ὄντες sc2 πλήθει ὄψεως δεινοί: δέος ἐμποιοῦσι. δήλωσιν | |
5 | ἀπειλῆς: ἔμφασιν καταπλήξεως Msc2 αἰσχυνθεῖεν ἄν: ὥσπερ ἡμεῖς οἱ Λακεδαιμόνιοι ABFc2 ἥ τε φυγὴ καὶ ἡ ἔφο‐ δος αὐτῶν ...: ὁμοίως καὶ τὸ φυγεῖν καὶ τὸ διώκειν καλὸν φαίνεται τοῖς βαρβάροις, καὶ οὐκ ἐξετάζεται ὁπότεροί εἰσιν ἀνδρειότεροι, οἱ φεύγοντες ἢ οἱ διώκοντες Msc2 αὐτοκράτωρ | |
10 | δὲ μάχη ...: μάχη δὲ αὐτεξούσιος, ἐν ᾗ ἔξεστιν ὃ βούλεταί | |
τις πράττειν, παρέχει πρόφασιν φεύγειν τοῖς ὁπωσοῦν σώζε‐ σθαι βουλομένοις Msc2 ἐκείνῳ: τῷ ἐς χεῖρας ἐλθεῖν. | 283 | |
4.126.6 | ἀπ’ αὐτῶν ὁρᾶτε ...: ὁρᾶτε δὲ σαφῶς ὅτι τὸ ἀπ’ αὐτῶν δοκοῦν δεινὸν ὄψιν μὲν καὶ ἀκοὴν καταπλήττεται, δυνάμει δὲ οὐδέν ἐστι. τοῦτο οὖν ὑπομείναντες (τὴν φωνὴν αὐτῶν φημὶ καὶ | |
5 | τὴν ἀπειλήν) καὶ εὐκόσμως ἐν καιρῷ τοῦ ἀναχωρεῖν ὑποχωρή‐ σαντες ἀσφαλῶς ἀπονοστήσετε καὶ γνώσεσθε τοῦ λοιποῦ ἐν τῷ ἀσφαλεῖ καθεστῶτες Msc2 κατασπέρχον: κινοῦν εἰς δειλίαν, ἐκπλῆττον. οἱ τοιοῦτοι ...: τὸ τῶν βαρβάρων πλῆθος τοῖς μὲν τὴν πρώτην ἐμβολὴν δεξαμένοις ἄπωθέν ἐστι φοβερὸν | |
10 | ἀνδρείας ἀνάτασιν μέλλουσαν ἀπειλοῦν· τοῖς δὲ μὴ δεξαμένοις, ἀλλὰ φεύγουσι τὸ διῶκον εὐψύχως ὀξέως ἐπιφέρεται ἅτε δὴ ἐν ἀσφαλεῖ καθεστὸς ὡς ἂν τῶν φευγόντων οὐ μαχομένων Msc2 μελλήσει: προσδοκίᾳ. | |
4.127.1 | ὑπῆγε: ἠρέμα καὶ κατ’ ὀλίγον ἦγεν. | |
4.127.2 | αἵ τε ἐκδρομαί: οἱ τεταγμένοι δηλονότι πρὸς τὸ ἐκτρέχειν Msc2 παρὰ γνώμην ἀντέστησαν: παρ’ ἐλπίδα τὴν τῶν Λυγκη‐ στῶν ἀντέστησαν οἱ Λακεδαιμόνιοι Msc2 ἐπιφερομένους | |
5 | μέν: τοὺς βαρβάρους. οἱ λοιποί: τῶν βαρβάρων. τὴν ἐσβολήν: εἴσοδον. φθάσαντες: προλαβόντες οἱ βάρβαροι. ἀναχώρησιν: φυγήν. καὶ προσιόντος αὐτοῦ: τοῦ Βρα‐ σίδα. τὸ ἄπορον τῆς ὁδοῦ: καθ’ ἣν οὐκ ἦν πόρος ἐξελ‐ θεῖν. κυκλοῦνται: ἤγουν κυκλοῦσιν οἱ βάρβαροι. ἀπο‐ | |
10 | ληψόμενοι: ἀποκόψοντες. | |
4.128.1 | πρὶν καὶ τὴν πλείονα κύκλωσιν ...: πρὶν τοὺς πολλοὺς τῶν κυκλοῦν τοὺς Λακεδαιμονίους μελ‐ λόντων παρεῖναι Msc2 | |
4.128.2 | τῶν ἐπὶ τοῦ λόφου: τῶν βαρ‐ βάρων BFMc2 ἐν μεθορίοις: τοῦ τόπου τοῦ Περδίκκα. | |
4.128.4 | τὰ μέν: τὰ ζεύγη δηλονότι. | |
4.128.5 | Πελοποννησίων ...: τοὺς Πελοποννησίους ἐμίσει οὐ κατὰ γνώμης προαίρεσιν οὐδὲ ἔθος | |
ἔχων· τοὺς γὰρ Ἀθηναίους μᾶλλον πρὶν ἐμίσει Msc2 τῶν δὲ ἀναγκαίων ξυμφόρων: διὰ τὴν ἀνάγκην συμφέρειν νομί‐ | 284 | |
5 | σας μισεῖν τοὺς Λακεδαιμονίους ἀποστὰς διεπράττετο, πῶς Ἀθηναίοις μὲν φίλος ἔσται, Λακεδαιμονίων δὲ ἀπαλλάξεται Msc2ʃ ἕνεκεν τοῦ ἀναγκαίου συμφέροντος. | |
4.129.2 | ἑαυτῶν: τῶν Ἀθηναίων. | |
4.129.3 | ἄραντες δέ: οἱ Ἀθηναῖοι. οἱ δὲ αὐτοί τε: ἤγουν οἱ Μενδαῖοι G | |
4.129.4 | τραυ‐ ματιζόμενος: βαλλόμενος ὑπ’ αὐτῶν. ἔνιοι δὲ ἀναφέρουσιν ἐπὶ τοὺς σὺν αὐτῷ Msc2 βιάσασθαι: βίαν προσαγαγεῖν αὐτοῖς. ἄλλῃ ἐφόδῳ ἐκ πλείονος: ἄλλῃ ὁδῷ μακροτέρᾳ | |
5 | Msc2 ἐκ πλείονος: διαστήματος δηλονότι. δυσπροσβάτῳ: δυσαναβάτῳ. ἐθορυβήθη: ἐδειλίασεν. | |
4.129.5 | οὐκ ἐνέδοσαν: οὐχ ὑπεῖξαν. ἀναχωρήσαντες: ἐπὶ πόδα ἐλθόντες. οἱ Μενδαῖοι: οἱ ἐπὶ τοῦ λόφου. ἐς τὴν πόλιν: τὴν Μένδην. | |
4.130.1 | σημείωσαι ἡμέραν ἅπασαν ABF τὴν γῆν: τὴν Σκιώνην. οὐδενὸς ἐπεξιόντος: τῶν Σκιωναίων. ἦν γάρ τι καὶ στασιασμοῦ: ἤγουν ἦσάν τινες στασιάζοντες. | |
4.130.4 | καί‐ τινος αὐτῷ τῶν ἀπὸ τοῦ δήμου ἀντειπόντος: ἤγουν δημότου ἐναντιωθέντος, κατὰ τὸ ἔθος τῶν στασιαζόντων, ἀντι‐ λέγειν δηλονότι. κατὰ τὸ στασιωτικόν: κατὰ τὸ ἀντιστασι‐ | |
5 | άζειν Ms ὡς ἀντεῖπεν: ὁ δημότης. περὶ ὀργῆς: ἀντὶ τοῦ ὑπὸ ὀργῆς Msc2 | |
4.130.5 | φοβηθέντων: ἀντὶ τοῦ φοβηθέντας· ἐφοβήθησαν δέ, ὅτι ᾠήθησαν ἀπὸ τῆς πρὸς τοὺς Ἀθηναίους συνθήκης αὐτοῖς ἐπιθέσθαι Msc2 προειρημένου: συμφώνου. τὴν ἐπιχείρησιν: ἀντὶ τοῦ τὴν προδοσίαν. | |
4.130.6 | διήρπασαν: τὰ ἐνόντα αὐτῇ. | |
4.130.7 | πολιτεύειν ἐκέλευον ὥσπερ εἰώ‐ θεσαν: τὴν οἰκείαν πολιτείαν ἔχειν. τὰ περὶ τὴν Μένδην κατέσχον: ἐκυρίευσαν τῆς Μένδης. | |
4.131.2 | αὐτῷ: τῷ λόφῳ. | |
4.131.3 | αὐτῶν: τῶν Ἀθηναίων. βιασάμενοι ...: ὑπερβατόν· βιασάμενοι τὴν φυλακὴν νυκ‐ τὸς ἀφικνοῦνται παρὰ θάλατταν Msc2 τὸ ἐπὶ τῇ Σκιώνῃ | |
στρατόπεδον: τοὺς φυλάττοντας τὴν Σκιώνην Msc2 | 285 | |
4.132.1 | ὁμολογίαν: ξύμβασιν. | |
4.132.2 | ἐπειδὴ ... ποι‐ εῖν: ἐπειδὴ φίλος ἐγεγόνει τοῖς Ἀθηναίοις, ἠξίουν αὐτὸν τεκ‐ μήριόν τι παρέχειν τῆς φιλίας Msc2 αὐτός: ὁ Περδίκκας ABCs χρώμενος αἰεὶ τοῖς πρώτοις: δηλονότι φίλοις καὶ | |
5 | ξένοις Msc2 ʃ ἤγουν τοὺς πρώτους φίλους ποιήσας. τὸ στρά‐ τευμα: τῶν Πελοποννησίων. | |
4.132.3 | καὶ τῶν ἡβώντων ...: ὡς οὐκ ὄντος νομίμου ἐξάγειν τοὺς ἡβῶντας ἢ οὐκ ὄντος νομίμου ἄρχοντας καθιστάνειν ταῖς πόλεσι τοὺς ἡβῶντας, ἀλλὰ τοὺς προβεβηκότας καθ’ ἡλικίαν Msc2 παρανόμως: | |
5 | ἤγουν παρὰ τὸ καθεστηκὸς ἔθος. τοῖς ἐντυχοῦσιν: καὶ τὰς πόλεις μὴ τοῖς τυχοῦσι πιστεύειν, ἀλλὰ Λακεδαιμονίοις ἐγχειρίζειν sc2 | |
4.133.1 | ἐπικαλέσαντες: ἤγουν ἐγκαλέσαντες. παρ‐ εστηκὸς δὲ ῥᾷον: ἐξεγένετο δὲ αὐτοῖς ῥᾳδίως περιελεῖν τὸ τεῖχος, ἐπειδὴ τῶν Θεσπιέων ἐν τῇ πρὸς Ἀθηναίους μάχῃ τὸ ἀκμαιότατον ἀπωλώλει Msc2 αὐτῶν: τῶν Θεσπιέων. | |
4.133.3 | οἱ δέ: οἱ Ἀργεῖοι. ἐπέλαβεν: κατέσχε. καὶ ἔνατον ἐκ μέ‐ σου: ὥστε τὰ πάντα πεντήκοντα ἓξ ἥμισυ ἔτη διήνυσεν ἡ Χρυσὶς ἱέρεια ABCFM ʃ τὸ ὄγδοον ἐπλήρωσε, τὸ δὲ ἔννατον | |
5 | ἡμιτελὲς ἦν FMc2 | |
4.134.1 | ἀμφιδήριτος: ἀμφίβολος Patm. ʃ ἀμφισ‐ βητήσιμος Msc2 | |
4.134.2 | ἀγχωμάλου: ἴσης ʃ σημείωσαι ἀγχώ‐ μαλος μάχη ABF ἐπηυλίσαντο: κατεσκήνωσαν. | |
4.135.1 | τούτου: τοῦ προσθεῖναι τὴν κλίμακα. τοῦ γὰρ κώδωνος: Θουκυδίδης τοῦ γὰρ κώδωνος παρενεχθέντος, ἀρσενικῶς· Σοφοκλῆς δὲ [Ai. 17], χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς, | |
5 | θηλυκῶς ABCFG τὸ διάκενον: διάκενον μὲν τὸ ἀφύλακτον | |
λέγει. ἔλαθε δὲ ὁ Βρασίδας προσθεῖναι τὴν κλίμακα· ἕως γὰρ ὁ περιιὼν μετὰ τοῦ κώδωνος ἄλλῳ παρεδίδου τὸν κώ‐ δωνα, χρόνου ἐγγινομένου, ἔλαθε προσθεὶς τὴν κλίμακα Msc2 ʃ ὑπερβατόν· τοῦ γὰρ κώδωνος, φησί, παρενεχθέντος ἐς | 286 | |
10 | τὸ διάκενον, οὕτως ἡ πρόσθεσις ἐγένετο sc2 ἡ πρόσθεσις ἐγένετο: τῆς κλίμακος CFs | |
4.135.2 | Θουκυδίδης ξυνέγραψε: τῶν εἰς ιγʹ τέλος τῆς ζʹ BC ʃ ἀποροῦσί τινες ψυχρὰν ἀπορίαν, διὰ τί Θουκυδίδης, ἔχων τὸ ὄνομα ἀπὸ τοῦ θʹ, ηʹ συνεγρά‐ ψατο ἱστορίας, ὁ δὲ Ἡρόδοτος, ἔχων ἀπὸ τοῦ ηʹ, ἔλιπε θʹ. | |
5 | ὧν ἡ λύσις ψυχροτέρα, ὅτι ἐπειδή, φασίν, ἀπὸ τοῦ ηʹ ἕως τοῦ ρʹ, θʹ στοιχεῖά εἰσιν, ἀπὸ δὲ τοῦ θʹ ἕως τοῦ οʹ ὀκτώ εἰσι, τὸ πρῶτον ἐνταῦθα τοῦ ὀνόματος γράμμα ἀριθμήσαντες καὶ τὸ ὕστερον. ἡ δὲ ἀληθεστέρα λύσις τοιαύτη, ὅτι ὁ Θουκυδί‐ δης οὐ διεῖλεν εἰς ἱστορίας, ἀλλὰ μίαν συνεγράψατο. καὶ | |
10 | δῆλον ἐκ τῆς διαφωνίας τῶν κριτικῶν· οἱ μὲν γὰρ αὐτῶν διεῖλον εἰς ὀκτώ, οἱ δὲ εἰς ιγʹ, τὴν πρώτην εἰς βʹ καὶ τὰς ἄλλας ἑπτὰ εἰς ιαʹ ABCF ʃ ἰστέον ὅτι εἰς τὸ κομψὸν τῆς φρά‐ σεως Θουκυδίδης Αἰσχύλον καὶ Πίνδαρον ἐμιμήσατο, εἰς δὲ τὸ γόνιμον τῶν ἐνθυμημάτων τὸν ἑαυτοῦ διδάσκαλον Ἀντι‐ | |
15 | φῶντα, εἰς δὲ τὴν λέξιν Πρόδικον, ὅθεν καὶ Προδίκου λέξεις ἐν τῷ κειμένῳ σημειούμεθα, εἰς δὲ τὸ γνωμικὸν τοὺς Σω‐ κρατικούς, Εὐριπίδην καὶ τοὺς ἄλλους (τοῖς γὰρ αὐτοῖς χρό‐ νοις ἦσαν), εἰς δὲ τὴν οἰκονομίαν τὸν ποιητήν ABCF | |
5.1.1 | ἐνιαύσιοι σπονδαί: ἡ ἐφ’ ἑνὸς χρόνου γενομένη ἐκεχει‐ ρία. ἐν τῇ ἐκεχειρίᾳ: ἡ πρὸς ὀλίγον χρόνον τοῦ πολέμου ἀναβολὴ καὶ ἡσυχία· παρὰ τὸ ἔχειν τὰς χεῖρας, οἷον ἐχεχειρία καὶ ἐκεχειρία ABFMc ἀνέστησαν ἐκ Δήλου: μετανάστας | |
5 | ἐποίησαν ἐξοικίσαντες. ἱερῶσθαι: τουτέστιν ἱεροὺς ἀνα‐ κεῖσθαι τῷ θεῷ Msc2 ἐλλιπὲς σφίσιν εἶναι τοῦτο ...: μετὰ τὸ ἐκβαλεῖν τοὺς ζῶντας, ἔτι δοκοῦντες ἐλλείπειν τῇ καθάρσει, τὰς θήκας τῶν τεθνεώτων ἀνείλοντο ἐκ τῆς νήσου Msc2 Ἀτραμύττειον: Ὤρου· Ἀδραμύττειον Εὔπολις, Ἀτρα‐ | 287 |
10 | μύττειον Θουκυδίδης ABFGMc2 ᾤκησαν: λείπει τὸ ἐνταῦθα Msc2 | |
5.2.1 | μετὰ τὴν ἐκεχειρίαν: μετὰ τὴν λύσιν αὐτῶν τῶν σπονδῶν. | |
5.2.2 | σχών: ἐλλιμενίσας. | |
5.2.3 | ἐκ δ’ αὐτοῦ: τοῦ λιμέ‐ νος. ἐν τῇ Τορώνῃ: ἐστὶ δηλονότι. ἀξιόμαχοι: ἱκανοὶ πρὸς μάχην. ἐς τὴν πόλιν: τὴν Τορώνην. τὸν λιμένα: τῆς Τορώνης. | |
5.2.4 | βουλόμενος ἐντὸς τοῦ τείχους ποιῆσαι τὸ τῶν Τορωναίων προάστειον, τοῦ παλαιοῦ τείχους μέρος δια‐ κόψας, καθ’ ὃ ἦν τὸ προάστειον, ἕτερον τεῖχος καινὸν προσ‐ ῳκοδόμησεν, ᾧ περιέβαλε τὸ πρότερον, καὶ συνῆψε κατὰ τὴν | |
5 | διαίρεσιν τὸ καινὸν πρὸς τὸ παλαιόν, ὥστε ἓν τὸ πᾶν γενέ‐ σθαι Msc2 ἐντός: τῆς πόλεως δηλονότι. τοῦ παλαιοῦ τείχους: τὶ μέρος δηλονότι. ἢ τὸν περίβολον. | |
5.3.1 | βοηθήσαντες: συνδραμόντες ἐπὶ βοήν Msc2 ἐβι‐ άζοντο: ἤγουν ὑπὸ τῆς βίας τῶν Ἀθηναίων ἡττῶντο οἱ περὶ τὸν Πασιτελίδαν Msc2 δρόμῳ ἐχώρει ἐς τὴν πόλιν: πῶς ἐντὸς τοῦ τείχους ὢν ὁ Πασιτελίδας, δείσας ἀνεχώρει | |
5 | πρὸς τὴν πόλιν; μή ποτε ἦν μὲν ἐν τῷ καινῷ τείχει τῷ κεριέχοντι τὸ προάστειον, δείσας δὲ μὴ ἡ πόλις ἁλῷ, ἥτις ἦν ἐν τῷ παλαιῷ τείχει, καὶ αὐτὸς ἐν τῷ καινῷ καταληφθῇ, κατα‐ λιπὼν τὸ προάστειον ἐς τὴν πόλιν ἐχώρει ὡς περιποιήσων αὐτήν Msc2 | |
5.3.3 | ἀποσχών: ἀποστάς. | |
5.3.4 | αὐτοῖς: ἤγουν αὐτοῖς αἰχμαλώτοις. ἡ διάνοια· ἐκ τούτων τῶν αἰχμαλώτων | |
οἱ Πελοποννήσιοι ὕστερον ἀπῆλθον, γενομένων σπονδῶν, οἱ δὲ ἄλλοι ἐκομίσθησαν ὑπ’ Ὀλυνθίων. λυθείς: ἀπολυτρω‐ | 288 | |
5 | θείς Mfc2 | |
5.4.1 | τρίτος αὐτός: τουτέστι μετ’ ἄλλων δύο ABFMc2 μετὰ τὴν ξύμβασιν: τὴν κοινὴν τῶν Σικελιωτῶν. πολίτας ἐπεγράψαντο: ἑτέρους ἐπὶ τοῖς οὖσιν ἐνεγράψαντο εἰς τὴν πολιτείαν Msc2 ʃ ᾠκειώσαντο. ἐπενόει: προεθυμεῖτο, ἠξίου | |
5 | Msc2 καὶ ὁ δῆμος τὴν γῆν ἐπενόει ἀναδάσασθαι: ἀνδάσασθαι, τὸ ἄνωθεν καὶ ἐξ ἀρχῆς τι μερίσασθαι Patm. ʃ ἐξ ὑπραχῆς δασμὸν καὶ μερισμὸν ποιῆσαι. | |
5.4.3 | οἱ δὲ δυ‐ νατοί: τῶν Λεοντίνων. ἐπάγονται: εἰς βοήθειαν τῆς πό‐ λεως. ἐπλανήθησαν ὡς ἕκαστοι: πλανηθέντες διέστησαν. ὁμολογήσαντες: συνθέμενοι Ms ἐρημώσαντες: κατα‐ | |
5 | λιπόντες ἐρήμην Msc2 ἐπὶ πολιτείᾳ: ἐπ’ ἴσῃ πολιτείᾳ τῶν Συρακουσίων. | |
5.4.4 | Φωκέας: οἱ μὲν ἐκτεταμένως ἀναγινώ‐ σκουσιν, ὡς Πρασίας, οἱ δὲ συνεσταλμένως. ὁμοίως δὲ καὶ τὸ Βρικιννίας GMsc2 τῆς πόλεώς τι ... ἐπολέμουν: σημείωσαι τὴν σύνταξιν ABCF καταλαμβάνουσι: ἤγουν | |
5 | λαμβάνοντες εἰς κατοίκησιν. ʃ τὸ ἑξῆς· καταλαμβάνουσι χωρίον τι τῶν Λεοντίνων [παρα]καλούμενον [τε] Φωκέας. ἐπολέ‐ μουν: πρὸς τοὺς Συρακουσίους Msc2 | |
5.4.5 | πείσαντες ...: τὸ ἑξῆς, πείσαντες τοὺς ξυμμάχους ἐπιστρατεῦσαι ABCFM ʃ ὅπως κοινῇ ἐπιστρατεύσαντες Συρακουσίοις ὡς δύναμιν περι‐ ποιουμένοις διασώσειαν Λεοντίνους Msc2 σφίσιν: τοῖς Ἀθη‐ | |
5 | ναίοις. δύναμιν περιποιουμένων: αὐξανομένων. | |
5.4.6 | ἐπὶ τοὺς ἄλλους: πρὸς τοὺς ἄλλους Msc2 | |
5.5.1 | παρακομιδῇ: παρελεύσει. ἐχρημάτισε: ὡμίλησε. ἐχρ. περὶ φιλίας: λόγους προσήνεγκε πιστικούς Mc2 ʃ ἔταξε δοῦναι χρήματα ὑπὲρ φιλίας καὶ συμμαχίας. Σικελιωτῶν: ἰστέον ὅτι οἱ μὲν Ἕλληνες οἱ ἐν Σικελίᾳ Σικελιῶται λέγονται, | |
5 | οἱ δ’ ἐν αὐτῇ βάρβαροι Σικελοί· οὕτω δὲ καὶ ἐπὶ Ἰταλιωτῶν καὶ Ἰταλῶν Mc2 ὁμολογίαν: τὴν κοινὴν δηλονότι. | 289 |
5.5.2 | κο‐ μιζομένοις: ἀποδεχομένοις αὐτὸν τὸν Φαίακα. ἠδίκησεν: βλάβην ἐποίησε. | |
5.5.3 | ξυνηλλάσσοντο: ἀντὶ τοῦ συνῄνεσαν M ʃ εἰρήνην ἐποίουν. ἀποίκους: ἑαυτῶν, τῶν Λοκρῶν. | |
5.6.1 | Γαληψόν: 〈σημείωσαι〉 ὅτι ἡ Γαληψὸς Θασίων ἀποικία AFMc2 | |
5.6.2 | Πολλῆν: ὄνομα κύριον F | |
5.6.3 | ἀπέχον: διέχον e10 κατεφαίνετο πάντα αὐτόθεν: ἤγουν πάντα, τὰ τοῦ Κλέωνος δηλονότι, ἐφαίνετο τῷ Βρασίδᾳ ἀπὸ τοῦ Κερδυλίου. προσεδέχετο: ὁ Βρασίδας. αὐτόν: τὸν Κλέωνα. | |
5 | σφῶν: τῶν Λακεδαιμονίων. ἐπὶ τὴν Ἀ.... ἀναβήσεσθαι: τὸ ἑξῆς, ἐπὶ τὴν Ἀμφίπολιν ἀναβήσεσθαι τὸν Κλέωνα ABCFM τῇ παρούσῃ στρατιᾷ: μετὰ τῶν παρόντων στρατιωτῶν, οὐ περιμείναντα πάντας Msc2 | |
5.6.4 | παρεσκευάζετο: ὁ Βρασίδας παρεσκευάζετο ABCF Θρᾷκας: ἀπὸ τῶν ἄνωθεν. | |
5.7.2 | τῶν γὰρ στρατιωτῶν ἀχθομένων: τὸ ἑξῆς, τῶν γὰρ στρατιωτῶν ἀχθομένων, αἰσθόμενος τὸν θροῦν, ὁ Κλέων δηλονότι ABCFM τῇ ἕδρᾳ: τῇ διατριβῇ καὶ τῇ ἀργίᾳ Msc2 ʃ τῇ προσμονῇ. τόλμαν: τὴν τοῦ Βρασίδου Msc2 ἀν‐ | |
5 | επιστημοσύνης: 〈σημείωσαι〉 ἀνεπιστημοσύνη A ʃ τοῦ Κλέ‐ ωνος sc2 καθημένους: ἐνήλλαξεν, ἀντὶ τοῦ καθημένων εἰπὼν καθημένους Msc2 βαρύνεσθαι: ἀντὶ τοῦ ἄχθεσθαι Msc2 | |
5.7.3 | τῷ τρόπῳ ...: τῷ αὐτῷ τρόπῳ ἐπῆλθεν ὁ Κλέων τῇ Ἀμφιπόλει, ᾧ καὶ πρόσθεν ἐπὶ Πύλον. τουτέστιν ἀλογίστως εὐτυχήσας ἐν τῇ Πύλῳ ᾠήθη φρόνιμος εἶναι Msc2 οἱ: αὐτῷ e10 θέαν: θεωρίαν. τοῦ χωρίου: τῆς Ἀμφιπόλεως BCF | |
5 | οὐχ ὡς τῷ ἀσφαλεῖ ...: οὐχ ὡς τῷ πλήθει τῶν ἐναντίων κρατήσων, εἰ ἀναγκάζοιτο πολεμεῖν (ὃς οὐδὲ τῇ παρούσῃ στρατιᾷ τοὺς πολεμίους ᾤετο ἀντιτάξασθαι), ἀλλ’ ὡς μετὰ τῶν ἐπελευσομένων αὐτῷ συμμάχων πᾶσαν ἐν κύκλῳ περι‐ στήσων τὴν στρατιὰν καὶ βίᾳ ἐκπολιορκήσων τὴν Ἀμφίπολιν | |
10 | Msc2 περισχήσων: ἀντὶ τοῦ ὑπερσχήσων καὶ νικήσων ABFMc2 ἀπιέναι ... ἀμαχεί: λείπει τὸ δυνατὸν εἶναι Msc2 ἐδόκει: οἷ αὐτῷ. | 290 |
5.8.1 | κινουμένους: παραγινομένους ἐπὶ τὴν Ἀμφί‐ πολιν Msc2 | |
5.8.2 | δεδιὼς τὴν αὐτοῦ παρασκευήν: οὐ θαρρῶν τῇ ἰδίᾳ παρασκευῇ Msc2 ὑποδεεστέρους εἶναι: τοὺς ἑαυτοῦ δηλονότι. ἀντίπαλα: ἰσοστάσια ἑκάτερα τὰ στρα‐ τεύματα τῶν ἐναντίων. τῷ ἀξιώματι: τῇ δυνάμει. καθαρόν: | |
5 | οὐχὶ συγκλύδων οὐδὲ ἐπικούρων, ἀλλ’ αὐτῶν τῶν πολιτῶν Msc2 τέχνῃ: δόλῳ. | |
5.8.3 | ἀναγκαίαν: εὐτελῆ καὶ οὐκ ἐκ παρα‐ σκευῆς Msc2 ἢ ἄνευ προόψεως ...: ἄνευ τοῦ μὴ ἐπιδεῖξαι τοῖς ἐναντίοις τὸ ἴδιον πλῆθος καὶ τὴν ὅπλισιν αὐτῶν· τοῦτο γάρ ἐστιν ἄνευ προόψεως· καταφρονηθήσεσθαι γὰρ ὑπὸ Ἀθη‐ | |
5 | ναίων ᾤετο, εἰ τὴν οὖσαν αὐτοῖς ἐπιδείξειε παρασκευήν Msc2 ʃ ἤγουν οὕτως ἐνόμισε περιγενέσθαι Κλέωνος καὶ τῶν περὶ αὐτόν, ἐπιτεθησόμενος κρύφα, ὅπερ ἐστὶ τὸ ἄνευ προόψεως, καὶ μὴ ἀπὸ τοῦ φανεροῦ, ὅπερ ἐστὶ τὸ καταφρονήσεως τοῦ ὅντος. ἄνευ προόψεως: ἀπροσδοκήτως. τοῦ ὄντος: τῆς | |
10 | ἀληθείας. | |
5.8.4 | ἀπολεξάμενος: ἀποκόψας ἐπιλεκτικῶς. Κλεα‐ ρίδα προστάξας: μετὰ Κλεαρίδα τάξας sc2 ἀπολαβεῖν αὖθις ...: ἄνευ τῶν ἄλλων λαβεῖν συμμάχων, εἰ τύχοι ἐλθοῦσα αὐτοῖς βοήθεια ἡ παρὰ τοῦ Περδίκκου καὶ τοῦ | |
5 | Πολλῆ Msc2 μεμονωμένους: τῆς συμμαχίας δηλονότι. | |
5.9.1 | ἄνδρες Πελοποννήσιοι ...: δημηγορία Βρασί‐ δου ABCFMe10 Δωριῆς: ὄντες e10 ὧν εἰώθατε κρείσ‐ σους εἶναι: ἀντὶ τοῦ οὓς εἰώθατε νικᾶν. | |
5.9.2 | τὴν δὲ ἐπι‐ χείρησιν: τὴν ἐπίθεσιν τὴν κατὰ τῶν πολεμίων. ἵνα μή τῳ ...: ἵνα μηδεὶς ὑμῶν διὰ τὸ κατ’ ὀλίγους ὑμᾶς μέλλειν ἐξιέναι τῆς πόλεως καὶ μὴ ἅπαντας ἀθρόους κινδυνεύειν | |
5 | πρὸς Ἀθηναίους, οὐκ ἀξιόμαχον νομίσας τὴν παρασκευήν, | |
ἀτολμότερος γένηται Msc2 ἀτολμίαν: δειλίαν. παράσχῃ: ὑμῖν δηλονότι. | 291 | |
5.9.3 | τοὺς γὰρ ἐναντίους εἰκάζω ...: εἰ‐ κάζω, φησί, τοὺς ἐναντίους, καταφρονοῦντας ἡμῶν καὶ οὐ προσδοκῶντας ὅτι ἐπεξελευσόμεθα αὐτοῖς, ἀναβῆναι πρὸς τὴν Ἀμφίπολιν κατὰ θέαν καὶ νῦν διὰ τὴν θέαν ἀτάκτως ἐσκεδα‐ | |
5 | σμένους ὀλιγωρεῖν, τουτέστι ῥᾳθυμεῖν Msc2 ὀλιγωρεῖν: τὸ καταφρονεῖν ABFMc2 ʃ ἀμελεῖν e10 | |
5.9.4 | ὅστις δὲ τὰς τοιαύ‐ τας ἁμαρτίας ...: ὅστις δὲ τὰ τῶν πολεμίων ἁμαρτήματα ἰδὼν καὶ κατὰ τὴν ἰδίαν δύναμιν ἐπιχειρῶν μὴ ἐκ τοῦ φανεροῦ ἀντιτάττηται, ἀλλὰ πρὸς τὸ παρὸν ἁρμοττόμενος, ὀρθῶς ἂν | |
5 | πράττοι Msc2 | |
5.9.5 | τὰ κλέμματα: τὰ στρατηγήματα sc2 ἕχει: παρέχει. ἅ: ἀντὶ τοῦ δι’ ὧν c2 | |
5.9.6 | ἕως οὖν ἔτι ἀπαρά‐ σκευοι ...: ἕως ἔτι διὰ τὸ θαρρεῖν ἀπαράσκευοί εἰσιν ἀπ‐ ιέναι τε διανοοῦνται μᾶλλον ἢ μένειν, ῥᾳθύμως αὐτοῖς διακει‐ μένοις καὶ πρὸ τοῦ συνταχθῆναι, ἐγὼ μὲν ἔχων sc2 ὑπαπιέναι: | |
5 | ἀπελθεῖν e10 ἀνειμένῳ: χαύνῳ e10 | |
5.9.7 | ἐπεκθεῖν: ἐπεκδρα‐ μεῖν e10 ʃ θέλησον δηλονότι. | |
5.9.8 | ἐλπὶς γὰρ: ἡμῖν δηλονότι. οὕτως: δηλονότι ποιούντων ἡμῶν. τὸ γὰρ ἐπιὸν ὕστερον: οἱ γὰρ ὕστερον ἐπιόντες φοβερώτεροι Msc2 | |
5.9.9 | εἶναι τοῦ καλῶς πολεμεῖν ...: ὅτι ἐκ τριῶν γίνεται τὸ καλῶς πολε‐ μεῖν ABCFM αἰσχύνεσθαι: Ὅμηρος [Ε 531]· αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται ABCFM | |
5 | δούλοις ...: ἂν γὰρ νικηθῆτε καὶ μὴ θανάτῳ ζημιωθῆτε ὑπ’ αὐτῶν, ἀλλὰ εὐτυχήσητε καὶ ἄριστα πράξητε, δοῦλοι ἔσεσθε Ἀθηναίων καὶ δουλείαν χαλεπωτέραν ἢ πρὶν εἴχετε Msc2 | |
5.9.10 | περὶ ὅσων: ἐπάθλων. | |
5.10.1 | τῷ δὲ Κλέωνι: τὸ ἑξῆς, τῷ δὲ Κλέωνι ἀγγέλλεται, φανεροῦ γενομένου τοῦ Βρασίδου Msc2 | |
5.10.2 | κατὰ τὴν θέαν: διὰ τὴν θέαν. | |
5.10.3 | ἐπῆλθε: ὁ Κλέων δηλονότι. τοὺς βο‐ | |
ηθούς: τοὺς ἀπὸ τοῦ Περδίκκου. ἀναχώρησιν: ἀντὶ τοῦ ἀπιέναι. ὥσπερ μόνον οἷόν τ’ ἦν: καθάπερ μόνον ἐξῆν δὴ ἐπὶ τὸ εὐώνυμον. | 292 | |
5.10.4 | σχολὴ γίγνεσθαι: χρόνος ἐγγίγνε‐ σθαι Msc2 | |
5.10.5 | οἷς γάρ ...: οἱ κινοῦντες τὰς κεφαλὰς καὶ τὰ δόρατα, καὶ μὴ ἡσύχως ἀπιόντες καὶ τὸ ὅλον ἀτρόμως, οὐκ εἰώθασιν ὑπομένειν τοὺς πολεμίους Msc2 τοῦτο: ὅπερ πάσχουσιν αὐτοί. | |
5.10.6 | ὁ μέν: ὁ Βρασίδας. σταύρωμα: χάρακα. εὐθεῖαν: ἤγουν εὐθέως. καρτερώτατον: ὑψηλὸν δή. | |
5.10.8 | προυκεχωρήκει: προαπεληλύθει Msc2 ʃ εἰς τὸ ἔμπροσθεν ἦλθεν. ἀπορραγέν: ἀποσπασθὲν τῆς ἄλλης τάξεως Msc2 ὁ Βρασίδας ...: τρεψάμενος ὁ Βρασίδας καὶ διώξας τοὺς μέσους, ὁρμήσας πρὸς τὸ ἀριστερὸν κέρας καὶ οὐ καταλαβὼν | |
5 | αὐτό, μετέβη πάλιν πρὸς τὸ δεξιὸν τῶν Ἀθηναίων Msc2 ἐπι‐ παριὼν τῷ δεξιῷ: πλησιάζων ἐπετίθετο τῷ δεξιῷ. οἱ δὲ πλησίον: τοῦ Βρασίδου δηλονότι. ἀπήνεγκαν: δηλονότι εἰς τὴν πόλιν. | |
5.10.9 | οἱ δὲ αὐτοῦ: ἤτοι οἱ αὐτοῦ τοῦ Κλέωνος ἢ ἐν τῷ αὐτῷ τόπῳ Msc2 καὶ δίς: περιττὸς ὁ καί σύνδεσμος Msc2 | |
5.10.10 | ἢ ὑπὸ τῆς Χαλκιδικῆς ἵππου: ἤγουν ὕστερον μετὰ τὴν μάχην φεύγοντες. ἀπεκομίσθησαν: διεσώθησαν Msc2 | |
5.11.1 | περιείρξαντες: ἤγουν περιφράξαντες. ἐντέ‐ μνουσι: ἐναγίζουσι, ἐναγίσματα προσφέρουσι Msc2 ʃ θύουσι. ἀγῶνας καὶ ἐτησίους θυσίας: ἤγουν δι’ ἔτους θυσιάζειν καὶ ἀγωνίζεσθαι. τὰ Ἀγνώνεια οἰκοδομήματα: Ἀγνώνεια | |
5 | τὰ τοῦ Ἄγνωνος ABCFM ʃ ἐπειδὴ ὁ Ἄγνων Ἀθηναῖος ἦν, ὁ οἰκιστὴς τῆς Ἀμφιπόλεως Msc2 περιέσεσθαι: φυλαχθήσε‐ σθαι. ἐν τῷ παρόντι: πρὸς τὸ παρόν Msc2 τὸν δὲ Ἄγνω‐ να: οὐ τοῦτο λέγει, ὅτι ὁ Ἄγνων οὐχ ἥδετο ταῖς τιμαῖς, ἀλλὰ οὔτε συμφέρειν τοῖς Ἀμφιπολίταις τιμᾶσθαι τὸν Ἄγνωνα, διὰ | |
10 | τὸ κολακεύειν τοὺς Λακεδαιμονίους, οὔτε ἡδὺ ἦν τοῖς Ἀμφι‐ πολίταις τιμᾶν αὐτόν sc2 | |
5.11.3 | οἱ μέν: οἱ Ἀθηναῖοι. | |
5.12.1 | καὶ ὑπὸ τοὺς αὐτοὺς χρόνους: Τζέτζου· | |
ἐκ τῆς τρίτης εἴασά τι ποσῶς γράφειν· ἐντεῦθεν ἠρξάμην δὲ τῆς γραφῆς πάλιν· τὸ κλῇθρον ἦν δὲ τῶν ὀπισθίων λόγων e8 | 293 | |
5 | ἐς Ἡράκλειαν: Ἡράκλεια ἡ ἐν Τραχῖνι τῆς Θρᾴκης ABFMc2 | |
5.12.2 | ἡ μάχη αὕτη: ἡ κατὰ τὴν Ἀμφίπολιν τοῦ Βρασίδου. | |
5.13.1 | οὐδένα καιρὸν ἔτι εἶναι: οὐκ ἐν καιρῷ ἔτι εἶναι FMc2 τῶν τε Ἀθηναίων ...: τῶν μὲν Ἀθηναίων διὰ τὸ ἡσσῆσθαι ἀποκεχωρηκότων, τῶν δὲ περὶ τὸν Ῥαμφίαν οὐκ ὄντων δυνατῶν δρᾶν τι ὧν ὁ Βρασίδας διενοεῖτο Msc2 | |
5.13.2 | πρὸς τὴν εἰρήνην: βουλομένων εἰρήνην ἄγειν Msc2 | |
5.14.1 | ὥστε: Τζέτζου· βιβλογράφου στε (?) παν (?) παρῆκα μὴ ξέων e8 πρὸς δέ: ἐν τῷ μὲν ἂν στίξειας, ὡς Τζέτζης γράφει· ἄρξῃ δ’ ἀπαρτὶ τοῦ πρὸς εἰρήνην λόγου. | |
5 | σολοικοειδές, οὐ σόλοικον τυγχάνει e8 μηδετέρους: Ἀθηναίους καὶ Πελοποννησίους. πληγέντες: ζημιωθέντες. καὶ δι’ ὀλίγου: καὶ μετ’ ὀλίγον Msc2 καὶ οὐκ ἔχοντες ...: καὶ οὐκέτι πιστεύοντες τῇ ἰσχύι τῇ αὑτῶν, δι’ ἣν τὸ πρότερον οὐ προσεδέχοντο τὰς σπονδάς Msc2 καθ‐ | |
10 | υπέρτεροι: τῶν Λακεδαιμονίων. | |
5.14.2 | ἐπαιρόμενοι: δι‐ νούμενοι. ἀποστῶσι: τῶν Ἀθηναίων. καλῶς παρασχὸν οὐ ξυνέβησαν: ἐξὸν καλῶς, καιροῦ ἐπιτηδείου παρατυχόντος οὐ συνέβησαν Msc2 μετὰ τὰ ἐν Πύλῳ: κατορθώματα. | |
5.14.3 | οἱ δ’ αὖ Λακεδαιμόνιοι: ἀπὸ κοινοῦ τὸ μετεμέλοντο Msc2 ʃ ἀπὸ κοινοῦ εἶχον τὴν γνώμην πρὸς τὴν εἰρήνην νοητέον. ὀλίγων ἐτῶν καθαιρήσειν: ἤγουν δι’ ὀλίγων ἐτῶν ταπει‐ | |
5 | νώσειν. ἐν τῇ νήσῳ: τῇ Σφακτηρίᾳ. αὐτομολούντων: πρὸς τοὺς ἐν Πύλῳ Ἀθηναίους. ἡ δὲ ἔννοια· μή πως αὐτο‐ μολήσωσιν οἱ εἵλωτες οἱ ὑπομένοντες παρὰ τοῖς Λακεδαιμο‐ νίοις, πιστεύοντες τοῖς ἔξω, τουτέστι τοῖς ηὐτομοληκόσι διὰ τὰ συμβεβηκότα τοῖς Λακεδαιμονίοις Msc2 οἱ ὑπομένοντες: | |
10 | οἱ ὑπόλοιποι. τοῖς ἔξω: αὐτομολήσασι δηλαδή. πίσυνοι: οἱ τεθαρρηκότες Patm. | 294 |
5.14.4 | ξυνέβαινε δέ: ἐνταῦθα ἡ ἀπόδο‐ σις τῆς ὅλης ἐννοίας ἀπὸ τοῦ, πρὸς τὴν εἰρήνην μᾶλλον τὴν γνώμην εἶχον. αὐτοῖς: τοῖς Λακεδαιμονίοις. ἐπ’ ἐξόδῳ: λήξει. σπένδεσθαι: ἤγουν μετὰ σπονδῶν ποιεῖσθαι. | |
5.15.1 | ἀμφοτέροις αὐτοῖς: Λακεδαιμονίοις καὶ Ἀθη‐ ναίοις Msc2 τῶν ἀνδρῶν κομίσασθαι: γλώσσης νόησον Ἀττικῆς εἶναι τόδε, ψωμοῦ φαγεῖν τε, καὶ λαβεῖν ἀνδρῶν, λέγειν, | |
5 | οἴνων πιεῖν τε, καὶ τὰ τοιούτου τρόπου· μηδ’ αὖ σόλοικον μηδαμῶς νόει τόδε e8 ʃ πολὺς πόνος δὲ καὶ τονιζεῖν καὶ γράφειν, καὶ τῆς ἑκάστης ἡμέρας περιδρόμῳ, καίπερ νοσοῦντα δυσπνώτατα νόσον, | |
10 | φύλλων ἀναγνῶναί γε τοιασδὶ ώ̈ διπλῆν διεκτρέχειν με πεντηκοντέρα, ὅθεν στράτωρσι τὴν βιβλογράφου κόπρον ἐατέον νῦν ἐκφορεῖν τε καὶ ξέειν e8 ἦσαν γὰρ οἱ Σπαρτιᾶται: τὸ οἱ ἐνταῦθα ἀντὶ τοῦ ἔνιοι. | |
15 | ἦσαν γάρ τινες αὐτῶν Σπαρτιᾶταί τε καὶ πρῶτοι καὶ τοῖς πρώτοις ξυγγενεῖς. ὡς τὸ εἰκὸς οὖν, οἱ ξυγγενεῖς αὐτῶν σπουδὴν ἐποιοῦντο Msc2 | |
5.15.2 | πράσσειν: τὴν εἰρήνην δηλον‐ ότι. οὔπως ἤθελον: οὐδὲ ὅλως ἤθελον Msc2 εὖ φερό‐ μενοι: ἤγουν εὐτυχοῦντες. ἐπὶ τῇ ἴσῃ: ὥστε τὸ προσῆκον αὐτοῖς μόνον ἔχειν, ἀλλὰ δηλονότι καὶ περιττότερον Msc2 | |
5 | ἐνδεξομένους: προσδεξομένους· λείπει τὴν εἰρήνην Msc2 | |
5.16.1 | ὁ μέν: ὁ Βρασίδας ABCF ὁ δέ: ὁ Κλέων ABCF πλεῖστα: ἐν πλείστοις πράγμασι Mc2 ἀπαθής: εὐτυχής. τοῦ ἀκινδύνου: τῆς ἀσφαλείας. καὶ ὅστις ἐλάχιστα τύχῃ αὑτὸν παραδίδωσι: τῇ ἀλόγῳ φορᾷ τῆς τύχης. τὴν | |
5 | εἰρήνην παρέχειν: ᾤετο δηλονότι. Πλειστοάναξ δέ: Πλειστοάναξ ὁ Παυσανίου βασιλεὺς Λακεδαιμονίων, ὃς φεύ‐ | |
γων κάθοδον εὕρετο· ἔφευγε δὲ διὰ τὸ ποτὲ πρότερον δόξαι δῶρα παρ’ Ἀθηναίων λαβὼν ἀναχωρῆσαι ἐκ τῆς Ἀττικῆς. διαβαλλόμενος: ἤγουν ὑβριζόμενος. καθόδου: ἀντὶ τοῦ | 295 | |
10 | ἀναχωρήσεως ἀπὸ τῆς Ἀττικῆς δή. σημείωσαι εὐθυμία B προβαλλόμενος: ἤγουν κατηγορούμενος. παρανομηθεῖ‐ σαν: ἤγουν παρανόμως δοθεῖσαν αὐτῷ. | |
5.16.2 | τὴν γὰρ πρό‐ μαντιν: ἤγουν τὴν προαγορεύουσαν ἐκ μαντείας. ἐπὶ πολύ: πολλάκις. Διὸς υἱοῦ ἡμιθέου τὸ σπέρμα ...: ἡμιθέου μὲν τοῦ Ἡρακλέους λέγει, σπέρμα δὲ τὸν ἀπόγονον· οὗτος δ’ | |
5 | ἦν ὁ Πλειστοάναξ. ἀναφέρειν δὲ ἀντὶ τοῦ κατάγειν. εὐλάχαν δὲ τὴν ὕνιν Λακεδαιμόνιοι λέγουσιν· ἔνιοι δὲ τὴν δίκελλαν, ἀπὸ τοῦ λαχαίνειν, ὅ ἐστι σκάπτειν. εὐλάξειν δὲ ἀντὶ τοῦ ἀρόσειν· τοιοῦτον δέ τι λέγει, ἀργυραίᾳ εὐλάχᾳ εὐλάξειν, τουτέστι λιμὸν ἔσεσθαι καὶ πολλοῦ σφόδρα τὸν σῖτον ὠνήσε‐ | |
10 | σθαι ὥσπερ ἀργυροῖς ἐργαλείοις χρωμένους. ἔνιοι δὲ οὐ λυσιτελήσειν φασὶν αὐτοῖς γεωργεῖν τὴν γῆν, ὥσπερ εἰ ἀργυ‐ ροῖς ἐργαλείοις ἐχρῶντο GMsc2 ἐκ τῆς ἀλλοτρίας: ἤγουν ὑπερορίας. ἀναφέρειν: ἀνακαλεῖσθαι. ἀργυραιε: ὄζει κόπρος κάκιστον ἡ βιβλογράφου e8 | |
5.16.3 | χρόνῳ δὲ ...: ἡ σύνταξις οὕτως· χρόνῳ δὲ προτρέψαι τοὺς Λακεδαιμονίους αὐτὸν καταγαγεῖν τοῖς ὁμοίοις χοροῖς καὶ θυσίαις· τὰ δὲ λοιπὰ μεταξὺ λεκτέον· ἔστι γὰρ πριβολὴ διττή. μετὰ δώρων ...: οἱ μὲν τὴν δόκησιν ἀντὶ τοῦ δοκήσεώς | |
5 | φασι κεῖσθαι, διὰ τὴν ἐκ τῆς Ἀττικῆς ποτε μετὰ δώρων δο‐ κήσεως ἀναχώρησιν· οἱ δέ, τηρήσαντες τὴν δόκησιν, τὴν ἀνα‐ χώρησιν μᾶλλον ἀντ’ ἀναχωρήσεως ἐδέξαντο· ἄλλοι δὲ τὴν δόκησιν ἐπὶ τῆς λήψεως τῶν δώρων ἔλαβον, ἵν’ ᾖ, διὰ τὴν ἐκ τῆς Ἀττικῆς ποτε μετὰ δώρων λῆψιν ἀναχώρησιν· καὶ δε‐ | |
10 | κτέον τοῦτο Msc2 ʃ διὰ τὴν ἀναχώρησιν ἐκ τῆς Ἀττικῆς μετὰ δόκησιν δώρων, ἀντὶ τοῦ μετὰ δωροδόκησιν, τουτέστι μετὰ τὸ λαβεῖν δῶρα ὑπ’ Ἀθηναίων. ἥμισυ τῆς οἰκίας ...: ὁ Πλειστοάναξ φυγὼν ᾤκησεν ἐν Λυκαίῳ. τοῦ δὲ τόπου, καθ’ ὃν ᾠκοδόμησε τὴν οἰκίαν, τὸ μὲν ἥμισυ ἦν ἱερόν, τὸ δὲ ἥμισυ | 296 |
15 | βέβηλον Msc2 ἑνὸς δέοντι: τοῦτο συντακτέον τῷ χρόνῳ δὲ προτρέψαι τοὺς Λακεδαιμονίους, ἵν’ ᾖ χρόνῳ δὲ προτρέψαι τοὺς Λακεδαιμονίους ἑνὸς δέοντι εἰκοστῷ Msc2 ʃ ἤγουν μετὰ τὸν χρόνον τῆς προρρήσεως τῆς μαντείας. | |
5.17.1 | τῇ διαβολῇ: τῇ ὕβρει τῇ τῶν ἐχθρῶν. ἀνεπί‐ ληπτος εἶναι: μὴ ἂν αὐτὸς παρέξειν κατηγορίας ἀφορμήν, προυθυμήθη τὴν ξύμβασιν sc2 | |
5.17.2 | ᾖσαν ἐς λόγους: ἀλλή‐ λοις δηλονότι. προεπανεσείσθη: προηπειλήθη sc2 ὡς ἐπιτειχισμόν: ὡς μελλόντων φρούρια ἐπιτειχίσειν ἐν τῇ Ἀτ‐ τικῇ τῶν Λακεδαιμονίων sc2 ʃ ἵνα τειχίζωσι τὰ ἑαυτῶν χωρία. | |
5 | ἐκ τῶν συνόδων: ἐπειδὴ συνερχόμενοι οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι, καὶ ἐπιζητοῦντες κατὰ τὸ δίκαιον παρ’ ἀλλή‐ λων τινά, συνέβησαν sc2 δικαιώσεις: αἰτήματα δίκαια. προενεγκόντων: προβαλόντων. ἀνταπαιτούντων γάρ: τῶν Ἀθηναίων. ἀλλ’ ὁμολογίᾳ: ἑκουσίῳ θελήματι. ἔχειν | |
10 | τὸ χωρίον: τὴν Πλάταιαν. τὴν Νίσαιαν: ἀπὸ κοινοῦ τὸ ἔχειν Msc2 τούτοις δὲ οὐκ ...: ὑποστροφὴν γίνωσκε τὸ σχῆμα τόδε· τὸ δ’ αὖ σκοτεινὸν καὶ περίξυλον λόγου ἄλλοις παρεὶς ῥήτορσιν αἰνεῖν ἀσκόπως, | |
15 | τίς ἱστορούντων ἀκριβὴς κανών, μάθε· σαφὴς μετ’ ὄγκου καὶ ταχύς, πειθοῦς γέμων. τοῦτον χρεὼν δ’ ἦν τῆς δρυὸς καὶ τοῦ ξύλου υἱὸν καλεῖσθαι, τὸν ξυλουργοῦντα λόγοις, οὐ τὸν μελιχρὸν Ἡρόδοτον ἐν τοῖς λόγοις e8 | |
5.18.2 | θεωρεῖν: θεωροὺς πέμπειν. αὐτονόμους | |
εἶναι: ἤτοι τοῖς καθ’ αὑτοὺς νόμοις χρωμένους. αὐτοτε‐ λεῖς: αὐτοτελεῖς αὐτοὺς καὶ μὴ ἄλλοις συντελοῦντας Msc2 αὐτοδίκους: παρ’ αὑτοῖς δίκας διδόντες καὶ λαμβάνοντες καὶ | 297 | |
5 | μὴ ὑπ’ ἄλλων κρινόμενοι Msc2ʃ ἐν αὑτοῖς τὴν διαφορὰν δίκῃ λύοντες καὶ μὴ μετάγοντες αὐτὴν εἰς ὑπερορίους ἀνθρώπους. | |
5.18.3 | ἀβλαβεῖς ... ὅπλα δὲ ...: σπονδὰς μὲν ἐξώρκωσαν ἀβλαβεῖς μένειν, ὅπλα φέρειν δὲ μηδαμῶς ἔστω, λέγειν Τζέτζης σολοικίζουσιν ἐντάττει λόγοις. | |
5 | οὐκ οἶδα ἀττίκισμα τουτοῒ λέγειν. οὕτω γράφων δὲ σοῖς περιστρόφοις λόγοις πέφευγας ὅσον κρίνειν σε τεχνικῶς θέλει. πηλὸς λιθουργῶν συγκαλύπτει φαυλίαν, γραφῆς σκότος δὲ τοὺς σολοίκους τῶν λόγων e8 | |
5.18.4 | πρὸς ἀλλήλους: ἤγουν Λακεδαιμονίους καὶ Ἀθηναίους. δίκαις: ἤγουν κρίσει δικαίᾳ. | |
5.18.5 | ὅσας δὲ πόλεις: τὸ σὸν σκοτεινὸν καὶ τὸ τοῦ βιβλογράφου Χάρυβδιν οἵαν ἐξεγείρουσι λόγοις. λοιπὸν τὰ πολλὰ σῶν παρατρέχων λόγων | |
5 | τὰ συμφανῆ σύμπασιν ἐγγράψω μόνα· σὲ γὰρ σολοικίζοντα πικρὸν δεικνύειν e8 φερούσας τὸν φόρον: διδούσας τὸ ἐτήσιον τέλος. τὸν ἐπ’ Ἀριστείδου: ταχθέντα δηλονότι. Ἀριστείδου: τοῦ στρα‐ τηγήσαντος ἐν Πλαταιαῖς ἐπὶ τῶν Μηδικῶν, τοῦ κληθέντος | |
10 | δικαίου, τοῦ υἱοῦ Λυσιμάχου ABFG ὅπλα δὲ μὴ ἐξέστω ...: ἐὰν ἀποδιδῶσι τὸν φόρον οἱ σύμμαχοι τοῖς Ἀθηναίοις, ὅπλα 〈μὴ〉 ἐπιφερέτωσαν αὐτοῖς οἱ Ἀθηναῖοι μετὰ τὰς σπονδάς Msc2 ἐπὶ κακῷ: τῶν πόλεων. ἀποδιδόντων τὸν φόρον: τῶν ἀνθρώπων τῶν ἐν ταῖς πόλεσι. | |
5.18.7 | ἀποδόντων: ἀποδότωσαν. Κορυφάσιον: τὴν Πύλον λέγει Msc2 ἐν τῷ δημοσίῳ: ἐν τῷ δεσμωτηρίῳ. κατὰ ταὐτά: ἤγουν κατὰ τὴν ὁμοίαν συμ‐ φωνίαν. | |
5.18.9 | τὸν μέγιστον: ἤγουν τὸν ἰσχυρότατον. σημεί‐ ωσαι ὅρκος Λακεδαιμονίων καὶ Ἀθηναίων ABF | 298 |
5.18.11 | ὅπῃ ἂν δοκῇ: ἤγουν ὡς ἂν δοκῇ. | |
5.20.1 | ἐκ Διονυσίων: ἤγουν μετὰ τὴν ἑορτὴν τοῦ Διο‐ νύσου. αὐτοδεκαετῶν: πρὸς ἀκρίβειαν Msc2ʃ τουτέστιν ἐν ἀκμῇ τῶν δέκα ἐτῶν. ʃ ὁλοκλήρων. παρενεγκουσῶν: παρ‐ ελθουσῶν Msc2 | |
5.20.2 | καὶ μή: πιστεύσας τὴν ἀπαρίθμησιν. σημαι‐ νόντων: σημασίαν καὶ δήλωσιν διδόντων. οὐ γὰρ ἀκριβές ἐστιν ...: ἤγουν ἀκριβὴς ἡ ἀλήθειά ἐστιν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων, οἷς καὶ ἀρχομένοις (ἤγουν ἐν τῇ ἀρχῇ οὖσι τοῦ πολέ‐ | |
5 | μου) καὶ μεσοῦσιν (ἤγουν ἐν τῷ μέσῳ τοῦ πολέμου οὖσιν) ἐπ‐ εγένετο τι. | |
5.20.3 | κατὰ θέρη δὲ καὶ χειμῶνας ...: κατὰ θέρη, φησί, καὶ χειμῶνας τὰ δέκα ἔτη σκοπείσθω τις καὶ μὴ ἐξαρι‐ θμείσθω μήτε τοὺς ἄρχοντας μήτε τοὺς ἀπὸ ἄλλης τινὸς τιμῆς ἐπωνύμους τοῖς ἔτεσι γεγενημένους. οὐ γὰρ ἀκριβῶς ἐντεῦθεν | |
5 | οἱ χρόνοι τῶν πράξεων λαμβάνονται, ἐπειδὴ καὶ κατὰ τοὺς πρώτους χρόνους τῶν ἀρχόντων καὶ κατὰ τοὺς μέσους καὶ κατὰ τοὺς τελευταίους πολλὰ ἐπράχθη. αἴτιον δὲ τοῦτό ἐστι τοῦ τὸν Θουκυδίδην κατὰ θέρη καὶ χειμῶνας τὸν χρόνον διῃρηκέναι καὶ μὴ κατ’ ἐνιαυτόν Msc2 ἐξ ἡμισείας: τοῦ μέρους. δέκα ... | |
10 | γεγενημένους: 〈σημείωσαι〉 ὅτι δέκα ἔτη ἐπολέμησαν Λακε‐ δαιμόνιοι καὶ Ἀθηναῖοι BFMc2 | |
5.21.1 | καὶ τοὺς ἄλλους: συμμάχους. ὡς εἴρητο: συν‐ εφωνήθη. | |
5.21.2 | οὐκ ἤθελον: δέξασθαι τοὺς Ἀθηναίους. τὴν πόλιν: τὴν Ἀμφίπολιν. ἐκείνων: τῶν Χαλκιδέων. | |
5.21.3 | αὐτό‐ θεν: ἤγουν ἀπὸ τῆς Ἀμφιπόλεως. μετακινητή: ἤγουν δυ‐ νατὴ κινηθῆναι. κατειλημμένας: ἰσχυράς. ʃ τὰς σπονδάς. | |
5.22.1 | οἱ δὲ ξύμμαχοι: τῶν Λακεδαιμονίων. αὐτῶν: ἐξ αὐτῶν τῶν συμμάχων. ἀπεώσαντο: τὰς σπονδάς. δι‐ καιοτέρας: ἰσχυροτέρας τῷ δικαίῳ. τούτων: τῶν γενομέ‐ νων. | |
5.22.2 | αὐτῶν: τῶν συμμάχων. οὐκ ἐσήκουον: οἱ Λακε‐ δαιμόνιοι. ἐπειδὴ οὐκ ἤθελον ...: οὐ βουλομένων, φησίν, | |
τῶν ἄλλων συμμάχων σπένδεσθαι πρὸς τοὺς Ἀθηναίους οἱ Λακεδαιμόνιοι καθ’ ἑαυτοὺς ἐσπείσαντο, νομίζοντες ἥκιστα | 299 | |
5 | ἂν οὕτω πρὸς Ἀθηναίους χωρήσειν τοὺς Ἀργείους προσθησο‐ μένους αὐτοῖς. πεποιημένοι γὰρ ἔμπροσθεν πρὸς Λακεδαι‐ μονίους σπονδάς, τότε τῶν Ἀθηναίων εὖ φερομένων, οὐκ ἐβούλοντο πρὸς Λακεδαιμονίους ἐπισπένδεσθαι, ἐλθόντων Ἀμ‐ πελίδου καὶ Λίχου. οὐκ ἐβούλοντο δὲ ἐπισπένδεσθαι οἱ Ἀργεῖοι | |
10 | νομίζοντες χωρὶς Ἀθηναίων οὐ δεινοὺς εἶναι Λακεδαιμονίους. πρὸς τούτῳ δὲ καὶ τὴν ἄλλην Πελοπόννησον οἱ Λακεδαιμόνιοι ᾤοντο ἡσυχάζειν γενομένων τῶν σπονδῶν. εἰ γὰρ μὴ ἐγε‐ γόνεσαν, ἀλλὰ ἐξῆν προσχωρεῖν τοῖς Ἀθηναίοις, τούς τε Ἀργεί‐ ους καὶ Ἀχαιοὺς πρὸς Ἀθηναίους ἂν ἀποστῆναι Msc2 νομί‐ | |
15 | σαντες: ἐκ παραλλήλου. χωρεῖν: τοὺς Πελοποννησίους. | |
5.22.3 | λόγων: συμβατικῶν. | |
5.23.1 | κατὰ τάδε ...: ξυμμαχία Ἀθηναίων καὶ Λακε‐ δαιμονίων ACF ταύτην τὴν πόλιν: τῶν κακῶς ποιησάντων τοὺς Λακεδαιμονίους. καταλύειν ... τὼ πόλεε: λείπει, τὴν ἐπελθοῦσαν πόλιν BMsc2ʃ 〈σημείωσαι〉 τὼ πόλεε A ἢν | |
5 | δὲ ἡ δουλεία ἐπανίστηται: ἀντὶ τοῦ, ἢν δὲ οἱ εἵλωτες ἐπ‐ ανίστανται Msc2ʃ ἤγουν τὸ πλῆθος τῶν δούλων. παντὶ σθένει κατὰ τὸ δυνατόν: ἤγουν κατὰ γῆν καὶ κατὰ θά‐ λασσαν. | |
5.24.2 | μετὰ τὰς σπονδάς: τὰς κοινὰς δηλονότι, ὧν μετεῖχον καὶ οἱ σύμμαχοι. τοὺς ἐκ τῆς νήσου: ληφθέντας δηλονότι. τὰ δέκα ἔτη: σημείωσαι ἕως ὧδε τὸ τέλος τοῦ πο‐ λέμου ABCFM ξυνεχῶς: ἀδιαστάτως, συνημμένως. | |
5.25.1 | σημείωσαι Πλειστόλας ABF σημείωσαι Ἀλκαῖος ABF διεκίνουν τὰ πεπραγμένα: κατέλυον τὰ κατὰ τὰς σπονδάς. | |
5.25.2 | καὶ ἅμα: σὺν τούτῳ. ὕποπτοι: ἤγουν διάφοροι. ἃ εἴ‐ ρητο: ἐν ταῖς σπονδαῖς. | |
5.25.3 | καὶ ἐπὶ ἓξ ἔτη ...: ὅτι ἓξ ἔτη | |
καὶ δέκα μῆνας ἡ ἀβέβαιος εἰρήνη Λακεδαιμονίων καὶ Ἀθη‐ ναίων, μετὰ τὴν συμπλήρωσιν τοῦ δεκάτου ἔτους, παρέμεινεν ABFMc2 μὴ ἐπὶ τὴν ἑκατέρων: μὴ ἐπὶ τὴν ἀλλήλων Msc2 | 300 | |
5 | ἔξωθεν: τῆς ἑκατέρων γῆς. | |
5.26.1 | ἑπτὰ καὶ εἴκοσι: ὅτι εἴκοσι ἑπτὰ ἔτη ὁ πόλεμος τῶν Πελοποννησίων καὶ Ἀθηναίων παρέτεινεν ABFMc2 | |
5.26.2 | οὐκ ὀρθῶς δικαιώσει: ἀντὶ τοῦ οὐκ ἀληθῶς καὶ δικαίως κρινεῖ. ἔξω τε τούτων: ἄνευ τούτων. οὐδὲν ἧσσον πολέμιοι ἦσαν: καὶ μετὰ τὴν εἰρήνην δηλονότι. Βοιωτοί τε ἐκεχει‐ | |
5 | ρίαν δεχήμερον ἦγον: Βοιωτοί τε πρὸς δέκα ἡμέρας ἐκε‐ χειρίαν ἐπεσπένδοντο πρὸς Ἀθηναίους Msc2 | |
5.26.3 | τῷ δεκέτει: τῷ προειρημένῳ. παρενεγκούσας: προσθεμένας. ἰσχυρι‐ σαμένοις: προτείνουσί τι ἰσχυρόν. μόνον δὴ τοῦτο ἐχυ‐ ρῶς ξυμβάν: μόνον τοῦτο ἰσχυρῶς μαρτυρῆσαν Msc2 | |
5.26.4 | προ‐ φερόμενον: προλεγόμενον. ὅτι τρὶς ἐννέα: περὶ τοῦ χρη‐ σμοῦ, ὅτι τρὶς ἐννέα ἔτη ὁ πόλεμος παρέτεινεν οὗτος ABFMc2 | |
5.26.5 | ἐπεβίων δέ: ἤγουν μετὰ τὴν κίνησιν τοῦ πολέμου. αἰσθα‐ νόμενός τε ...: σημείωσαι ἀντὶ τοῦ ἀκμάζων ABCFMʃ διὰ τὸ μὴ παρηβηκέναι τὴν ἡλικίαν, παρακολουθῶν πᾶσι Msc2 ἔτη εἴκοσι: 〈σημείωσαι〉 ὅτι ὁ συγγραφεὺς εἴκοσιν ἔτη ἔφυγε τὴν | |
5 | πατρίδα καὶ περὶ Πελοπόννησον διέτριβε ABFGMc2 παρ’ ἀμ‐ φοτέροις: τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων. καθ’ ἡσυ‐ χίαν .. αἰσθέσθαι: διὰ τὸ ἡσυχάζειν, καὶ μὴ πολεμεῖν αὐτός, μᾶλλον παρηκολούθησα τοῖς γινομένοις Msc2 αὐτῶν: τῶν πραγμάτων. ὡς ἐπολεμήθη: μετὰ τοῦ πολέμου κατέστη. | |
5.27.1 | αἱ πεντηκοντούτεις: αἱ κοιναί. αἱ ξυμ‐ μαχίαι: ἤγουν αἱ ἰδικαί, αἱ πρὸς Ἀθηναίους ἐκ Λακεδαίμο‐ νος, καὶ ἀνάπαλιν. ἐς αὐτά: τὰ αὐτὰ τοῖς Λακεδαιμονίοις. | |
5.27.2 | τραπόμενοι: ἀπελθόντες. πρός τινας τῶν ἐν τέλει ὄντων Ἀργείων: ἤγουν πρός τινας ἄρχοντας τῶν Ἀργείων. οὐκ ἐπ’ ἀγαθῷ: οὐκ ἐπὶ συμφέροντι. ὁρᾶν: τὸ ἑξῆς, χρὴ | |
ὁρᾶν ABCFM καὶ ψηφίσασθαι: τοὺς Ἀργείους. τῇ ἀλλή‐ | 301 | |
5 | λων: ἀσθενεῖ δηλονότι οὔσῃ καὶ κατατριβομένῃ ὑπὸ τῶν ἐν‐ αντίων. ἐπιμαχεῖν: ἐπιμαχεῖν καὶ ἐν τῇ πρώτῃ [44, 1] ABFMc2 ἀποδεῖξαι: ἤγουν γνωρίμους καταστῆσαι ἡμῖν. αὐτοκρά‐ τορας: ἀνάθεσιν τῶν ὅλων πραγμάτων ἔχοντας. καὶ μὴ πρὸς τὸν δῆμον τοὺς λόγους εἶναι: καὶ τοὺς σπενδο‐ | |
10 | μένους τοῖς Ἀργείοις μὴ τῷ δήμῳ διαλέγεσθαι ἀλλὰ τοῖς τὴν αὐτοκράτορα ἔχουσιν ἀρχήν Msc2 τοῦ μὴ καταφανεῖς ...: ἵνα μὴ φωραθῶσιν ὑπὸ τῶν Λακεδαιμονίων οἱ συνθέμενοι τοῖς Ἀργείοις Msc2 τοὺς μὴ πείσαντας: ἐὰν μὴ πείσωσι. ʃ τοὺς Κορινθίους ἢ ἄλλους. τὸ πλῆθος: τῶν Ἀργείων. προσ‐ | |
15 | χωρήσεσθαι: τοῖς Ἀργείοις. | |
5.28.1 | ἀκούσαντες: τῶν Κορινθίων. ἀνήνεγκαν τοὺς λόγους: τῶν Κορινθίων. ἔς τε τὰς ἀρχάς: εἰς τοὺς ἐν τέλει. τούτων: τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων. | |
5.28.2 | ἐπ’ ἐξόδῳ: ἐπὶ τέλους. αἱ σπονδαί: τῶν Λακεδαιμονίων. ἡγή‐ σεσθαι: ἡγεμόνες ἔσεσθαι. τὸν χρόνον τοῦτον: τὸν τοῦ πολέμου δηλονότι. μάλιστα δή: ὑπερβαλλόντως. κακῶς | |
5 | ἤκουσε: ὑβρίσθη. ὑπερώφθη: ἐξουδενώθη. διὰ τὰς ξυμφοράς: διὰ τὰς ταλαιπωρίας ἃς ἔπαθον οἱ Ἕλληνες. ἄριστα ἔχον: διετέθησαν. οὐ ξυναράμενοι τοῦ Ἀττι‐ κοῦ πολέμου: ὅτι οὐ ξυνεπολέμησαν τοῖς Λακεδαιμονίοις κατὰ τῶν Ἀθηναίων. ἀμφοτέροις: τοῖς Ἀθηναίοις καὶ Λακε‐ | |
10 | δαιμονίοις. ἐκκαρπωσάμενοι: τοὺς καρποὺς καὶ τὰς προσ‐ όδους λαβόντες ἀπὸ τῆς γῆς ἀκεραίους διὰ τὸ μὴ πολεμεῖν Msc2 | |
5.29.1 | Μαντινῆς ...: Μαντινέων καὶ Ἀργείων συμ‐ μαχία ABFMc2 αὐτοῖς: τοῖς Ἀργείοις. αὐτῶν: τῶν Μαν‐ τινέων. κατέστραπτο: ἐδεδούλωτο FMc2 ὑπήκοον: τῶν Λακεδαιμονίων. οὐ περιόψεσθαι σφᾶς: οὐκ ἐπιτρέψειν | |
5 | τοῖς Μαντινεῦσι τοὺς Λακεδαιμονίους ἄρχειν τῶν κατεστραμ‐ μένων, καὶ ταῦτα σχολὴν ἄγοντας τοὺς Λακεδαιμονίους Msc2 σχολὴν ἦγον: οἱ Λακεδαιμόνιοι ABFMc2 ὥστε ἄσμενοι: | |
οἱ Μαντινεῖς. πόλιν: τὸ Ἄργος AF μεγάλην: ἰσχυράν. διάφορον: μαχομένην. δημοκρατουμένην: εὐνομουμένην. | 302 | |
5.29.2 | τοῦτο: ἤγουν τὸ προσελθεῖν τοῖς Ἀργείοις. νομίσαντες: οἱ Πελοποννήσιοι. εἰδότας: τοὺς Μαντινέας ABFMc2 ἐν ταῖς σπονδαῖς ταῖς Ἀττικαῖς: ἀντὶ τοῦ ἐπὶ τοὺς Ἀττικούς. σημείωσαι τοῖν πολέοιν ABF | |
5.29.3 | τὴν Πελοπόννησον διε‐ θορύβει: διὰ πάσης τῆς Πελοποννήσου θόρυβον καθίστη. πᾶσι τοῖς ξυμμάχοις: ἤγουν σὺν πᾶσιν. | |
5.29.4 | οἱ πολλοί: τῶν Πελοποννησίων. | |
5.30.1 | προκαταλαβεῖν τὸ μέλλον: φθάσαι πρὶν μέλ‐ λειν τοὺς Κορινθίους προσχωρεῖν τοῖς Ἀργείοις Msc2 ᾐτι‐ ῶντο ...: ἐνεκάλουν ὅτι ἡγεμόνες ἦσαν τοῦ παντὸς κακοῦ, δὴ τῆς ἀποστάσεως. τήν τε ἐσήγησιν: τὸ εἰσηγήσασθαι | |
5 | δηλονότι προσχωρῆσαι τοῖς Ἀργείοις τοὺς Ἕλληνας Msc2 τοῦ παντός: δεινοῦ. καὶ εἰ: ἤγουν ᾐτιῶντο. σφῶν: τῶν Λακε‐ δαιμονίων. εἰρημένον: ἀντὶ τοῦ ὁρισθέντος. κύριον: κε‐ κυρωμένον, βέβαιον ABFMc2 | |
5.30.2 | Κορίνθιοι: τὸ ἑξῆς, Κορίν‐ θιοι δὲ ἀντέλεγον M ξυμμάχων: αὐτῶν δηλονότι. σπον‐ δάς: τὰς τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων ABCFMʃ τὰς πρὸς Ἀθηναίους. παρεκάλεσαν: λείπει τὸ παρεῖναι Msc2 αὐτοὺς | |
5 | αὐτοί: αὐτούς, τοὺς ξυμμάχους, αὐτοί, οἱ Κορίνθιοι CFMc2 πρότερον: ἤγουν πρὸ τοῦ ἐλθεῖν τοὺς πρέσβεις τῶν Λακε‐ δαιμονίων. ἀντέλεγον: τὸ ἑξῆς, Κορίνθιοι δὲ ἀντέλεγον ABCF οὔτε Σόλλιον σφίσιν: ἀντὶ τοῦ αὐτῶν. ἀπέλαβον: οἱ Κορίνθιοι. αὐτοῖς: τοῖς ἐπὶ Θρᾴκης. μετὰ Ποτειδεατῶν: | |
10 | ἀφισταμένων. ἀφίσταντο: οἱ ἐπὶ τῆς Θρᾴκης. ἄλλους: ἄλλους ὅρκους CMs | |
5.30.3 | θεῶν γὰρ πίστεις: ἤγουν θεῶν ὅρ‐ κους ἐπὶ πίστει. αὐτούς: τοὺς ἐπὶ Θρᾴκης. εἰρῆσθαι: ἔφασαν δὲ εἰρῆσθαι ἐν ταῖς σπονδαῖς δηλονότι. | |
5.30.4 | τῶν πα‐ λαιῶν ὅρκων: τῶν πρὸς τοὺς ἐπὶ Θρᾴκης. | |
5.30.5 | οἱ δέ: οἱ Κορίνθιοι. παρὰ σφίσι: τοῖς Κορινθίοις. προεῖπον ἥκειν: τοὺς Ἀργείους. | |
5.31.1 | ἐκεῖθεν: ἀπὸ τῆς Κορίνθου. ξύμμαχοι ἐγέ‐ νοντο: οἱ Ἠλεῖοι ABFM2 διαφερόμενοι: ἐχθροί. | |
5.31.2 | ἐπὶ τῇ ἡμισείᾳ τῆς γῆς: ἤγουν ἐπὶ τῷ καρποῦσθαι τὸ ἥμισυ τῆς γῆς. | 303 |
5.31.3 | παυσαμένων: τοῦ ἀποφέρειν δηλονότι. ἐπ‐ ηνάγκαζον: ἀποφέρειν δηλονότι. οἱ δ’: Ἠλεῖοι. ἐπιτρα‐ πείσης: δοθείσης. μὴ ἴσον ἕξειν: μὴ ἕξειν τὸ δίκαιον Msc2 ἀνέντες τὴν ἐπιτροπήν: παυσάμενοι τοῦ ἐπιτρέψαι τὴν | |
5 | δίκην Λακεδαιμονίοις Msc2 ἔτεμον: ἐδῄουν. | |
5.31.4 | οὐδὲν ἧσσον: ἀντὶ τοῦ ἐπίσης. ἐμμεινάντων: τῶν Ἠλείων δηλον‐ ότι. τῇ ἐπιτροπῇ: τῆς δίκης δηλονότι. | |
5.31.5 | πόλιν: τὸ Λέ‐ πρεον. σφῶν: τῶν Ἠλείων. ξυνθήκην: ξύμβασιν. καὶ ἐξελθεῖν: τοῦ πολέμου. ἴσον: τὸ δίκαιον. ʃ διότι τὴν αὐτῶν πόλιν εἶχον Λακεδαιμόνιοι λήγοντος πολέμου. | |
5.31.6 | ἐγένοντο δὲ καὶ οἱ Κορίνθιοι: σύμμαχοι δηλονότι. μετ’ ἐκείνους: τοὺς Ἠλείους δηλονότι Msc2 τὸ αὐτὸ λέγοντες: τὴν αὐτὴν γνώμην ἔχοντες Msc2 | |
5.32.1 | ἐκπολιορκήσαντες: ἤγουν ἑλόντες καὶ δου‐ λώσαντες ἐκ πολιορκίας. χρήσαντος: κατάγειν Δηλίους Msc2 | |
5.32.2 | ἤρξαντο πολεμεῖν: πρὸς ἀλλήλους δηλονότι. | |
5.32.3 | μέγα μέρος ὄν: τῆς Πελοποννήσου. προσγένοιτο: προσκτηθείη. | |
5.32.4 | οὐδὲν ἄν: ἤγουν οὐκ ἄν. ἐναντιωθῆναι: ἐναντίοι γενέ‐ σθαι. ἀνεῖσαν τῆς φιλονεικίας: ἀπέστησαν τῆς μάχης. | |
5.32.5 | ἐλθόντες: οἱ Κορίνθιοι. ποιῆσαι: λείπει τὸ ἠξίουν Msc2 | |
5.32.7 | ἀξιούντων καὶ αἰτιωμένων Κορινθίων: ᾐτιῶντο οἱ Κορίνθιοι τοὺς Βοιωτούς, ὅτι συνέθεντο αὐτοῖς ἀπειπεῖν τὰς πρὸς Ἀθηναίους σπονδάς Msc2 | |
5.33.1 | ἐπικαλεσαμένων: τῶν Παρρασίων. σφᾶς: τοὺς Λακεδαιμονίους. αὐτοί: οἱ Μαντινεῖς BFʃ οἱ Παρ‐ ράσιοι· ἤτοι τοὺς Παρρασίους οἳ ἦσαν ἐν Κυψέλῳ. κείμενον ἐπὶ τῇ Σκιρίτιδι: ἐπιτετειχισμένον ὥστε βλάπτειν τὴν Σκι‐ | |
5 | ρῖτιν Msc2 | |
5.33.2 | τὴν ξυμμαχίαν: τὰς ξυμμαχικὰς πόλεις. | |
5.34.1 | καὶ ὕστερον μετὰ τῶν νεοδαμωδῶν ἐς Λέ‐ πρεον κατέστησαν: νεοδαμώδεις, οἱ τῶν εἱλώτων ἐλευθερω‐ | |
θέντες οὕτως ἐκαλοῦντο Patm.ʃ σημείωσαι τῶν νεοδαμωδῶν ABFʃ μετὰ τῶν ἐκ τῶν εἱλώτων ἐλευθέρων GMsc2 νέων πολι‐ | 304 | |
5 | τῶν. | |
5.34.2 | ἐκ τῆς νήσου: τῆς Πύλου. τὰ ὅπλα παραδόντας: τότε ἐν τῇ μάχῃ πρὸς Ἀθηναίους. ἀτίμους: σημείωσαι περὶ ἀτιμίας ABCFM μήτε πριαμένους ...: ἤγουν μὴ εἶναι κυ‐ ρίους ἢ πρίασθαι ἢ πωλεῖν. ἐπίτιμοι: ἤγουν ἔντιμοι. ʃ | |
5 | 〈σημείωσαι〉 ἐπίτιμοι A | |
5.35.1 | τοῦ δ’ αὐτοῦ θέρους: μετάβασις c ἐν τῇ Ἄθῳ: 〈σημείωσαι〉 ἐν τῇ Ἄθῳ AFM | |
5.35.2 | ἐπιμειξίαι: ὁμι‐ λίαι, συνήθειαι. κατὰ τὴν ... οὐκ ἀπόδοσιν: διὰ τὸ ἀλλή‐ λοις μὴ ἀνταποδιδόναι τὰ χωρία Msc2 | |
5.35.3 | προύθεντο: ἔταξαν. ξυγγραφῆς: συμφωνίας γεγραμμένης. ἐσιόντας: εἰς τὰς σπονδάς. | |
5.35.4 | γιγνόμενον: ἀντὶ τοῦ πραττόμενον. ἄλλα χωρία εἶχον: τῶν Λακεδαιμονίων οἱ Ἀθηναῖοι. εἰρημένα: τεταγμένα. | |
5.35.8 | ἡσυχία ἦν: ἀπραξία πολέμου. ἔφοδοι παρ’ ἀλλήλους: ἐπιμιξίαι. | |
5.36.1 | τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος: μετά‐ βασις c2 ἐλθουσῶν πρεσβειῶν: εἰς τὴν Λακεδαίμονα. οὐδὲ ξυμβάντων: ἤγουν κατ’ οὐδέν. ὡς ἀπῇσαν: οἱ Βοιωτοὶ καὶ οἱ Κορίνθιοι. λόγους ποιοῦνται ἰδίους: ἰδίᾳ | |
5 | διελέχθησαν αὐτοῖς. τοῦ λῦσαι τὰς σπονδάς Msc2 γιγνώ‐ σκειν: εἰς νοῦν ἔχειν. ʃ τὴν αὐτὴν τῇ προτέρᾳ γνώμην ἔχειν. ἑλέσθαι: προελέσθαι. ἠπίσταντο: ἔγνωσαν. καλῶς σφίσι φίλιον γενέσθαι: βεβαίως φίλιον τοῖς Λακεδαιμονίοις γε‐ νέσθαι· ἢ αὐτοὶ βεβαίως ἠπίσταντο· ὃ καὶ μᾶλλον Msc2 ἡγού‐ | |
10 | μενοι: τὸ ἡγούμενοι οὐκ ἔστι κατάλληλον πρὸς τὸ ἐπιθυμοῦν‐ τας τοὺς Λακεδαιμονίους, ἀλλ’ ἐσχημάτισται ἀντὶ τοῦ ἡγου‐ μένων Msc2 ῥᾴω: εὐκολώτερον. | |
5.36.2 | ὅπως παραδώσουσι: οἱ Βοιωτοὶ δηλονότι. ἐδέοντο ... Λακεδαιμονίοις: τὸ μέν‐ τοι Πάνακτον ἐδέοντο Βοιωτοὺς οὕτω ποιῆσαι ὅπως παρα‐ δώσουσι Λακεδαιμονίοις ταῦτα Msc2 | |
5.37.1 | ταῦτα ἐπεσταλμένοι: ἀντὶ τοῦ τούτων ἐν‐ | |
τεταλμένων αὐτοῖς ὑπὸ τῶν ἐφόρων sc2ʃ δεδιδαγμένοι. ἐπὶ τὰ κοινά: βουλευτήρια δηλονότι. | 305 | |
5.37.2 | ξυγγενόμενοι: ἤγουν συναφθέντες. ἐς λόγους: ἐς κοινολογίαν. σφίσι: τοῖς Ἀργείοις. κοινῷ λόγῳ χρωμένους: ὁμοφρονοῦντας Ἀργεί‐ ους τε καὶ Κορινθίους καὶ Βοιωτούς Msc2 | |
5.37.3 | οἱ ἐκ τῆς Λακεδαίμονος: οἱ περὶ τὸν Κλεόβουλον ABFMc2 ἐπεστάλ‐ κεσαν: προσέταξαν. | |
5.37.4 | τούς τε φίλους: τοὺς ἐκ Λακεδαί‐ μονος αὐτῶν φίλους Msc2 προκαλούμενοι: παρακινοῦντες. | |
5.38.1 | ἐν δὲ τούτῳ: τῷ καιρῷ. τὸ γὰρ αὐτὸ ἐποίουν: ἤγουν τὴν κοινὴν πρᾶξιν ἐποίησαν. | |
5.38.2 | ἐπ’ ὠφελίᾳ: συμμαχίᾳ. | |
5.38.3 | τὴν βουλὴν: τοὺς βουλευτάς. κἂν μὴ εἴπω‐ σιν, οὐκ ἄλλα ψηφιεῖσθαι ...: οἱ Βοιωτάρχαι ἕκαστος ᾤετο τὴν ἰδίαν βουλήν, κἂν μὴ† μαθὼν τὰ ὑπὸ τῶν ἐφόρων ἐπεσταλ‐ μένα, μηδὲν ἄλλο ψηφίσασθαι ἤπερ ταῦτα ἅπερ οἱ μαθόντες | |
5 | ἐκ Λακεδαίμονος παραινοῦσιν Msc2 | |
5.38.4 | ἀντέστη: ἄλλως ἀπέβη sc2ʃ ἐκωλύθη. | |
5.39.2 | ἦλθον ἐς τοὺς Βοιωτούς: οἱ Λακεδαιμόνιοι. | |
5.39.3 | καθῃρεῖτο: ὑπὸ τῶν Βοιωτῶν. 〈σημείωσαι〉 τὸ Πάν‐ ακτον A | |
5.40.1 | ἅμα δὲ τῷ ἦρι: ἔτος ιβʹ ABCMʃ ἀρχομένῳ. ἐπι‐ γιγνομένου: ἑπομένου. οὓς ἔφασαν πέμψειν: οἱ Βοιωτοί. ἰδίαν: μονομερῆ. μὴ μονωθῶσι: τῆς συμμαχίας. τούς τε Ἀθηναίους εἰδέναι ταῦτα: ᾤοντο δηλονότι. | |
5.40.3 | ἀλλ’ ἐν φρονήματι ὄντες: ἀντὶ τοῦ ἐλπίζοντες Msʃ φροντίζοντες c2ʃ διανοίᾳ ἐπηρμένῃ. ἡγούμενοι ἐκ τῶν παρόντων κράτιστα ...: ὡς ἐν τῷ παρόντι, φησίν, ἡγοῦντο κράτιστον | |
5 | εἶναι πρὸς Λακεδαιμονίους σπονδὰς ποιήσασθαι, ὡς ἂν ἐν‐ δέχηται, καὶ ἡσυχάζειν Msc2 ἐκ τῶν παρόντων: ἤγουν ἐκ τῶν δυνατῶν. ὅπῃ ἂν ξυγχωρῇ: ἤγουν καθὼς ἂν συγχωρῇ ὁ καιρός. | |
5.41.1 | αὐτῶν: τῶν Ἀργείων. | |
5.41.2 | δίκης ἐπιτροπήν: κρίσεως φροντίδα. νέμονται δ’ αὐτὴν Λακεδαιμόνιοι: ἤγουν τὴν νομὴν καὶ τὸ κέρδος ἔχουσι. | |
5.41.3 | πάντως: ἐξ ἀν‐ άγκης. ξυνεγράψαντο: συνθήκην ἔγγραφον δεδώκασι. δεῖξαι: τὴν συγγραφήν, ὡς τὸ εἰκός Msc2 ἐς τὰ Ὑακίνθια: εἰς τὴν ἑορτὴν τοῦ Ὑακίνθου. | 306 |
5.42.1 | μηδετέρους: Ἀθηναίους καὶ Βοιωτούς. κοινῇ νέμειν: ἤγουν κοινὴν νομὴν ἔχειν ἐν αὐτῷ. | |
5.42.2 | δεινὰ ἐποίουν: ἐδεινοπάθουν. ἰδίᾳ: ἄνευ τῶν Ἀθηναίων. ἐσκό‐ πουν: ἐπιμελῶς ἀνελογίζοντο. ὅσα ἐξελελοίπεσαν: ὅσα ἐποίησαν ἐάσαντες τὴν συνθήκην. χαλεπῶς: σὺν ὀργῇ. | |
5.43.1 | ἐνέκειντο: ἤγουν πιστοὶ ἦσαν πείθοντες. | |
5.43.2 | ἀξι‐ ώματι δὲ προγόνων: εὐγενείᾳ. μᾶλλον χωρεῖν: τοὺς Ἀθηναίους. φρονήματι: ὄγκῳ, ἐπάρσει. κατὰ τὴν πα‐ λαιάν: διὰ τὴν παλαιάν. τοῦ πάππου ἀπειπόντος: τὸ | |
5 | γένος τῶν τοῦ Ἀλκιβιάδου προγόνων πρόξενον ἦν Λακεδαι‐ μονίων· ὁ δὲ πάππος ὁ τοῦ Ἀλκιβιάδου ἀπεῖπε τὴν προξενίαν. αὖθις δὲ ὁ Ἀλκιβιάδης ἀνέλαβεν αὐτήν, καὶ ἤχθετο ὅτι οἱ Λακεδαιμονίοι διὰ Νικίου τὰς σπονδὰς ἐποιήσαντο, αὐτὸν δὲ πρόξενον ὄντα ὑπερεῖδον καὶ ἠτίμασαν GMsc2 πάππου: | |
10 | Περικλέους. διενοεῖτο: σκοπὸν εἶχεν. | |
5.43.3 | ἐλασσοῦσθαι: ἀδικεῖσθαι. ʃ ἀτιμᾶσθαι. οὐ βεβαίους: ἀσθενεῖς. σφίσι: τοῖς Ἀθηναίοις. | |
5.44.1 | καθεστῶτας αὐτούς: τοὺς Ἀθηναίους. σφίσι: τοῖς Ἀργείοις. | |
5.44.3 | ὀργιζόμενοι: τοῖς Λακεδαιμονίοις. | |
5.45.1 | αὐτοκράτορες περὶ πάντων: ἐξουσίαν ἔχοντες περὶ τῶν ὅλων, ὡς, ὅτι ἂν οὗτοι καταστήσωσιν, ἀρέσκον ἂν γένοιτο τοῖς Λακεδαιμονίοις. ἐπαγάγωνται: καταπείσωσι. | |
5.45.2 | πίστιν: ὅρκον βέβαιον. ἢν μὴ ὁμολογήσωσιν: ἢν μὴ φανερῶς εἴπωσι. | |
5.45.3 | Νικίου τε ἀποστῆσαι: ἤγουν τῆς φιλίας τοῦ Νικίου ἀποστῆσαι τοὺς Λακεδαιμονίους. ʃ ἀντὶ τοῦ ἐχθροὺς ποιῆσαι. διαβαλών: ὑβρίσας. | |
5.45.4 | παρελθόντες: οἱ πρέσβεις τῶν Λακεδαιμονίων. ἐσήκουον: οἱ Ἀθηναῖοι. παραγαγόντες: ἤγουν εἰσαγαγόντες. | |
5.46.1 | τὰ πρὸς Ἀργείους: ἤγουν τὴν συμμαχίαν τῶν | |
Ἀργείων. ὡς αὐτούς: τοὺς Λακεδαιμονίους. λέγων: ὁ Νικίας. εὖ ἑστώτων: καλῶς φερομένων. | 307 | |
5.46.2 | ὧν καὶ αὐ‐ τὸς ἦν: εἷς δηλονότι. ἄνευ ἀλλήλων: τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων. | |
5.47.1 | σπονδὰς ...: σπονδαὶ Ἀθηναίων καὶ Ἀργείων ἑκατονταετεῖς AFMc2 | |
5.47.3 | ἐπαγγέλλωσιν: ζητῶσι. ταύτην τὴν πόλιν: ἐξ ἧς οἱ πολέμιοι ὡρμήθησαν. | |
5.47.5 | ὅπλα δὲ μὴ ἐᾶν ἔχοντας: τινάς. | |
5.47.6 | τὴν ἐπαγγείλασαν: ζητήσασαν. | |
5.47.9 | αἱ ἔνδημοι ἀρχαί: οἱ ἐπιδημοῦντες ἄρχοντες. ʃ ἐν Ἀθή‐ ναις ἡ βουλή, αἱ ἔνδημοι ἀρχαί, οἱ πρυτάνεις· ἐν Ἄργει ἡ βουλή, οἱ ὀγδοήκοντα, αἱ ἀρτύναι· ἐν Μαντινείᾳ οἱ δημι‐ ουργοί, ἡ βουλή, αἱ ἄλλαι ἀρχαί, οἱ θεωροί, οἱ πολέμαρχοι· | |
5 | ἐν Ἤλιδι οἱ δημιουργοί, οἱ τὰ τέλη ἔχοντες, οἱ ἑξακόσιοι, οἱ θεσμοφύλακες ABFMc2 θεωροί: μάντεις. θεσμοφύλακες: νομοφύλακες. | |
5.48.1 | οὐκ ἀπείρηντο: οὐκ ἀπηγορεύθησαν. | |
5.48.3 | τῶν ξυμμάχων: ἤγουν τῶν Ἀργείων. | |
5.49.1 | ἐν ταῖς Ὀλυμπικαῖς σπονδαῖς: ἀντὶ τοῦ οὐσῶν Ὀλυμπιακῶν σπονδῶν. μὴ δικαίως σφῶν κατα‐ δεδικάσθαι: ἤγουν καταδικάσαι τοὺς Ἠλείους εἰς τὸ Λέπρεον. | |
5.49.3 | σφῶν: τῶν Ἠλείων. οὐ προσδεχομένων: πόλεμον δη‐ λονότι. ʃ προσδοκώντων. | |
5.49.4 | ὑπελάμβανον: ἀντὶ τοῦ ἀντέ‐ λεγον Msc2ʃ ἐκ διαδοχῆς ἀπεκρίνοντο. νομίζοντας: ἀδικεῖν δή. | |
5.49.5 | γίγνεται: ὀφείλεται. | |
5.50.1 | ἐσήκουον: οἱ Λακεδαιμόνιοι. αὖθις τάδε ἠξίουν: οἱ Ἠλεῖοι. ἱερῷ: νεῷ. ἀπομόσαι ἐναντίον: κυρῶσαι δι’ ὅρκου ἐνώπιον. | |
5.50.2 | ἐθεώρουν: τῆς θεωρίας μετεῖχον. | |
5.50.3 | μὴ βίᾳ θύσωσι: οἱ Λακεδαιμόνιοι. αὐτοῖς: τοῖς Ἠλείοις. χίλιοι ἑκατέρων: τουτέστι δισχίλιοι ABFMc2 ὑπέμενον τὴν ἑορτήν: προσεδέχοντο τὴν ἑορτὴν τῶν Ὀλυμπίων. | |
5.50.4 | τοῦ ἑαυτοῦ ζεύγους: τοῦ ἅρματος. ἀνακηρυχθέντος: ἀπο‐ δεχθέντος. Βοιωτῶν δημοσίου: τοῦ δημοσίου τῶν Βοιω‐ | |
τῶν. ʃ ὑπηρέτου δημοτικοῦ. κατὰ τὴν οὐκ ἐξουσίαν τῆς | 308 | |
5 | ἀγωνίσεως: διὰ τὸ μὴ ἐξεῖναι Λακεδαιμονίοις ἀγωνίζεσθαι Msc2 ἀνέδησε: ἐστεφάνωσε. αὐτοῖς οὕτω διῆλθεν: τοῖς Λακεδαιμονίοις οὕτω παρῆλθεν. | |
5.51.2 | οὐ γὰρ ἐπ’ ἄλλῃ τινὶ γῇ: οὐκ ἐπὶ βλάβῃ ἄλλης τινὸς γῆς Msc2 τὸ χωρίον: ἡ Ἡράκλεια. | |
5.52.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιγʹ ἔτους τοῦ πολέμου ABCFM ἐξέπεμψαν: ἐξεδίωξαν ABCFM τὰ κατά: λείπει διά. | |
5.52.2 | αὐτόθεν· ἀπὸ Πελοποννήσου. παραλαβών: τινὰς δηλονότι. ξυγκαθίστη· βεβαιότερα ἐποίει. σημείωσαι τὸ Πατρέας ABFMc2 ἐς θάλασσαν· ἀντὶ τοῦ ἐγγὺς τῆς θαλάσσης. βοηθήσαντες· μετὰ βοηθείας | |
5 | δραμόντες. | |
5.53.1 | τῆς αἰτίας: ταύτης δηλονότι. βραχυτέραν: διὰ βραχέος διαστήματος. | |
5.54.1 | πόλεις: αἱ Λακωνικαί. | |
5.54.2 | οὐ προυχώρει: ἤγουν οὐ καλὰ ἐφαίνετο. μετὰ τὸν μέλλοντα: μῆνα δηλονότι. Καρνεῖος: τοῦ γὰρ Καρνείου πολλὰς ἔχοντος ἱερὰς ἡμέρας ἢ καὶ πάσας ἱερὰς οὐκ ἐστρατεύοντο Msc2ʃ Μάϊος. ἱερο‐ | |
5 | μήνια: ἡ ἑορτώδης ἡμέρα. | |
5.54.3 | ἄγοντες τὴν ἡμέραν ταύ‐ την: ἐπιτηροῦντες καὶ καιροφυλακοῦντες. ἔνιοι δέ, ἑορτάζοντες διὰ παντὸς τὴν ἡμέραν ταύτην, τότε ἀπροσδοκήτως τοῖς Ἐπι‐ δαυρίοις ἐπέπεσον Msc2 ἄγοντες: τὸν στρατόν. | |
5.54.4 | ἐπεκα‐ λοῦντο: εἰς βοήθειαν δηλονότι. ὧν τινες: ἀφ’ ὧν. τὸν μῆνα προυφασίσαντο: λέγοντες ὅτι ἦν ἱερομηνία Msc2ʃ τοῦ μὴ ἐξελθεῖν δηλονότι. | |
5.55.1 | διαλῦσαι ...: τὸ ἑξῆς, διαλῦσαι ἐλθόντας ἀφ’ ἑκατέρας. | |
5.55.2 | ᾤχοντο: οἱ πρέσβεις δηλονότι. ἐς τὸ αὐτὸ ξυνελθόντες: ἑνωθέντες. | |
5.55.3 | τὰ διαβατήρια: τὰ ἱερεῖα εἰς διάβασιν. αὐτοῖς ἐγένετο: καλὰ δηλονότι. ἐβοή‐ | |
θησαν: μετὰ βοηθείας ἦλθον. ὡς: ὅτι. | 309 | |
5.56.1 | ἐσέπεμψαν: εἰσέβαλον πέμψαντες. | |
5.56.2 | ἐάσειαν: οἱ Ἀθηναῖοι. καὶ εἰ μὴ κἀκεῖνοι ἐς Πύλον ...: οἱ Ἀρ‐ γεῖοι τοῖς Ἀθηναίοις ἔλεγον ὅτι, ἐὰν μὴ εἰσαγάγωσι πάλιν ἐς Πύλον τοὺς εἵλωτας καὶ Μεσσηνίους οὓς ἐξήγαγον ἐκ Πύλου | |
5 | διὰ τὰς πρὸς Λακεδαιμονίους συνθήκας, ἀδικήσεσθαι αὐτοὶ οἱ Ἀργεῖοι. ἔνιοι δέ, αὐτοὶ οἱ Ἀθηναῖοι, ἤκουσαν Msc2 ἐπὶ Λακεδαιμονίους: κατὰ τῶν Λακεδαιμονίων. ἀδικήσεσθαι αὐτοί: ἤγουν ἀδικηθήσεσθαι οἱ Ἀργεῖοι. | |
5.56.3 | τῇ μὲν Λα‐ κωνικῇ στήλῃ: ἣν ἔστησαν οἱ Ἀθηναῖοι ἔχουσαν τὰς Λα‐ κωνικὰς σπονδάς. τοὺς ἐκ Κρανίων εἵλωτας ληΐζεσθαι: εἵλωτες λέγονται οἱ τὴν Μεσηνιακὴν οἰκοῦντες τῆς Πελοπον‐ | |
5 | νήσου. οἱ δὲ Λακεδαιμόνιοι πάντας τοὺς δούλους εἵλωτας κα‐ λοῦσι πρὸς ὕβριν τούτων, φημὶ δὴ τῶν τὴν Μεσηνίαν οἰκούν‐ των τῆς Πελοποννήσου Patm. ʃ ὥστε ληΐζεσθαι. τὰ δ’ ἄλλα: ἤγουν κατὰ τὰ ἄλλα. | |
5.56.4 | ἐκ παρασκευῆς: ἤγουν ἐκ φανερᾶς παρατάξεως. ἐνέδραι δὲ καὶ καταδρομαί: λεληθυῖαι ἐπι‐ θέσεις. | |
5.56.5 | ὡς ἐρήμου οὔσης: συμμαχίας δηλονότι. | |
5.57.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιδʹ ἔτους ABCFM καὶ τἆλλα: ἔθνη δηλονότι. τὰ μέν: Ἦλις καὶ Μαντίνεια ABFMc2 ἀφειστήκει: τῶν Λακεδαιμονίων δηλονότι. τὰ δέ: ἡ Κόρινθος ABFMc2 οὐ καλῶς εἶχε: | |
5 | ἤγουν ἐστασίαζον. ἐπὶ πλέον: ἤγουν κακόν. | |
5.57.2 | οἱ ἔξω‐ θεν: Πελοποννήσου δηλονότι. ὡς ἕκαστοι: ἐδύναντο. | |
5.58.1 | Ἀργεῖοι δὲ προαισθόμενοι τό τε πρῶτον ...: οἱ Ἀργεῖοι προαισθόμενοι τήν τε πρώτην τῶν Λακεδαιμονίων παρασκευὴν καὶ αὖθις προχωροῦντας τοὺς Λακεδαιμονίους ἐπὶ Φλιοῦντος ὑπὲρ τοῦ τοῖς ἰδίοις συμμῖξαι συμμάχοις τότε | |
5 | καὶ αὐτοὶ ἐξεστράτευσαν. ἔνιοι δὲ τὸ τότε πρῶτον ᾠήθησαν σημαίνειν ἐν τῷ τότε καιρῷ Msc2 ἐς τὸν Φλιοῦντα: τὸν Φλιοῦντα, ἀρσενικῶς ABFGMc2 ἐχώρουν: οἱ Λακεδαιμόνιοι. αὐτοῖς: τοῖς Ἀργείοις. | |
5.58.2 | ὡς μεμονωμένοις: ἐρήμοις συμμάχων. λαθών: τοὺς Ἀργείους δηλονότι. | 310 |
5.58.4 | χαλεπήν: δύσοδον. ὄρθριον: κατὰ τὸν ὄρθρον G εἴρητο: ὥριστο. | |
5.59.2 | καταβάντες: οἱ Ἀργεῖοι. ἐς μάχην: φανερὰν δη‐ λονότι. | |
5.59.3 | οἱ Λακεδαιμόνιοι εἶργον ...: ὥστε μὴ ἔρχεσθαι εἰς τὴν πόλιν. τῆς πόλεως: τοῦ Ἄργους. αὐτοῖς: ἤγουν τοῖς Ἀργείοις. | |
5.59.4 | ἐν καλῷ: ἐπὶ συμφέροντι. | |
5.59.5 | πρόξενος: φίλος. ὅσον οὐ ξυνιόντων: ἤγουν ὅσον οὐκ ἤδη μελλόντων. | |
5.60.1 | ἀπήγαγε: ἔστρεψεν. | |
5.60.2 | ὡς ἡγεῖτο: ἤγουν προ‐ ηγεῖτο. ἐν καλῷ παρατυχὸν σφίσι ξυμβαλεῖν: τοῖς Ἀρ‐ γείοις τῆς τύχης δούσης ἐπὶ συμφέροντι συμβαλεῖν. αὐτῶν: τῶν Ἀργείων. ἄξιον τῆς παρασκευῆς: οὔσης μεγάλης | |
5 | δηλονότι. | |
5.60.3 | τῶν μέχρι τοῦδε: τῶν στρατοπέδων. μάλιστα: ἀκριβῶς. ἕως ἔτι ἦν ἁθρόον ἐν Νεμέᾳ: ἀπορία· ζητεῖται πῶς, τριχῇ διαιρεθέντος τοῦ τῶν Πελοποννησίων στρατεύματος εἰς Φλιοῦντα καὶ ἑνὸς μόνου μέρους τὴν ἐπὶ Νεμέαν ἰόντος, | |
5 | τῶν δὲ ἄλλων ἄλλαις ὁδοῖς χρησαμένων καὶ οὐδαμοῦ συμμι‐ ξάντων, ἔφη ἀθρόους αὐτοὺς ὦφθαι περὶ Νεμέαν. λύσις· καὶ λέγομεν· μήποτε μετὰ τὰς σπονδὰς ἀναχωροῦντα τὰ τρία μέρη ὀπίσω ἐπὶ Φλιοῦντος ἐν Νεμέᾳ πάντα ἐγένετο· εὔπορος γὰρ ἥδε ἡ ὁδός· καὶ διὰ τοῦτο καὶ οἱ Ἀργεῖοι, ἐγγύθεν πάντας | |
10 | ἥξειν ἐπὶ τὴν μάχην προσδεχόμενοι, προαπήντων εἰς τὴν Νε‐ μέαν Msc2 λογάδες: ἐκλελεγμένοι. ἔτι προσγενομένῃ: προστεθείσῃ. | |
5.60.4 | ἔχοντες: σημείωσαι τὴν σύνταξιν ABFM ἐπ’ οἴκου ἕκαστοι: μεμερισμένως εἰς τὴν ἑαυτῶν πατρίδα. | |
5.60.5 | κἀκεῖνοι: οἱ Ἀργεῖοι. πρὸς: πλησίον. | |
5.60.6 | ἀναχωρή‐ σαντες: εἰς τὴν πόλιν δηλονότι. περιγίγνεται: σῴζεται. ἐδήμευσαν: δημόσια ἐποίησαν. | |
5.61.1 | χρηματίσαι: ἀποκρίνεσθαι. | |
5.61.3 | τὸν Ἀρκαδι‐ κόν: τὸν παρ’ Ὁμήρῳ [Β 605] πολύμηλον ABCFM | |
5.61.4 | προσ‐ | |
γενέσθαι: προσκτηθῆναι. αὐτόθι: ἐν τῷ Ὀρχομενῷ. | 311 | |
5.62.1 | προσέθεντο: συνῆλθον τῇ γνώμῃ. | |
5.62.2 | ἐν τῇ πόλει ἐνεδίδοσαν τὰ πράγματα: ἠμέλουν τῶν κατὰ τὴν πόλιν πραγμάτων. | |
5.63.1 | σφίσιν: τοῖς Λακεδαιμονίοις. παρασχὸν καλῶς: ἀντὶ τοῦ συμβάντος καλῶς τοῦ χειρώσασθαι αὐτούς. τοσούτους: ἤγουν πολλούς. τοιούτους: ἤγουν ἀνδρείους. λαβεῖν: ἀντὶ τοῦ συλλαβεῖν. ʃ ἀθροίζειν. | |
5.63.3 | ὁ δέ: ὁ Ἆγις. ῥύσεσθαι: ἀπολύσειν. | |
5.63.4 | ἐν τῷ παρόντι: τῷ τότε καιρῷ, ὅτε ὠργίζοντο. μὴ κύριον: τὸν Ἆγιν. | |
5.64.1 | παρὰ τῶν ἐπιτηδείων: τῶν ἐν τῇ Τεγέᾳ. εἰ μὴ παρέσονται: οἱ Λακεδαιμόνιοι. ʃ ἡ στρατιὰ ἡ βοηθή‐ σουσα. ὅσον οὐκ: μόνον οὐχί. ἐχώρουν δέ: οἱ βοηθή‐ σοντες. | |
5.64.3 | Ἀρκάδων: ἤγουν ἐκ τῶν Ἀρκάδων. ἐπ’ οἴκου: ἤγουν εἰς τὴν Λακεδαίμονα. ἐξ ὀλίγου: ἀντὶ τοῦ ἐξαίφνης Msc2ʃ διαστήματος. ἐγίγνετο: ἐλθεῖν. ξυνέκλῃε γὰρ διὰ μέσου: ἐν μέσῳ γὰρ οὖσα ἡ πολεμία γῆ ἐφύλαττεν αὐτούς, | |
5 | ἤ, ὃ μᾶλλον, ἀπέκλειε τοῖς ἐξ Ἄργους Msc2 | |
5.64.5 | ἀναλαβόντες: ἤγουν ἀναστήσαντες καὶ λαβόντες. Ἀρκάδων: ἤγουν ἐκ τῶν Ἀρκάδων. πρὸς τῷ Ἡρακλείῳ: ναῷ δηλονότι. | |
5.65.1 | ἐρυμνόν: ὀχυρόν. δυσπρόσοδον: δυσέμβατον. | |
5.65.2 | αὐτοῖς: τοῖς Ἀργείοις δηλονότι. τῶν πρεσβυτέρων: Λακεδαιμονίων Ἄγιδι ἐπεβόησεν: ἤγουν ἐνώπιον πάντων. διανοεῖται: ὁ Ἆγις. κακὸν κακῷ ἰᾶσθαι: τὴν ἀρχαίαν παροιμίαν ἐξ Ὀρέστου τοῦ Ἀγαμέμνονος ῥηθεῖσαν, ὅστις τὸν | |
5 | τοῦ πατρὸς θάνατον τῷ τῆς μητρὸς φόνῳ ἐθεράπευσε ABCFMʃ τὸ προγεγονὸς τῷ νῦν δηλονότι. τῆς ἐξ Ἄργους ἐπαιτίου ἀναχωρήσεως: διὰ τὴν ἐξ Ἄργους ἀναχώρησιν ἐν αἰτίᾳ γε‐ νόμενον νῦν ἀκαίρως αὐτὴν προθυμεῖσθαι ἀναλαβεῖν καὶ ἐπ‐ ανορθῶσαι τὴν τότε γενομένην ἁμαρτίαν Msc2 ἐπαίτιος: ἐν | |
10 | αἰτίᾳ καὶ ὑποψίᾳ Patm. ἀνάληψιν: θεραπείαν. ʃ κατόρ‐ θωσιν. | |
5.65.3 | ἄλλο τι ἢ κατὰ τὸ αὐτὸ δόξαν: ἀντὶ τοῦ ἄλλο | |
τι δόξαν ἤπερ τὸ αὐτό Msc2 ἀπῆγεν: εἰς τοὐπίσω ἔστρεψε. | 312 | |
5.65.4 | ἐξέτρεπεν: μετωχέτευεν. ὁποτέρωσε ἂν ἐσπίπτῃ: εἰς ὁποτέραν πόλιν ῥέῃ. πολεμοῦσιν: ἀλλήλοις δηλονότι. βοη‐ θοῦντας: βοηθήσοντας. καταβιβάσαι: ἀντὶ τοῦ ἀνάγκην αὐτοῖς τοῦ καταβῆναι παρασχεῖν Msc2 | |
5.65.5 | περὶ τὸ ὕδωρ: πρὸς τῷ ὕδατι Msc2 ἐξ ὀλίγου: καιροῦ δηλονότι. ἀναχω‐ ροῦντες: οἱ Λακεδαιμόνιοι. ἀπέκρυψαν: ἑαυτοὺς δηλον‐ ότι. ʃ ἀφανεῖς ἐγένοντο. ἰδίως δὲ ἐπὶ τῶν πλοϊζομένων καὶ | |
5 | οὐκέτι ὁρωμένων λέγεται ὅτι ἀπέκρυψαν Msc2 σφεῖς: οἱ Ἀργεῖοι. ἐν αἰτίᾳ εἶχον: ἐμέμφοντο. καλῶς ληφθέντας: εὐκαίρως καὶ βεβαίως ἀποληφθέντας Msc2 οἱ μέν: οἱ Λακε‐ δαιμόνιοι. σφεῖς δέ: οἱ Ἀργεῖοι. | |
5.66.1 | ἢν περιτύχωσιν: τοῖς Λακεδαιμονίοις. δι’ ὀλίγου: ἀντὶ τοῦ ἐξαίφνης Ms ἐν τάξει: παρατεταγμένους. | |
5.66.2 | ἐς ὃ ἐμέμνηντο: μετὰ τὴν τῶν ἀνθρώπων μνήμην. διὰ βραχείας γὰρ μελλήσεως: χωρὶς ἀναβολῆς καὶ μελλήσεως Msc2 ἡ παρασκευή: ἐφόπλισις. ἐς κόσμον: εἰς τὴν σύν‐ ταξιν. ἐξηγουμένου: ἀντὶ τοῦ διατάττοντος c2ʃ ἑρμηνεύ‐ | |
5 | οντος. | |
5.66.3 | βασιλέως γὰρ ἄγοντος: ἡγεμονεύοντος. ʃ ὅρα τὴν τάξιν τῆς ἀρχῆς· αʹ βασιλεύς, βʹ πολέμαρχος, γʹ λοχαγός, δʹ πεντηκοντήρ, εʹ ἐνωμοτάρχης, ϛʹ ἐνωμοτία ABFMc2 ἐκεῖ‐ νοι δὲ τοῖς πεντηκοστῆρσι: πεντηκοστῆρες, οἱ τῶν πεντή‐ | |
5 | κοντα ἄρχοντες Patm. καὶ οὗτοι τῇ ἐνωμοτίᾳ: ἐνωμοτία, τάξις τις παρὰ Λακεδαιμονίοις ἀνδρῶν κεʹ Patm. | |
5.66.4 | κατὰ τὰ αὐτὰ χωροῦσι: διὰ τούτων χωροῦσι καὶ ταχέως διέρχονται sc2 σχεδὸν γάρ τι πᾶν ...: 〈σημείωσαι〉 ὅτι σχεδὸν ἅπαν τὸ τῶν Λακεδαιμονίων στρατόπεδον ἄρχοντες ἀρχόντων εἰσίν ABFMc2 | |
5 | τὸ ἐπιμελές: ἡ ἐπιμέλεια τοῦ πράγματος. τοῦ δρωμένου: ἀντὶ τοῦ τῶν ἐπιγινομένων Msc2 | |
5.67.1 | Σκιρῖται: λόχος Λακωνικὸς οὕτω λεγόμενος GMsc2 Βρασίδειοι: οἱ μετὰ Βρασίδου Msc2 〈σημείωσαι〉 νεο‐ | |
δαμώδεις A ʃ νεοπολῖται. παρ’ αὐτούς: πλησίον. Ἡραιῆς: λεγόμενοι δηλονότι. | 313 | |
5.67.2 | οἱ δ’ ἐναντίοι: Ἀργεῖοι καὶ οἱ σύμ‐ μαχοι ABFMc2 αὐτοῖς: τοῖς Λακεδαιμονίοις. τῶν ἐς τὸν πόλεμον: τῶν πολεμικῶν. ἄσκησιν ... δημοσίᾳ παρ‐ εῖχε: ἤτοι δημοσίᾳ ἤσκει αὐτούς, ἤ, ὥς τινες, ἐξουσίαν παρ‐ | |
5 | εῖχε τοῦ ἀσκεῖν αὐτούς Msc2 τὸ εὐώνυμον κέρας ἔχοντες: τῶν ἀριστερῶν συντάξεων δηλονότι. | |
5.68.2 | ἑκατέρων: τῶν Λακεδαιμονίων καὶ Ἀργείων. σημείωσαι διὰ τῆς πολιτείας τὸ κρυπτόν ABFʃ διὰ τὸ ἔθος εἶναι Λακεδαιμονίοις πάντα κρύφα πράττειν Msc2 σημείωσαι τὸ ἀνθρώπειον κομπῶδες ABFMʃ διὰ τὸ περὶ τῶν οἰκείων καὶ | |
5 | μάλιστα περὶ τοῦ ἰδίου πλήθους κομπάζειν τοὺς ἀνθρώπους Msc2 παραγενόμενον πλῆθος ...: ἡ πεντηκοστὺς συν‐ ίσταται ἀπὸ ἀνδρῶν ἑκατὸν εἴκοσι ὀκτώ. ὁ δὲ λόχος, τούτων τετραπλάσιος ὤν, γίνονται ἀνδρῶν πεντακοσίων καὶ δυοκαί‐ δεκα, οἱ δὲ ἑπτὰ λόχοι ἄνδρες τρισχίλιοι πεντακόσιοι ὀγδοή‐ | |
10 | κοντα τέσσαρες, ὥστε μετὰ τῶν ἑξακοσίων Σκιριτῶν γίνονται ἄνδρες τῶν Λακεδαιμονίων τετρακισχίλιοι ἑκατὸν ὀγδοήκοντα τέσσαρες. ἡ γὰρ πεντηκοστὺς ἑκκαίδεκα εἶχε τοὺς πρωτοστά‐ τας, ὁ δὲ λόχος δηλονότι ἑξήκοντα τέσσαρας, οἱ δὲ ἑπτὰ λόχοι γίνονται τετρακόσιοι τεσσαράκοντα ὀκτώ ABC(c2)FGM | |
5.68.3 | ἐν δ’ ἑκάστῳ λόχῳ πεντηκοστύες ἦσαν τέσσαρες: πεντη‐ κοστύες, τὰ ἐκ πεντήκοντα ἀνδρῶν τάγματα Patm. ʃ λόχοι ζʹ αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ | |
5 | ἔχει ἕκαστος λόχος πεντηκοστύας δʹ, καὶ γίνονται τῶν ζʹ λόχων πεντηκοστύες κηʹ· | |
πεντηκοστύες κηʹ ννννʹ ννννʹ ννννʹ ννννʹ ννννʹ ννννʹ ννννʹ ἔχει ἑκάστη πεντηκοστὺς ἐνωμοτίας δʹ καὶ γίνονται τῶν κηʹ πεντηκοστύων ἐνωμοτίαι ριβʹ. | 314 | |
10 | ἐνωμοτίαι ριβʹ ιϛʹ ιϛʹ ιϛʹ ιϛʹ ιϛʹ ιϛʹ ιϛʹ ἔχει ἑκάστη ἐνωμοτία ἄνδρας λβʹ, ὡς γίνεσθαι τὸν πάντα στρατὸν ἄνδρας τρισχιλίους πεντακοσίους ὀγδοήκοντα τέσσα‐ ρας FMc2 ζυγῷ: τάξει. | |
5.69.1 | ξυνιέναι ἔμελλον: ἀλλήλοις δηλονότι τὰ στρα‐ τεύματα. τὴν μέν: τουτέστι τὴν ἀρχήν Mc2ʃ τὸ ἑξῆς, τὴν μὲν μὴ ἀφαιρεθῆναι πειρασαμένοις. τῆς δέ: τῆς δουλείας Mc2 αὖθις: ὀπίσω. | |
5.69.2 | μετὰ τῶν πολεμικῶν νόμων: νόμους πολεμικοὺς λέγει τὰ ᾄσματα, ἅπερ ᾖδον οἱ Λακεδαιμόνιοι μέλ‐ λοντες μάχεσθαι· ἦν δὲ προτρεπτικά, ἐκάλουν δὲ ἐμβατήρια. ἡ δὲ διάνοια· ἕκαστος τῶν Λακεδαιμονίων αὑτοῖς παρεκελεύ‐ | |
5 | οντο ἀγαθοῖς οὖσι μεμνῆσθαι ὧν μεμαθήκεσαν καὶ ἠπίσταντο. ἐποίουν δὲ τοῦτο ᾄδοντες Msc2 εἰδότες ἔργων ...: εἰδότες ὅτι τὰ πλείω σώζεται ὑπὸ τῆς ἐν τοῖς ἔργοις μελέτης ἐκ πολλοῦ γεγονυίας ἢ ὑπὸ τῶν καλῶς ῥηθέντων λόγων Msc2ʃ ὡραῖον M | |
5.70.1 | ἡ ξύνοδος: ἡ ξυνέλευσις τῶν στρατευμάτων ἐντόνως καὶ ὀργῇ χωροῦντες: ἰσχυρῶς καὶ σὺν ὀργῇ. ὑπὸ αὐλητῶν: ἤγουν μετά. οὐ τοῦ θείου χάριν: ὕμνου δηλονότι. ὁμαλῶς: ἠρεμαίως. προέλθοιεν: καὶ ὅπως, εἰ | |
5 | προσέλθοιεν, μὴ διασπασθείη αὐτῶν ἡ τάξις Msc2 ἐν ταῖς προσόδοις: ἐν ταῖς προσβολαῖς, ἐν ταῖς ἑνώσεσι. | |
5.71.1 | ἐξωθεῖται: ἐκτείνεται. προστέλλειν: ἀντὶ τοῦ σκέπειν καὶ προσάγειν. ἀπὸ μὲν οὖν τοῦ στέλλειν καὶ στολὴ ὠνομάσθη· ἐπὶ δὲ τοῦ προσάγειν τὸ προστέλλειν δύναται λέγεσθαι. δῆλον δὲ ἀπὸ τοῦ ἀπάγειν καὶ ἀποστέλλειν, προσ‐ | |
5 | άγεσθαι sc2 καὶ νομίζειν ...: καὶ νομίζειν τὸ πεπυκνῶ‐ | |
σθαι καὶ ὑπ’ ἀλλήλων πεφράχθαι εὐσκεπαστότερον ἤπερ τὸ διεστάναι ἀπ’ ἀλλήλων Msc2 προθυμούμενος ἐξαλλάσ‐ σειν αἰεί: προθυμούμενος μὴ κατὰ δόρυ τοῦ ἐναντίου ἔχειν τὰ γυμνὰ τοῦ σώματος, τουτέστι τὰ δεξιά sc2 | 315 | |
5.71.2 | περιέσχον: ἐκυκλώσαντο ἐπικάμψαντες Gsc2 | |
5.71.3 | ἐπεξαγαγόντας: ἐξα‐ πλώσαντας. τὸ διάκενον: τὸ ἐν μέσῳ κενόν Ms νομίζων τῷ θ’ ἑαυτῶν δεξιῷ ...: νομίζων τό τε δεξιὸν τῶν Λακε‐ δαιμονίων ἔτι ὑπερέχειν τῶν ἐναντίων καὶ τὸ εὐώνυμον τὸ | |
5 | κατὰ τοὺς Μαντινεῖς ἐν ἀσφαλείᾳ ἔσεσθαι ὡς ἂν μὴ δυνά‐ μενον κυκλωθῆναι Msc2 | |
5.72.1 | ἅτε: καθάπερ, ὡσανεί. μὴ θελῆσαι παρ‐ ελθεῖν: καὶ οἱ πολέμαρχοι οὐκ ἠθέλησαν ἐς τὸ διάκενον ἀγα‐ γεῖν τοὺς λόχους sc2 φεύγειν: συνέβη δηλονότι. μαλα‐ κισθῆναι: χαύνους γενέσθαι. καὶ τοὺς πολεμίους φθά‐ | |
5 | σαι: καὶ φθάσαι τοὺς πολεμίους τοῖς Λακεδαιμονίοις μίξαι, πρὶν εἰς τὸ διάκενον παρελθεῖν τοὺς δύο λόχους Msc2 αὐτοῦ: τοῦ Ἄγιδος. ὡς οὐ παρῆλθον: ἤγουν ἐπὶ τὸ μέρος τῶν Σκιριτῶν. | |
5.72.2 | τῇ ἐμπειρίᾳ: τῇ στρατηγικῇ. | |
5.72.3 | ἐν χερσὶν ἐγίγνοντο: οἱ Λακεδαιμόνιοι δηλονότι. ἔτρεψαν: τοὺς Λακεδαιμονίους. ἐς τὰς ἁμάξας: ἀντὶ τοῦ ἔσω τῶν ἁμαξῶν Msc2 | |
5.72.4 | πεντελόχοις: ἅμα ἀναγνωστέον πεντελόχοις, ὡς ἀρχιλόχοις Msc2 οὐδὲ ἐς χεῖρας ... ὑπομείναντας: ἐλ‐ θεῖν δηλονότι. ἐνδόντας: τραπέντας. τοῦ μὴ φθῆναι τὴν ἐγκατάληψιν: ὅτι μὴ ἔφθασαν τὸ ἐγκατειλῆφθαι ὑπ’ | |
5 | αὐτῶν τῶν Λακεδαιμονίων. | |
5.73.1 | ἐκυκλοῦτο: ἐκύκλου. τῷ περιέχοντι: τῷ ἰσχυρῷ. | |
5.73.2 | ἐπὶ τὸ νικώμενον: μέρος δηλονότι. | |
5.73.4 | μακρά: ἐπὶ πολὺ διάστημα. | |
5.74.1 | ὅτι: λίαν. τούτων: τῶν ῥηθέντων. πλεί‐ στου δὴ χρόνου: ἤγουν διὰ πλείστου. ʃ δὴ μακρά. | |
5.74.2 | ἐσκύ‐ λευον: ἀπεγύμνουν. | |
5.74.3 | οἱ στρατηγοί: τῶν Ἀθηναίων. οὐκ ἐταλαιπώρησαν: οὐ κακῶς ἔσχον ἐν τῷ πολέμῳ. ἀπο‐ | |
γενέσθαι: ἀποβῆναι. ʃ ἀποθανεῖν. | 316 | |
5.75.2 | Καρνεῖα γὰρ αὐτοῖς ἐτύγχανεν ὄντα: Καρ‐ νεῖα, ἑορτὴ παρὰ Λακεδαιμονίοις Ἀπόλλωνος Patm. ʃ τὴν ἐπὶ τῷ Ἀπόλλωνι ἑορτὴν λέγει. | |
5.75.4 | ὡς ἐρῆμον οὖσαν: τοῦ στρα‐ τεύματος. | |
5.75.6 | ἐξεπαύσαντο: ἀντὶ τοῦ ἀπέκαμον M3 τοῦ περιτειχίζειν. τὸ Ἥραιον: τῆς Ἥρας τὸν ναόν. | |
5.76.1 | τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος: μετά‐ βασις c ἤγαγον: ἑώρτασαν. | |
5.76.2 | ἦσαν δὲ αὐτοῖς: ἐν τῷ Ἄργει. ἐπιτήδειοι: φίλοι. τὸν δῆμον: τὴν δημοκρατίαν. πείθειν τοὺς πολλοὺς ...: ἤγουν καταπεῖσαι ὁμολογῆσαι καὶ συνθέσθαι. | |
5.76.3 | γενομένης πολλῆς ἀντιλογίας: ἐν τῷ Ἄργει. πράσσοντες: τὸ τῆς ἑνώσεως. ἐκ τοῦ φανεροῦ τολμῶντες: ἤγουν ἀναισχυντοῦντες καὶ εἰς τὸ φανερὸν λέγοντες. | |
5.77.1 | καττάδε: Δωριστί ABEFMc2ʃ ἀντὶ τοῦ κατὰ τάδε. ἐξ Ἐπιδαύρου: ἐξελθεῖν δηλονότι. | |
5.77.6 | ἐπὶ κακῷ: αὐτῆς, τῆς γῆς δηλονότι. | |
5.77.8 | ἀπιάλλειν: ἐπιπέμπειν, στέλ‐ λειν Msc2ʃ τέλος τῆς Δωριστὶ ὁμιλίας f | |
5.79.4 | τοῖς δὲ ἔταις καττὰ πάτρια δικάζεσθαι: τοὺς δὲ πολιτευομένους ἐν μιᾷ ἑκάστῃ πόλει δι’ ἀλλήλων λύειν τὰ διάφορα. | |
5.80.1 | τιθέμενοι: διατιθέμενοι, διοικονομοῦντες. τὰ τείχη: τῆς Ἐπιδαύρου. | |
5.80.2 | θυμῷ ἔφερον: ἐφέροντο. ʃ ἐς τὰ ἄλλα θυμὸν ἐφωρμῶντο. ἀμφότεροι: Ἀργεῖοι καὶ Λακε‐ δαιμόνιοι. διενοεῖτο: ἀφίστασθαι δή. καὶ τοὺς Ἀργεί‐ ους ἑώρα: ἀποστάντας. | |
5.80.3 | ἀγῶνά τινα ...: ἀντὶ τοῦ ὑπο‐ κρίνας ποιεῖν ἀγῶνά τινα γυμνικόν. | |
5.81.1 | ἐκ τῆς ξυμμαχίας: τῶν Ἀθηναίων. | |
5.82.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιεʹ ἔτους τοῦ πολέμου ABCFM ἐπιτηδείως: συμφερόντως τοῖς Λακεδαιμονίοις, ἁρμοζόντως. | |
5.82.2 | ἀναθαρσήσας: ἀνα‐ λαβόντες αὖθις ἐλπίδας ἀγαθάς. ἐπέθεντο τοῖς ὀλίγοις: | |
τοῖς ἐν αὐτοῖς ὀλιγαρχοῦσι. τηρήσαντες αὐτὰς τὰς γυμνο‐ παιδείας τῶν Λακεδαιμονίων: γυμνοπαιδεία, ἑορτή τις | 317 | |
5 | καὶ ἀγὼν ἐν Λακεδαίμονι, ἐν ᾧ ἤτοι γυμνοὶ οἱ παῖδες ἠγω‐ νίζοντο, ἢ γυμνοὺς τοὺς χοροὺς ἵστασαν Patm. ʃ ἑορτὴ τῶν Λακεδαιμονίων, ἐν ᾗ γυμνοὶ ἠγωνίζοντο Msc2 ἐκ πλείονος: ἤτοι πρὸ πλείονος χρόνου Mc2 δεομένων· ἤγουν καὶ ταῦτα δεομένων. ἦγον: ἐώρταζον. | |
5.82.5 | προσαγόμενος: οἰκειούμενος. σφᾶς ὠφελήσειν: τοὺς Ἀργείους δηλονότι τοὺς Ἀθηναίους. ἐς θάλασσαν: ἕως τῆς θαλάσσης. | |
5.82.6 | τὸν τειχισμόν: τῶν Ἀργείων. | |
5.83.1 | αὐτοῖς: τοῖς Λακεδαιμονίοις. αὐτόθεν: ἐκ τοῦ Ἄργους. | |
5.83.2 | διελύθησαν: οἱ Λακεδαιμόνιοι. | |
5.83.3 | οἱ γὰρ πολλοὶ αὐτῶν: τῶν φυγάδων τῶν Ἀργείων. ἐνταῦθα κατῴκηντο: ἐν τῇ Φλιασίᾳ κατῴκηντο. | |
5.83.4 | κατέκλῃσαν: τουτέστι τῶν εἰσαγωγίμων ἢ τῆς θαλάττης αὐτοὺς ἀπέκλεισαν Msc2 ξυνωμοσίαν: ἔνορκον ξυμμαχίαν. ἀπάραντος: ἀντὶ τοῦ ἀναπεισθέντος Msc2 | |
5.84.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιϛʹ ἔτους τοῦ πολέμου ABCFM | |
5.84.2 | οἱ Μήλιοι: 〈σημείωσαι〉 ὅτι οἱ Μήλιοι Λακεδαιμονίων εἰσὶν ἄποικοι ABM οὐδετέρων ὄντες: γράφεται 〈οὐδὲ〉 μεθ’ ἑτέρων, τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων. | |
5.84.3 | πρὶν ἀδικεῖν τι τῆς γῆς: βλάπτειν. τοῖς ὀλίγοις: διηριθμημένοις καὶ ἐντίμοις. | |
5.85.1 | ἐπειδὴ ...: ἐν κᾶσι μὲν ὁ Θουκυδίδης ἔφυγε τὴν συνήθειαν 〈τοῦ λόγου〉, οὐχ ἥκιστα δὲ ἐνταῦθα· ἀντὶ γὰρ δημηγορίας διάλογόν τινα τῶν Μηλίων καὶ Ἀθηναίων ἐτόλ‐ μησε συνθεῖναι. ἐπεὶ δὲ ἐργάζεται τὴν ἀσάφειαν μάλιστα διὰ | |
5 | τὸ δύσκριτον τοῦ παρ’ ἑκατέρων λόγου, διαιρετέον κατὰ πρόσ‐ ωπα τὴν ῥῆσιν sc2 ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος ...: ἐπει‐ δὴ οὐ παρὰ τῷ δήμῳ κελεύετε ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ἵνα μὴ συνεχοῦς ῥήσεως γινομένης καὶ ἑνὸς ἀποτεινομένου | |
λόγου ὑποπτεύσῃ τὸ πλῆθος ὑμῶν ἀπατᾶσθαι, ὡς ἂν ἅπαξ | 318 | |
10 | ἀκούσαντες πιθανῶν μὲν λόγων, ἐλέγχους δὲ οὐ παρεχομένων οὐδ’ ἀποδείξεις· γινώσκομεν γὰρ ὅτι ταῦτα ὑπονοήσαντες πρὸς τοὺς ἄρχοντας ὑμῶν μόνους ἠγάγετε ἡμᾶς· ὃ ὑμεῖς οἱ προεστῶτες ἀσφαλέστερον ποιήσετε· ἕκαστον γὰρ ὧν λέγομεν δοκιμάζοντες πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως ἔχειν ὑποκρούετε, | |
15 | τουτέστι διὰ πλειόνων λόγων κρίνετε sc2 ἡμῶν: τῶν Ἀθη‐ ναίων. τοῦτο φρονεῖ: βούλεται. τοῦτό ἐστι σκοπὸς τῆς εἰς τοὺς† Ἕλληνας προσαγωγῆς. ἀγωγή: προσαγωγή. | |
5.86.1 | ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν ...: τῆς μὲν περὶ τοὺς λόγους εὐγνωμοσύνης οὐκ ἄν τις μέμψαιτο ὑμῖν· ἠρέμα γὰρ καὶ κατὰ σχολὴν ἀλλήλους ἀξιοῦτε πείθεσθαι· ἤδη δὲ πολεμοῦντες ἡμῖν οὐκέτι εὐγνωμονεῖτε, οὐδὲ ὅμοια οἷς λέ‐ | |
5 | γετε ποιεῖτε. κριταὶ γὰρ ἥκετε τῶν λόγων ὧν λέγετε αὐτοί, καὶ γνώριμον ἡμῖν τὸ τέλος ἐκ τῆς κρίσεως, ὅτι νικῶντες μὲν ὑμᾶς τοῖς δικαίοις καὶ διὰ τοῦτο μὴ θέλοντες προσχωρεῖν εὐθὺς εἰς πόλεμον καταστησόμεθα, πεισθέντες δέ, ἴσως δικαι‐ ότερα ὑμῶν λεγόντων δουλείαν ἑαυτῶν καταψηφιούμεθα Msc2 | |
10 | τῶν λεχθησομένων: ὑπό τε ὑμῶν καὶ ἡμῶν δηλονότι. τὴν τελευτὴν ... περιγενομένοις: τῶν λόγων. ἀπὸ κοινοῦ τὸ ὁρῶμεν ἡμῖν δηλονότι ABCF | |
5.87.1 | εἰ μὲν τοίνυν ὑπονοίας ...: εἰ μὲν ὑπο‐ νοήσοντες περὶ τῶν μελλόντων ἔσεσθαι συνεληλύθατε ἢ ἄλλο τι σκεψόμενοι καὶ μὴ περὶ σωτηρίας τῆς δυνάμεως ἐκ τῶν παρόντων, ἡσυχίαν ἄγοιμεν ἄν· εἰ δὲ περὶ τοῦ δύνασθαι σω‐ | |
5 | θῆναι συνεληλύθατε, λέγοιμεν ἄν Msc2 ἢ ἄλλο τι: διαζευ‐ κτικὸς σύνδεσμος ABF ἢ ἐκ τῶν παρόντων: ἀντὶ τοῦ ἤπερ ABFc2 | |
5.88.1 | εἰκὸς μὲν καὶ ξυγγνώμη ...: εἰκὸς ἡμᾶς ἐν τοιούτῳ καθεστῶτας ἐπὶ πολλὰ καὶ ὑπονοοῦντας καὶ λέ‐ | |
γοντας τρέπεσθαι, καὶ συγγινώσκετε ἡμῖν ὑποπτεύουσιν Mc2 | 319 | |
5.89.1 | ἡμεῖς τοίνυν ...: τὸ ἑξῆς, ἡμεῖς τοίνυν οὔτε λόγων μῆκος ἄπιστον παρέξομεν ABCF μετ’ ὀνομάτων καλῶν: λέξεων ʃ εὐπρεπῶν Mc2 ὡς ἢ δικαίως ...: τὸ ἑξῆς, δικαίως ἄρχομεν ABCF ἄπιστον: ἀπίθανον c2 οὔθ’ | |
5 | ὑμᾶς ...: τὸ ἑξῆς, οὔτε ὑμᾶς λέγοντας ABCF οὔθ’ ὑμᾶς ἀξιοῦμεν: τὸ ἑξῆς, οὔτε ἀξιοῦμεν οἴεσθαι λέγοντας ὑμᾶς πείσειν ἡμᾶς ABCF ἀξιοῦμεν: δηλονότι τὸ λόγων μῆκος παρ‐ έχεσθαι ἀπὸ κοινοῦ c2 οὐ ξυνεστρατεύσατε: τοῖς Λακε‐ δαιμονίοις οὐ ξυνεστρατεύσατε ABCF διαπράσσεσθαι: ἀπὸ | |
10 | κοινοῦ τὸ ἀξιοῦμεν sc2 ἐπισταμένους πρὸς εἰδότας: ἀντὶ τοῦ ἐπισταμένων καὶ ἡμῶν καὶ ὑμῶν sc2 ἐν τῷ ἀνθρω‐ πείῳ λόγῳ: ὁ ἀνθρώπινος λογισμὸς τὸ δίκαιον τότε ἐξετάξει, ὅταν ἴσην ἰσχὺν ἔχωσι οἱ κρινόμενοι· ὅταν δὲ οἱ ἕτεροι προ‐ έχωσιν ἰσχύϊ, προστάττουσι πᾶν τὸ δυνατόν, καὶ οἱ ἥττονες | |
15 | οὐκ ἀντιλέγουσιν Msc2 | |
5.90.1 | ᾗ μὲν δὴ νομίζομέν γε ...: ἐπειδὴ ὑμεῖς, ὦ Ἀθη‐ ναῖοι, τοῦ συμφέροντος μᾶλλον ἀξιοῦτε στοχάζεσθαι, νομίζομεν ὑμῖν προσήκειν μὴ καταλύειν τὸ κοινὸν ἀγαθόν, τουτέστι τὸ πράως τοῖς ἀσθενεστέροις χρῆσθαι· δεῖ γὰρ τοῖς κινδυνεύουσι | |
5 | τὰ προσήκοντα καὶ τὰ δίκαια νέμεσθαι καὶ μᾶλλον τῆς φιλαν‐ θρωπίας ἤπερ τοῦ πρὸς ἀκρίβειαν δικαίου τυγχάνειν τοὺς ἥτ‐ τονας. ὃ δὴ καὶ ὑπὲρ ὑμῶν ἐστιν, ὦ Ἀθηναῖοι· εἰ γὰρ δὴ μὴ πράως χρήσεσθε ἡμῖν, αὐτοὶ σφαλέντες ποτὲ παράδειγμα πάντως τοῖς ἄλλοις γενήσεσθε· μεγάλως γὰρ ὑμᾶς οἱ νική‐ | |
10 | σαντες τιμωρήσονται περὶ ἡμᾶς χαλεποὺς γενομένους Msc τὸ κοινὸν ἀγαθόν: τὴν ἐλευθερίαν ABFc2 σφαλέντες ἄν: τοῦ δικαίου. | |
5.91.1 | ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς ...: ἂν καὶ κατα‐ | |
λυθῇ, φασίν, ἡμῶν τὰ τῆς ἡγεμονίας, οὐκ ἀθυμοῦμεν περὶ τῆς καταστροφῆς. Λακεδαιμόνιοι γάρ, καὶ πάντες οἱ ἄρχειν εἰωθότες ἑτέρων, οὐ χαλεπῶς τοῖς νικηθεῖσι προσφέρονται. | 320 | |
5 | ὥστε οὐ Λακεδαιμονίους δέδιμεν, ἀλλὰ τοὺς ὑπηκόους· οὗτοι γάρ, ἅτε οὐκ εἰωθότες ἑτέρων ἄρχειν, ἐπειδὰν κρατήσωσι τῶν ἀρχόντων, ὠμότατα αὐτοῖς χρῶνται. ἀλλὰ περὶ μὲν τούτου ἐν ἀδήλῳ κείσθω, ὅπως ποτὲ ἕξει Msc2 τῶν ἀρξάντων: τοῦ πολέμου ABFc2 | |
5.91.2 | ὡς δὲ ἐπ’ ὠφελείᾳ ...: ὅτι δὲ ἐπ’ ὠφε‐ λείᾳ πάρεσμεν, τοῦτο δηλώσομεν. βουλόμεθα γὰρ ἄνευ πραγ‐ μάτων αὐτοί τε ὑμῶν ἄρξαι, καὶ ὑμᾶς σωθῆναι συμφερόντως καὶ ἡμῖν καὶ ὑμῖν sc2 πάρεσμεν: οἱ Ἀθηναῖοι γὰρ πρεσβεύ‐ | |
5 | ουσιν ABFc2 ἀμφοτέροις: καὶ ἡμῖν καὶ ὑμῖν. | |
5.92.1 | καὶ πῶς χρήσιμον ...: πῶς, φησίν, ὁμοίως χρή‐ σιμόν ἐστιν, ὥσπερ ὑμῖν ἄρξαι, οὕτως ἡμῖν τὸ δουλεῦσαι; Msc2 | |
5.93.1 | ὅτι ὑμῖν μὲν πρὸς τοῦ τὰ δεινότατα ...: ὅτι ὑμεῖς μέν, ἂν εὐθὺς ὑπακούσητε, οὐδὲν δεινὸν πείσεσθε, ἡμεῖς δέ, μὴ διαφθείραντες ὑμᾶς, ἕξομεν ὑμῖν εἰς δέον χρῆσθαι, καὶ γίνεται κέρδος ἡμῖν ἡ ὑμετέρα σωτηρία Msc2 | |
5.95.1 | οὐ γὰρ τοσοῦτον ἡμᾶς ...: ἐχθροὺς μὲν ὑμᾶς ἔχοντες οὐδὲν βλαβησόμεθα, μᾶλλον δὲ καὶ ὠφελησόμεθα, τεκ‐ μήριον τῆς ἰσχύος ἡμῶν καὶ δήλωμα τοῖς ἀρχομένοις παρ‐ έχοντες τὸ ὑμᾶς καταδουλώσασθαι· εἰ δὲ φίλους ποιησόμεθα, | |
5 | διὰ τὴν ἡμετέραν ἀσθένειαν τοῦτο δρᾶσαι νομισθησόμεθα ὡς φοβούμενοι ὑμᾶς Msc2 | |
5.96.1 | σκοποῦσι δ’ ὑμῶν οὕτως ...: εἰπόντων τῶν Ἀθηναίων ὅτι οἱ σύμμαχοι ἀσθένειαν ἡμῶν καταγνώσονται, οἱ Μήλιοι ὑποφέροντές φασιν, εἰ οἱ ὑπήκοοι ὑμῶν τοῦτο κρί‐ νουσιν εὔλογον, ὥστε ἐν τῷ αὐτῷ τιθέναι καὶ ὁμοίως ἀξιοῦν | |
5 | καταδουλοῦσθαι τούς τε μηδὲν προσήκοντας ὑμῖν, ὥσπερ ἡμᾶς, καὶ τοὺς ἀποίκους μὲν ὑμῶν ὄντας, ἀποστάντας δὲ καὶ διὰ | |
τοῦτο χειρωθέντας Msc2 | 321 | |
5.97.1 | δικαιώματι γὰρ οὐδετέρους ...: οἱ ὑπήκοοι ἡμῶν δικαιολογίας μὲν οὔτε τοὺς ἡμετέρους ἀποίκους ἀπο‐ στάντας ἀπορεῖν νομίζουσιν οὔτε τοὺς μὴ προσήκοντας ἡγοῦν‐ ται, τοὺς δὲ μὴ καταστραφέντας ὑπὸ ἡμῶν οὐχὶ διὰ τὸ δίκαιον, | |
5 | ἀλλὰ δι’ ἰσχὺν μένειν ἐλευθέρους, καὶ ἡμᾶς αὐτοῖς μὴ ἐπιέναι οὐ διὰ δικαιοσύνην, ἀλλὰ φοβουμένους· ὥστε, εἰ καταστραφεί‐ ητε, οὐ μόνον ἡμῖν περιέσται τὸ πλεόνων ἄρχειν, ἀλλὰ καὶ ἀσφάλεια προσέσται ὡς ἂν μὴ καταφρονουμένοις ὑπὸ τῶν συμ‐ μάχων Msc2 νησιῶται: ἰσχύοντες ταῖς ναυσὶ μᾶλλον ἢ κατὰ | |
10 | τὴν ἤπειρον. | |
5.98.1 | ἐν δ’ ἐκείνῳ οὐ νομίζετε ἀσφάλειαν ...: ἐν δ’ ἐκείνῳ οὐχ ἡγεῖσθε ἀσφάλειαν εἶναι, ἐν τῷ μὴ πειρᾶσθαι τοὺς μὴ προσήκοντας καταστρέφεσθαι; δεῖ γάρ, ὥσπερ ὑμεῖς ἐκκρούσαντες ἡμᾶς τῆς δικαιολογίας ἀξιοῦτε πείθειν ὥστε ὑπα‐ | |
5 | κούειν ὑμῖν, στοχαζόμενοι τοῦ ὑμῶν αὐτῶν συμφέροντος, οὕτω καὶ ἡμᾶς περὶ τοῦ ἡμῖν αὐτοῖς λυσιτελοῦς πειρᾶσθαι διδάσκειν, ὅτι καὶ ὑμῖν τὸ αὐτὸ συμφέρον, τουτέστι τὸ μὴ καταδουλώ‐ σασθαι τοὺς 〈μὴ〉 προσήκοντας. τοὺς γὰρ μηδετέροις ξυμ‐ μαχοῦντας πῶς οὐ ποιήσετε πολεμίους, ἐπειδὰν ἀποβλέψαντες | |
10 | εἰς τὴν γνώμην ὑμῶν ὑποπτεύσωσι καὶ αὐτοῖς ἐπιστρατεύσειν; κἀν τούτῳ τί ἄλλο ἢ καὶ τοὺς πρόσθεν πολεμίους αὐξήσετε καὶ τοὺς μηδὲ διανοηθέντας ὑμῖν τὴν ἀρχὴν πολεμεῖν ἄκοντας αὐτὸ ποιεῖν ἀναγκάσετε; Msc2 μηδετέροις: μήτε τοῖς Ἀθη‐ ναίοις μήτε τοῖς Λακεδαιμονίοις. πολεμώσεσθε: εἰς πόλε‐ | |
15 | μον ἐμβαλεῖτε. τάδε: τὰ ἡμέτερα πάθη. | |
5.99.1 | οὐ γὰρ νομίζομεν ἡμῖν ...: οὐ γὰρ νομίζομεν τοὺς ἐλευθέρους τῶν ἠπειρωτῶν ἡμῖν ἔσεσθαι πολεμίους· μὴ δεδιότες γὰρ ἡμᾶς ὡς ἂν κατὰ γῆν οὐ μέλλοντας αὐτοῖς ἐπι‐ στρατεύειν πολλὴν μέλλησιν τοῦ φυλάττεσθαί τε ἡμᾶς καὶ πο‐ | |
5 | λεμεῖν ποιήσονται· τοὺς δὲ ἐν ταῖς νήσοις ἐλευθέρους, ὥσπερ καὶ ὑμᾶς, καὶ τοὺς ὑπακούοντας μὲν ἤδη, διὰ 〈δὲ〉 τὸ ἐξ ἀν‐ άγκης καὶ μὴ ἑκοντὶ ὑπακούειν παροξυνομένους καὶ ταραττο‐ μένους, τούτους ἡγούμεθα, εἰ περιίδοιμεν ὑμᾶς ἐλευθέρους, ἐπαρθέντας ἀλογίστως καὶ ἀντιστάντας ἡμῖν αὑτούς τε καὶ | 322 |
10 | ἡμᾶς αὐτοὺς εἰς κίνδυνον καταστήσειν Msc2 τῷ ἐλευθέρῳ: ἐπὶ τῇ ἐλευθερίᾳ αὑτῶν. τῆς ἀρχῆς τῷ ἀναγκαίῳ: τῇ ἀνάγκῃ τῆς ἀρχῆς· ἤγουν τῇ δουλείᾳ. | |
5.100.1 | ἦ που ἄρα, εἰ τοσαύτην ...: εἰ ὑμεῖς τε, ὦ Ἀθη‐ ναῖοι, σπουδὴν ποιεῖσθε πολλὴν ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι τῆς ἡγεμονίας, καὶ οἱ δουλεύοντες ὑμῖν ὑπὲρ τοῦ ἀπαλλαγῆναι τῆς ὑμετέρας ἀρχῆς διακινδυνεύειν θέλουσι, πῶς οὐχ ἡμεῖς, | |
5 | οἱ ἔτι ἐλεύθεροι ὄντες, οὐκ ἂν κάκιστοι καὶ δειλότατοι κρι‐ θείημεν, μὴ πάντα κίνδυνον ὑπομείναντες πρὸ τοῦ δουλεῦσαι; Msc2 ἐπεξελθεῖν: εἰς τέλος ἐργάσασθαι. | |
5.101.1 | οὔκ, ἤν γε σωφρόνως βουλεύησθε: ἐὰν σωφρόνως βουλεύσησθε, οὐ καταστήσετε ὑμᾶς αὐτοὺς εἰς κίνδυνον· οὐ γὰρ περὶ ἀρετῆς ἀγωνίζεσθε καὶ ἐλάσσονες ἡμῶν ὄντες αἰσχρὸν ἡγήσεσθε τὸ αἰσχύνην ὄφλειν· περὶ δὲ σωτηρίας ὑμῖν ἡ βουλὴ | |
5 | πρόκειται. διὸ χρὴ μὴ ἀνθίστασθαι τοῖς πολλῷ κρείττοσιν Msc2 | |
5.102.1 | ἀλλ’ ἐπιστάμεθα τὰ τῶν πολεμίων ...: ὀρθῶς ἐπιστάμεθα τὰ τῶν πολεμίων τύχῃ μᾶλλον ἢ πλήθους ὑπεροχῇ κρινόμενα· προσέτι δὲ καὶ τοῦτο γιγνώσομεν ὅτι τὸ μὲν εὐθὺς εἶξαι οὐδεμίαν ἐλπίδα ἐλευθερίας ἔχει, ἐν δὲ τῷ ἀνθίστασθαι | |
5 | ἐλπίς τις ὑπολείπεται τοῦ καταπρᾶξαι ὀρθῶς Msc2 | |
5.103.1 | ἐλπὶς δέ, κινδύνῳ παραμύθιον οὖσα ...: τοὺς ἐν κινδύνῳ καθεστῶτας αὐτὸ μόνον παρηγοροῦσιν· ἀλλὰ τοὺς μὲν ἐν δυνάμει τυγχάνοντας, κἂν σφαλῇ ποτὲ ἡ ἐλπίς, οὐ κατέλυσε παντελῶς, διὰ τὸ ὑπολείπεσθαι δύναμιν αὐτοῖς· | |
5 | οἱ δὲ περὶ πάντων ὧν ἔχουσιν ἀγωνιζόμενοι ἐπ’ ἀδήλῳ ἐλπίδι, | |
ἐπειδὰν ἡ ἐλπὶς σφαλῇ, ἅμα τε ἔγνωσαν ὅτι ἐσφάλησαν καὶ οὐδὲν αὐτοῖς ὑπολείπεται ἐν ᾧ, γνωρίσαντες τὸ ἀβέβαιον τῆς ἐλπίδος, ἔτι φυλάξονται. ὃ ὑμεῖς, ὦ Μήλιοι, ἀσθενεῖς ὄντες καὶ μηδὲ μιᾷ μάχῃ ἐξαρκέσαι δυνάμενοι, μὴ πάθητε, τὸ ἐλπίδι | 323 | |
10 | πιστεῦσαι· μηδὲ τοῖς πολλοῖς ὁμοιωθῆτε, οἳ δυνάμενοι σώζε‐ σθαι, ἐπειδὰν ὑπὸ τῶν φανερῶν ἐλπίδων καταλειφθῶσιν, ἐπὶ τὰς ἀφανεῖς καταφεύγουσι, μαντικήν τε καὶ χρησμοὺς δηλαδή, καὶ ὅσα τοιαῦτα λυμαίνεται ἀνθρώπους, ἐν ἐλπίδι ποιοῦντες Msc2ʃ τὸ δὲ „ἐλπὶς δὲ κινδύνου παραμύθιον“ σφόδρα βραχέως | |
15 | εἴρηται. τὸ δὲ „δάπανος γὰρ (τουτέστι 〈δαπανηρά〉) ἡ ἐλπίσ“ καὶ αὐτὸ μὲν βραχύ, δύναται δὲ τοιοῦτόν τι, ὅτι οἱ ἐλπίζοντές τινος τεύξεσθαι πολλὰ προσδαπανῶσι καὶ προαναλίσκουσι. τὸ δὲ ἐπὶ κοπῆς, τοῦτ’ ἔστι μιᾷ μάχῃ μόγις ἐξαρκεῖν δυνάμενοι. ἔνιοι δὲ ἀπὸ τῶν μιᾷ κοπῇ καὶ πληγῇ ζώων ἀναιρουμένων τὸ | |
20 | ὄνομά φασι πεποιῆσθαι, ὥστε εἶναι σύνθετον sc2 | |
5.103.2 | ἐπὶ ῥοπῆς: Ὅμηρος [Κ 173]· ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς BCF ῥοπῆς: κινήσεως. τοῖς πολλοῖς: τοῖς ἀπαιδεύτοις. ἀνθρω‐ | |
5 | πείως: κατὰ τὸ ὀφειλόμενον τῷ ἀνθρωπείῳ γένει. | |
5.104.1 | χαλεπὸν μὲν καὶ ἡμεῖς ...: ὑπερβατόν· τὸ ἑξῆς, πρὸς δύναμίν τε τὴν ὑμετέραν καὶ τὴν τύχην ἀγωνίζεσθαι. τὸ δὲ „εἰ μὴ ἀπὸ τοῦ ἴσου ἔσται“, ὅτι πρὸς ἄνισον [τε] καὶ τύχην καὶ δύναμιν τὴν ὑμετέραν ἀγωνιζόμεθα Msc2 τῷ | |
5 | ἐλλείποντι: τῇ ἀσθενείᾳ ἡμῶν. τοῦ ἄλλου: τοῦ κατὰ δύ‐ ναμιν ἐλλιποῦς s καὶ αἰσχύνῃ: καὶ δι’ αἰσχύνην s θρα‐ συνόμεθα: ἤγουν ἀνθιστάμεθα. | |
5.105.1 | τῆς μὲν τοίνυν ...: ὁ νοῦς· οὐκ ἔλαττον ἡγού‐ μεθα εὐμενεῖς ἡμῖν ἔσεσθαι τοὺς θεοὺς ἤπερ ὑμῖν. οὐδὲν γὰρ ἔξω πράττομεν οὔτε τῶν εἰθισμένων περὶ τοὺς θεοὺς οὔτε τῶν | |
πρὸς ἀνθρώπους δικαίων. τό τε γὰρ θεῖον θεραπεύομεν κατὰ | 324 | |
5 | τὸ κοινὸν πάντων ἀνθρώπων ἔθος, τούς τε ἀνθρώπους ἡγού‐ μεθα φύσει γεγονέναι πρὸς τὸ ἄρχειν ὧν κρατοῦσιν. ὥστε οὔτε αὐτοὶ νομοθετήσαντες περὶ τοῦ ἄρχειν οὔτε κειμένῳ νόμῳ πρῶ‐ τοι χρησάμενοι, παραλαβόντες δὲ τοῦτον καὶ τοῖς ἔπειτα κατα‐ λείψοντες, ἄρχομεν ὧν ἂν κρατήσωμεν, εἰδότες ὅτι καὶ ὑμεῖς | |
10 | καὶ ἄλλος ὁστισοῦν, ἐν τῇ ὁμοίᾳ δυνάμει γενόμενος ἡμῖν, τὸ αὐτὸ ἂν ἔπραττεν, ὥστε οὐ διὰ ταῦτα φοβούμεθα ἔλαττον ὑμῶν εὐμενῶς ἕξειν τὸ θεῖον. ἐπεὶ δὲ τοὺς Λακεδαιμονίους δοκεῖτε βοηθήσειν ὑμῖν, αἰσχρὸν νομίζοντας περιιδεῖν τοὺς ἀποίκους πολεμουμένους, τὸ μὲν ὑμῶν μακαρίζομεν ἀπειρό‐ | |
15 | κακον, τὸ δὲ ἄφρον οὐκ ἐπαινοῦμεν. Λακεδαιμόνιοι γὰρ πρὸς μὲν ἀλλήλους καὶ τὴν κοινὴν πολιτείαν τὰ πλεῖστα μετ’ ἀρετῆς πράττουσι· πρὸς δὲ τοὺς ἄλλους ὅπως ἔχουσι, μάλιστα ἄν τις ὑμῖν ἐν βραχεῖ δηλώσειεν, καίτοι πολλὰ εἰπεῖν ἔχων, ὅτι πάν‐ των ἀνθρώπων ὧν ἴσμεν ἐκφανέστατα Λακεδαιμόνιοι ἐν ταῖς | |
20 | πρὸς ἄλλους ξυναλλαγαῖς τὰ μὲν ἑαυτοῖς ἡδέα ταῦτα καὶ καλὰ νομίζουσι, τὰ δὲ συμφέροντα αὑτοῖς καὶ δίκαια. ὥστε οὐκ ἔστιν ἀλογίστως διανοεῖσθαι περὶ τῆς σωτηρίας ὑμῶν, προσ‐ δεχομένων τὴν παρ’ ἐκείνων βοήθειαν Msc2 ἐς τὸ θεῖον νομίσεως: νομίσεως μὲν εἶπε τὰ νενομισμένα, εἰς σφᾶς δὲ | |
25 | αὐτοὺς βουλήσεως τῆς εἰς ἀνθρώπους προαιρέσεως sc2 | |
5.105.2 | ἡγού‐ μεθα γάρ: σημείωσαι· ὡραῖον M | |
5.105.4 | ἀρετῇ: εὐταξίᾳ. | |
5.106.1 | ἡμεῖς δὲ κατ’ αὐτὸ τοῦτο ...: εἰπόντων τῶν Ἀθη‐ ναίων ὅτι Λακεδαιμόνιοι τοῦ ὑμετέρου συμφέροντος οὐ στοχά‐ ζονται, φασὶν οἱ Μήλιοι ὅτι διὰ τὸ ἴδιον συμφέρον τοὺς Λακε‐ δαιμονίους 〈πιστεύομεν〉 καὶ μάλιστα ἥξειν ἡμῖν βοηθούς, | |
5 | ὅπως μὴ τοῖς μὲν εὐνοοῦσι τῶν Ἑλλήνων ἄπιστοι φανῶσιν, ὑμᾶς δὲ τοὺς πολεμίους ὠφελήσωσι προδόντες ἡμᾶς τοὺς συμ‐ μάχους Msc2 | |
5.107.1 | οὔκουν οἴεσθε ...: ἀλλ’ οὖν, ὥσπερ ἴστε, συμφέρει μὲν τὸ μετ’ ἀσφαλείας ἕκαστα πράττειν, τὸ δὲ καλὸν καὶ τὸ δίκαιον διὰ κινδύνων περιγίγνεται. Λακεδαιμόνιοι δὲ τοὺς κινδύνους περιίστανται Msc2 | 325 |
5.108.1 | ἀλλὰ καὶ τοὺς κινδύνους ...: ἀλλὰ καὶ τὸν κίνδυνον αὐτοὺς τὸν ὑπὲρ ἡμῶν ἀναδέξασθαι ἡγούμεθα, καὶ πεπείσμεθά γε μᾶλλον ὑπὲρ ἡμῶν ἢ ὑπὲρ ἄλλων διακινδυνεύ‐ σειν. εἴς τε γὰρ τὰς χρείας ὠφέλιμοι τυγχάνομεν αὐτοῖς, ἐγγὺς | |
5 | τῆς Πελοποννήσου κείμενοι, καὶ διὰ συγγένειαν Msc2 | |
5.109.1 | τὸ δ’ ἐχυρόν γε τοῖς ξυναγωνιουμένοις ...: τοῖς ἐπὶ συμμαχίαν, φησί, παρακαλουμένοις ἐχυρὸν φαίνεται πρὸς τὸ βοηθῆσαι οὐχ ἡ εὔνοια τῶν παρακαλούντων, ἀλλ’ ἡ δύναμις αὐτῶν, ἣν Λακεδαιμόνιοι μᾶλλον τῶν ἄλλων ἐξετά‐ | |
5 | ζουσι, καὶ διὰ τὸ ἐχυρῶς ἐξετάζειν καὶ τῇ ἰδίᾳ δυνάμει πολ‐ λάκις ἀπιστοῦσι. διὰ τοῦτό γε τοι μετὰ συμμάχων πολλῶν ἐπιστρατεύουσι τοῖς πέλας. ὥστε οὐκ εἰκὸς αὐτοὺς ἡμῶν θα‐ λαττοκρατούντων εἰς νῆσον ἕνεκεν ὑμῶν περαιώσασθαι, εἰδότας ὅτι κατὰ τοῦτο ἥττους ἡμῶν εἰσιν Msc2 | |
5.110.1 | οἱ δὲ καὶ ἄλλους ἂν ἔχοιεν πέμψαι ...: ἀλλά, εἰ καὶ αὐτοὶ πλεῦσαι ὀκνήσουσιν, ἔχουσί γε συμμάχους ἄλλους ἡμῖν πέμψαι βοηθούς· μεγάλου τε ὄντος τοῦ Κρητικοῦ πελά‐ γους, δι’ οὗ πέμψουσι τὴν βοήθειαν, μᾶλλον [γὰρ] οἱ πεμ‐ | |
5 | φθέντες δυνήσονται λαθόντες ὑμᾶς θαλαττοκρατοῦντας σω‐ θῆναι πρὸς ἡμᾶς ἤπερ ὑμεῖς, οἱ κρατοῦντες τῆς θαλάσσης, συλλαβεῖν αὐτούς. εἰ δὲ καὶ τούτου διαμάρτοιεν, τὴν γῆν ὑμῶν δῃώσουσι καὶ τοὺς ἄλλους συμμάχους, ὅσους Βρασίδας οὐκ ἐπῆλθε, χειρώσονται· ὥστε ὑμῖν οὐ περὶ τῆς μὴ προση‐ | |
10 | κούσης, τῆς ἡμετέρας, ὁ ἀγὼν ἔσται, ἀλλὰ περὶ τῆς τῶν συμ‐ μάχων καὶ τῆς ὑμετέρας Msc2 | |
5.111.1 | τούτων μὲν καὶ πεπειραμένοις ...: τούτων μὲν | |
καὶ ὑμεῖς πεπείρασθε, καὶ οὐκ ἀνεπιστήμονές ἐστε ὅτι οὐδέ‐ ποτε Ἀθηναῖοι πολιορκοῦντες ἑτέρους ἀπεχώρησαν διὰ τὸ φοβη‐ θῆναι περὶ τῶν συμμάχων ἢ περὶ τῆς γῆς τῆς ἑαυτῶν δῃου‐ | 326 | |
5 | μένης. ἐκεῖνο δὲ ἐνθυμούμεθα ὅτι περὶ σωτηρίας βουλευόμενοι οὐδὲν ἐν τοσούτοις λόγοις εἰρήκατε σωτήριον καὶ δυνάμενον πεῖσαι ὅτι δύναται σώζειν· ἀλλὰ τὰ μὲν ἰσχυρότερα ὑμῶν ἐλ‐ πίδες εἰσὶ μέλλουσαι, τὰ δὲ ὑπάρχοντα, ὡς πρὸς τὰ ἡμέτερα, παντελῶς εἰσι σμικρά. πάνυ τε δὴ ἀλόγιστοι καθεστήκατε, εἰ | |
10 | μὴ καθ’ ἑαυτοὺς γενόμενοι βουλεύσησθε φρονιμώτερον. οὐ γὰρ δὴ εἰκότως ἐπὶ τὴν μάλιστα λυμαίνουσαν ἀνθρώπους αἰσχύνην καταφεύξεσθε, δι’ ἣν πολλοί, καίπερ ὁρῶντες ὅτι εἰς κίνδυνον ἔρχονται, ὅμως φεύγοντες τὸ ἀπρεπὲς τοῦ ὀνόματος (τουτέστι τὸ ὑπακούειν, ἔχον τι ποιητικὸν αἰσχύνης· τοῦτο | |
15 | γάρ ἐστι τὸ ἐπαγωγόν) συμφοραῖς μεγίσταις περιέπεσον, καὶ αἰσχύνην μείζονα προσέλαβον ἧς ἔφευγον, μετὰ τοῦ ἀνοήτους αὐτοὺς νομίζεσθαι, καὶ οὐ δοκεῖν διὰ τύχην πταῖσαι. ἐν γὰρ τῷ „ἢ τύχῃ“ ὁ ἤ σύνδεσμος ἀντὶ τοῦ ἤπερ κεῖται. ὑμεῖς οὖν φυλάξεσθε τὴν πάντα λυμαινομένην αἰσχύνην, ἂν εὖ βουλεύ‐ | |
20 | σησθε, καὶ μὴ ἀπρεπὲς ἡγεῖσθε ὑπακοῦσαι πόλει τῇ μεγίστῃ καὶ προκαλουμένῃ ὑμᾶς ἐπὶ μετρίοις ὥστε συμμάχους γενέσθαι ἔχοντας τὴν ἰδίαν γῆν ὑποτελῆ. αἱρέσεως οὖν προκειμένης ἢ πολεμεῖν ἢ ζῆν ἀσφαλῶς μὴ τὸ χεῖρον ἕλησθε φιλονεικήσαντες. ὅσοι γὰρ τῶν ἀνθρώπων τοῖς μὲν ἴσοις μὴ ὑπείκουσι, τῶν δὲ | |
25 | κρειττόνων ἡττῶνται, τοῖς δὲ ἥττοσι μετρίως προσφέρονται, οὗτοι μέγιστα δὴ κατορθοῦσι. βουλεύσασθε οὖν μεταστάντων ἡμῶν καὶ πολλάκις πρὸ ὀφθαλμῶν λάβετε ὅτι περὶ πατρίδος ἡ σκέψις μιᾶς οὔσης, περὶ ἦς ἐν μιᾷ βουλῇ ἢ κατορθώσετε ἢ σφαλήσεσθε Msc2 | |
5.111.2 | σωφρονέστερον: φρονιμώτερον. | |
5.111.3 | προ‐ | |
ορωμένοις: φανερῶς βλέπουσιν. ἐπαγωγοῦ: ἐπισπαστικοῦ. | 327 | |
5.111.4 | ὡς οἵτινες ...: σημείωσαι Aʃ ὡραῖον M προσφέρονται: ὁμιλοῦσι. μέτριοι: δίκαιοι. | |
5.112.2 | οὔτε ἐν ὀλίγῳ χρόνῳ πόλεως ἑπτακόσια ...: ὅτι ἑπτακόσια ἔτη Μῆλος ἡ νῆσος ὑπὸ Λακεδαιμονίων ἐλευ‐ θέρως οἰκηθεῖσα ὕστερον ὑπὸ Ἀθηναίων ἐπὶ δουλείᾳ ἐξεπολι‐ ορκήθη ABFMc2 | |
5.113.1 | τὰ δὲ ἀφανῆ τῷ βούλεσθαι ...: τὰ δὲ ἄδηλα διὰ τὸ βούλεσθαι οὕτως ἔχειν ὡς οἴεσθε καθάπερ τὰ παρόντα καὶ γιγνόμενα θεᾶσθε Msc2 ὡς γιγνόμενα: ὁρώμενα, ἐνερ‐ γούμενα. παραβεβλημένοι: πρόβλημα αὐτοὺς καὶ ἔρυμα | |
5 | ἔχοντες Msʃ ἐπιτρέψαντες παραβόλως. | |
5.114.1 | κατὰ πόλεις: τὰς συμμαχίδας. | |
5.115.4 | τὴν φυλακὴν: τῆς Μήλου. | |
5.116.3 | πολιορκούμενοι: οἱ Μήλιοι. ἐκείνους: τοὺς Ἀθηναίους. | |
6.1.1 | ὅτι ... ἀνῃροῦντο: ἀπὸ κοινοῦ τὸ ἄπειροι ὄντες Mvc2 | |
6.1.2 | ὁλκάδι: φορτιοφόρῳ. εἰκοσιστάδιον: μέτρον Patm. ʃ γράφεται ἐν εἴκοσι σταδίων μάλιστα μέτρῳ. ἔστι δὲ κατὰ ταύ‐ την τὴν γραφὴν περιττὴ ἡ ἐν πρόθεσις Mvc2 διείργεται: περὶ τὸ Ῥήγιον CG τὸ μὴ ἤπειρος οὖσα: ἵνα μὴ ἤπειρος ᾖ. | |
6.2.1 | ὡς ποιηταῖς τε εἴρηται: περὶ τῶν παρ’ Ὁμήρῳ Κυπλώπων καὶ Λαιστρυγόνων, ὅτι τὴν Σικελίαν ᾤκουν BCFM | |
6.2.2 | καὶ πρότεροι: τῶν Λαιστρυγόνων. Ἴβηρες ὄντες: ὅτι Ἰβήρων ἄποικοι οἱ Σικανοί BFGMc2 ἀναστάντες: ἤγουν μετανάσται καὶ μέτοικοι γεγονότες. τὰ πρὸς ἑσπέραν: ἤγουν πρὸς τὸ δυτικὸν μέρος τῆς Σικελίας. | |
6.2.4 | κατιόντος: λήγοντος. ἀπὸ Ἰταλοῦ: ὅτι ἀπὸ τοῦ Ἰταλοῦ ἐκλήθη ἡ Ἰταλία Mc2ʃ | |
οὐ κλύει οὕτως οὐδαμῶς Θουκυδίδης. ταῦρος δέ τις ὡς ἐκφυγὼν Ἡρακλέα | 328 | |
5 | ἐκ τῆς θαλάσσης εἰς ἐκεῖ γῆς ἐξέδυ· ζητῶν δὲ τοῦτον Ἡρακλῆς, πάντῃ τρέχων, ἀνδρὶ τυχὼν ἔφασκε βαρβάρῳ γένει, εἰ ταῦρον εἶδε τοῖς ἐκεῖ γῆς ἐν τόποις. ὃς ταῦρον οὔκουν, ἀλλ’ ἰταλὸν ἰδεῖν ἔφη, | |
10 | τὸν ταῦρον αὐτὸν βαρβάρῳ γλώσσῃ λέγων. κλῆσις τὸ λοιπὸν γίνεται χώρας τόδε. Τζέτζην παλαι (cum comp.) πᾶς πτο οὐ ἐχρην ο γράφεις· λαθεῖν γὰρ αὐτὸν οὐδὲ δαίμων ἰσχύει e8 | |
6.2.5 | στρατὸς πολύς: τῶν Σικελῶν δηλονότι. πρὸς τὰ με‐ σημβρινὰ ...: περὶ τὸ Λιλύβαιον, ἀκρωτήριον τῆς νήσου BCFGM ἑσπέρια: δύσεις. διέβησαν: οἱ ἀπὸ τῆς Ἰταλίας Σικελοὶ δηλονότι BCFGM μέσα: μεσόγεια. | |
6.2.6 | ἀπολαβόντες: ἀντὶ τοῦ ἀποτειχίζοντες Mc2ʃ γράφεται ἀναλαβόντες. ἐκλι‐ πόντες: οἱ Φοίνικες BFGc2 ξυμμαχίᾳ τε πίσυνοι ...: ὁμοῦ μὲν διὰ τοὺς Ἐλύμους, φίλους ὄντας καὶ οἰκοῦντας | |
5 | αὐτόθι, ὅπως συμμαχοῖντο, ὁμοῦ δὲ διὰ Καρχηδονίους, οἵτινες, ἐκ Φοινίκης ὄντες τὸ ἀνέκαθεν, τοῖς μεσημβρινοῖς τῆς Σικε‐ λίας ** Mvc2 | |
6.3.1 | Ἑλλήνων: Νάξος, Συράκουσαι, Λεοντῖνοι, Κατάνη, Σελινοῦς, Γέλα, Ἀκράγας, Μεσσήνη, Ἱμέρα, Ἄκραι, Κάσμεναι, Καμάρινα BFGMc2 θεωροί: χρηστηριάζοντες. | |
6.3.2 | Συρα‐ κούσας δέ: ὅτι οἱ Συρακόσιοι Κορίνθιοί εἰσι BCFM ὕστε‐ ρον δὲ χρόνῳ καὶ ἡ ἔξω προστειχισθεῖσα ...: τὸ πρῶ‐ τον οἱ Συρακούσιοι τὸ νησίδιον ᾤκησαν μόνον, αὖθις δέ, μὴ | |
5 | χωροῦντος αὐτούς, συνάψαντες αὐτὸ τῇ Σικελίᾳ διὰ χώματος, | |
κατῴκησαν καὶ ἐν τῇ Σικελίᾳ. ἐκαλεῖτο δὲ ἡ ἐν τῇ Σικελίᾳ ἔξω πόλις GMvc2 Λεοντίνους ... Κατάνην: ὅτι οἱ Λεον‐ τῖνοι καὶ Καταναῖοι Χαλκιδεῖς εἰσιν ἐξ Εὐβοίας BFGc2 | 329 | |
6.4.1 | ὑπέρ: ὑπεράνω. ἐς Λεοντίνους: ἐγγὺς τῶν Λεον‐ τίνων. | |
6.4.2 | ἀνέστησαν: ἐδιώχθησαν. τῆς μητροπόλεως: τῆς ἰδίας μητροπόλεως Mc2 ἐπελθών: Πάμμιλος δή. | |
6.4.3 | ἀπὸ τοῦ Γέλα ποταμοῦ: Τζέτζης· οὕτως Ἐπαφρόδιτος, ὡς λέγεις, γράφει· Γέλας δ’ ἐκλήθη τῷ πάχνην πολλὴν φέρειν. | |
5 | κλῆσιν ἐκεῖ γὰρ ἡ πάχνη ταύτην φέρει. (σὺν Ἑλλανίκῳ) ὁ Πρόξενος δὲ σύν τισιν ἄλλοις λέγει Γέλωνος ἀνδρὸς ἔκ τινος Γέλαν πόλιν. (οὗτος ὁ Γέλων υἱὸς Αἴτνης καὶ Ὑμάρου.) ἐξ Ἀντιφήμου δ’ αὖ γέλωτός τις λέγει· | |
10 | χρησμῷ μαθὼν γὰρ ὡς πόλιν μέλλει κτίσαι γελᾷ, δοκήσας τῶν ἀνελπίστων τόδε· κλῆσιν ὅθεν τέθεικε τῇ πόλει Γέλαν. (ὁ Θεόπομπος) e8 | |
6.4.5 | Ζάγκλη: ὅτι οἱ Ζαγκλαῖοι ἀπὸ Κύμης Χαλκιδικῆς πόλεως καὶ τῆς ἄλλης Εὐβοίας BFMc2 δρέπανον: σημείωσαι ὅτι τὸ δρέπανον ζάγκλον οἱ Σικελοὶ καλοῦσιν f | |
6.6.1 | τοσήνδε οὖσαν: ἤγουν μεγάλην καὶ πολυάνθρω‐ πον. εὐπρεπῶς: εὐπροφασίστως. τοῖς ἑαυτῶν ξυγγενέσι: τοῖς Χαλκιδεῦσι BFGMc2 | |
6.6.2 | περί τε γαμικῶν τινων: συν‐ αλλαγμάτων. ἐπαγόμενοι: μεταπεμψάμενοι. Δωριῆς τε Δωριεῦσι: οἱ Συρακούσιοι τοῖς Πελοποννησίοις. τοῖς ἐκ‐ πέμψασι: τοῖς Κορινθίοις BFGMc2 ἐκείνων: τῶν Ἀθηναίων. | |
5 | σφῶν: τῶν Ἐγεσταίων. ἐς τὸν πόλεμον: τὸν μέλλοντα. | |
6.6.3 | τῶν ξυναγορευόντων: τῶν ῥητόρων BFGMc2 | |
6.7.1 | ζεύγη: δισσοὶ βόες λέγονται ζεύγη. | |
6.7.2 | ἄπωθεν: τῶν Ὀρνεῶν δηλονότι. ἐπ’ οἴκου: ἀνεχώρησαν δηλονότι. | |
6.7.4 | ἄγοντας πρὸς Ἀθηναίους δεχημέρους σπονδάς: τουτέστιν οἷστισιν μετὰ τῶν Ἀθηναίων ὑπῆρχον αἱ δεχήμεροι σπονδαί. οἱ δ’: οἱ Χαλκιδεῖς. Θουκυδίδης: πάλιν Διὸς Κόρινθον ἐν Θουκυδίδῃ [paroemiogr. ed. Schneidewin I 63] e | 330 |
6.8.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: ἀρχὴ τοῦ ιζʹ ἔτους τοῦ πολέμου BCFGM ἀσήμου ἀργυρίου: σημεῖον μὴ ἔχοντος, ἀλλὰ μαζία τινά BCFGM | |
6.8.2 | ἐπαγωγά: ψευδῆ μέν, πιθανὰ δέ GMvc2ʃ ἐφελκυστικά. ἐν τοῖς κοινοῖς: ἐν τῷ ταμείῳ. ἤν τι περιγίγνηται: περιουσία γένηται. ʃ τῇ νίκῃ. αὐτοῖς: τοῖς Ἀθηναίοις. | |
6.8.3 | μετὰ δὲ τοῦτο: ἤγουν μετὰ τὸ ψήφι‐ σμα. | |
6.8.4 | οὐκ ὀρθῶς: οὐκ ἀσφαλῶς. μεγάλου ἔργου ἐφίε‐ σθαι: Ὅμηρος [Κ 401]· ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός BFMc2 | |
6.9.1 | ἡ μὲν ἐκκλησία ...: δημηγορία Νικίου BCFGM στρατηγοῦ Ἀθηναίων BFc2 περὶ παρασκευῆς τῆς ἡμε‐ τέρας: ἀντὶ τοῦ, πῶς χρὴ ἡμῖν τοῖς στρατηγοῖς τὴν παρα‐ σκευὴν ἀθροισθῆναι Mvc2 εἰ καὶ ἄμεινόν ἐστιν: ἀντὶ τοῦ, | |
5 | εἰ συμφέρει Mc2 | |
6.9.2 | νομίζων ὁμοίως ἀγαθὸν πολίτην εἶναι: ἀγαθὸν ἡγοῦμαι πολίτην καὶ τὸν ἀφειδοῦντα τοῦ σώ‐ ματος καὶ τὸν προνοούμενον ἐν καιρῷ ὁμοίως, ἑκατέρου προσ‐ ήκοντος τοῖς ἀγαθοῖς πολίταις Mvc2 ὁ τοιοῦτος καὶ τὰ τῆς | |
5 | πόλες ...: διὰ τὸ προνοεῖν τοῦ τε σώματος καὶ τῆς κτή‐ σεως ἐθέλοι ἂν καὶ τὴν πόλιν εὐτυχεῖν ὁ τοιοῦτος. πάνυ δὲ πιθανῶς ἀποτρέπει τοὺς Ἀθηναίους, ἐμφαίνων ὅτι οὐχὶ τὸ ἑαυτοῦ σκοπεῖ Mvc2 δι’ ἑαυτὸν βούλοιτο ὀρθοῦσθαι: διὰ τὴν οἰκείαν ζωὴν ἵστασθαι. παρὰ γνώμην: παρὰ τὴν | |
10 | προαίρεσιν. | |
6.9.3 | πρὸς μὲν τοὺς τρόπους ...: ταῦτα δῆλα μέν, ἀπίθανα δέ. ὡς γὰρ τῶν Ἀθηναίων ἀμελούντων τῶν ὑπαρχόντων διὰ τὸ ἀεὶ περιττοτέρων ὀρέγεσθαι καὶ διὰ τοῦτο μὴ ἀναπεισομένων τῷ λόγῳ, φησὶν ἡττηθήσεσθαι τῇ γνώμῃ c2 | |
5 | σῴζειν παραινοίην: ὑμᾶς δηλονότι. κατασχεῖν: κτήσα‐ | |
σθαι. διδάξω: γρ. δηλώσω. | 331 | |
6.10.1 | καὶ οἴεσθε ἴσως τὰς γενομένας ...: καὶ οἴεσθε μὲν ἴσως τὰς σπονδὰς εἶναι βεβαίους καὶ δι’ αὐτὰς μηδένα ἐνταῦθα ὑπολειφθήσεσθαι πολέμιον. οὐκ ἔστι δέ· αἵτινες σπον‐ δαὶ μενόντων μὲν ὑμῶν κατὰ χώραν ἔσονται μέχρι ὀνόματος, | |
5 | τουτέστιν οὐ βέβαιοι, ἐπειδὴ καὶ οἱ ἡμέτεροι ἄνδρες εἰργά‐ σαντο μὴ βεβαίους αὐτὰς εἶναι. οὐ τοῦτο δὲ λέγει ὅτι συν‐ θέμενοι περὶ τῶν σπονδῶν οὕτως ἐσπείσαντο, ὥστε μὴ βεβαί‐ ους αὐτὰς τυγχάνειν (ἐπεὶ δόξειεν ἂν καὶ ἑαυτὸν διαβάλλειν· αὐτὸς γὰρ ἦν ὁ πράξας τὰς σπονδάς), ἀλλ’ ἀποτείνεται πρὸς | |
10 | Ἀλκιβιάδην τε καὶ Κλεόβουλον καὶ Ξενάρην. οὗτοι γὰρ ἠναν‐ τιοῦντο ταῖς σπονδαῖς καὶ οὕτως ἔπραττον ὥστε μὴ μένειν αὐτάς. τὸ δὲ „ἐκ τῶν ἐναντίων σφαλέντων“ ἀντὶ τοῦ μεγά‐ λως πταισάντων καὶ μεγάλῃ δυνάμει σφαλέντων ἡμῶν ταχέως οἱ ἐναντίοι ἐπιχειρήσουσι Mvc2 | |
6.10.2 | διὰ ξυμφορῶν: διὰ συμ‐ φορῶν ἡ σύμβασις ἐγένετο τοῖς Λακεδαιμονίοις πρὸς τοὺς Ἀθηναίους διὰ τὰ ἐν Σφακτηρίᾳ· τὸ δὲ „καὶ ἐκ τοῦ αἰσχίονος 〈ἢ〉 ἡμῖν κατ’ ἀνάγκην ἐγένετο“ ὑπερβιβάσαι χρή· καὶ κατ’ | |
5 | ἀνάγκην ἐγέντο ἐκ τοῦ αἰσχίονος ἤπερ ἡμῖν. ἐξ ἀνάγκης γὰρ συνέβησαν οἱ Λακεδαιμόνιοι, βουλόμενοι τοὺς ἄνδρας κομί‐ σασθαι, καὶ αἰσχρῶς· αὐτοὶ γὰρ ἐδεήθησαν διὰ τὸ πταῖσαι. τὴν δὲ ὁμολογίαν πω οὐκ ἐδέξαντο Κορίνθιοι, οἳ καὶ ἄντικρυς πολεμοῦσι, δεχημέρους δὲ σπονδὰς οἱ Θηβαῖοι δεξάμενοι ἡσυ‐ | |
10 | χάζουσι vc2 | |
6.10.3 | τὴν ὁμολογίαν ἐδέξαντο: τῶν σπονδῶν δηλονότι. | |
6.10.4 | τάχα δ’ ἂν ἴσως ...: εἰ διῃρημένην εἰς δύο μέρη, φησί, λάβοιεν ἡμῶν τὴν δύναμιν, τῷ μὲν ἐνταῦθα μέρει Πελοποννήσιοι, τῷ δὲ πλέοντι Σικελιῶται ἐπιθήσονται· καὶ οὓς οἱ Πελοποννήσιοι ἐτιμήσαντο ἂν ἀντὶ πολλῶν χρημάτων | |
5 | συμμάχους ἔχειν, τούτους ἡμῖν σπεύδομεν, πλεύσαντες ἐπὶ | |
Σικελίαν, πολεμίους ποιῆσαι Mvc2 καὶ μὴ ... ἀξιοῦν κιν‐ δυνεύειν: καὶ μὴ ἀξιοῦν κινδυνεύειν, τῆς πόλεως ἡμῶν οὐκ ἐν τῷ ἀσφαλεῖ ὁρμούσης. μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν πλοίων τῶν μήπω ὡρμισμένων Mvc2 ἐνδοιαστῶς ἀκρο‐ | 332 | |
10 | ῶνται: οὐ βεβαίως ὑπακούουσιν Mvc2 ἡμεῖς δὲ Ἐγεσταί‐ οις ...: ἡμεῖς δ’ Ἐγεσταίοις δῆθεν ἀδικουμένοις. ἢ ὡς δῆθεν ξυμμάχοις οὖσιν Mvc2 | |
6.11.1 | κατεργασάμενοι: ταπεινώσαντες. τῶν δ’ εἰ καὶ κρατήσαιμεν: τῶν Σικελιωτῶν. διὰ πολλοῦ: διαστήματος. καὶ μὴ κατορθώσας ...: πρῶτον μὲν γὰρ μὴ ἐπιχειρή‐ σαντες Ἀθηναῖοι Σικελιώταις οὐκ εἶχον αὐτοὺς πολεμίους· | |
5 | ἐπιχειρήσαντες δὲ καὶ μὴ ἑλόντες οὐκ ἐν τῷ ὁμοίῳ ἐγίγνοντο, ἀλλὰ πολεμίους αὐτοὺς ἔσχον Mvc2 | |
6.11.2 | ὥς γε νῦν ἔχουσι ...: οὔτε νῦν εἰσὶ δεινοὶ καὶ ἔτι ἧττον ἔσονται δεινοί, ἂν ὑπὸ Συρακουσίοις πάντες γένωνται. ἢ ὡς διάκεινται ὑπὸ τοῦ πο‐ λέμου Mvc2 | |
6.11.3 | ἕκαστοι: τῶν Σικελιωτῶν δηλονότι. ἐκεί‐ νως δ’ οὐκ εἰκὸς ...: οὐκ εἰκὸς ἐπὶ τὴν τῶν Ἀθηναίων ἀρχὴν στρατεῦσαι τοὺς Συρακουσίους Σικελιωτῶν ἄρξαντας Mvc2 ὑπὸ τῶν αὐτῶν: Πελοποννησίων δηλονότι. διὰ τοῦ | |
5 | αὐτοῦ: τρόπου. | |
6.11.4 | δι’ ὀλίγου ἀπέλθοιμεν: ταχέως ἀπέλ‐ θοιμεν Mvc2 τάχιστ’ ἂν ὑπεριδόντες ...: τάχιστα ἂν ἐπί‐ θοιντο μετὰ τῶν ἐνθάδε ὑπεριδόντες, τουτέστι καταφρονή‐ σαντες Mvc2 καὶ τὰ πεῖραν ἥκιστα ...: ὅσα ἔνδοξα ὄντα | |
5 | ἐς πεῖραν οὐκ ἔρχεται, τουτέστιν ὅσα ἀκούεται μᾶλλον ἤπερ ὁρᾶται Mvc2 | |
6.11.5 | ὅπερ νῦν ὑμεῖς ...: τὸ αὐτό, φησί, ἕπεται τοῖς Συρακουσίοις πρὸς ἡμᾶς, ὅπερ νῦν ὑμῖν ἐγένετο πρὸς Λακεδαιμονίους. φοβούμενοι γὰρ αὐτοὺς αἰεὶ δήποτε, ἐπειδὴ παρὰ τὴν οἴησιν τὸ πρῶτον αὐτῶν ἐκρατήσατε, καταφρονή‐ | |
5 | σαντες ἤδη καὶ Σικελίας ἐφίεσθε. ἐμφαίνει δὲ ὅτι καὶ Συρα‐ | |
κούσιοι καταφρονήσαντες ἡμῶν τῶν ἐνθάδε ὀρέξονται Mvc2 παρὰ γνώμην: παρ’ ἐλπίδα. | 333 | |
6.11.6 | τὰς διανοίας: δηλονότι τῶν πολεμίων c2 μηδὲ Λακεδαιμονίους ...: μὴ νομίζετε Λακεδαιμονίους, φησίν, ἄλλο τι σκοπεῖν ἢ διὰ τὸ αἰσχρῶς ἐσπεῖσθαι σπεύδειν, ὅτῳ τρόπῳ δύναιντο ἔτι νῦν καθελόντες | |
5 | ἡμᾶς ἀναμαχέσασθαι τὴν πρόσθεν ἀδοξίαν, ὅσῳ ὑπὲρ πάντα τὰ ἄλλα τὴν ἀπ’ ἀρετῆς δόξαν θηρῶνται καὶ ἐν πλείστῳ χρόνῳ μελετῶσιν αὐτήν Mvc2 ἐπιβουλεύουσαν: ἡμῖν δηλονότι. | |
6.12.1 | καὶ ταῦτα: ἀπὸ κοινοῦ τὸ μεμνῆσθαι BFc2 ἐν‐ θάδε εἶναι ἀναλοῦν: ἐνθάδε ἐξεῖναι ἀναλίσκειν τά τε χρή‐ ματα καὶ τὰ σώματα Mvc2 φυγάδων: τῶν Ἐγεσταίων BFGc2 τό τε ψεύσασθαι καλῶς: τὸ καλῶς πρόσκειται διὰ τὸ μὴ | |
5 | πεφωρᾶσθαι ψευδόμενον BFMc2ʃ ἀντὶ τοῦ πιθανῶς Mc2 χά‐ ριν μὴ ἀξίαν εἰδέναι: Ὅμηρος [δ 695]: οὐδέ τίς ἐστι χάρις μετόπισθεν εὐεργέων BFc2 | |
6.12.2 | εἴ τέ τις ἄρχειν ἄσμενος ...: ταῦτα διὰ τὸν συστρά‐ τηγον Ἀλκιβιάδην BFc2 ἐς τὸ ἄρχειν: τὸ ἐς τό ἀντὶ τοῦ ἢ ὥστε Mvc2 ἀπὸ τῆς ἱπποτροφίας: ἤγουν ἀπὸ τῶν οἰκείων ἵππων. ἐλλαμπρύνεσθαι: ἐναλαζονεύεσθαι v βουλεύσα‐ | |
5 | σθαί τε: λείπει τὸ περὶ αὐτοῦ τοῦ πράγματος Mvc2 | |
6.13.1 | παρακελεύστους καθημένους φοβοῦμαι: παρα‐ κέλευστοι, οἱ ἐκ παρακελεύσεώς τι λέγοντες Patm. ʃ παρα‐ κεκλημένους GMvc2 οἷσπερ νῦν ὅροις χρωμένους ...: Ὅμηρος [Α 156]· | |
5 | ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα BFMc2 | |
6.14.1 | ταῦτα: τὸ ἑξῆς, ταῦτα ἐπιψήφιζε BFMc2 ἐπιψή‐ φιζε: δευτέρας ψήφους τίθει. τὸ μὲν λύειν ...: ἡ διά‐ νοια· μὴ εὐλαβοῦ μεταθεῖναι τὰ ἐψηφισμένα· λύσας γὰρ αὐτὰ μετὰ τοσούτων μαρτύρων αἰτίαν τε οὐχ ἕξεις καὶ τῆς πόλεως | |
5 | ἰατρὸς γενήσῃ κακῶς βουλευσαμένης GMvc2 | 334 |
6.15.2 | διαβόλως: ἤγουν ἐπὶ διαβολῇ καὶ κατηγορίᾳ. καὶ Καρχηδόνα λήψεσθαι: τοὺς Ἀθηναίους. | |
6.15.4 | τῆς τε κατὰ τὸ ἑαυτοῦ σῶμα ...: τὸ παρανόμως διαιτᾶσθαι, ἢ τὸ παρα‐ νόμως τῷ ἑαυτοῦ σώματι χρῆσθαι κατὰ τὰς διατριβάς Mvc2 ἐπιτρέψαντες: τὰ τοῦ πολέμου. οὐ διὰ μακροῦ: μετ’ | |
5 | ὀλίγον. | |
6.16.1 | καὶ προσήκει μοι ...: δημηγορία Ἀλκιβιάδου ABCEFMʃ ἀγερωχίας ἡ δημηγορία μεστὴ τοῦ Ἀλκιβιάδου. τοῖς προγόνοις ... δόξαν φέρει ταῦτα: παρ’ ὅσον ἡ οἰκία αὐτῶν ἱπποτρόφος ἐλέγετο GMvc2 | |
6.16.2 | καὶ ὑπὲρ δύναμιν μείζω: ἑαυτῆς. τῷ ἐμῷ διαπρεπεῖ τῆς Ὀλυμπίαζε θεω‐ ρίας: διαπρέψαντος ἐμοῦ ἐν τῇ Ὀλυμπιακῇ θεωρίᾳ Mvc2 ἐνίκησα δὲ ...: ἐνίκησα δὲ τά τε πρῶτα καὶ τὰ δεύτερα καὶ | |
5 | τὰ τέταρτα Mvc2 νόμῳ μὲν γὰρ τιμὴ τὰ τοιαῦτα: ἤγουν νόμιμος τιμή εἰσι τὰ τοιαῦτα. | |
6.16.3 | χορηγίαις ἢ ἄλλῳ τῳ: ἑκουσίοις ἑορτασίμοις ἀναλώμασι. φθονεῖται: Σοφοκλῆς [Ai. 157]· πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει BFc2 | |
5 | καὶ οὐκ ἄχρηστος ...: εἰρωνεύεται ὁ Ἀλκιβιάδης λέγων ὅτι, εἰ καὶ ἀνόητος φαίνομαί τισιν, ἀλλ’ οὖν τῇ πόλει οὐκ ἄχρη‐ στός ἐστί μου ἡ ἄνοια, ἀλλὰ καὶ ὠφέλιμος Mvc2 τέλεσι: δα‐ πάναις BFGMvc2 | |
6.16.4 | πρὸς οὐδένα: εὐπραγοῦντα. οὐ προσ‐ αγορευόμεθα: ἀντὶ τοῦ ὑπερορώμεθα τέθεικεν, ἐπεὶ συμ‐ βέβηκε τοὺς παρορωμένους ὑπὸ τῶν πέλας οὐ προσαγορεύεσθαι Mvc2 ἢ τὰ ἴσα νέμων ...: ὥσπερ τῶν δυστυχούντων κατα‐ | |
5 | φρονεῖ τις, οὕτω καὶ αὐτὸς ἀνεχέσθω ὑπὸ τῶν εὐτυχούντων ἐν μέρει καταφρονούμενος, ἢ εἰ βούλεται μὴ ὑπερορᾶσθαι κακο‐ πραγῶν, μηδ’ αὐτὸς τῶν ἀτυχούντων καταφρονείτω Mvc2 | |
6.16.5 | ἔν τινος λαμπρότητι: τὸ ἑξῆς, ἐν λαμπρότητι BFcʃ καὶ ὅσοι | |
ἔν τινος πράγματος λαμπρῷ κατορθώματι κρείττους ἐγένοντο. ἐν μὲν τῷ κατ’ αὐτοὺς βίῳ: ἤγουν καθ’ ὃν χρόνον ζῶσι. | 335 | |
5 | λυπηροὺς ὄντας: λυπηροὺς τοὺς ἐπιφθόνους ἤκουσα, ἐπεὶ καὶ ὁ φθόνος λύπη κατὰ τὸ γένος ἐστί Mvc2 τοῖς ὁμοίοις: τοῖς λαμπρότητι προέχουσιν vc2 καὶ ἄλλοις ξυνόντας: τὸ ξυνόντας ἀπὸ κοινοῦ 〈πρὸσ〉 τὸ λυπηροὺς ἀκουστέον Mvc2 προσποίησίν τε ξυγγενείας τισί: οἱ ἔπειτα ἄνθρωποι | |
10 | τοὺς τοιούτους προγόνους αὑτῶν καὶ συγγενεῖς αὐχοῦσι, κἂν μὴ ὦσι πρὸς γένους Mvc2 | |
6.16.6 | ἐπιβοώμενος: ἀντὶ τοῦ κατα‐ λαλούμενος, ἢ περιβόητος ὤν Mvc2ʃ ἐπιφημιζόμενος κατὰ τὰ ἴδια. ξυστήσας: μεθ’ ὑμῶν στήσας καὶ φίλα ὑμῖν ποιήσας Mvc2 ἐς μίαν ἡμέραν κατέστησα: ἀντὶ τοῦ ἐν μιᾷ ἡμέρᾳ | |
5 | ἠνάγκασα Mvc2 καὶ περιγενόμενοι: οἱ Λακεδαιμόνιοι. | |
6.17.1 | καὶ ταῦτα ἡ ἐμὴ νεότης ...: καὶ ταῦτα ἐγένετο δι’ ἐμὲ τὸν νέον καὶ παρὰ φύσιν ἀνόητον λογιζόμενον λόγοις τε χρησάμενον πρέπουσι πρὸς Ἀργείους καὶ Μαντινέας καὶ ἀπειλήσαντα μετ’ ὀργῆς αὐτοῖς, εἰ μὴ θέλοιεν προσχωρεῖν ἡμῖν | |
5 | Mvc2 μὴ πεφοβῆσθαι αὐτήν: τὴν νεότητα, ἢ τὴν ἄνοιαν, ὃ καὶ μᾶλλον. δῆλον δὲ τῷ ἐπιφερομένῳ· τὸ γὰρ „ἀκμάζω μετ’ αὐτῆσ“ τοιοῦτος νέος εἰμί, φησί, μετὰ τῆς λεγομένης ἀνοίας Mvc2 | |
6.17.2 | μὴ μεταγιγνώσκετε: μὴ διὰ τοῦτο μεταγνῶτε, ὅτι δοκεῖτε ἐπὶ μεγάλην δύναμιν στρατεύειν Mvc2 αἱ πόλεις: τῆς Σικελίας BF καὶ ἐπιδοχάς: τὸ ἐγγράφειν ῥᾳδίως ταῖς πολι‐ τείαις ξένους τε καὶ φυγάδας Mvc2 | |
6.17.3 | δι’ αὐτό: διὰ τὰς μεταβολὰς καὶ ἐπιδοχὰς τῆς πολιτείας Mvc2 νομίμοις κατα‐ σκευαῖς: οὐ ταῖς νομιζομέναις, ἀλλὰ ταῖς ἱκαναῖς. οὕτω καὶ νόμιμον ῥήτορα τὸν ἱκανὸν καὶ νόμιμον ἀθλητήν φαμεν Mvc2 | |
5 | ὅ τι δὲ ἕκαστος ...: ὁ νοῦς· τῶν δημαγωγῶν ἕκαστος οὐ | |
τοῦ κοινῇ συμφέροντος στοχάζεται, ἀλλὰ τοῦ οἰκείου λήμματος, εἴτε ἐκ τοῦ λόγῳ πείθειν περιγένοιτο αὐτῷ τὸ λαβεῖν εἴτε ἐκ τοῦ στασιάζειν. οὐ χαλεπὸν γὰρ νομίζεται τῷ μὴ κατορθώ‐ σαντι ἐκπεσεῖν τῆς πατρίδος καὶ ἄλλην γῆν οἰκῆσαι. ἐμφαί‐ | 336 | |
10 | νεται δὲ ἐντεῦθεν ὅτι οὐδεὶς ὡς πατρίδος τῆς ἰδίας πόλεως πεφρόντικεν Mvc2 | |
6.17.4 | οὔτε λόγου μιᾷ γνώμῃ ἀκροᾶ‐ σθαι: οὔτε ὁμονοοῦντας ἑνὸς ἀκούειν λόγου οὔτε ὁμοφρο‐ νοῦντας κοινῇ ἐπὶ τὰ ἔργα παραγίγνεσθαι Mvc2 | |
6.17.5 | ὅσοι ἕκα‐ στοι ...: ὅσοι ἕκαστοι λέγουσι τὸν ἴδιον ἀριθμόν Mvc2 εὐπο‐ ρώτερα: εὐκαταμαχητότερα Mvc2 | |
6.17.7 | τοὺς αὐτοὺς τούτους: τοὺς Λακεδαιμονίους. οὕσπερ νῦν φασι ...: φασὶν οἱ περὶ τὸν Νικίαν, πολεμίους δὲ τοὺς Πελοποννησίους. ταῦτα δὲ πρὸς τὸν Νικίαν λέγοντα [10, 1] „φημὶ γὰρ ἡμᾶς πολεμίους πολ‐ | |
5 | λοὺς ἐνθάδε ὑπολιπόντασ“ BFMc2 τὴν ἀρχήν: τῶν Ἑλλήνων δηλονότι. | |
6.17.8 | οὔτε ἀνέλπιστοί πω ...: οὐδὲν μᾶλλον ἀπ‐ ηλπίκασι Πελοποννήσιοι τοῦ δύνασθαι καταλῦσαι ἡμᾶς GMvc2 | |
6.18.1 | σκηπτόμενοι: προφασιζόμενοι. οὐδὲ ἐκεῖνοι ἡμῖν: ἐβοήθησαν. προσεθέμεθα αὐτούς: συμμάχους ἐποιησάμεθα αὐτούς GMvc2 κωλύωσιν: οἱ Ἐγεσταῖοι BFMc2 | |
6.18.2 | φυλοκρινοῖεν: ἐξετάζοιεν. ʃ σημείωσαι φιλοκρινοῖεν F αὐτῇ: τῇ ἀρχῇ Mvc2 τὸν γὰρ προύχοντα ...: ταῦτα λέγει, ὅτι οὐ μόνον ἡμᾶς ἐπιόντας ἀμύνονται οἱ πολέμιοι, ἀλλὰ καί, ὅπως μὴ ἐπιστρατεύσωμεν αὐτοῖς, προνοοῦνται καὶ προεπιχει‐ | |
5 | ροῦσιν Mvc2 | |
6.18.3 | ἐν τῷδε: ἤγουν ἐν τῷ ἄρχωιν. διὰ τὸ ... κίνδυνον εἶναι: διὰ τὸ κινδυνεύειν ἂν ἀρχθῆναι ἡμᾶς ὑφ’ ἑτέρων. καὶ οὐκ ἐκ τοῦ αὐτοῦ ἐπισκεπτέον ἡμῖν ...: καὶ οὐχ ὁμοίως ὥσπερ τοῖς ἄλλοις ἡσυχίαν ἡμῖν ἐπιτηδευτέον | |
5 | (τὸ γὰρ ἐπισκεπτέον ἀντὶ τοῦ ἐπιτηδευτέον τέθεικεν), εἰ μὴ καὶ κατὰ τὰ ἐπιτηδεύματα τοῖς ἄλλοις, φησίν, ἐξομοιωθήσεσθε Mvc2 | |
6.18.4 | τάδε: τὰ ἐνταῦθα πράγματα Mvc2 στορέσωμεν τὸ φρόνημα: τῶν παρὰ Θουκυδίδῃ τροπικῶν ὀνομάτων τὸ σκλη‐ ρότατον τοῦτό ἐστιν, ἀλλὰ κατὰ Ἀλκιβιάδην Mvc2 ἐν ᾧ: τῷ κακῶσαι Συρακουσίους. | 337 |
6.18.5 | τὸ δὲ ἀσφαλές: ἀσφάλειαν δὲ καὶ μετὰ ἀσφαλείας Mvc2 αὐτοκράτορες γὰρ ἐσόμεθα ...: οὐκ ἐπὶ τοῦ αὐτεξουσίου τέθεικε τὸ αὐτοκράτορες· ἐπεὶ πῶς συνάψει τις αὐτῷ τὸ „καὶ ξυμπάντων Σικελιωτῶν“; ʃ ἀνθι‐ | |
5 | σταμένων ἐκ περιουσίας κρατήσομεν. ἔνιοι δὲ τὸ αὐτοκράτορες ἀντὶ τοῦ μόνοι φασί Mvc2 | |
6.18.6 | διάστασις: ἀντὶ τοῦ στάσις GMvc2 πάνυ ἀκριβές: ἄκρον. μάλιστ’ ἂν ἰσχύειν: ἀπὸ κοινοῦ τὸ νομίσατε BFMc2 τρίψεσθαί τε ...: δαπανήσεσθαι ὑφ’ ἑαυτῆς καὶ φθαρήσεσθαι, ὥσπερ φθείρεσθαι πέφυκε καὶ | |
5 | τῶν σωμάτων τὰ πολλὰ ὑπὸ τῆς ἀργίας Mvc2 ὥσπερ καὶ ἄλλο τι: ἀργὸν κείμενον δηλονότι. πάντων τὴν ἐπιστή‐ μην: ἤτοι πάντων τῶν πολιτῶν τὴν ἐπιστήμην ἐκλυθήσεσθαι ἢ πάντων τῶν ἐπιτηδευμάτων Mvc2 καὶ τὸ ἀμύνεσθαι ...: καὶ τὸ δύνασθαι ἀμύνασθαι τοὺς πολεμίους οὐ λόγων κομ‐ | |
10 | πάσει, ἀλλ’ ἔργων ἕξειν μελέτῃ Mvc2 | |
6.18.7 | παράπαν: ἀντὶ τοῦ τὸ σύνολον GMc2 ἥκιστα διαφόρως πολιτεύωσιν: ἥκιστα μεταθῶσι τὴν πολιτείαν Mvc2 | |
6.19.1 | ἐκείνου: τοῦ Ἀλκιβιάδου. | |
6.19.2 | ἀπὸ μὲν τῶν αὐτῶν λόγων: ἀντὶ τοῦ τοῖς αὐτοῖς χρώμενος λόγοις Mc2 | |
6.20.1 | ἐπειδὴ ...: δημηγορία Νικίου ABCFM ξυνε‐ νέγκοι: συντελῆ ἂν εἴη. | |
6.20.2 | ἐπὶ γὰρ πόλεις ...: καθ’ ὑπερβατόν. ἐπὶ γὰρ πόλεις, ὡς ἐγὼ ἀκοῇ αἰσθάνομαι, μέλ‐ λομεν ἰέναι μεγάλας τό τε πλῆθος, ὡς ἐν μιᾷ νήσῳ, πολλὰς τὰς Ἑλληνίδας Mvc2 ὡς ἐγὼ ἀκοῇ αἰσθάνομαι: ἀκριβῆ | |
5 | κατάληψιν ἔχω ἀπὸ φήμης. μεγάλας: ἤγουν ἰσχυράς. ὑπη‐ | |
κόους ἀλλήλων: ἤγουν δεδουλωμένας ἀλλήλαις. οὐδὲ δεο‐ μένας μεταβολῆς: αἱ ἐν Σικελίᾳ πόλεις οὐ δέονται μετα‐ βολῆς ὥσπερ αἱ πρὸς βίαν δουλεύουσαι Mvc2 ἄλλαι εἰσὶν ἑπτά: Συράκουσαι, Σελινοῦς, Γέλα, Ἀκράγας, Μεσσήνη, Ἱμέρα, | 338 | |
10 | Καμάρινα. ταύτας φησὶ τὰς ἑπτὰ ἀντιμάχους πόλεις τοῖς Ἀθη‐ ναίοις εἶναι BCFM τοῖς πᾶσιν: πράγμασι δηλονότι. | |
6.20.4 | ἐν τοῖς ἱεροῖς: ἤγουν τὰ κοινά. ἔθος γὰρ τοῖς παλαιοῖς τὰ κοινὰ χρήματα ἐν τοῖς ἱεροῖς ταμιεύειν. καὶ ἀπὸ βαρβάρων τινῶν ...: ἤγουν ἔχουσι φόρον καὶ ἄρχοντες βαρβάρων τινῶν. | |
5 | ᾧ: ἤγουν ἐν ᾧ. οἰκείῳ: ἤγουν ἐκ τῆς οἰκείας γῆς. ἐπακτῷ: ξένω. | |
6.21.1 | πρὸς οὖν τοιαύτην δύναμιν: τῶν Σικελῶν. φαύλου: σμικρᾶς. ʃ φαῦλον τὸ ἁπλοῦν καὶ μονοειδές Mvc2ʃ τὸ δὲ φαύλου ἐνταῦθα θηλυκῶς ἐκ τοῦ ἡ φαῦλος Mc2 πεζὸν πολύν: χρήσιμον εἰς τὴν ἤπειρον στρατὸν δηλονότι. τῆς δια‐ | |
5 | νοίας: τοῦ ἡμετέρου σκοποῦ. ὑπὸ ἱππέων πολλῶν: τῶν Σικελῶν δηλονότι. εἴργεσθαι τῆς γῆς: τῆς Σικελικῆς. ξυ‐ στῶσιν αἱ πόλεις: συνέλθωσιν αἱ πόλεις εἰς κοινὴν βοή‐ θειαν. φοβηθεῖσαι: ἡμᾶς δηλονότι. καὶ μὴ ἀντιπαρά‐ σχωσιν ...: ἐὰν μὴ παράσχωσί τινες ἡμῖν ἱππικὸν φίλοι | |
10 | γενόμενοι, ἔξωθεν Ἐγεσταίων Mvc2 | |
6.21.2 | αἰσχρὸν δὲ βια‐ σθέντας ἀπελθεῖν: ἐκκρουσθέντας δηλονότι ἡμᾶς τῆς Σι‐ κελίας ἀπελθεῖν. αὐτόθεν: ἤγουν ἐκ τοῦ ἡμετέρου τόπου. ἀξιόχρεῳ: ἀσφαλεῖ. ἀπὸ τῆς ἡμετέρας αὐτῶν: ἤγουν | |
5 | ἡμῶν αὐτῶν. αἱ κομιδαί: αἱ πορίσεις. ʃ οὐχ ὁμοίως μέλ‐ λετε στρατεύεσθαι ἐπὶ Σικελίαν, ᾗπερ ἐνταῦθα τοῖς ὑπηκόοις συμμαχοῦντες στρατεύεσθε ἐπί τινας οὐ πολὺ ἀπέχοντας, ὥστε ῥᾳδίαν εἶναι τὴν τῶν ἀναγκαίων παρακομιδὴν ἐκ τῆς οἰκείας γῆς Mvc2 ἀπαρτήσαντες: ἀντὶ τοῦ ἀπαρτηθέντες, ἀπελθόντες, | |
10 | καὶ πολὺ τῆς οἰκείας χωρισθέντες GMvc2 | 339 |
6.22.1 | ἀντέχωσι: ἀντιμάχωνται. ἀπολαμβανώμεθα: κρατηθῶμεν. τὰ ἐπιτήδεια: ἤγουν ἐφόδια. ʃ ἤγουν βρώ‐ σιμα καὶ πόσιμα. πολλὴ γὰρ οὖσα: ἀντίπτωσις, ἀντὶ τοῦ πολλῆς γὰρ οὔσης Mvc2 μὴ ἐπὶ ἑτέροις γίγνεσθαι: ἀντὶ | |
5 | τοῦ μὴ ἐν ἄλλοις ἔχειν τὰς ἐλπίδας Gvc2 αὐτόθεν: ἤγουν ἐκ τοῦ ἡμετέρου τόπου. λόγῳ: λόγῳ, φησίν, ἕτοιμα εἶναι, ταῖς δ’ ἀληθείαις οὐκ εἶναι GMvc2 | |
6.23.1 | ἐνθένδε: ἤγουν ἀπὸ τῶν Ἀθηνῶν. πλήν γε πρὸς τὸ μάχιμον ...: πρὸς μὲν τὸ μάχιμον αὐτῶν καὶ τὸ ὁπλιτικὸν οὐδ’ ὅλως δυνάμεθα ἀντιτάξασθαι. πρὸς δὲ τὰ ἄλλα μὴ μόνον ἐξ ἴσου ἐκείνοις, ἀλλὰ καὶ μειζόνως παρασκευα‐ | |
5 | σώμεθα. ἄλλως γὰρ οὐ δυνησόμεθα τὰ μὲν οἰκεῖα διασῶσαι, τῶν δὲ ἐκεῖ πραγμάτων κρατῆσαι Mvc2 τῶν μέν: ἤγουν τῶν πολεμίων. | |
6.23.2 | οὕς: ἤγουν τοὺς καθ’ ἡμᾶς πλέοντας. | |
6.23.3 | τῇ τύχῃ: τύχην τὴν ἐλπίδα λέγει. βούλομαι γάρ, φησίν, οὐκ ἐλπίσιν, ἀλλὰ παρασκευῇ θαρρεῖν Mvc2 | |
6.24.1 | εἰ ἀναγκάζοιτο στρατεύεσθαι: ὑπὸ τῶν Ἀθηναίων δηλονότι ὁ Νικίας. | |
6.24.2 | τὸ μὲν ἐπιθυμοῦν: ἤγουν τὴν ἐπιθυμίαν. ἐξῃρέθησαν: ἐξέβαλον. ὑπὸ τοῦ ὀχλώ‐ δους τῆς παρασκευῆς: ὀχλῶδες μὲν ἤτοι τὸ περισκελὲς καὶ ὀχληρὸν ἢ τὸ πολύ. λέγει δὲ ὅτι τῆς τοῦ πλεῖν ἐπιθυμίας | |
5 | οὐκ ἔπαυσεν αὐτοὺς τὸ ὀχληρὸν τῆς παρασκευῆς Mvc2 ὀχλώ‐ δους: χαλεπότητος. τοὐναντίον περιέστη αὐτῷ: ἀντὶ τοῦ οἱ ἐναντίοι παρεγένοντο αὐτῷ συγκαταίροντες. αὐτῷ: τῷ Νικίᾳ. | |
6.24.3 | ἔρως ἐνέπεσε τοῖς πᾶσιν ...: Ὅμηρος [Β 453]: τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετο BCF τοῖς δ’ ἐν ἡλικίᾳ: ἀπὸ κοινοῦ τὸ ἔρως ἐνέπεσεν ἐκπλεῦσαι BCF ἀπούσης: γῆς. πόθῳ ὄψεως καὶ θεωρίας: τὸ θεω‐ | |
5 | ρίας ἀντὶ τοῦ ἱστορίας κεῖται, ἵνα ᾖ, ποθοῦντες τὴν ἀλλο‐ | |
δαπὴν καὶ ἰδεῖν καὶ ἱστορῆσαι Mvc2 καὶ στρατιώτης: ἤγουν τὸ στρατιωτικὸν πλῆθος. ἀργύριον οἴσειν: ἀντὶ τοῦ ἀποί‐ σεσθαι καὶ λήψεσθαι. | 340 | |
6.25.1 | παρακαλέσας: ἀντὶ τοῦ ἐπικελευσάμενος αὐτῷ Gvc2 | |
6.25.2 | ἄκων μέν: περιττὸς ὁ μέν σύνδεσμος Mvc2 μέντοι: ὁ μέντοι ἀντὶ τοῦ δέ κεῖται Mvc2 λόγον: ἀριθμόν. | |
6.26.2 | ἄρτι: ἤγουν τότε ἤδη. ἀπὸ τῆς νόσου: ἤγουν τῆς λοιμώδους. ἐπιγεγενημένης: αὐξηθείσης. διὰ τὴν ἐκεχειρίαν: ἤγουν τὴν ἄνεσιν τοῦ πολέμου. | |
6.27.1 | ἐν δὲ τούτῳ: τῷ καιρῷ δηλονότι. οἱ Ἑρμαῖ λίθινοι: τετράγωνος ἐργασία Patm. ʃ ἐπειδή φασι τὸν Ἑρ‐ μῆν λόγου καὶ ἀληθείας ἔφορον εἶναι, διὰ τοῦτο καὶ τὰς εἰκόνας αὐτοῦ τετραγώνους καὶ κυβοειδεῖς κατεσκεύαζον, αἰνιττόμενοι | |
5 | ὅτι τὸ τοιοῦτον σχῆμα, ἐφ’ ἃ μέρη πέσῃ, πανταχόθεν βάσιμον καὶ ὄρθιόν ἐστιν. οὕτω καὶ ὁ λόγος καὶ ἡ ἀλήθεια ὁμοία ἐστὶ πανταχόθεν αὐτὴ αὑτῇ, τὸ δὲ ψεῦδος πολύχουν καὶ πολυσχιδὲς καὶ ἑαυτῷ μάλιστα ἀσύμφωνον BCFGM κατὰ τὸ ἐπιχώριον: δηλονότι ἔθος. περιεκόπησαν τὰ πρόσωπα: ἰστέον ὅτι | |
10 | Παυσανίας ἐν τῇ διαπεπονημένῃ αὐτῷ τῶν Ἀττικῶν ὀνομάτων συναγωγῇ τοὺς τραχήλους καὶ τὰ αἰδοῖα τοὺς Ἑρμᾶς περι‐ κοπῆναί φησι καὶ τοὺς τοῦτο δράσαντας Ἑρμοκοπίδας καλεῖ‐ σθαι M | |
6.27.2 | μεγάλοις μηνύτροις: μεγάλοις δώροις ἐπὶ μη‐ νύσει. οὗτοι: οἱ ποιήσαντες. καὶ προσέτι: ἐπὶ τῷ ζητεῖν. ἀσέβημα: ἤγουν ὕβριν εἰς τοὺς θεούς. | |
6.27.3 | μειζόνως ἐλάμ‐ βανον: ἀντὶ τοῦ ὑπόθεσιν ἐξήταζον. ʃ ἀντὶ τοῦ ἐμεγάλυνον c2 | |
6.28.1 | καὶ ἀκολούθων: ἤγουν δούλων. ὧν: ἤτοι τῶν ποιουμένων ἢ τῶν πεποιηκότων νέων Mvc2 | |
6.28.2 | ὑπο‐ λαμβάνοντες: ἤγουν λαμβάνοντες ἐν τῷ νῷ. ʃ ἀντὶ τοῦ προσδεχόμενοι αὐτὰ ὥστε πιστεύειν GMvc2 ἐμεγάλυνον: ἤγουν εἰς μέγεθος ᾖρον τὸ ἔγκλημα. ἐπιλέγοντες τεκμή‐ | |
5 | ρια: ἤγουν ἐπιβοῶντες ἐκείνῳ. οὐ δημοτικήν: ἤγουν τὴν | |
ἔξω τοῦ ἔθους τῆς δημοκρατίας. | 341 | |
6.29.1 | τῆς παρασκευῆς: τῆς πολεμικῆς ὁπλίσεως. ἐπεπόριστο: ἐτετέλεστο ἐκ τοῦ πορισμοῦ. εἰ δ’ ἀπολυ‐ θείη: τῶν ἐγκλημάτων δηλονότι. | |
6.29.2 | καὶ ἐπεμαρτύρετο: ἀντὶ τοῦ διεμαρτύρετο Mc2 ἀποδέχεσθαι: ἤγουν δέχεσθαι ὡς βεβαίας. | |
6.29.3 | δεδιότες ...: φοβούμενοι τὸ στράτευμα ὡς οὐκ εὔνουν αὐτοῖς. γράφεται δὲ ἔν τισι, μὴ εὔνουν ἔχῃ· καὶ ἀκουστέον, μὴ ἄρα εὔνουν ᾖ τὸ στράτευμα τῷ Ἀλκιβιάδῃ Mvc2 ἀπέτρεπον: τὴν δίκην. ἀπέσπευδον: ἤγουν ἀπερρίπτουν | |
5 | μετὰ σπουδῆς. ἐκ μείζονος διαβολῆς: βουλόμενοι μεγάλως αὐτὸν διαβαλεῖν, ἔμελλον αὐξήσειν τὴν διαβολὴν ἀπόντος αὐτοῦ. ἐμηχανῶντο δὲ μεταπεμφθέντα αὐτὸν εἰς ἀπολογίαν καταστῆ‐ σαι Mvc2 | |
6.30.1 | μεσοῦντος ἤδη: 〈σημείωσαι〉 ὅτι τὸ μεσοῦντος τρίτης ἐστὶ συζυγίας. Εὐριπίδης ἐν Μηδείᾳ [60]· ζηλῶ ς’· ἐν ἀρχῇ πῆμα, κοὐδέπω μεσοῖ BCFM τοῖς πλοίοις: τοῖς μικροῖς, ἃ δὴ καὶ λεπτὰ ἄλλοθι εἶπεν Mvc2 | |
5 | ἐκεῖθεν: ἤγουν ἐκ τῆς Κερκύρας. διαβαλοῦσι: διαπλεύ‐ σουσι, διαπεραιωσομένοις. ἀναξόμενοι: ἤγουν μέλλοντες ἀναπλεύσειν. | |
6.30.2 | ὅμιλος ἅπας: ὁ μὴ ἐκστρατεύσιμος. τὰ μέν: τὰ κατὰ τὴν Σικελίαν. | |
6.31.1 | ἀλλήλους ἀπολιπεῖν: οἵ τε ἀπιόντες δηλονότι τοὺς μένοντας καὶ οἱ μένοντες ἐκείνους Mvc2 ἀξιόχρεων: ἤγουν μεγάλην. ἄπιστον διάνοιαν: μεῖζόν τι τῆς ὑπο‐ λήψεως. | |
6.31.2 | τετράκις γὰρ χίλιοι: οἱ μετὰ Περικλέους, ἢ οἱ μετὰ Ἅγνωνος BFGMc2 | |
6.31.3 | ἐξαρτυθείς: παρασκευασθείς GMvc2ʃ ἑτοιμασθείς. ἐκπονηθέν: ἤγουν ἀπαρτισθέν, μετὰ πορισμοῦ συσταθέν. ʃ κτισθέν. τῶν δὲ τριηραρχῶν ἐπι‐ φοράς τε πρὸς τῷ ἐκ δημοσίου μισθῷ διδόντων τοῖς | |
5 | θρανίταις: ἐπιφορά, ὁ διδόμενος μισθὸς παρὰ τοῦ τριηρ‐ άρχου τοῖς ἐπιβάταις δίχα τοῦ δημοσίου Patm. ʃ ἔξωθνε τοῦ δημοσίου μισθοῦ ἐκ τῶν ἰδίων ἐπιδόσεις παρεῖχον· τοῦτο | |
γάρ εἰσιν αἱ ἐπιφοραί. οἱ δὲ θρανῖται, μακροτέραις κώπαις ἐρέττοντες πλείονα κόπον ἔχουσι τῶν ἄλλων· διὰ τοῦτο τούτοις | 342 | |
10 | μόνοις ἐπιδόσεις ἐποιοῦντο οἱ τριήραρχοι, οὐχὶ δὲ πᾶσι τοῖς ἐρέταις GMvc2 θρανῖται: οἱ τὴν ἀνωτέραν τάξιν ἐν τῇ τρι‐ ήρει τῶν ναυτῶν ἔχοντες· οἱ γὰρ μέσοι ζευγῖται· οἱ δὲ κατώ‐ τεροι θαλάμιοι Patm. σημείοις: ἤτοι κυρίως σημείοις λέγει, καθάπερ καὶ τῷ στρατεύματι, ἤ, ὡς ἔνιοι, σημεῖα τὰς ἔξωθεν | |
15 | καταγραφὰς τῶν τριήρων GMvc2 ἐς τὰ μακρότατα: ἤτοι ἐπὶ πλεῖστον, πολυχρόνια δή. καταλόγοις τε ...: καταλόγοις ἀκριβέσι δοκιμασθὲν καὶ προκριθέν GMvc2 χρηστοῖς: ἀλη‐ θέσι, βεβασανισμένοις. τῶν περὶ τὸ σῶμα σκευῶν: οἱ μὲν ὁπλῖται ὅπλα εἶχον, οἱ δὲ ἐρέται καὶ τέκτονες καὶ λιθουργοὶ | |
20 | τὰ ἐπιτήδεια ὄργανα Mvc2 | |
6.31.4 | προσετάχθη: ἄρχοι. εἰκα‐ σθῆναι: εἰκασμὸν δοῦναι. καὶ ἐξουσίας: τὴν περιουσίαν ἐξουσίαν φησίν Gvc2 | |
6.31.5 | προσετετελέκει: προσανήλωσε. μεταβολή: ἡ πρᾶσις καὶ πραγματεία Patm. ʃ ὠνήσεως δή. | |
6.31.6 | τόλμης τε θάμβει ...: ἔκπληξίν τε παρασχὼν διὰ τὴν τόλμαν πλέον ἤπερ τῷ κατὰ πλῆθος ὑπερέχειν τῶν ἐναντίων GMvc2 μέγιστος ἤδη διάπλους: οὐ χρόνου, ἀλλὰ τόπου Mvc2 ἐπὶ μεγίστῃ ἐλπίδι: μείζονα ἐλπισάντων τῆς ὑπαρ‐ | |
5 | χούσης δυνάμεως GMvc2 | |
6.32.1 | ἐσέκειτο: ἐνεβλήσαν. ἐπετέθειτο ταῖς ναυσί. τῇ μὲν σάλπιγγι: διὰ τῆς σάλπιγγος Mvc2 παρ’ ἅπαν τὸ στράτευμα: ἤγουν διὰ παντὸς τοῦ στρατεύματος. | |
6.33.1 | ἄπιστα μὲν ἴσως ...: παραίνεσις Ἑρμοκρά‐ τους ABCFM περὶ τοῦ ἐπίπλου τῆς ἀληθείας λέγειν: ἤτοι περὶ τοῦ ἀληθῶς αὐτοὺς ἐπιπλεῖν Mvc2 ἢ λέγοντες ἢ ἀπαγγέλλοντες: ἤγουν, ἢ ἀφ’ ἑαυτῶν λέγοντες καὶ λογο‐ | |
5 | ποιοῦντες, ἢ ἀπαγγέλλοντες, ἐξ ἑτέρων ἀκούσαντες πλασάντων. | |
οὐ καταφοβηθεὶς ...: οὐ φοβήσομαι διὰ τὸ ἄφρων νομι‐ σθήσεσθαι καὶ διὰ τοῦτο σιωπήσω Mvc2ʃ ἤγουν, ὅμως οὐ καθέξω ἐμαυτὸν ἤδη κινδύνου ἐπερχομένου τῇ πόλει, κατα‐ φοβηθεὶς τὸ δόξαι ἄπιστα φθέγγεσθαι καὶ ἐκ τούτου ἄφρονα | 343 | |
10 | ὑπειλῆφθαι. ἐπισχήσω: ἐμαυτὸν δηλονότι. σαφέστερόν τι ἑτέρου εἰδώς: ἀκριβέστερον τῶν ἄλλων ἐπιστάμενος Mvc2ʃ ἀληθέστερον. | |
6.33.3 | ἀπὸ τῶν ὑπαρχόντων: δυνατῶν. κάλ‐ λιστα: ἤγουν ἀνδρικώτατα καὶ φρονιμώτατα. ἄφαρκτοι: ἤγουν ἄοπλοι. | |
6.33.4 | πιστά: τὰ τῆς ἐφόδου τῶν Ἀθηναίων. κατεργασώμεθα: ταπεινώσωμεν, νικήσωμεν. οὐ γὰρ δὴ ...: οὐ γὰρ φοβοῦμαι, φησί, μὴ ἐπιτύχωσι τοῦ ἑλεῖν ἡμᾶς vc2 | |
6.33.5 | ὀλίγοι γὰρ δὴ στόλοι: ἀντὶ τοῦ οὐδ’ ὀλίγοι c2 κατ‐ ώρθωσαν: ἤγουν ἠρίστευσαν. τῶν ἐνοικούντων: ἤτοι τῶν ἐνοικούντων ταῖς Συρακούσαις, ἵνα ἀστυγείτονας τοὺς ἄλλους ἀκούσωμεν Σικελιώτας, ἢ τοὺς μὲν ἐνοικοῦντας δεκ‐ | |
5 | τέον τοὺς Σικελιώτας, ἀστυγείτονας δὲ Καρχηδονίους τε καὶ Ἰταλιώτας Mvc2 πάντα γὰρ ὑπὸ δέους ξυνίσταται: ὁ γὰρ φόβος ὁμοφρονεῖν ἀναγκάζει καὶ τοὺς στασιάζοντας Mv ἤν τε δι’ ἀπορίαν ...: ἂν ἄρα, φησί, δι’ ἀπορίαν τῶν ἐπιτη‐ δείων περὶ αὑτοὺς σφαλῶσι, δόξαν ἡμῖν προσθήσουσιν ὡς ὑφ’ | |
10 | ἡμῶν νενικημένοι Mvc2 τῶν ἐπιτηδείων: τῶν τροφίμων. | |
6.33.6 | ὅπερ καὶ Ἀθηναῖοι ...: τρία πραγματεύεται διὰ τούτων· ἓν μέν, ἐν ἐλπίδι ποιῆσαι τοὺς Συρακουσίους τῆς νίκης, ὡς σφαλησομένων τῶν Ἀθηναίων περὶ αὐτούς, ὅνπερ τρόπον ἐσφάλησαν οἱ Μῆδοι στρατεύσαντες ἐπὶ τὴν Ἑλλάδα· ἕτερον δέ, | |
5 | τῷ μόνους Συρακουσίους, ἂν κατορθώσωσι, δοκεῖν νενικηκέ‐ ναι τοὺς Ἀθηναίους, ἐπειδή γε ἐπὶ Συρακουσίους ἐκεῖνοι προηγουμένως στρατεύονται (καὶ γὰρ τὸν Μῆδον, ὑπὸ πάντων νενικημένον τῶν Ἑλλήνων, ὑπὸ μόνων τῶν Ἀθηναίων ἡττῆ‐ σθαι νενομίσθαι διὰ τοῦτο, ὅτι ἐπ’ Ἀθήνας λόγος ἦν στρα‐ | |
10 | τεύειν αὐτόν)· τρίτον δέ, ἀπαλλάξαι τοῦ φόβου τοὺς Συρα‐ κουσίους· ἐπεὶ γὰρ καταπεπλήγασιν ἀκοῇ τοὺς Ἀθηναίους νενικηκότας τὸν Μῆδον, παραδείκνυσιν αὐτοῖς ὅτι ὁ Μῆδος, αὐτὸς περὶ αὑτῷ πταίσας τὰ πλείω, τὴν δόξαν τῆς νίκης ἐκεί‐ νοις προσέθηκεν Mvc2 παρὰ λόγον: παρὰ δόξαν. | 344 |
6.34.1 | τά τε αὐτοῦ: ἤγουν τὰ ἐν τῷδε τῷ τόπῳ. βεβαιωσώμεθα: βεβαίους φίλους ποιήσωμεν. τοῖς δέ: ἐχθροῖς οὖσι δηλονότι. ἔς τε τὴν ἄλλην Σικελίαν: οὐχὶ πᾶσαν, ἀλλὰ τὴν ὑπὸ τῶν Ἑλλήνων οἰκουμένην· προεῖπε γὰρ | |
5 | περὶ τῶν βαρβάρων Mvc2 | |
6.34.2 | οὐ γὰρ ἀνέλπιστον αὐτοῖς: προσδοκῶσι γάρ Mvc2ʃ ἄφοβον· τὸ κακὸν δηλονότι. διὰ φό‐ βου εἰσί: φοβοῦνται Καρχηδόνιοι μὴ αὐτοῖς ἐπέλθωσιν Ἀθη‐ ναῖοι Mvc2 τάδε: τὰ καθ’ ἡμᾶς. ἐν πόνῳ: ἐν ταλαιπω‐ | |
5 | ρίᾳ. κρύφα: κρύφα μὲν χρήματα ἡμῖν λάθρα τῶν Ἀθη‐ ναίων πέμψαντες. ἐν δὲ τῷ ἢ ἐξ ἑνός γέ του τρόπου περιττὸς ὁ ἤ σύνδεσμος· παρὰ γὰρ τὸ ἢ κρύφα ἢ φανερῶς ἀμῦναι τρίτον οὐδέν ἐστιν Mvc2 ὅθεν ὅ τε πόλεμος: καὶ ἐν πολέμῳ δύναμιν ἔχει μεγίστην καὶ ἐν πᾶσι τοῖς ἄλλοις πράγμασι τὰ | |
10 | χρήματα Mvc2 καὶ τἆλλα: τὰ κατὰ τοὺς ἀνθρώπους. | |
6.34.4 | διὰ τὸ ξύνηθες ἥσυχον: διὰ τὸ σύνηθες ἡμῖν εἶναι τὸ ἡσυχά‐ ζειν Mvc2 καὶ ἐς λογισμὸν καταστήσαιμεν: καὶ ποιήσο‐ μεν αὐτοὺς ἐν φροντίδι καὶ διαλογισμῷ γενέσθαι Mvc2 χώ‐ | |
5 | ρας φύλακες: λείπει τῆς Σικελίας Mvc2 εὐεπίθετος: ὁ εὐεπιβούλευτος Patm. ʃ εὐεπιχείρητος ἡμῖν ἔσται ἡ δύναμις αὐτῶν, βραδέως τε πλέουσα διὰ τὸν ἐν τῷ πελάγει κάματον καὶ οὐκ ἀθρόα GMvc2ʃ ἡ παρασκευή. | |
6.34.5 | κουφίσαντες: ἤτοι κοῦφοι ὄντες ἢ καταλιπόντες ὀπίσω τὴν πᾶσαν παρασκευήν Mvc2 εἰ δὲ μὴ δοκοίη: προσβαλεῖν δηλονότι. περαιωθέντες: εἰς τὸν Τάραντα δηλονότι. ἀποροῖεν ἄν: εἰς ἀπορίαν κα‐ | |
5 | ταστήσονται τῶν ἐπιτηδείων Mvc2 παραπλεῖν: τὸν Τάραντα | |
δηλονότι. καὶ τὰ τῶν πόλεων: καὶ οὐκ εἰδότες βεβαίως, εἰ αἱ πόλεις ὑποδέξονται αὐτούς, ἀθυμοῖεν ἄν Mvc2 | 345 | |
6.34.6 | ἐξ‐ ωσθῆναι ἂν ...: ἐκπεσεῖσθαι τὸν καιρὸν τοῦ πλοῦ εἰς χει‐ μῶνας Mvc2 τοῦ ἐμπειροτάτου: τὸν Νικίαν λέγει BFMc2 ἀξιόχρεων: ἀξιόμαχον, βέβαιον, πιστὸν εἰς ἀξιομαχίαν. | |
6.34.7 | τῶν δ’ ἀνθρώπων πρὸς τὰ λεγόμενα ...: Ὅμηρος [ς 136]· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι BFc2 | |
5 | ἰσοκινδύνους ἡγούμενοι: ἤτοι ἐν ὁμοίῳ κινδύνῳ κατα‐ στήσοντας αὐτούς, ἢ ἰσοπαλεῖς Mv | |
6.34.8 | δικαίως: τὸ δικαίως δύναται μὲν καὶ πρὸς τὸ ἐπέρχονται λαμβάνεσθαι, δικαίως ἐπέρχονται· δύναται δὲ καὶ πρὸς τὸ κατεγνωκότες, δικαίως κατεγνωκότες Mvc2 παρὰ γνώμην τολμήσαντας: παρὰ τὴν | |
5 | δόξαν αὐτῶν θαρρήσαντας. τῷ ἀδοκήτῳ μᾶλλον ἂν ...: μᾶλ‐ λον ἂν καταπλαγεῖεν τὸ ἀπροσδοκήτους ἡμᾶς αὐτοῖς ἀντιτά‐ ξασθαι ἤπερ τὴν δύναμιν ἡμῶν Mvc2 | |
6.34.9 | ταῦτα: τὸ ἀντεξορ‐ μῆσαι ἐπὶ τοὺς Ἀθηναίους vc2 παραστῆναι παντί: δόξαν εἶναι παντὶ ἀνθρώπῳ. τὸ μὲν καταφρονεῖν ...: δεῖ τοὺς καταφρονοῦντας τῶν ἐπιόντων ἐν αὐτῷ τῷ πολέμῳ καὶ τῇ κατ’ | |
5 | αὐτὸν ἀνδρείᾳ φαίνεσθαι καταφρονοῦντας τῶν ἐναντίων, ἔργον γὰρ κἀνταῦθα καὶ πολλαχοῦ τὸν πόλεμον λέγει Mvc2 ἐν τῶν ἔργων τῇ ἀλκῇ: τὸ ἑξῆς, ἐν τῇ ἀλκῇ τῶν ἔργων BF τὸ δ’ ἤδη ...: τὸ δέ, ὡς φοβουμένους κίνδυνον, ἀσφαλέστατα πα‐ ρασκευάζεσθαι χρησιμώτατον Mv | |
6.35.1 | λέγει: Ἑρμοκράτης. ὅ τι οὐκ ἂν μεῖζον ἀντιπάθοιεν: μείζονα ἀντιπαθεῖν τοὺς Ἀθηναίους ἢ δρᾶ‐ σαι vc2 | |
6.35.2 | πιθανώτατος τοῖς πολλοῖς: δυνάμενος πεί‐ θειν τοὺς πολλούς. | |
6.36.1 | τοὺς μὲν Ἀθηναίους ...: δημηγορία Ἀθη‐ | |
ναγόρου Συρακουσίου ABCFM κακῶς φρονῆσαι: μωροὺς εἶναι. τῆς δὲ ἀξυνεσίας: σημείωσαι τῆς ἀξυνεσίας Bʃ ἕνεκα θαυμάζω δηλονότι. ἐς ἔκπληξιν καθιστάναι: ἤγουν, | 346 | |
5 | εἰς φόβον ἐμβαλεῖν Mc2 ὅπως τῷ κοινῷ φόβῳ τὸ σφέ‐ τερον ἐπιλυγάζονται: ἐπιλυγάζονται, τὸ ἐπισκιάζειν καὶ καλύπτειν Patm. ʃ σημείωσαι ἐπηλυγάζωνται BFʃ τὸ ἐπη‐ λυγάζονται, ἐπικρύπτονται. ὅπως, φησί, κοινῇ φοβήσαντες ἅπαντας τὸν ἴδιον φόβον ἀποκρύψωνται Mvc2 ἀπὸ ταὐτο‐ | |
10 | μάτου: ἐξ ἀλόγου συμπτώματος. ξύγκεινται: ἀπὸ κοινοῦ τὸ ἀγγελίαι Mc2 | |
6.36.3 | ἀλλ’ ἐξ ὧν ἂν ἄνθρωποι ...: τὸ ἑξῆς, ἀλλ’ ἐξ ὧν ἂν δράσειαν ἄνθρωποι δεινοί BFc2 δεινοί: ἀντὶ τοῦ συνετοί c2 ʃ φρόνιμοι. ἀξιῶ: ἀξίους ἡγοῦμαι εἶναι. | |
6.36.4 | καταλελυμένους: ἀντὶ τοῦ καταλελυκότας. | |
6.37.1 | διαπολεμῆσαι: διενεγκεῖν τὸν πόλεμον Mc2ʃ δηλονότι περιγενέσθαι διὰ πολέμου. ἄμεινον: τῆς Πελοπον‐ νήσου BFc2 αὐτόθεν: ἐκ τῆς Σικελίας. | |
6.37.2 | ὥστε παρὰ τοσοῦτον γιγνώσκω: τὸ μὲν „παρὰ τοσοῦτον γινώσκω“ τοσοῦτον διαφέρομαι τοῖς τὰ ἕτερα διαγγέλλουσι· τὸ δὲ „ὥστε“ ὑπερβιβάσαι χρή, ἵνα μὴ σολοικοφανὲς ᾖ τὸ σχῆμα, καὶ οὕτω | |
5 | συντάξαι· παρὰ τοσοῦτον γινώσκω, ὥστε μόγις ἄν μοι δοκοῦ‐ σιν οὐκ ἂν παντάπασι διαφθαρῆναι οἱ Ἀθηναῖοι Mvc2 ἦ πού γε δὴ ...: μήτι γε ἐν Σικελίᾳ πάσῃ πολεμίᾳ καθεστώσῃ GMvc2 στρατοπέδῳ τε: λείπει χρώμενοι Mvc2 ἀναγκαίας παρα‐ σκευῆς: οὐ τῆς ἐκ περιουσίας, ἀλλὰ τῆς οὐδὲ αὐτάρκους | |
10 | Mvc2 ὑπὸ τῶν ἡμετέρων ἱππέων: εἰργόμενοι τῆς γῆς ὑπὸ τῶν ἡμετέρων ἱππέων Mvc2 οὐδ’ ἂν κρατῆσαι αὐτοὺς τῆς γῆς ἡγοῦμαι: οὐδ’ ἂν ἀποβῆναι αὐτοὺς εἰς τὴν γῆν νομίζω δυνήσεσθαι Mvc2 | |
6.38.1 | ἐνθένδε: ἀπὸ τῆς πόλεως. οὔτε ἂν γενό‐ μενα: οὐχ οἷά τε γενέσθαι. λογοποιοῦσι: ψευδέσι λόγοις συντιθέασι. | |
6.38.2 | κακουργοτέροις: πονηροτέροις. ἡμεῖς | |
δὲ κακοὶ ...: ἡμεῖς δὲ διὰ κακίαν ἀδύνατοί ἐσμεν καὶ προ‐ αίσθεσθαι τοὺς πονηροὺς καὶ αἰσθανόμενοι ἐπεξελθεῖν αὐτοῖς GMvc2 | 347 | |
6.38.3 | τυραννίδας δὲ ...: ἀπὸ κοινοῦ τὸ ἀναιρεῖται vc2 | |
6.38.4 | ὑμᾶς μὲν τοὺς πολλοὺς ...: περὶ δημοκρατίας καὶ ἀρι‐ στοκρατίας διάλογοι BFMc2 τοὺς δὲ τὰ τοιαῦτα μηχανω‐ μένους: ἤγουν τοὺς κακούργους. μὴ μόνον αὐτοφώρους: αὐτόφωροι, οἱ αὐτῷ τῷ πράγματι ἐλεγχόμενοι Patm. ʃ ἐπ’ | |
5 | αὐτοφώρῳ λαμβάνων· χαλεπὸν γὰρ ἐπ’ αὐτοφώρῳ ἔχειν αὐτούς Mvc2 καὶ ὧν βούλονται μέν: ἀπὸ κοινοῦ τούτους κολά‐ ζων Mvc2 ὧν: ἕνεκα δηλονότι. εἴπερ καὶ μὴ προφυλαξά‐ μενος ...: εἴπερ καὶ πάσχει τις κακῶς πρὶν αἴσθηται ἄν Mc2 ἐλέγχων: ἤγουν φανερῶς δεικνύων. | |
6.38.5 | ἐσκεψάμην: ἤγουν κατ’ ἐμαυτὸν ἐπὶ συννοίας ἔσχον. τί καὶ βούλεσθε ...: πρὸς τὸν Ἑρμοκράτην ἀποτείνει τὸν λόγον Bvc2 ὁ δὲ νό‐ μος ἐκ τοῦ μὴ δύνασθαι ...: ὁ δὲ νόμος ἐτέθη διὰ τὸ μὴ | |
5 | δύνασθαι ὑμᾶς ἄρχειν, κωλύων 〈μᾶλλον〉 ἤπερ ὡς δυναμέ‐ νους ἀτιμάζων. λέγει δὲ περὶ τῶν νέων, ὅτι εἴργονται τῆς ἀρχῆς διὰ νόμον οὐκ ἀτιμαζόμενοι, ἀλλὰ κωλυόμενοι διὰ τὴν ἡλικίαν GMvc2 ἀλλὰ δὴ μὴ ...: ἀπὸ κοινοῦ τὸ πολλάκις ἐσκεψάμην, τί καὶ βούλεσθε BFMc2 μετὰ πολλῶν ἰσονο‐ | |
10 | μεῖσθαι: ἰσότιμοι εἶναι μετὰ τῶν πολλῶν. | |
6.39.1 | ἴσον: δίκαιον. τοὺς δὲ ἔχοντας τὰ χρή‐ ματα: τουτέστι τὴν ἀριστοκρατίαν BFMc2 μέρος: λείπει τῆς πόλεως vc2 ἰσομοιρεῖν: ἰσοτιμίας ἀξιοῦνται ἐν δημοκρατίᾳ οἵ τε πλούσιοι καὶ οἱ συνετοί Mvc2 | |
6.39.2 | ξύμπαν ἀφελομένη ἔχει: τῆς ὠφελείας δηλονότι. ἃ ὑμῶν οἵ τε δυνάμενοι καὶ οἱ νέοι ...: ἅπερ ὑμῖν οἵ τε ὀλιγαρχικοὶ καὶ οἱ νέοι προθυμοῦνται πάντα ἔχειν, ἀδυνάτου ὄντος ἐν μεγάλῃ πόλει | |
5 | πάντα τούτους ἔχειν Mvc2 | |
6.40.1 | τὸ τῆς πόλεως ξ. κοινόν: τὸ πᾶσι κοινῶς ὠφέ‐ | |
λιμον τῆς πόλεως, τοῦτο αὔξετε Mvc2 καὶ πλέον οἱ ἀγα‐ θοὶ ὑμῶν ...: οἱ ἀγαθοὶ ὑμῶν ἡγείσθωσαν τοῦτο καὶ ἴσον εἶναι καὶ πλέον τοῦ ἴσου, τὸ τῶν αὐτῶν μετασχεῖν, ὧν καὶ | 348 | |
5 | πᾶσα ἡ πόλις Mvc2 εἰ δ’ ἄλλα βουλήσεσθε: εἰ δὲ μειζόνων ἐφίεσθε, πάντων στερήσεσθε Mvc2 ὡς πρὸς αἰσθ.: ἀντὶ τοῦ ὡς προαισθησομένων καὶ μὴ ἐπιτρεψόντων ἡμῶν Mvc2 | |
6.40.2 | εἰ μή τι αὐτῶν ...: τοῦτο ἀνταποδέδοται πρὸς ἐκεῖνο, „ἡ γὰρ πόλις ἥδε, καὶ εἰ ἔρχονται Ἀθηναῖοι, ἀμυνεῖται“. καὶ εἰ μὴ ἀληθῆ εἶναι, οὐ διὰ τὰς ὑμετέρας ἀγγελίας αὐθαίρετον δου‐ | |
5 | λείαν ἑλεῖται. τοῦτο γάρ ἐστι τὸ ἐπιβαλεῖται vc2 τούς τε λόγους ἀφ’ ὑμῶν ...: ἀπὸ κοινοῦ τὸ οὐκ οἶμαι. οὐκ οἶμαι γάρ, φησίν, ὅτι τοὺς λόγους ὑμῶν ἴσα ἔργοις δύνασθαι ἡ πόλις κρινεῖ Mvc2 οὐχὶ ἐκ τοῦ ἀκούειν ἀφαιρ.: οὐχὶ διὰ τὸ ἀκούειν καταπλαγεῖσα ἀποστερήσεται Mvc2 ἐκ δὲ τοῦ | |
10 | ἔργῳ φυλασσομένη ...: τὴν ἐλευθερίαν πειράσεται σώζειν ἐκ τοῦ δι’ ἔργων μὴ ἐπιτρέπειν τοῖς ἀφαιρουμένοις αὐτήν Mvc2. | |
6.41.2 | διαβολὰς μὲν ...: δημηγορία ἑνὸς τῶν στρατη‐ γῶν τῶν κατὰ Σικελίαν ABCF | |
6.41.3 | μηδὲν δεήσῃ: μάχης δη‐ λονότι. οἷς ὁ πόλεμος ...: οἷς χαίρει πόλεμος, ὧν χρῄζει Mvc2 | |
6.41.4 | ἐπιτήδειον: ἁρμόδιον. ἐς ὑμᾶς οἴσομεν: μη‐ νύσομεν ὑμῖν Mvc2 | |
6.42.1 | νείμαντες: τὸν στρατόν. ἐν ἑκάστῳ: μέρει. καταγωγαῖς: λιμέσι. εὐκοσμότεροι: εὐτακτότεροι. κατὰ τέλη στρατηγῷ προστεταγμένοι: κατὰ τάξεις ὑπὸ στρα‐ τηγοῖς τεταγμένοι Mvc2 | |
6.42.2 | εἰσομένας: γνωριοῦσας. καὶ εἴρητο αὐταῖς: ὥριστο ταῖς ναυσί. αὐταῖς προαπαν‐ τᾶν: τοῖς προπεμφθεῖσι τῷ στόλῳ δή. ἐπιστάμενοι: τοὺς φίλους. | |
6.43.1 | τριήρεσι μὲν ταῖς πάσαις ...: τριήρεις ταχεῖαι, τριήρεις στρατιώτιδες, πεντηκόντεροι, ἱππαγωγοί, πλοῖα, ὁλ‐ | |
κάδες BFMvc2 ταχεῖαι: πρὸς ναυμαχίαν ἐπιτήδειοι vc2 στρα‐ τιώτιδες: στρατιώτας τοὺς πεζομαχήσοντας ἄγουσαι vc2 τὸ | 349 | |
5 | δὲ ἄλλο ναυτικόν: ἤγουν αἱ ἄλλαι νῆες αἱ ἔχουσαι τοὺς ναύτας. | |
6.44.1 | ξυνδιέβαλλε: συνδιεπεραιώθη. | |
6.44.2 | ὡς ἕκα‐ στοι ηὐπόρησαν: ὡς ἕκαστοι ἔτυχον εὐπλοῆσαι Mvc2 παρε‐ κομίζοντο: ἤγουν παραπλέοντες ἐκομίζοντο. | |
6.44.3 | καὶ ἐν‐ ταῦθα: ἤγουν ἐν τῷ Ῥηγίῳ. παρεῖχον: οἱ Ῥηγῖνοι δηλονότι. ἀνελκύσαντες: ἤγουν ἐκ τῆς θαλάσσης εἰς τὴν ξηράν. οὐδὲ μεθ’ ἑτέρων: οὔτε μετὰ τῶν Ἀθηναίων οὔτε μετὰ τῶν | |
5 | Συρακουσίων. | |
6.45.1 | ἐπὶ τούτοις: μετὰ ταῦτα. παρεσκευάζοντο ...: καὶ πᾶσιν ἐδόκει παρασκευάζεσθαι, οὐδενὸς ἀντιλέγοντος Mvc2 ἔνθα μέν: εἴς τινας. φύλακας: τοὺς διαφυλάξοντας τὰς φιλίας πόλεις Mv καὶ ἐς τὰ περίπλοια: τὰ ἐν τῇ χώρᾳ | |
5 | φρούρια τῶν περιπόλων Mvc2 ʃ ἃ περιπλέοντες εἰσῆγον εἰς αὐτὰ φρουρούς. ὡς ἐπὶ ταχεῖ πολέμῳ: ὡς ἐν συντόμῳ ἐσομένῳ Mvc2 | |
6.46.2 | ἀντεκεκρούκει: παρὰ γνώμην ἀπηντήκει, ἀπο‐ βεβήκει Mvc2 καὶ εἰκὸς ἦν: συστρατεύειν δηλονότι τοῖς Ἀθηναίοις. προσδεχομένῳ: καθὼς προσεδέχετο, κατὰ τὴν αὐτοῦ ὑπόληψιν. τοῖν δὲ ἑτέροιν: Ἀλκιβιάδῃ καὶ Λαμάχῳ | |
5 | BFMc2 | |
6.46.3 | ἐξετεχνήσαντο: μετεχειρίσαντο. ἐπέδειξαν: ὑπ’ ὄψιν ἔθηκαν. ἀπ’ ὀλίγης δυνάμεως ...: ὀλίγα τῇ δυνάμει ὄντα μεγάλην φαντασίαν παρεῖχε Mvc2 ξενίσεις: φιλοφρονήσεις. τῶν τριηριτῶν: τῶν ἐν ταῖς τριήρεσιν | |
5 | ἀφικομένων Mvc2 αἰτησάμενοι: χρησάμενοι. τὸ δὲ αἰτή‐ σαντες ἀντὶ τοῦ λαβόντες ἄνευ τοῦ μέλλειν ἀποδώσειν Mvc2 | |
6.46.4 | διεθρόησαν: εἰπόντες διετάραξαν. | |
6.47.1 | ἐφ’ ὅπερ: διό. παραμείναντας: τοὺς Ἀθη‐ ναίους. αὐτοῖς: τοῖς Ἐγεσταίοις. δι’ ὀλίγου ...: διὰ ταχέων καὶ ἄνευ τοῦ προσδοκῆσαι Mvc2 καὶ τῇ πόλει δα‐ | |
πανῶντας ...: ὑπερβατόν, καὶ μὴ δαπανῶντας τὰ οἰκεῖα | 350 | |
5 | κινδυνεύειν τῇ πόλει Mvc2ʃ ἤγουν κίνδυνον προξενεῖν τῇ πόλει. | |
6.48.1 | ἐπικηρυκεύεσθαι: τὸ διὰ κήρυκος σπένδεσθαι Patm. καὶ στρατιὰν ἔχωσι: ἀπὸ τούτων τῶν πόλεων. ἐν πόρῳ: περαιώσει. προσαγαγομένους: χειρωσαμένους. εἰ‐ δότας μεθ’ ὧν τις ...: εἰδότας τίνας ἔχουσι συμμάχους Mvc2 | |
6.49.1 | τὸ γὰρ πρῶτον πᾶν στράτευμα: τὴν πρώτην προσβολὴν τοῦ στρατεύματος. | |
6.49.2 | τῇ γνώμῃ: ἀντὶ τοῦ βουλῇ. σφᾶς: τοὺς Ἀθηναίους. αὐτοὺς ἐκφοβῆσαι: τοὺς Συρα‐ κουσίους δηλονότι τοὺς Ἀθηναίους. τῷ αὐτίκα κινδύνῳ τῆς μάχης: ἀπὸ κοινοῦ, τὸ ἐκφοβῆσαι αὐτοὺς τῷ προσδοκῆσαι | |
5 | αὐτίκα ἐν κινδύνῳ διαμαχήσεσθαι Mvc2 | |
6.49.3 | μὴ ἥξειν: ἡ μή ἀπόφασις περιττή Mvc2 καὶ ἐσκομιζομένων ...: καὶ τὰ ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν μεταφερόντων τῶν Συρακουσίων οὐκ ἀπορήσειν τοὺς Ἀθηναίους χρημάτων, ἂν κρατοῦντες τῶν | |
5 | Συρακουσίων προσκαθέζωνται τῇ πόλει Mvc2ʃ φευγόντων αὐτῶν τῶν Συρακουσίων ἐς τὴν πόλιν. | |
6.49.4 | ἐκείνοις οὐ ξυμ‐ μαχήσειν: τοῖς Συρακουσίοις Mvc2 καὶ οὐ διαμελλήσειν καὶ οὐ διστάσειν καραδοκοῦντας πότεροι κρατήσουσιν Mvc2 ἐπαναχωρήσαντας καὶ ἐφορμηθέντας: ἐν τῷ ἐπαναχω‐ | |
5 | ρεῖν, ἐν τῷ ἐφορμᾶσθαι. οὔτε πλοῦν πολὺν οὔτε ὁδόν: οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης πολὺ ἀπέχοντα Mvc2 | |
6.50.2 | ἐς Νάξον: τὴν Σικελικήν. | |
6.50.3 | βουλόμενοι: φρο‐ νοῦντες. ἐπικαίρως: συντόμως, τεταγμένως. | |
6.50.4 | τὰς ἄλ‐ λας: οὐ μόνον τὰς ἑξήκοντα, ἀλλὰ καὶ τὰς ἄλλας παραλαβόν‐ τες Mvcʃ πλὴν τῶν δέκα. | |
6.50.5 | ἐς τὸν μέγαν λιμένα: τῶν Συρακουσῶν δηλονότι. καθειλκυσμένον: ἕτοιμον εἰς τὴν θάλασσαν. | |
6.50.6 | πολεμητέα ἦν: πολεμεῖν δυνατὸν ἔσοιτο GMvc2 | |
6.51.1 | καὶ ἐκκλησίας γενομένης: τῶν Καταναίων δηλον‐ ότι. τῶν ἐν τῇ πόλει: τῶν Καταναίων. κακῶς: ἀτέχνως, | |
σαθρῶς. ἠγόραζον: ἀντὶ τοῦ διέτριβον ἐν ἀγορᾷ Mvc2 | 351 | |
6.52.1 | πληροῦσι ναυτικόν: ναῦς ναυτῶν πληροῦσιν. ἐς τὸν αἰγιαλόν: τῶν Καμαριναίων. τὰ ὅρκια εἶναι: τοῖς Καμαριναίοις. | |
6.52.2 | ἄπρακτοι δὲ γενόμενοι: οἱ Ἀθηναῖοι. τῶν ψιλῶν: τῶν Ἀθηναίων. | |
6.53.1 | καὶ καταλαμβάνουσι: ἐντεῦθεν τὰ κατὰ τὸν Ἀλκιβιάδην BCF | |
6.53.2 | καὶ οὐ δοκιμάζοντες τοὺς μηνυ‐ τάς: οὐ διακρίνοντες, φησί, τοὺς μηνυτὰς πότερον ψεύδονται ἢ ἀληθεύουσιν, ἀλλ’ ὁμοίως πᾶσι πιστεύοντες, διὰ τὸ προσέ‐ χειν τοῖς πονηροῖς μηνυταῖς ἐνίους τῶν πολιτῶν χρηστοὺς | |
5 | ὄντας κατέδουν Mvc2 διὰ πον. ἀνθρ. πίστιν: πιστεύοντες πονηροῖς ἀνθρώποις μηνυταῖς. χρησιμώτερον ἡγούμενοι εἶναι ...: κρεῖσσον ἡγούμενοι βασανίσαι μᾶλλον τῶν χρηστῶν τινα καὶ ἐξευρεῖν τὴν ἀλήθειαν ἢ διὰ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς μηνυταῖς τοὺς ἐν αἰτίᾳ γενομένους ἀπολῦσαι ἀνεξε‐ | |
10 | τάστως Mvc2 | |
6.53.3 | ἐπιστάμενος γὰρ ὁ δῆμος ἀκοῇ: γνῶσιν ἔχοντες ἐξ ἀκοῆς. τελευτῶσαν: ἐν τοῖς τελευταίοις χρόνοις Mvc2 οὐδ’ ὑφ’ ἑαυτῶν: οὔτε ὑπὸ Ἀθηναίων κοινῇ οὔτε ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος Mvc2 | |
6.54.1 | δι’ ἐρωτικὴν ξυντυχίαν: ἔρωτος σύμβασιν. ἐπεχειρήθη: ἐτολμήθη. ἐπὶ πλέον διηγησάμενος: μα‐ κροτέρᾳ διηγήσει χρησάμενος. | |
6.54.2 | ὥρᾳ ἡλικίας λαμπροῦ: ἐπιφανεστάτου ἐν τῇ ἀκμῇ Mvc2 μέσος: οὔτε ἐπιφανὴς οὔτε ἄδοξος Mvc2 | |
6.54.3 | πειραθείς: ἐρωτικὴν πεῖραν δεξάμενος. τοῦ Πεισιστράτου: υἱοῦ δηλονότι. καὶ οὐ πεισθείς: αὐτῷ ἐρῶντι δηλονότι. καταγορεύει τῷ Ἀριστογείτονι: μηνύει τῷ ἐραστῇ αὑτοῦ. ἐρωτικῶς περιαλγήσας: περιπαθὴς γε‐ | |
5 | γονὼς ἐπὶ τῷ ἔρωτι. αὐτόν: τὸν Ἁρμόδιον. ὡς ἀπὸ τῆς ὑπαρχούσης ἀξιώσεως: ὡς κατὰ τὴν ὑπάρχουσαν αὐτῷ δύναμιν· ἦν γὰρ μέσος πολίτης Mv | |
6.54.4 | ἐν τόπῳ δέ τινι ἀφανεῖ ...: ἐμηχανᾶτο κρύφα προπηλακίσαι τὸν Ἁρμόδιον ὡς δι’ ἄλλην τινὰ αἰτίαν καὶ οὐ διὰ τὸ μὴ τυχεῖν αὐτοῦ Mvc2 | |
6.54.5 | ἀνεπιφθόνως: οὐ μεμπτῶς. κατεστήσατο: εὐτάκτη‐ σεν. ἐπὶ πλεῖστον: χρόνον δηλονότι. ἀρετὴν: δικαιοσύ‐ νην. εἰκοστήν: μοῖραν. πρασσόμενοι: ἀπαιτοῦντες. διέφερον: διήνυον. | 352 |
6.54.6 | τὰ δὲ ἄλλα: κατά. τοῖς πρὶν κειμένοις νόμοις ἐχρῆτο: πυλιτευομένοις. ἐπεμέλοντο: προενοοῦντο οἱ περὶ Πεισίστρατον ὥστε αἰεί τινα ἐξ αὐτῶν ἄρχειν Mvc2 Πεισίστρατος: ἦρξε δὴ ἐνιαυσίαν ἀρχήν. ἐν | |
5 | Πυθίου: τῷ τόπῳ. | |
6.54.7 | προσοικοδομήσας: ἐπαυξήσας. | |
6.55.1 | πρεσβύτατος: πρῶτος τῶν ἄλλων υἱῶν τοῦ Πει‐ σιστράτου. αὐτῷ τούτῳ: τῷ ῥηθησομένῳ. αὐτῷ: τῷ Ἱππίᾳ. | |
6.55.2 | διὰ τὸ πρεσβεύειν: διὰ τὸ τῶν ἐξ αὐτοῦ πρεσβύτατος εἶναι Mvc2 | |
6.55.3 | καθίστατο: λείπει, τὰ τῆς ἀρχῆς πράγματα Mvc2 ἀλλὰ διὰ τὸ πρότερον ...: ἀλλὰ διὰ τὸ ἐκ μακροῦ χρόνου τοῖς μὲν πολίταις σύνηθες ἐμπεποιηκέναι τοῦ φοβεῖ‐ σθαι αὐτόν, τοῖς δορυφόροις δὲ τοῦ φυλάττειν ἐπιμελῶς, ἐκ | |
5 | πολλοῦ τοῦ περιόντος ἀσφαλῶς ἐκράτει Mvc2 ἐπικούρους: φύλακας. καὶ οὐχ ὡς ἀδελφὸς ...: οὐχ, ὡς νεώτερος ὤν, ἐν ἀπορίᾳ ἐγένετο τοῦ πῶς δεῖ καταστήσασθαι τὴν ἀρχήν Mvc2 ἐν ᾧ οὐ πρότερον ...: διὰ τὸ μὴ πρότερον ἄρχειν μεμελε‐ τηκέναι Mvc2 | |
6.55.4 | τῇ δυστυχίᾳ ὀνομασθέντα: διὰ τὴν συμπεσοῦσαν αὐτῷ δυστυχίαν ὀνομασθέντα, ὀνομαστὸν γενό‐ μενον, ὑποληφθῆναι ὅτι ἐτυράννησεν Mvc2 | |
6.56.1 | ἀπαρνηθέντα ...: ἀρνησάμενον ὁμιλῆσαι τῷ πειρῶντι vc2 ἐπαγγείλαντες: προστάξαντες Gvc2 ἐν πομπῇ τινι: ἐν πανηγύρει. τὴν ἀρχήν: τοὺς ἄρχοντας. | |
6.56.2 | παρωξύνετο: ἐθυμοῦτο. τὰ πρὸς τοὺς δορυφόρους: ἤγουν εἰς τά. | |
6.56.3 | καὶ τοὺς μὴ προειδότας: τὴν ἐπιβουλὴν δηλονότι. | |
6.57.1 | ἔξω ἐν τῷ Κεραμεικῷ: ἔξω τῆς πόλεως. | |
6.57.2 | οἰ‐ κείως: φιλικῶς. | |
6.57.3 | τὸν λυπήσαντα οὖν: τὸν Ἵππαρχον BF | |
6.57.4 | οὐ ῥᾳδίως διετέθη: ἤτοι χαλεπῶς διετέθη, ἢ οὐ ῥᾳδίως οὐδὲ εὐκόλως ἀνῃρέθη Mvc2ʃ ἤγουν οὐ διάθεσιν τιμωριῶν | |
ἐλάμβανεν ῥᾳδίαν ἐνεγκεῖν. | 353 | |
6.58.1 | ἀγγελθέντος δὲ ...: ἡ διάνοια· Ἱππίας, ἀγγελ‐ θέντος αὐτῷ τοῦ πράγματος, ἐβάδισεν οὐκ ἐπὶ τὸν γενόμενον φόνον, ἀλλ’ ἐπὶ τοὺς ὁπλίτας οὔπω αἰσθανομένους. πρό‐ τερον ἢ αἰσθέσθαι: οὔπω ᾐσθημένων τὰ περὶ τὸν Ἵππαρ‐ | |
5 | χον τῶν τὴν πομπὴν πεμπόντων ὁπλιτῶν διὰ τὸ ἄπωθεν εἶναι Mvc2 ἀδήλως τῇ ὄψει πλασάμενος: ὑποκρινάμενος φαι‐ δρὸς εἶναι τῷ προσώπῳ GMvc2ʃ ἤγουν ἀσύγχυτον τὴν ἑαυ‐ τοῦ ὄψιν τηρήσας καὶ μὴ ὑπεμφαίνουσαν τεκμήριον τοῦ πά‐ θους. | |
6.58.2 | ὑπολαβεῖν: ὑφαρπάσαι Mvc2 ἐξελέγετο: κατ’ ἐκλογὴν ἐλάμβανεν. | |
6.59.1 | ἐκ τοῦ παραχρῆμα περιδεοῦς: ἐκ τοῦ εὐθέως φόβου ʃ καὶ τὸ φοβηθέντας αὐτοὺς ὡς μεμηνυμένους ἀλο‐ γίστῳ τόλμῃ ἐπὶ τὸν Ἵππαρχον χωρῆσαι Mvc2 | |
6.59.2 | διὰ φόβου‐ .. ὤν: ἤγουν φοβούμενος. εἴ ποθεν ...: εἴ ποθεν αὐτῷ ἀσφάλεια γένοιτο ἐάσαντι τὴν τυραννίδα Mvc2 | |
6.59.3 | ἀριστεύ‐ σαντος: ἤγουν ἀρίστου γενομένου. Ἱππίου: θυγατέρα. ἀτα‐ σθαλίην: αὐθάδειαν, ἀλαζονείαν. | |
6.59.4 | ἔτι: ἤγουν μετὰ τὸν φόνον τοῦ Ἱππάρχου. Ἀλκμεωνιδῶν: πολλοὶ μέγα γράφουσι, πλὴν κακῶς τόδε· ἐκ ῥήματος γὰρ οὐδὲ τῶν πατρωνύμων e8 | |
5 | ὑπόσπονδος: τοῖς Ἀθηναίοις δηλονότι. ὡς βασιλέα Δα‐ ρεῖον: ὡς Ἱππίας Ἀθηναίων τύραννος πρὸς Δαρεῖον ἀπέδρα BFMc2 | |
6.60.1 | ὑπόπτης: σημείωσαι ὑπόπτης Bʃ τοὺς ἵππους φασὶ τοὺς ταρασσομένους ὑπόπτας λέγεσθαι Mvc2 | |
6.60.2 | καὶ οὐκ ἐν παύλῃ ἐφαίνετο: καὶ οὐδεμία ἦν ἀπόπαυσις τοῦ συλλαμ‐ βάνειν τοὺς ἄνδρας καὶ ζήτησιν ποιεῖσθαι τῶν γενομένων Mvc2 | |
6.60.3 | λέγων δέ: ὁ συνδεσμώτης. αὐτόν: τὸν κατειπόντα Mvc2 ἄδειαν ποιησάμενον σῶσαι: ἐν ἀδείᾳ γενόμενον σῶσαι Mvc2ʃ ἀντὶ τοῦ τολμήσαντα. | |
6.60.4 | ἐπανεῖπον: εἶπον. ʃ τουτ‐ έστιν ὑπέσχοντο καὶ ἐκήρυξαν Mvc2 | 354 |
6.60.5 | ὠφέλητο: οὐ γὰρ ὑπώπτευον ἔτι ἀλλήλους Mvc2 | |
6.61.1 | χαλεπῶς: κατὰ τοῦ Ἀλκιβιάδου. | |
6.61.2 | καὶ κατέ‐ δαρθον: ἀπὸ κοινοῦ τὸ ἡ πόλις Mvc2 | |
6.61.3 | διὰ ταῦτα: διὰ τὰ κατηγορημένα τοῦ Ἀλκιβιάδου καὶ διὰ τοὺς ξένους αὐτοῦ τοὺς ἐν Ἄργει, ὑποπτευθέντας ἐπιτίθεσθαι τοῖς Ἀργείοις, οἱ Ἀθηναῖοι παρέδωκαν τῷ δήμῳ τῶν Ἀργείων τοὺς ὁμήρους | |
5 | τοὺς ἐν ταῖς νήσοις ἀποκειμένους ὡς οἰκείους ὄντας τῶν τοῦ Ἀλκιβιάδου ξένων Mvc2 | |
6.61.5 | εἴρητο δὲ προειπεῖν αὐτῷ: εἰρήκεσαν δὲ ὥστε προειπεῖν αὐτῷ Mvc2 ἀκολουθεῖν: τοῖς ἐκ τῆς Σαλαμινίας ναός. τό τε πρὸς τοὺς ἐν τῇ Σικε‐ λίᾳ ...: τὸ τότε οὐκ ἔστι χρονικόν, ἀλλ’ ἀνέστραπται οὕτω, | |
5 | θεραπεύοντές τε τὸ πρὸς τοὺς ἐν Σικελίᾳ στρατιώτας τε σφε‐ τέρους καὶ πολεμίους μὴ θορυβεῖν, ὥστε μηδένα θόρυβον συλληφθέντος τοῦ Ἀλκιβιάδου μήτε ἀπὸ τῶν Ἀττικῶν στρα‐ τιωτῶν ἀγανακτούντων γενέσθαι μήτε ἀπὸ τῶν πολεμίων κατα‐ φρονησάντων Mvc2 παραμεῖναι: ἐν Σικελίᾳ. δι’ ἐκείνου | |
10 | νομίζοντες: σημείωσαι τοῦ φεύγοντος BF | |
6.61.6 | τὸ ἐπὶ δια‐ βολῇ ...: προδιαβεβλημένοι ἐπὶ δίκην καταπλεῦσαι Mvc2 ση‐ μείωσαι ἐρήμῃ δίκῃ BFʃ ὅθεν ἡ παροιμία c | |
6.62.2 | τὸ μέρος τὸ ... κόλπον: τὰ δυτικώτατα αὐτῆς BCFM οὐκ ἐδέχοντο: οἱ Ἱμεραῖοι. | |
6.62.3 | παρεγένοντο γάρ: τοῖς Ἀθηναίοις. αὐτῶν: τῶν Ἐγεσταίων. | |
6.63.3 | καὶ εἰ ξυνοικήσοντες: οἷον εἰ γαμηθησόμενοι· τὸ δὲ εἰ ἀντὶ τοῦ πότερον κεῖται Mvc2 | |
6.64.1 | οἱ στρατηγοὶ τῶν Ἀθηναίων: οἱ στρατηγοὶ τῶν Ἀθηναίων προσελαυνόντων τῶν Συρακουσίων καὶ ἐνυβρι‐ ζόντων ἀγανακτοῦντες, βουλόμενοί τε τοὺς Συρακουσίους ποιῆ‐ σαι προελθεῖν πόρρω τῆς πόλεως πανδημεί, ἅμα τε καὶ αὐτοὶ | |
5 | στρατόπεδον ἐπιτήδειον καθ’ ἡσυχίαν καταλαβεῖν Mvc2 εἰ‐ | |
δότες οὐκ ἂν ὁμοίως δυνηθέντες: ἀπὸ κοινοῦ τὸ στρα‐ τόπεδον καταλαβεῖν· εἰδότες ὅτι οὐχ ὁμοίως δυνήσονται στρα‐ τόπεδον καταλαβεῖν ἐπιτήδειον Mvc2 ʃ οὐχ ὁμοίως οἱ Ἀθηναῖοι καθ’ ἡσυχίαν ᾤοντο στρατόπεδον δυνήσεσθαι καταλαβεῖν, οὔτ’ | 355 | |
10 | εἰ κατὰ θάλασσαν φανερῶς καὶ προῃσθημένων τῶν Συρακου‐ σίων ἐπιπλέοιεν (χαλεπὴν γὰρ ἔσεσθαι τὴν ἀπόβασιν ἀντιταχ‐ θησομένων τῶν ἐναντίων καὶ οὐκ ἀπαρασκεύων ὄντων) οὔτ’ εἰ κατὰ γῆν ἐπίοιεν ἐκ τοῦ φανεροῦ (καὶ γὰρ καὶ οὕτως ἐδό‐ κουν βλαβήσεσθαι)· διὰ ταῦτα δὴ ἀπάτῃ ἐβούλοντο χρήσασθαι | |
15 | καὶ παρασχεῖν δόκησιν τοῖς Συρακουσίοις ὡς κατὰ γῆν ἰόντες, ὅπως ἐπεξελθόντες ἐκεῖνοι πανδημεὶ παρατάξωνται Mvc2 τοὺς γὰρ ἂν ψιλοὺς ...: τούς τε ψιλοὺς τῶν Ἀθηναίων καὶ τὸν ἄλλον ὄχλον τὸν ἑπόμενον ᾤοντο βλαβήσεσθαι Mvc2 σφῶν: τῶν Ἀθηναίων. ὑπὸ τῶν ἱππέων: τῶν Συρακουσίων. | |
20 | αὐτούς: τοὺς στρατηγούς. οἳ ξυνείποντο: τοῖς Ἀθηναίοις. τοιόνδε τι οὖν: τὸ ἑξῆς, ἃ γιγνώσκοντες οἱ στρατηγοὶ τῶν Ἀθηναίων, καὶ βουλόμενοι, καὶ τὰ λοιπά, τοιόνδε τι μηχα‐ νῶνται. πρὸς ἃ ἐβούλοντο: πρὸς τὸ καταλαβεῖν τὸ στρατό‐ πεδον Mvc2 | |
6.64.2 | σφίσι: τοῖς Ἀθηναίοις. τῇ δοκήσει ...: δοκοῦντα οὐχ ἧττον εἶναι φίλον ἐκείνοις ἤπερ κατὰ ἀλήθειαν τοῖς Ἀθηναίοις ἦν φίλος Mvc2 | |
6.64.3 | ἀπὸ τῶν ὅπλων: ἤγουν χωρὶς ὅπλων. ἐκεῖνοι: οἱ Συρακούσιοι. καὶ ἡτοιμάσθαι ἤδη: καὶ ἑτοίμους εἶναι τοὺς ἄνδρας, παρ’ ὧν αὐτὸς ἥκει Mvc2 | |
6.65.1 | εἶναι ἐν διανοίᾳ: διανοεῖσθαι Mvc2 | |
6.65.3 | ἐς τὸ κατὰ τὸ Ὀλυμπιεῖον: τόπον ἐπιτήδειον ἐνστρατοπεδεύσα‐ σθαι, λιμένα μέγαν δή. ἄνηκται: ἀνέπλευσεν. ἀποστρέ‐ ψαντες: πρὸς τὰς Συρακούσας κινηθέντες. ἀποτρεπόμε‐ | |
5 | νοι: ὀπίσω ἐπανερχόμενοι. | |
6.66.1 | αὐτοῖς: τοῖς Συρακουσίοις GMvc2 ἐπιτήδειον: ἁρμόδιον ἐνστρατοπεδεύσασθαι. | |
6.66.2 | ἔρυμά τε ᾗ ἐφοδότα‐ τον ἦν τοῖς πολεμίοις: ἐφοδώτατον, τὸ ἐπίβουλον καὶ ἔφο‐ | |
δον εὐχερῶς δεχόμενον Patm. ʃ προσβῆναι δυνατόν GMvc2ʃ εὐπρόσιτον. λίθοις λογάδην καὶ ξύλοις: ὅτι λογάδας ἐν | 356 | |
5 | τῇ τετάρτῃ [c. 4, 2; 31, 2] λέγει λίθους τοὺς ἐπιλέκτους, καὶ οὐ τοὺς ἐπιτυχόντας, δῆλον ἐντεῦθεν Mvc2 ὤρθωσαν: χαλε‐ πῶς ἐποίησαν ὀρθόν. | |
6.66.3 | ἐκ μὲν τῆς πόλεως: τῶν Συρα‐ κουσίων. | |
6.67.1 | τὸ δὲ ἥμισυ ἐπὶ ταῖς εὐναῖς ἐν πλαισίῳ: πλαίσιον, τὸ τετράγωνον τῆς τάξεως σχῆμα Patm. ʃ ἐν τε‐ τραγώνῳ σχήματι Mv ʃ τετραγώνῳ παρασεσαλευμένῳ G ʃ γρ. καὶ ἐν πλαισίῳ ἤτοι τετρ. σχ. c2 τῶν ἐπιτάκτων: τῶν | |
5 | ὄπισθεν ἐπιτεταγμένων παρὰ ταῖς εὐναῖς GMvc2 | |
6.67.2 | αὐτοῖς: τοῖς Συρακουσίοις. | |
6.68.1 | πολλῇ μὲν παραινέσει ...: δημηγορία Νι‐ κίου ABCFM | |
6.68.2 | ἀπολέκτους: ἐξῃρημένους. ὑπερφρο‐ νοῦσι: ἤγουν περιφρονοῦσι, παρ’ οὐδὲν ἄγουσι. διὰ τὸ τὴν ἐπιστήμην τῆς τόλμης ἥσσω ἔχειν: ἤτοι διὰ τὸ τόλμαν μὲν ἔχειν αὐτούς, ἐπιστήμην δὲ οὔ, ἢ διὰ τὸ ἥττονα εἶναι τὴν | |
5 | ἐκείνων ἐπιστήμην τῆς ἡμετέρας τόλμης Mvc2 | |
6.68.3 | παραστή‐ τω: δεδόχθω. ἐξ ἧς: ἤτοι λείπει τὸ ἐξ ἧς ὁρμωμένους, ἢ τὸ ἐξ ἧς ἀντὶ τοῦ ἐν ᾗ Mvc2 | |
6.68.4 | ἀξίας: ἤτοι δόξης c2 καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ἀπορίαν: τὸ ἐν ἀλλοδαπῇ τε εἶναι καὶ πόρρω τῆς πατρίδος Mvc2 | |
6.69.1 | ἐπῆγε τὸ στρατόπεδον: κατὰ τῶν πολεμίων δηλονότι. ἐπεληλύθεσαν: εἰς τὴν πόλιν δή. οἱ δέ: αὐτοὶ δὲ οἱ ἐπεληλυθότες εἰς τὴν πόλιν. ὑστέριζον: ἤγουν ὕστε‐ ρον ἤρχοντο. ἐλλιπεῖς: ἤγουν ἥττους τῶν Ἀθηναίων. ἀν‐ | |
5 | δρείᾳ οὐχ ἥσσους: ἀνδρίαν νῦν λέγει τὸ θάρσος. θαρσα‐ λέως μὲν οὖν, φησίν, οὐχ ἧσσον τῶν Ἀθηναίων ἐχώρουν εἰς τὴν μάχην, τῇ δὲ ἐπιστήμῃ λειπόμενοι, καὶ τῇ προθυμίᾳ ἄκον‐ τες ἡττῶντο Mvc2 ἐς ὅσον: μέχρις οὗ. ἐπιστήμη: πολε‐ μική. ἀντέχοι: ἀντιπίπτοι. τῷ ἐλλείποντι: τῇ ἐλλείψει. | |
10 | αὐτῆς: τῆς ἐπιστήμης G | |
6.69.2 | οἵ τε λιθοβόλοι καὶ σφεν‐ | |
δονῆται: λιθοβόλοι οἱ τοῖς λίθοις μόνοις πρὸς τὸν πόλεμον χρώμενοι Patm. σφάγια προύφερον: ἔμπροσθεν τῆς στρα‐ τιᾶς ἐσφαγιάζοντο Mvc2 τὰ νομιζόμενα: τὰ κατ’ ἔθος νό‐ | 357 | |
5 | μιμον γενόμενα. ξύνοδον ἐπώτρυνον: παρώρμων πρὸς τὸ ξυμμῖξαι Mvc2 | |
6.69.3 | περί τε τῆς ἀλλοτρίας οἰκείαν σχεῖν ...: ὥστε κτήσασθαι τὴν ἀλλοτρίαν καὶ διὰ τοῦ ἡττηθῆναι μὴ κακῶσαι τὴν πατρίδα Mvc2ʃ ἡ διάνοια· περὶ τῆς ἀλλο‐ τρίας μαχούμενοι ὥστε αὐτοὺς τὴν ἀλλοτρίαν ποιήσειν οἰκείαν. | |
5 | ἐκείνοις: τοῖς Ἀθηναίοις. μέγιστον μὲν περὶ τῆς αὐτί‐ κα ...: μάλιστα μὲν διὰ τὴν ἰδίαν σωτηρίαν προθύμως ἐμά‐ χοντο, ἥτις ἦν ἀνέλπιστος αὐτοῖς, εἰ μὴ κρατοῖεν Mvc2 ἔπειτα δὲ ἐν παρέργῳ ...: οἱ ὑπήκοοι πρότερον μὲν διὰ τὴν αὐτῶν σωτηρίαν προθύμως ἐμάχοντο, αὖθις δέ, εἰ καὶ ἄλλο τι, καὶ | |
10 | διὰ τοῦτο μάλιστα ὅπως, συγκαταστρεψαμένων αὐτῶν τὴν Σι‐ κελίαν, οἱ Ἀθηναῖοι πραότερον τῶν συναγωνισαμένων ἄρχοιεν· τοῦτο γάρ ἐστι τὸ ῥᾳδίως ὑπακούσονται Mvc2 εἴ τι ἄλλο: δι’ ἄλλο τι. | |
6.70.1 | γενομένης δ’ ἐν χερσὶ τῆς μάχης: ἤτοι συν‐ ελθόντων ἐγγὺς καὶ ἐκ χειρὸς μαχομένων μετὰ τὸ παύσασθαι τοὺς λιθοβόλους καὶ τοὺς σφενδονήτας. ἤ, ὥς τινες, ἀρξα‐ μένης δὲ τῆς μάχης Mvc2 ἀντεῖχον: ὑπέμενον BF τοῖς | |
5 | μέν: τοῖς Συρακουσίοις BCF ξυνεπιλαβέσθαι: αἴτιον φό‐ βου γενέσθαι Mc2 τοῖς δ’ ἐμπειροτέροις: τοῖς Ἀθηναίοις BCF ὥρᾳ ἔτους περαίνεσθαι: κατὰ καιρὸν γενέσθαι Mc2 τοὺς δὲ ἀνθεστῶτας ... παρέχειν: ἐκπλαγῆναι δὲ μᾶλλον ὑπὸ τῶν ἀνθεστώτων μὴ νικωμένων Mvc2 | |
6.70.3 | καὶ ἀήσση‐ τοι: οὐ τὸ σύνολον, ἀλλὰ τότε οὐχ ἡττημένοι Mvc2 αὐτῶν: τῶν Ἀθηναίων. ἐπακολουθήσαντες: οὐχ οἱ ἱππεῖς, ἀλλ’ | |
οἱ Ἀθηναῖοι Mvc2 | 358 | |
6.71.1 | ἀπέθανον δὲ αὐτῶν: τῶν Συρακουσίων CFM ἀπέθανον δὲ αὐτῶν: τῶν Ἀθηναίων BCFM | |
6.72.1 | διαχειμάσοντες: ἐν Νάξῳ καὶ Κατάνῃ B | |
6.72.2 | καὶ παρελθὼν αὐτοῖς ...: παραίνεσις Ἑρμοκράτους BCFM | |
6.72.3 | οὐ μέντοι τοσοῦτόν γε ...: οὐχ οὕτως ἡττηθῆ‐ ναι, ὡς ἄν τις ᾤετο Mvc2 τοῖς πρώτοις ... ἐμπειρίᾳ: τοῖς ἐμπειρίαν ἔχουσι καὶ γυμνασίαν περὶ τὸ μάχεσθαι GMvc2 | |
6.72.4 | παρασκευάσωσι: ἤγουν παιδεύσωσιν εἰς παρασκευήν. τὴν μέν: τὴν εὐταξίαν. τὴν δ’ εὐψυχίαν: τὴν ἀνδρίαν. ὅμοιον δὲ τοῦτο τῷ ἐν τῷ προοιμίῳ [I 18, 3] „μετὰ κινδύνων τὰς μελέτας ποιούμενοι“ Mvc2 μετὰ τοῦ πιστοῦ τῆς ἐπι‐ | |
5 | στήμης: μετὰ τοῦ πεποιθέναι τῇ ἐπιστήμῃ Mvc2 | |
6.72.5 | ὅπῃ ἂν ἐπίστωνται: ὅπῃ ἂν ἄγειν ἡγῶται συμφέρειν Mvc2 στέγεσθαι: ἀντὶ τοῦ σιωπᾶσθαι vc2 | |
6.73.2 | καὶ ἐς τὴν Κόρινθον: πρεσβεία Συρακοσίων πρός τε Κορινθίους καὶ Λακεδαιμονίους BC ὠφελίαν: ἤγουν συμμαχίαν. | |
6.74.1 | ἃ μὲν ἐπράσσετο: τὰ τῆς προδοσίας δηλονότι. Ἀλκιβιάδης γὰρ ...: περὶ Ἀλκιβιάδου τοῦ διώκοντος BCF ξυνειδὼς τὸ μέλλον: εἰδὼς τὸ μέλλον ὑπὸ τῶν Ἀθηναίων ἔσεσθαι GMvc2 τούς τε ἄνδρας: τοὺς ὑπόπτους ὡς προδι‐ | |
5 | δόντας GMvc2 ἐπεκράτουν: βουλευομένων τῶν Μεσσηνίων ἐπεκράτουν οἱ μὴ βουλόμενοι δέχεσθαι τοὺς Ἀθηναίους Mvc2 ταῦτα: τὰ τῶν Συρακουσίων. | |
6.74.2 | ἐπιτήδεια: τρόφιμα. καὶ προυχώρει οὐδέν: οὐδὲν ἠνύετο ὑπ’ αὐτῶν. ὅρα καὶ σταυρώματα περὶ τὸ στρατόπεδον ποιησάμενοι: ὅρα, οἱ περιπεφραγμένοι τόποι, καὶ οἷον ὅροις τισὶ διειλημμένοι, καὶ | |
5 | εἰς ἀπόθεσίν τινος πεποιημένοι· καὶ ἴσως ἐστὶ τὰ νῦν ἐν τῇ | |
συνηθείᾳ λεγόμενα ὅρια Patm. ʃ ὅρια περὶ τὸ στρατόπεδον ποιησάμενοι. οἱ μὲν τὰ νεώρια ἤκουσαν, ἀκολουθήσαντες Ὁμήρῳ [Β 153] εἰπόντι· οὐρούς τ’ ἐξεκάθαιρον· | 359 | |
10 | οἱ δ’ ἀποθήκας Mvc2 | |
6.75.1 | δι’ ἐλάσσονος: διὰ ταπεινοτέρου τόπου. εὐ‐ αποτείχιστοι ὦσιν: εὐκόλως ἀποτειχισθῶσι, ἵνα μὴ ἐκ τῆς πόλεως ἐξέλθοιεν. | |
6.75.3 | ἐπὶ Λάχητος: ἀντὶ τοῦ ἄρχοντος Λά‐ χητος. προσχωρῶσι δ’ αὐτοῖς: οἱ Καμαριναῖοι τοῖς Ἀθη‐ ναίοις GMvc2ʃ ἀπὸ κοινοῦ τὸ μή BF | |
6.76.1 | οὐ τὴν παροῦσαν ...: δημηγορία Ἑρμοκρά‐ τους τοῦ Συρακουσίου BCEFM τοὺς μέλλοντας ἀπ’ αὐ‐ τῶν λόγους: ἀπὸ κοινοῦ τὸ δείσαντες· ἵνα ᾖ, δείσαντες τὴν τῶν Ἀθηναίων περὶ τοὺς λόγους δεινότητα Mvc2 | |
6.76.2 | τὰς μὲν ἐκεῖ πόλεις: τὰς περὶ τὰς Ἀθήνας. | |
6.76.3 | τῇ δὲ αὐτῇ ἰδέᾳ: τρόπῳ, διανοίᾳ. καὶ ὅσοι ἀπὸ σφῶν ἦσαν: καὶ ὅσοι ἄποι‐ κοι ἦσαν αὐτῶν Mvc2 εὐπρεπῆ: πιθανήν. | |
6.76.4 | οἱ μὲν σφί‐ σιν ... καταδουλώσεως: Ἀθηναῖοι δὲ περὶ τοῦ ἑαυτοῖς. ἀλλὰ μὴ τῷ Μήδῳ καταδουλωθῆναι τοὺς Ἕλληνας Mvc2 οἱ δ’ ἐπὶ δεσπότου μεταβολῇ: οἱ δὲ ἄλλοι Ἕλληνες ὑπὲρ τοῦ | |
5 | ἀλλάξαι δεσπότην Mvc2 κακοξυνετωτέρου δέ: πανουργο‐ τέρου δέ GMvc2 | |
6.77.1 | ἀμύνοντες: ἡμεῖς οἱ Σικελιῶται BF ξυστρα‐ φέντες: ἤγουν συνταχθέντες. ταύτῃ: τῷ κατὰ πόλεις δη‐ λονότι ληφθῆναι ἰδίᾳ ἕκαστοι c2 | |
6.77.2 | τοῦ ἄπωθεν ξυνοί‐ κου: τοῦ συνοικοῦντος μὲν Ἕλληνος 〈ἐν〉 τῇ Σικελίᾳ, πολὺ δὲ διεστῶτος Mvc2 πρὸ δὲ αὐτοῦ ...: ὑπὲρ αὑτοῦ δὲ ἕκα‐ στος ἡγεῖται τὸν ἰδίᾳ κακῶς πάσχοντα δυστυχεῖν Mv | |
6.78.1 | ὑπέρ γε τῆς ἐμῆς: χώρας G ἐμοῦ: τοῦ Συρακουσίου δηλονότι. βεβαιώσασθαι: βεβαιότατα σχεῖν ἢ περιποιήσασθαι v | |
6.78.2 | εἴ τέ τις φθονεῖ μὲν ...: εἴ τις | |
ὁμοῦ μὲν φθονεῖ τοῖς Συρακουσίοις, ὁμοῦ δὲ δέδοικεν αὐτῶν τὸ μέγεθος (φοβεροὶ γὰρ ἅμα καὶ ἐπίφθονοι καθεστᾶσιν οἱ μείζους) καὶ διὰ τοῦτο βούλεται μὲν κακωθῆναι τοὺς Συρα‐ | 360 | |
5 | κουσίους, ὑπὲρ τοῦ σωφρονεστέρους γενέσθαι καὶ μὴ φορτι‐ κοὺς τοῖς ἀστυγείτοσι, σωθῆναι μέντοι γε ὅμως διὰ τὴν ἰδίαν ἀσφάλειαν, ἵνα μὴ μονωθεὶς αὐτῶν καὶ αὐτὸς καταδουλωθῇ, οὗτος ἴστω οὐ δυνατῶν ἀνθρώποις ὀρεγόμενος. δοκεῖ δέ πως ἀκαταλλήλως ἀπηντηκέναι πρὸς τὴν πρόθεσιν. προειπὼν γὰρ | |
10 | ὅτι εἴ τις ἢ φθονεῖ ἢ φοβεῖται καὶ βούλεται (ὁ φθονῶν) κακω‐ θῆναι τοὺς Συρακουσίους, ὤφειλεν ἐπενεγκεῖν ὅτι ἄρα ὁ φο‐ βούμενος αὐτοὺς πολὺ μᾶλλον ἀπολέσαι σπουδάσει. ὁ δὲ αὐτὸ τοὐναντίον εἰρηκέναι δοκεῖ, ὅτι ὁ φοβούμενος βούλεται περι‐ γενέσθαι τοὺς Συρακουσίους. οὐ μήν ἐστιν ἀκατάλληλον· οὐ | |
15 | γὰρ ἄλλου μέν φησιν ὀρέγεσθαι τοὺς φθονοῦντας, ἄλλου δὲ τοὺς φοβουμένους, ἀλλ’ ἑνὸς ἀμφοτέρους, τοῦ κακωθῆναι δη‐ λονότι τοὺς Συρακουσίους· τοῦ μέντοι περιγενέσθαι αὐτοὺς ἐφίεσθαι οὐ τοὺς φοβουμένους, ἀλλὰ τοὺς προνοουμένους τῆς αὑτῶν ἀσφαλείας. μᾶλλον οὖν περιαιρετέον τὸν μέν σύνδεσ‐ | |
20 | μον ἐκ τοῦ „κακωθῆναι μέν, ἵνα σωφρονισθῶμεν“ Mvc2 φθονεῖ ... φοβεῖται: ὅτι τὸ φοβερὸν εἶναι καὶ τὸ φθονεῖ‐ σθαι, ὡς καὶ Σοφοκλῆς [Ai. 157]· πρὸς γὰρ τὸν ἔχοντα ὁ φθόνος ἕρπει BCFM ἵνα σωφρονισθῶμεν: ταπεινωθῶμεν. περιγενέσθαι δέ: | |
25 | τοὺς Συρακουσίους περιγενέσθαι τῷ πολέμῳ, ἵνα καθυπέρτε‐ ροι γένωνται τῶν Ἀθηναίων BCFM οὐ γὰρ οἷόν τε ἅμα ...: οὐ γὰρ οἷόν τε τυχεῖν πάντων ὧν ἐπιθυμεῖ ὁ Σικελιώτης, κακωθῆναι μὲν τοὺς Συρακουσίους, περιγενέσθαι δὲ ὅμως Mvc2 τῆς τύχης: ἤγουν τῆς ἐκβάσεως τῶν πραγμάτων. | |
6.78.3 | καὶ εἰ γνώμῃ ἁμάρτοι: καὶ εἰ ὧν ἐπιθυμεῖ τούτων δια‐ | |
μάρτοι δυστυχήσας, βουληθείη ἄν ποτε τοῖς νῦν ἡμετέροις ἀγαθοῖς φθονῆσαι αὐτόν, ἐπὶ ταῖς ἰδίαις συμφοραῖς ὀλοφυρό‐ μενος Mvc2 ἀδύνατον δὲ ...: βουλήσεται μὲν ἴσως, οὐ | 361 | |
5 | δυνήσεται δὲ τοῖς ἐμοῖς ἀγαθοῖς τότε φθονῆσαι, ὁ μὴ θελή‐ σας τοὺς αὐτοὺς ἐμοὶ κινδύνους ἐπανελέσθαι. τὸ δὲ „οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων“ διὰ μέσου κεῖται, ὡς ἄξιον ὂν ἀναδέχεσθαι κινδύνους οὐ πρὸς τὰ ὀνόματα ἀπο‐ βλέποντας, ἀλλὰ πρὸς τὰ ἔργα. τίνα δὲ τὰ ὀνόματα καὶ τὰ | |
10 | ἔργα, ἑξῆς ἐπιφέρει Mvc2 λόγῳ μὲν γὰρ ...: τοῦτο ἐξήγη‐ σίς ἐστι τοῦ προτέρου. ὁ μὲν γὰρ πρὸς τὰ ὀνόματα ἀποβλέ‐ πων οἰήσεται σώζειν συμμαχῶν τὴν ἡμετέραν δύναμιν, τουτ‐ έστιν ἡμᾶς· ὁ δὲ πρὸς τὰ ἔργα ἀφορῶν τῆς ἑαυτοῦ προνοεῖ‐ σθαι σωτηρίας ἡγήσεται. ἀσφαλέστερον δὲ εἶπε τὸ σωτηρίαν | |
15 | σώζοι Mvc2 | |
6.78.4 | καὶ τὰ δεύτερα κινδυνεύσοντας: ἀντὶ τοῦ καὶ μεθ’ ἡμᾶς εὐθὺς κινδυνεύσοντας Mvc2 αὐτοὺς δέ: ἤγουν ὑμᾶς. ἰόντας: ὥσπερ ἂν εἰς τὴν Καμαριναίαν Mvc2 δεόμενοι ἂν ἐπεκαλ.: ἐδεῖσθε ἂν ἡμῶν συμμάχων Mvc2 | |
5 | ταῦτα ἐκ τοῦ ὁμοίου: τὸ ἑξῆς· ταῦτα ἐκ τοῦ ὁμοίου φαίνε‐ σθαι παρακελευομένους Mvc2 ʃ λέγει δὲ ὅτι οὕτω παρακελεύε‐ σθαι αὐτοῖς μὴ μαλακίζεσθαι, ὥσπερ ἂν ἡμῖν παρεκελεύσασθε, εἰ ἐφ’ ὑμᾶς ὥρμησαν οἱ Ἀθηναῖοι vc2 ἐπὶ ταῦτα: τὰ εἰρη‐ μένα, τουτέστι τῷ λόγῳ μὲν βοηθεῖν καὶ συμμαχεῖν τοῖς Συ‐ | |
10 | ρακουσίοις, ἔργῳ δὲ ἑαυτῷ, εἴπερ ἐκ διαδοχῆς ὁ κίνδυνος εἰς πάντας BCFMv | |
6.79.1 | δειλίᾳ δὲ ἴσως ...: δειλίᾳ δὲ προβλήματι χρήσεσθε τῷ δικαίῳ δῆθεν ὡς ἀξιοῦντες ὁμοίως ἡμῖν τε καὶ Ἀθηναίοις προσφέρεσθαι Mvc2 ἐπὶ τοῖς φίλοις: ἤγουν κατὰ τῶν φίλων c2 τῶν δὲ ἐχθρῶν ...: κατὰ δὲ τῶν ἐπι‐ | |
5 | στρατευσάντων ὑμῖν ἐχθρῶν Mvc2 ὑπ’ ἄλλων: λείπει τὸ | |
ἐπιόντων ἀδικῶνται Mvc2 ξυγκατοικίζειν: ἤγουν τοῖς Ἀθη‐ ναίοις. | 362 | |
6.79.2 | τὸ ἔργον τοῦ καλοῦ δικ.: ἔργον μὲν τὴν τῶν Ἀθηναίων εἰς Σικελίαν ἄφιξιν λέγει ἢ τὴν πρόφασιν τῆς ἀφίξεως, καλὸν δὲ δικαίωμα τὸ φάσκειν διὰ τὸ συγγενὲς τοῖς Χαλκιδεῦσι βοηθεῖν Mvc2 ἀλόγως σωφρονοῦσιν: ἀντὶ τοῦ | |
5 | παρὰ λόγον. ἡ δὲ διάνοια· δεινὸν ἂν εἴη, εἰ Ῥηγῖνοι μέν, καίτοι Χαλκιδεῖς ὄντες, τὴν παρουσίαν τῶν Ἀθηναίων εὔλο‐ γον δοκοῦσαν, ὡς ἂν ἐπὶ βοήθειαν τῶν συγγενῶν ἥκουσαν, ὅμως ὑποπτεύοντες οὐ προσέθεντο αὐτοῖς, παρὰ τὸ φαινό‐ μενον εὔλογον ἰδιοπραγοῦντες, ὑμεῖς δὲ διὰ πρόφασιν πιθα‐ | |
10 | νὴν Ἀθηναίους μὲν βούλεσθε ὠφελεῖν, τοὺς δὲ συγγενεῖς μετὰ τῶν ἐχθίστων διαφθεῖραι Mvc2 τοὺς μὲν φύσει πο‐ λεμίους: ἤγουν τοὺς Ἀθηναίους. | |
6.79.3 | ξυστῶμεν: ἤγουν εἰς τὸ αὐτὸ ἔλθωμεν. οὗτοι σπεύδουσι: οὗτοι οἱ Ἀθηναῖοι BCFMʃ Ὅμηρος [Α 255·] ἦ κεν γηθήσαι Πρίαμος BCFM | |
5 | πρὸς ἡμᾶς μόνους: ἐπὶ μόνους ἡμᾶς Mvc2 περιγενόμε‐ νοι: ἡμῶν δηλονότι. | |
6.80.1 | τὰ πολέμια: κατὰ τὰ πολέμια. καὶ μὴ ἐκεί‐ νην τὴν προμηθίαν ...: τὸ ἑξῆς, τὸ μηδετέροις βοηθεῖν BCFʃ ὡς ἀμφοτέρων οὖσι φίλοις 〈μὴ〉 δοκείτω προμηθὲς εἶναι, ὡς ὑμῖν μὲν ἀσφαλοῦς ὄντος τοῦδε, ἡμῖν δὲ δικαίου | |
5 | φανησομένου Mvc2 βοηθεῖν: ὑμᾶς δηλονότι. | |
6.80.2 | οὐ γὰρ ἔργῳ ἴσον ...: ὅτι τὸ ἴσον ἐπὶ τοῦ δικαίου πρόσθεν ἐτέτακτο, δῆλον ἐντεῦθεν. οὐ γάρ, ὥσπερ λεγόμενον, φησί, δικαιοφανές ἐστιν, οὕτω καὶ ταῖς ἀληθείαις δίκαιον τυγχάνει Mvc2 εἰ γὰρ | |
5 | δι’ ὑμᾶς μὴ ξυμμαχήσαντας ...: εἰ γὰρ διὰ τὸ ὑμᾶς μη‐ δετέροις συμμαχεῖν ἡμεῖς μὲν κακῶς πεισόμεθα, Ἀθηναῖοι δὲ κρατήσουσι, τί ἄλλο ἢ ἐκποδὼν ἀμφοτέροις στάντες ἡμῖν μὲν ὑπὲρ σωτηρίας ἀγωνιζομένοις οὐκ ἀμυνεῖτε, ἐκείνους δὲ οὐ | |
κωλύσετε τῆς πλεονεξίας; Mvc2 ὅτε παθών: ἤγουν ὁ Συρα‐ | 363 | |
10 | κούσιος. καὶ ὁ κρατῶν: ἤγουν ὁ Ἀθηναῖος. τοῖς μὲν: τοῖς Συρακουσίοις BCF τοὺς δέ: τοὺς Ἀθηναίους BCF τήν τε κοινὴν ὠφελίαν: ἤτοι τὴν ὁμοφροσύνην κοινὴν ὠφέ‐ λειαν εἶπεν ἢ τὴν ἐλευθερίαν τῶν Σικελιωτῶν Mvc2 φίλους δὴ ὄντας: προφασιζομένους εἶναι φίλους Mvc2 | |
6.80.3 | οὐδὲν ἔργον εἶναι: οὐ χαλεπὸν εἶναι Mvc2 δεόμεθα δὲ ...: τὸ μὲν „δεόμεθα δὲ καὶ μαρτυρόμεθα ἅμα, εἰ μὴ πείσομεν“ ἀνέστραπται. οὕτω γὰρ ἦν τὸ ἑξῆς· εἰ μὴ πείσομεν, ἅμα δε‐ | |
5 | όμεθα καὶ μαρτυρόμεθα. προσαποδέδοται πρὸς μὲν τὸ δε‐ όμεθα, ὅτι ἐπιβουλευόμεθα ὑπὸ Ἰώνων, πρὸς δὲ τὸ μαρτυρό‐ μεθα τὸ προδιδόμεθα ὑφ’ ὑμῶν Mvc2 | |
6.80.4 | τῷ δ’ αὐτῶν ὀνό‐ ματι τιμηθήσονται: τιμῆς δὲ καὶ δόξης αὐτοὶ μόνοι τεύ‐ ξονται, ὅτι Ἀθηναῖοι Σικελίας ἐκράτησαν μόνοι Mvc2 καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ...: τὸ ἆθλον αὐτοῖς | |
5 | καὶ οἷον ἐπινίκιον οὐδὲν ἄλλο ἢ ὑμεῖς γενήσεσθε δουλωθέντες οἱ τῆς νίκης αἴτιοι Mvc2 τῆς αἰτίας τῶν κινδύνων: αἴτιοι τοῦ κινδυνεῦσαι γεγονότες Mvc2 | |
6.80.5 | σκοπεῖτε οὖν καὶ αἱρεῖ‐ σθε ἤδη ...: σκεψάμενοι οὖν ἕλεσθε ἢ εὐθὺς δουλεύειν τοῖς Ἀθηναίοις χωρὶς κινδύνων ἢ μεθ’ ἡμῶν στάντες καὶ κρατή‐ σαντες μήτε ὑπ’ ἐκείνων ἀτίμως δουλωθῆναι τήν τε πρὸς | |
5 | ἡμᾶς ἔχθραν ἐκφυγεῖν μὴ ἂν μικρὰν γενομένην, εἰ Ἀθηναίοις συμμαχήσετε Mvc2 τοὺς δέ: τοὺς Ἀθηναίους BFc2 μὴ ἂν βραχεῖαν: ἀλλὰ μεγάλην δηλονότι BFc2ʃ ἤγουν ὀλιγοχρόνιον. | |
6.82.1 | ἀφικόμεθα μὲν ...: δημηγορία Εὐφήμου στρατηγοῦ τῶν Ἀθηναίων BCEFM ἐπὶ ... ἀνανεώσει: ὑπὲρ τοῦ ἀναμνῆσαι περὶ τῆς πρότερον γεγενημένης ξυμμαχίας Mvc2 περὶ τῆς ἀρχῆς: περὶ τῆς ἡγεμονίας Mvc2 | |
6.82.2 | τὸ μὲν οὖν μέγιστον ...: κατὰ τὸ μέγιστον ὑποστίξαι χρή, ἵνα τὸ μέ‐ | |
γιστον ἀντὶ τοῦ κεφάλαιον ληφθῇ, οὔσης τῆς διανοίας τοι‐ αύτης· κεφάλαιον μὲν δὴ μετὰ τὸν Συρακούσιον αὐτὸν μαρ‐ | 364 | |
5 | τυρῆσαι. ἔνιοι δέ, μεταγράψαντες τὸ μαρτυρίαν, μαρτύριον ἀνέγνωσαν καὶ συνῆψαν, τὸ μὲν οὖν μέγιστον μαρτύριον αὐτὸς εἶπε Mvc2 καὶ πλείοσιν οὖσι: ἤτοι ἡμῶν Ἰώνων ἢ ὑμῶν τῶν Σικελιωτῶν, ὃ καὶ μᾶλλον. δῆλον δὲ ἐκ τοῦ ἐπιφερομέ‐ νου, τοῦ „καὶ παροικοῦσιν“· πλείοσι γὰρ οὖσιν ὑμῶν καὶ | |
10 | γειτνιῶσιν ἡμῖν Mvc2 | |
6.82.3 | οὐδὲν προσῆκον μᾶλλόν τι: ἀπὸ κοινοῦ τὸ ἐσκεψάμεθα. τὸ δὲ 〈ἢ〉 καὶ ἡμᾶς ἀντὶ τοῦ ἤπερ καὶ ἡμᾶς Mvc2 ἐν τῷ παρόντι: ἐν τῷ τότε δηλονότι. αὐτοὶ δέ: ἡμεῖς BFc2 τῶν ὑπὸ βασιλεῖ ...: ὑπερβατόν. | |
5 | τὸ δὲ ἑξῆς, αὐτοὶ δὲ οἰκοῦμεν, ἡγεμόνες καταστάντες τῶν ὑπὸ βασιλεῖ πρότερον ὄντων. λείπει τὸ Ἑλλήνων Mvc2 πρότε‐ ρον ὄντων: τῶν Ἰώνων καὶ νησιωτῶν BFc2 ἐς τὸ ἀκριβὲς εἰπεῖν: ἀντὶ τοῦ ὡς ἀληθῶς εἰπεῖν Mvc2 οὓς ξυγγενεῖς φασιν ...: ὧν ξυγγενῶν ὄντων φασὶ δεσπόζειν ἡμᾶς Συρα‐ | |
10 | κόσιοι Mvc2 | |
6.83.1 | καὶ διότι ... ἡμᾶς ἔβλαπτον: καὶ διότι οἱ Ἴωνες τῷ Μήδῳ ἑτοίμως ναῦς τε καὶ προθυμίαν ἀπροφά‐ σιστον παρασχόντες ἔβλαπτον ἡμᾶς Mvc2 οὗτοι: οἱ νησιῶ‐ ται BCF | |
6.83.2 | καὶ οὐκ ἄλλῳ ἑπόμεθα: ὡς ὑποχείριοι δηλον‐ ότι. τῇ τῶνδε: ἤτοι τῶν Πελοποννησίων ἢ τῶν Ἰώνων τῶν ὑπὸ βασιλεῖ πρότερον ὄντων, ὃ καὶ μᾶλλον. τὸ δὲ „ἢ τῶν ξυμπάντων“ ἤπερ τῶν συμπάντων Ἑλλήνων. ἐκινδυνεύο‐ | |
5 | μεν δέ, φησίν, ἐν τοῖς Μηδικοῖς 〈οὐ〉 μᾶλλον ὑπὲρ τῆς τῶν Ἰώνων ἐλευθερίας ἢ περὶ τῆς ἡμετέρας τε καὶ τῆς τῶν συμ‐ πάντων Ἑλλήνων Mvc2 ὁρῶμεν καὶ ὑμῖν ...: τὸ ἀποφαί‐ νομεν δέ, ἀπὸ κοινοῦ, ἄνω κείμενον ἀκουστέον. καὶ νῦν τῆς ἡμετέρας ἀσφαλείας ἕνεκα καὶ ἐνθάδε παρόντες καὶ ὑμῖν ταῦτα | |
10 | ξυμφέροντα ἀποφαίνομεν. ἀποφαίνομεν δέ, φησίν, ἡμῖν τε ἀσφαλῆ ὄντα καὶ ὑμῖν συμφέροντα. ταῦτα δέ ἐστιν ἃ διαβολῇ καθ’ ἡμῶν λέγουσι Συρακούσιοι Mvc2 | 365 |
6.83.3 | οἵδε: οἱ Συρακού‐ σιοι BCF ὑμεῖς: οἱ Καμαριναῖοι CF ἐπὶ τὸ φοβερώτερον ὑπονοεῖτε: ὑμεῖς δὲ ὑποπτεύοντες ἐκφοβεῖσθε. ἴσμεν γὰρ ὅτι οἱ φοβερόν τι ὑποπτεύοντες, κἂν ἐν τῷ παρόντι ὑπὸ τῶν | |
5 | τερπνῶν λόγων ψυχαγωγηθῶσιν, ὅμως ὕστερον ἀκριβῶς ἐξετά‐ ζουσι καὶ ἀναλογίζονται ἕκαστα ὑπὲρ τοῦ τὰ συμφέροντα πρά‐ ξειν Mvc2 ὑπονοεῖτε: ἤγουν δειλιᾶτε ἐξ ὑπονοίας. | |
6.83.4 | τήν τε γὰρ ἐκεῖ: τὴν ἐν πατρίδι. διὰ τὸ αὐτὸ ...: διὰ τὸ αὐτὸ δέος ἥκειν, ὅπως μετὰ τῶν φίλων τὰ ἐνθάδε ἀσφαλῶς κατα‐ στησώμεθα. δέος δὲ λέγει τὸ περὶ τῆς ἑαυτῶν ἀσφαλείας. | |
5 | ταύτης γὰρ ὀρεγόμενοι ὥρμησαν ἐπὶ τὸ ἄρχειν Mvc2 τοῦτο: ὑμᾶς ἀπόντας καταδουλωθῆναι. καὶ δοκεῖ τὸ ἐπιφερόμενον τούτῳ μᾶλλον συνᾴδειν Mvc2 | |
6.84.1 | οὐδὲν προσῆκον: ἤγουν οὐδεμιᾶς συγγε‐ νείας οὔσης. σῳζομένων ὑμῶν ...: σωζομένων ὑμῶν καὶ ἐν δυνάμει ὄντων, ὥστε ἀντέχειν δύνασθαι Συρακουσίοις, ἧτ‐ τον ἂν ἡμεῖς βλαπτοίμεθα· οὐ γὰρ πέμψουσιν οἱ Συρακούσιοι | |
5 | Λακεδαιμονίοις δύναμιν ἐνταῦθα πολεμούμενοι. διὸ καὶ χρὴ καθ’ ὑπερβατὸν οὕτως ἀκοῦσαι, ἧττον ἂν ἡμεῖς βλαπτοίμεθα τούτων πεμψάντων τινὰ δύναμιν Πελοποννησίοις. τουτέστιν, οὐ πεμψάντων οὐκ ἂν βλαπτοίμεθα Mvc2 | |
6.84.2 | μὴ ὑπηκόους ὥσπερ τοὺς ξυγγενεῖς ...: μὴ οὕτως ὑπηκόους αὐτοὺς γενέσθαι, ὥσπερ οἱ συγγενεῖς αὐτῶν ὑπακούουσιν Εὐβοεῖς. ὕποπτος γὰρ ὢν ὁ Ἀθηναῖος ἐπὶ τῷ τοὺς Λεοντίνους ἐπαγ‐ | |
5 | γέλλεσθαι κατοικίζειν φησίν, ὅτι οὐχ ὁμοίως αὐτοὺς κατοι‐ κιοῦμεν τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν, ἀλλ’ ὡς ἐλευθέρους καὶ δυνατωτάτους Mvc2 δυνατωτάτους: ἤγουν ἐλευθερωτάτους. ἵνα ἐκ τῆς σφετέρας ...: ἵνα ἐκ τῆς σφετέρας ὅμοροι ὄντες τοῖσδε λυπηροὶ ὦσιν ὑπὲρ ἡμῶν Mvc2 | |
6.84.3 | τὰ μὲν γὰρ ἐκεῖ ...: τοῦ Ἑρμοκράτους τοὺς Ἀθηναίους διαβάλλοντος ὡς οὐχ ὑγιῶς τοὺς μὲν ἐν Εὐβοίᾳ Χαλκιδεῖς καταδεδουλωμένους, τοῖς δὲ ἐν Σικελίᾳ ἐπαγγελλομένους ἐλευθερίαν, ὁ Ἀθηναῖος οὐκ | 366 |
5 | ἀρνούμενος, ἀλλ’ ὁμολογῶν τεχνικῶς διαλύει τὸ ἐπιχείρημα Mvc2 καὶ αὐτοὶ ἀρκοῦμεν ...: πρὸς μὲν γὰρ τὸν ἐκεῖ πόλεμον, φησί, αὐτοί τε ἀρκοῦμεν, καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκι‐ δεῖς οὕτως ἡμῖν δεδουλωμένοι, ὥστε δύναμιν μὲν καὶ παρα‐ σκευὴν οὐκ ἔχειν δι’ ἧς ἐπιθήσονται ἡμῖν, χρήματα δὲ ἔχοντες | |
10 | εἰσφέρειν εἰς τὸν πρὸς Πελοποννησίους πόλεμον. οἱ δὲ ἐν‐ θάδε ἐλεύθεροί τε καὶ αὐτόνομοι ὄντες καὶ δύναμιν ἔχοντες μάλιστα ἡμῖν εἰσιν ὠφέλιμοι vc2 καὶ ὁ Χαλκιδεὺς: ὁ ἐν Εὐβοίᾳ δηλονότι. ἀπαράσκευος ὤν: γεγυμνωμένος πολε‐ μικῆς παρασκευῆς. | |
6.85.1 | οὐδὲν ἄλογον ὅ τι ξυμφέρον: οὐκ ἔστιν ἄλογον τὸ ἐπὶ τῷ ξυμφέροντι πραττόμενον Mvc2 οὐδ’ οἰκεῖον ὅ τι μὴ πιστόν: οὐδὲ φίλος τις οὐδὲ ἐπιτήδειος, ἂν μὴ πιστὸς ᾖ Mvc2 πρὸς ἕκαστα: καὶ ἐχθρὸν δὲ καὶ φίλον δεῖ ἑκάστῳ | |
5 | ἐν καιρῷ γίγνεσθαι, ἁρμοττόμενον τοῖς παροῦσι πράγμασι Mvc2 | |
6.85.2 | καὶ γὰρ τοὺς ἐκεῖ ξυμμάχους: ἀντὶ τοῦ, καὶ γὰρ τῶν ἐκεῖ συμμάχων Mvc2 τοὺς δὲ πολλοὺς χρημάτων β. φ.: τοὺς δὲ πολλοὺς χρήματα πρασσόμενοι ἄκοντας Mvc2 | |
6.85.3 | καί, ὃ λέγομεν, ἐς Συρακοσίους δέος: ὃ λέγομεν δέος ἡμῖν εἶναι διὰ Συρακουσίους, πρὸς τὸ ἡμῖν λυσιτελοῦν καθίσταται Mvc2 καὶ βούλονται ἐπὶ τῷ ἡμετέρῳ ξυστήσαντες ...: | |
5 | καὶ βούλονται ὑπόπτους ἡμᾶς ποιήσαντες ἡμῖν καὶ διαβαλόν‐ τες ὑφ’ αὑτοῖς ποιήσασθαι τὴν Σικελίαν, ἤτοι βίᾳ κρατήσαν‐ τες ὑμῶν ἢ μόνους ἀπολαβόντες, ἡμῶν ἀπράκτων ἀπελθόν‐ των GMvc2 ἀνάγκη δέ: ἀνάγκη τὸ ἄρξαι τοὺς Συρακουσίους τῆς ὅλης Σικελίας BCFG οὔτε γὰρ ἡμῖν ...: οὔτε γὰρ ἡμεῖς | |
10 | ἔτι τοσαύτην συνάγειν ἀθρόαν δύναμιν καὶ μεταχειρίσασθαι δυνησόμεθα οἵ τε Συρακούσιοι οὐκ ἂν εἶεν ἀσθενεῖς ὡς πρὸς ὑμᾶς, ἡμῶν μὴ συμμαχούντων ὑμῖν Mvc2 | 367 |
6.86.1 | προσείοντες: προσποιοῦντες, ἐπανατεινό‐ μενοι Mvc2 | |
6.86.2 | ὑποπτεύεσθαι: ἤγουν οὐδὲ δίκαιον ὑπο‐ πτεύεσθαι, ὅτι καταδουλώσαιμεν. | |
6.86.3 | κατεργασαίμεθα: καταδουλώσαιμεν ὑμᾶς BCFGM καὶ ἀπορίᾳ φυλακῆς ...: καὶ οὐ δυνάμενοι φυλάττειν πόλεις μεγάλας καὶ παρασκευὴν ἠπειρωτικὴν παρεσκευασμένας, τουτέστι ἱππεῦσι καὶ πεζῷ | |
5 | ἰσχυούσας, αὐτοὶ ναυτικοὶ ὄντες Mvc2 οἵδε δέ: οἱ Συρα‐ κούσιοι BCF οὐ στρατοπέδῳ ...: Συρακούσιοι δὲ ἐφεδρεύ‐ οντες ὑμῖν (τοῦτο γάρ ἐστι τὸ ἐποικοῦντες) οὐκ ἐπὶ στρατο‐ πέδου, ἀλλὰ πόλεως μείζονος τοῦ ἡμετέρου στρατοπέδου Mvc2 καὶ ὅταν καιρὸν λάβωσιν: καὶ λαβόμενοι καιροῦ οὐκ ἀνή‐ | |
10 | σουσιν, ἀλλ’ ἐπιθήσονται ὑμῖν Mvc2 | |
6.86.5 | ἀντιπαρακαλοῦ‐ μεν: ἤγουν εἰς ἐναντίαν παράκλησιν κινοῦμεν. τὴν ὑπάρ‐ χουσαν: σωτηρίαν δηλονότι BFGMc2 νομίσαιτε ...: νομίσαι τε, φησί, Συρακουσίοις μὲν τὸ ἐφ’ ὑμᾶς στρατεύειν ἐν ἑτοίμῳ | |
5 | εἶναι καὶ χωρὶς συμμάχων (πλήθει γάρ εἰσι πολλοί), ὑμῖν δὲ οὐ πολλάκις ἔσεσθαι μετὰ τοσῆσδε παρασκευῆς ἀντιτάξασθαι πρὸς αὐτούς, ὅση ἐστὶν ἡ ἡμετέρα, ἣν δύναμιν, ἴστε, εἰ ὑπο‐ πτεύσαντες ἄπρακτον ἐάσετε ἀπελθεῖν, εἴτε καὶ περιόψεσθε νικηθεῖσαν, ἐθελήσαιτε ἄν ποτε καταδουλωθέντες, ὅτε οὐδὲν | |
10 | ὄφελός ἐστι βοηθείας, πολλοστημόριον τῆς ἡμετέρας δυνάμεως ἐλθεῖν ὑμῖν σύμμαχον Mvc2 τοσῆσδε ἐπικουρίας: τῆς ἡμῶν, ἣν ἔχομεν BFMc2 ἥν: τὴν σωτηρίαν FMc2 πολλο‐ στημόριον: τὸ ὀλιγοστὸν μέρος Patm. | |
6.87.1 | ἐλευθεροῦν δὲ ... πολλὰ δ’ ἀναγκάζε‐ σθαι: ἀπὸ κοινοῦ τὸ φαμέν Bfc2ʃ πολλαχοῦ δὲ στρατεύομεν, κἀκεῖ καὶ ἐπὶ Σικελίαν, διὰ τὸ καὶ πολλοὺς φοβεῖσθαι Mvc2 ἥκειν: ἀπὸ κοινοῦ τὸ φαμέν BF | |
6.87.3 | μήθ’ ὡς σωφρονι‐ σταὶ ...: ὑπερβατόν. ʃ μήτε, ὃ χαλεπὸν ἤδη, ὡς σωφρονι‐ σταὶ ἀποτρέπειν πειρᾶσθε. χαλεπὸν δὲ ἤδη τὸ ἀποτρέψαι ἡμᾶς Mvc2 πολυπραγμοσύνης: πολυπραγμονεῖν λέγει τὸ πολλοῖς | 368 |
5 | ἐπιχειρεῖν καὶ πολλαχοῦ. ἐκ δὲ τῆς πολυπραγμοσύνης καὶ τοῦ τρόπου ἡμῶν ὅ τι ἂν ὑμῖν συμφέρῃ, τούτῳ τῷ μέρει χρήσασθε Mvc2 μὴ πάντας ἐν ἴσῳ βλάπτειν αὐτά: μὴ πάντας ὁμοίως βλάπτεσθαι ὑπὸ τῆς ἡμετέρας πολυπραγμοσύνης καὶ τοῦ τρόπου Mvc2 | |
6.87.4 | ἐν παντὶ γὰρ πᾶς χωρίῳ ...: ἐν πάσῃ γὰρ γῇ, καὶ ἧς οὐκ ἄρχομεν, οἵ τε ἐπιβουλεύοντες τοῖς πέλας καὶ οἱ φοβούμενοι ἐκείνους, διὰ τὸ ἀμφότεροι προσδέχεσθαι τὴν ἡμετέραν διὰ τάχους παρουσίαν, οἵ τε ἐπιβουλεύοντες διὰ | |
5 | τὸν ἀφ’ ἡμῶν φόβον σωφρονέστεροι γίγνονται καὶ οἱ ἐπιβου‐ λευόμενοι σώζονται χωρὶς πόνου Mvc2 ἀλλ’ ἐξισώσαντες: ἀλλ’ ἐξισωθέντες καὶ ὁμοιωθέντες τοῖς ἄλλοις ἀνθρώποις τοῖς οὐ μόνον φυλάττεσθαι τοὺς ἀδικοῦντας, ἀλλὰ καὶ ἀντεπιβουλεύειν τοῖς προεπιβουλεύουσιν εἰθισμένοις, καὶ αὐτοὶ πρὸς τοὺς Συ‐ | |
10 | ρακουσίους μεθ’ ἡμῶν στάντες τοῦ αὐτοῦ μεταλάβετε, τουτέ‐ στιν ἀντεπιβουλεύσατε αὐτοῖς Mvc2 | |
6.88.1 | ἐπεπόνθεσαν τοιόνδε: ἤγουν κατὰ ψυ‐ χὴν διετέθησαν. πλὴν καθ’ ὅσον ...: πλὴν εἰ καταδου‐ λοῖντο οἱ Ἀθηναῖοι τὴν Σικελίαν Mvc2 ἐπικρατέστεροι: τῶν Συρακουσίων δηλονότι. ἴσα: ἐπ’ ἴσης Mv | |
6.88.4 | καὶ οἱ μὲν πρὸς τὰ πεδία ...: οὐ τῶν Συρακουσίων ἀφειστήκεσαν· ἀλλ’ οἱ ἐν τοῖς πεδίοις οἰκοῦντες ἀφειστήκεσαν, καὶ οὐ προσ‐ εχώρουν τοῖς Ἀθηναίοις Mvc2 πλήν: εἰ μή g | |
6.88.5 | φρου‐ ρούς τ’ ἐσπεμπόντων ...: ὡς τῶν Ἀθηναίων τοὺς Συρα‐ κουσίους φρουροὺς κωλυόντων βοηθεῖν ταῖς πόλεσιν Mvc2 | |
6.88.6 | πλινθεῖα καὶ σίδηρον ἡτοιμάζοντο: πλινθεῖα, τὰ ἐν τύποις ξύλα, οἷς τὰς πλίνθους κατεσκεύαζον Patm. | |
6.88.7 | οἱ | |
δ’ ἐς τὴν Κόρινθον ...: περὶ τῶν πρέσβεων τῶν Συρακου‐ σίων πρὸς Κόρινθον καὶ Λακεδαιμονίους BCFM ἐπιβου‐ λευόμενα: ἀντὶ τοῦ ἐπικίνδυνα ἐξ ἐπιβουλῆς. | 369 | |
6.88.8 | σαφέστε‐ ρον: ἐπιφανέστερον Mvc2 | |
6.89.1 | ἀναγκαῖον ...: δημηγορία Ἀλκιβιάδου εἰς Λακεδαιμονίους ABCEFM τῷ ὑπόπτῳ μου: ἤτοι διὰ τὸ ὑπο‐ πτεύειν με GMvc2ʃ τῇ κατ’ ἐμαυτοῦ ὑποψίᾳ. | |
6.89.3 | εἴ τις καὶ τότε ἐν τῷ πάσχειν: εἴ τις πάσχων τότε οὐκ εἰκότα, τουτέ‐ στι κακῶς, ὠργίζετό μοι, νῦν τὸ ἀληθὲς σκοπῶν μεταπειθέ‐ σθω Mvc2 τῷ δήμῳ προσεκείμην: τὰ τοῦ δήμου μᾶλλον | |
5 | ἐφρόνουν Mvc2 ʃ τῶν Ἀθηναίων δηλονότι. Verba incerta: διὰ τὴν τοῦ ἀκροῶ σύνταξιν· σημείωσαι C | |
6.89.5 | καὶ ὅπερ ἐδέξατό τις: καὶ ὅπερ ἐδέξατό τις σχῆμα, τουτέστιν ἥντινα πολιτείαν παρέλαβεν Mvc2 | |
6.89.6 | ἐπεὶ δημοκρατίαν γε ...: ἐπεὶ οἵ γε φρόνιμοι ἴσασιν, ὁποῖόν τί ἐστι δημοκρατία (τουτ‐ έστιν ὡς πονηρόν), καὶ αὐτὸς ἂν ἐγὼ οὐδενὸς ἧττον λοιδορή‐ σαιμι αὐτήν, ὅσῳ καὶ μέγιστα ὑπ’ αὐτῆς ἠδίκημαι Mvc2 περὶ | |
5 | ὁμολογουμένης ἀνοίας: ὁμολογουμένην ἄνοιαν τὴν δημο‐ κρατίαν λέγει Mvc2 | |
6.90.2 | καὶ τῆς Καρχηδονίων ἀρχῆς ...: τούς τε ὑπη‐ κόους τῶν Καρχηδονίων καὶ αὐτούς, εἰ δυναίμεθα, καταστρε‐ ψόμενοι Mvc2 ἀποπειράσοντες: ἤγουν ἀποπειρασόμενοι. | |
6.90.3 | ἐντειχισάμενοι: περιτειχίσαντες, ἢ φρούρια ἐν· τῇ χώρᾳ αὐτῶν ἐπιτειχίσαντες· ὃ καὶ μᾶλλον Mvc2 | |
6.90.4 | ὥστε εὐπορώ‐ τερον γίγνεσθαι ...: ὥστε εὐπορώτερον ἂν εἴη σίτου καὶ χρημάτων Mvc2 | |
6.91.1 | καὶ ὅσοι ὑπόλοιποι στρατηγοί: οἱ περὶ τὸν Νικίαν BCFʃ καὶ ὅσοι στρατηγοὶ ἐν Σικελίᾳ Ἀθηναίων εἰσίν, ἂν δυνηθῶσιν, ὥσπερ εἶπον, πράξουσιν Mvc2 οὐ περιέσται: οὐ σωθήσεται. | |
6.91.4 | τούς τε παρόντας: εἰς Σι‐ κελίαν δηλονότι. προσίασιν: ἀντὶ τοῦ προσελεύσονται. | |
6.91.5 | ἐν‐ θάδε: ἤγουν ἐν Πελοποννήσῳ. φανερώτερον ἐκπολεμεῖν: ἤτοι φανερῶς πολεμεῖν τοῖς Ἀθηναίοις ἢ ἐπιφανῶς καὶ με‐ γάλως Mvc2 ἵνα Συρακόσιοί τε νομίζοντες ὑμᾶς ...: | 370 |
5 | ἵνα Συρακούσιοί τε, εἰδότες οὐκ ἀμελοῦντας ὑμᾶς αὐτῶν, μὴ προσχωρήσωσιν Ἀθηναίοις, καὶ Ἀθηναῖοι, Δεκελείας ἐπιτει‐ χισθείσης κακούμενοι, μὴ πέμπωσι βοήθειαν εἰς Σικελίαν Mvc2 | |
6.91.6 | Δεκέλειαν: ἀπέχει ἡ Δεκέλεια σταδίους τῆς Ἀθηνῶν πό‐ λεως εἴκοσι καὶ ἑκατόν, παραπλήσιον δὲ καὶ οὐ πολλῷ πλέον καὶ ἀπὸ τῆς Βοιωτίας Patm. οὐ διαπεπειρᾶσθαι: πεῖραν οὐκ εἰληφέναι Mvc2 | |
6.91.7 | τὰ μέγιστα κεφαλαιώσω: κεφα‐ λαιώσω, τὸ κεφαλαίως καὶ οἷον συντόμως περιλαβεῖν Patm. ἡ χώρα: τῶν Ἀθηναίων. καὶ ὅσα ἀπὸ γῆς καὶ δικαστη‐ ρίων: ἐζήτηται πῶς Δεκελείας ἐπιτειχιζομένης ἔμελλον οἱ | |
5 | Ἀθηναῖοι τῆς ἀπὸ τῶν δικαστηρίων προσόδου στερήσεσθαι. φαμὲν οὖν ὡς ἦν τις πρόσοδος ἀπὸ τῶν δικαστηρίων, οἷα ἡ ἀπὸ τῶν γραφῶν δωροδοκίας, ὕβρεως, συκοφαντίας, μοιχείας, ψευδογραφίας, παραπρεσβείας, λειποστρατίου. οὐ γὰρ πάσαις ἀτιμία προσετιμᾶτο ἢ θάνατος, ἀλλὰ πολλαῖς καὶ χρημάτων | |
10 | εἴσπραξις· ὁ γὰρ νικηθεὶς ἐζημιοῦτο. ταύτης οὖν τῆς πάσης προσόδου στερήσεσθαι ἔμελλον οἱ Ἀθηναῖοι πολεμίων αὐτοῖς ἱδρυμένων ἐν τῇ χώρᾳ καὶ σχολὴν οὐ παρεχόντων δικάζεσθαι. καὶ γὰρ τὰ ἐκ τῶν τοιούτων ἀφορμῶν χρήματα τῇ πόλει ἐδίδοτο Mvc2 διαφορουμένης: τουτέστι πεμπομένης, διηνεκῶς φε‐ | |
15 | ρομένης Mvc2 | |
6.92.2 | ἐγκρατῶς ἐπέρχομαι: ἀντὶ τοῦ καρτερῶς Mvc2 οὐδὲ ὑποπτεύεσθαί μου ἐς τὴν φυγαδικὴν ...: ση‐ μείωσαι φυγαδικήν ABʃ οὐκ ἄξιον ὑποπτεύεσθαί μου τὸν λόγον διὰ τὸ προθυμηθῆναί με φεύγειν Mvc2 | |
6.92.3 | καὶ οὐ τῆς ὑμετέρας ...: οὐκ εἰμὶ φυγὰς τῆς ὑμετέρας ὠφελείας, τουτ‐ έστιν οὐ φεύγω τὸ ὠφελεῖν ὑμᾶς Mvc2 καὶ πολεμιώτεροι | |
...: οὐχ οὕτως ὑμᾶς ἡγοῦμαι πολεμίους ὡς Ἀθηναίους. ὑμεῖς | 371 | |
5 | μὲν γάρ, εἴ τι ἐβλάψατε, ἐχθροὶ ὄντες ἐλυπήσατε οἱ δὲ Ἀθη‐ ναῖοι φίλον ὄντα κατηνάγκασαν ἐχθρὸν γενέσθαι Mvc2 τό τε φιλόπολι ...: φιλόπολις, φησίν, οὐ νῦν εἰμι, ἡνίκα ἀδικοῦ‐ μαι, ἀλλὰ τότε, ὅτε ἀσφαλῶς ἐπολιτευόμην Mvc2 | |
6.92.5 | αὐτούς: ὑμᾶς ABc2 ἐκεῖ: ἐν Σικελίᾳ δηλονότι. | |
6.93.1 | περιορώμενοι: περιορῶντες, καταφρονοῦντες. | |
6.93.2 | τῇ ἐπιτειχίσει τῆς Δεκελείας ...: ἀντὶ τοῦ, σκοπὸς ἦν αὐτοῖς καὶ διάνοια ἐπιτείχισμα ποιῆσαι ἐν τῇ Δεκελείᾳ. τιμωρίαν: βοήθειαν. μετ’ ἐκείνων: ἤγουν τῶν Συρακου‐ σίων. | |
6.93.3 | ὁ δέ: ὁ Γύλιππος ABCFM | |
6.94.1 | ἅμα δὲ τῷ ἦρι ...: ἀρχὴ τοῦ ιηʹ ἔτους τοῦ πο‐ λέμου ABCF | |
6.94.2 | τούς τε ἀγρούς: τῶν Μεγαρέων δηλονότι. τὸν σῖτον: ἤγουν τὸν στάχυν. | |
6.94.3 | ἐπισιτισάμενοι: ἤγουν ἐφόδια λαβόντες. προσαγαγόμενοι: ἤγουν λαβόντες, ἐφελ‐ κυσάμενοι. | |
6.95.2 | οἱ δ’ ἐξέπεσον Ἀθήναζε: ἐξελθόντες ἔφυγον εἰς τὰς Ἀθήνας. | |
6.96.1 | σφᾶς: τοὺς Συρακουσίους. τὰς προσβάσεις: ἤγουν ἐφόδους. | |
6.96.2 | ἐξήρτηται γάρ: μὴ ἐπὶ τοῦ ἐξῆρθαι καὶ μεμετεωρίσθαι ἀκουέσθω, οὔσης τῆς διανοίας τοιᾶσδε· τὸ γὰρ ἄλλο χωρίον πλὴν τῶν προσβάσεων ἅπαν ὑψηλόν ἐστι καὶ κρη‐ μνῶδες, καὶ ἐπικέκλιται πρὸς τὴν πόλιν, ὥστε καταφανὲς | |
5 | ἔσωθεν εἶναι Mvc2 διὰ τὸ ἐπιπολῆς: ἡ ἐτυμολογία τῶν Ἐπιπολῶν BF | |
6.96.3 | λογάδας τῶν ὁπλιτῶν ἐξέκριναν πρό‐ τερον: ἐκκρίνειν, τὸ ἀφορίζειν καὶ ἐπιλέγεσθαι Patm.ʃ ἐκκρί‐ τους καὶ ἐκλεκτοὺς ἐποιήσαντο Mvc2 ταχὺ ξυνεστῶτες πα‐ ραγίγνωνται: ταχὺ παραγίγνωνται διὰ τὸ συνεστάναι Mvc2 | |
6.97.5 | τῷ Λαβδάλῳ: Λάβδαλον τόπος ἐν Σικελίᾳ Patm. | |
6.98.2 | ἵναπερ καθεζόμενοι: ὅπου πολιορκοῦντες. τὸν κύκλον: ἤτοι τὸν περὶ τὸ Λάβδαλον ἢ τὸν περὶ τὸ τεῖχος | |
τῶν Συρακουσίων, ᾧ ἀπετείχιζον αὐτούς· ὃ καὶ μᾶλλον Mvc2 | 372 | |
6.98.3 | καὶ ἀποσκίδνασθαι μακροτέραν: καὶ κακοῦν αὐτῶν τὴν χώραν διὰ τὸ πορρωτέρω προϊέναι GMvc2 | |
6.98.4 | φυλὴ μία: ἀντὶ τοῦ ἓν τάγμα ἀπὸ φυλῆς μιᾶς. | |
6.99.1 | οἱ μέν: τὸ ἑξῆς, οἱ μὲν τῶν Ἀθηναίων. ᾗπερ βραχύτατον ...: καθ’ ὃ ἔμελλε βραχύτατον ἔσεσθαι τὸ δια‐ τείχισμα Mvc2 ἐκ τοῦ μεγάλου λιμένος ...: ἐπὶ χερρονή‐ σου ἡ πόλις τῶν Συρακουσίων κεῖται, γινομένου τινὸς ἰσθμο‐ | |
5 | ειδοῦς τῇ μὲν ὑπὸ τοῦ μεγάλου λιμένος, τῇ δὲ ὑπὸ τῆς ἐπὶ θάτερα θαλάττης Mvc2 | |
6.99.2 | ὑποτειχίζειν δὲ ἄμεινον ἐδόκει εἶναι ...: οἱ μὲν Ἀθηναῖοι ἐβούλοντο ἐκ θαλάττης εἰς θάλατ‐ ταν τεῖχος οἰκοδομησάμενοι Συρακουσίους εἶρξαι τῆς ἔξω γῆς, κατακλείσαντες εἰς τὴν χερρόνησον. οἱ δὲ Συρακούσιοι ὄρθιον | |
5 | τεῖχος διὰ μέσου τοῦ ἰσθμώδους ὑπετείχιζον κώλυμα ἐσόμενον τοῖς Ἀθηναίοις τοῦ δύνασθαι διατειχίσαι. καὶ ἐνόμιζον, εἰ φθά‐ σαιεν παρατειχίσαντες αὐτοί, ἀποκλεῖσαι ἂν ἐκείνους τοῦ ἔτι διατειχίσαι δύνασθαι. εἰ γὰρ δὴ καὶ κωλύειν αὐτοὺς ὑποτει‐ χίζοντας οἱ Ἀθηναῖοι ἐθέλοιεν, μέρει μὲν ἄν τινι τῆς αὑτῶν | |
10 | στρατιᾶς ἀντιτάξασθαι τοῖς ἐπιοῦσι τῶν Ἀθηναίων, οἱ λοιποὶ δὲ ἐν τούτῳ προαποσταυρώσειν τὰ βάσιμα τοῖς Ἀθηναίοις. ἐφόδους γὰρ τὰ βάσιμα λέγει· ὀλίγα δὲ τὰ ἐπιβαθῆναι δυνά‐ μενα διὰ τὸ τελματῶδες εἶναι τὸ χωρίον GMvc2 ἐπιβοη‐ θοῖεν: οἱ Ἀθηναῖοι. αὐτούς: τοὺς Συρακουσίους. προ‐ | |
15 | καταλαμβάνοντες: οἱ Συρακούσιοι. τὰς ἐφόδους: τὰ βάσιμα· ὀλίγα δὲ ταῦτα διὰ τὸ τελματῶδες εἶναι τὸ χωρίον G ἐκείνους δὲ ἂν ...: ἡ διάνοια, τοὺς μὲν Συρακουσίους μέ‐ ρος ἀντιπέμπειν τῆς στρατιᾶς καὶ συνεχῶς τειχίζειν, τοὺς δὲ Ἀθηναίους ἅπαντας πρὸς αὐτοὺς τοὺς Συρακουσίους τρέπε‐ | |
20 | σθαι καὶ οὕτω παύεσθαι τοῦ τειχίζειν. | |
6.100.1 | φοβούμενοι μὴ σφίσι ...: κατὰ τὴν λεγομένην | |
ἀνάληψιν τὸ „φοβούμενοι οἱ Ἀθηναῖοι“ εἴρηται. τὸ δὲ „σφίσι δίχα γιγνομένοισ“ [μὴ] τῶν μὲν τειχιζόντων, τῶν δὲ μαχομέ‐ νων Mvc2 περιτείχισιν ἐπειγόμενοι: σπεύδοντες αὐτοὶ | 373 | |
5 | διατειχίσαι Mvc2 ὑπονομηδόν: διὰ ὑπονόμων καὶ σωλήνων Mvc2 τριακοσίους μὲν αὑτῶν λόγαδας: σφῶν M πρὸς τὴν πόλιν: πρὸς τὴν τῶν Συρακουσίων Mvc2 | |
6.100.2 | βίᾳ ἐξε‐ κρούσθησαν πάλιν: ἀμφίβολον, πότερον βίᾳ ἐσῆλθον ἢ βίᾳ ἐξεκρούσθησαν Mvc2 | |
6.100.3 | ἡ πᾶσα στρατιά: τῶν Ἀθη‐ ναίων. διεφόρησαν: διεκόμισαν. | |
6.101.1 | καὶ ᾗπερ αὐτοῖς βραχύτατον ...: καθ’ ὃ μέρος βραχύτατον ἔμελλε τὸ διατείχισμα ἔσεσθαι Mvc2 οἱ δ’: οἱ Ἀθηναῖοι. ᾗ πηλῶδες ἦν καὶ στεριφώτατον: καθὸ τὸ ἕλος οὐχ ὑδατῶδες ἦν, ἀλλὰ πηλῶδες καὶ στερεόν GMvc2 | |
6.101.6 | ἀποθνῄσκει: Λαμάχου τοῦ στρατηγοῦ τῶν Ἀθηναίων ἀναίρεσις ABFMc2 | |
6.102.4 | οἱ ἄνωθεν: οἱ Συρακούσιοι FMc2 | |
6.103.2 | περιεωρῶντο: ἤγουν κατεφρόνουν. | |
6.103.4 | κύρω‐ σις: βεβαίωσις τῆς φιλιώσεως. ἐκεῖνον: τὸν Νικίαν ABFMc2 | |
6.104.1 | ἐπὶ τὸ αὐτὸ ἐψευσμέναι: ψευδεῖς μέν, σύμ‐ φωνοι δέ Mvc2 περιποιῆσαι: σῶσαι. Ἰόνιον: Ἰώνιον μὲν Ἀττικῶς μέγα γράφε· ἄλλως δὲ μικρὸν οὐχ ἁμαρτήσεις γράφων e8 | |
6.104.2 | πρεσβευσάμενος: πρεσβεὺς ὢν αὐτός. κατὰ βορέαν ἑστηκώς: οὐχ ὁ κόλπος, ἀλλ’ ὁ ἄνεμος. τὸ δὲ ἑστηκώς ἤτοι στάσιμος ὢν καὶ διηνεκής, ὡς καὶ στάσιν ἀνέμου λέγομεν, ἢ κατ’ αὐτὸν βορρᾶν Mvc2ʃ ἤγουν κατὰ τὸ πρόσωπον τοῦ βο‐ | |
5 | ρέου. προσμίσγει: ἐλλιμενίζει. ἐπεσκεύαζεν: ἤγουν ἀνεκαίνιζεν. | |
6.104.3 | ὑπερεῖδε: κατεφρόνησε Mvc2 | |
6.105.2 | ὅσον σχόντας μόνον: μέχρις οὗ ψαύσωσι μόνον τῆς Λακωνικῆς. τὸ ἐλάχιστον: ἐπ’ ἐλάχιστον Mvc2 ἀρ‐ χόντων: τουτέστι στρατηγῶν F ἀποβάντες: ἤγουν οἱ Ἀθη‐ | |
ναῖοι. εὐπροφάσιστον: εὐάφορμον. | 374 | |
7.1.1 | ὁ δὲ Γύλιππος: ἐνταῦθα ἡ τῶν Συρακουσίων ἄρ‐ χεται νίκη καὶ τῶν Ἀθηναίων ἦττα· ὧν οἱ μὲν εἰς ἔσχατον ἀπορίας ἧκον, οἱ Συρακούσιοι, οἱ δὲ Ἀθηναῖοι νικῶντες ἐγέ‐ νοντο καὶ ἐλπίδας εἶχον δι’ ὀλίγου Συρακουσῶν περιγενέσθαι· | |
5 | ἀλλὰ τοῖς μὲν Συρακουσίοις ἐκ τῶν ἀπόρων ἐγένετο εὐπορία, τοῖς δ’ Ἀθηναίοις ἐξ εὐπραξίας ἡ δυσπραγία. ὅθεν οὐ δεῖ μήτε ἀπελπίζειν ἐν ἀπορίαις μήτε θαρρεῖν ἐν ταῖς εὐτυχίαις, πρὸς ταῦτα ὁρῶντας. διακινδυνεύσωσιν ἐσπλεῦσαι: πει‐ ραθῶσι διὰ κινδύνου εἰσπλεῦσαι. αὐτούς τε ἐκείνους: | |
10 | τοὺς Ἱμεραίους δηλονότι. | |
7.1.2 | ἔδοξεν αὐτοῖς: καλὸν ἐφάνη. οὔπω παρουσῶν ...: ἤτοι οὔπω οὐσῶν ἐν τῷ Ῥηγίῳ ἢ οὔπω παρουσῶν εἰς τὸ Ῥήγιον Mvc2 ἃς ὁ Νικίας ὅμως, πυνθανόμενος ...: τὸ ὅμως διὰ τοῦτο πρόσκειται, ὅτι ἐν τῇ | |
5 | ἕκτῃ [104, 3] ὀλιγωρεῖν ἔφη τὸν Νικίαν τῆς φυλακῆς τοῦ κατάπλου Πελοποννησίων Mvc2 Λοκροῖς: μηδεὶς Λοκροὺς δόξειας Ἀττικῶς μέγα e8 φθάσαντες: προλαβόντες. | |
7.1.3 | ἐν Ἱμέρᾳ: ἀντὶ τοῦ ἐν τῷ λιμένι τῆς Ἱμέρας. ἔς τι χωρίον: ὡρισμένον δηλονότι. | |
7.2.2 | αὐτούς: τοὺς Συρακουσίους. | |
7.2.3 | ἐγγύς: τῶν Συ‐ ρακουσίων δηλονότι. ᾐσθάνοντο: ἀντὶ τοῦ ἤκουν. | |
7.2.4 | κατὰ βραχύ τι: βαρυτόνως τινὲς ἀναγιγνώσκουσιν, ἵνα μὴ τὸ ὀλί‐ γον, ἀλλὰ τὸ πηλῶδες ἀκούηται Mvc2 τῷ δὲ ἄλλῳ τοῦ κύ‐ κλου: κατὰ δὲ τὸ ἄλλο μέρος τοῦ τείχους τῶν Συρακουσίων. | |
5 | κύκλον γὰρ τὸ τεῖχος τῶν Συρακουσίων λέγει Mvc2 παρα‐ βεβλημένοι: ἤγουν παρερριμμένοι πρὸς οἰκοδομίαν. τῷ πλέονι: τῷ πλέονι μέρει τοῦ κύκλου Mvc2 | |
7.3.1 | ὁ δέ: ὁ Γύλιππος. θέμενος: ἀποθέμενος. | |
7.3.5 | τῷ λιμένι: τῷ μεγάλῳ. | |
7.4.1 | καὶ μετὰ ταῦτα ἐτείχιζον οἱ Συρ.: ἐν τῇ ἕκτῃ | |
[99] δεδήλωται ἡμῖν, τίνα τρόπον ὑπετείχιζον οἱ Συρακούσιοι περιτειχιζόντων τῶν Ἀθηναίων Mvc2 | 375 | |
7.4.2 | ἀναβεβήκεσαν: ἀνακεχωρήκεσαν Mvc2 ταύτῃ ἐφύλασσον: ταύτῃ ὁμοίως, οὕτως, τοῦτον τὸν τρόπον· ταυτι (?) ταῦτα ἢ τούτῳ τῷ τρόπῳ F | |
7.4.3 | ἔξω: τοῦ τείχους. | |
7.4.4 | δι’ ἐλάσσονος: διαστήματος. πρὸς τῷ λιμένι: λιμένα μὲν τῶν Συρακουσίων [πλησίον] τὸν μέ‐ γαν λέγει· τειχισθέντος δὲ τοῦ Πλημμυρίου τὴν ἐφόρμησιν αὐτόθεν δι’ ὀλίγου χωρίου ἔσεσθαι Mvc2 ἐκ μυχοῦ: ἔντο‐ | |
5 | σθεν. ἐπαγωγάς: ἐπαγωγός, ἐφελκυστικός· ἐπαγωγή, συμ‐ φορά, αἰχμαλωσία, ζημία, ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν· ἐπαγωγά, ἀπατητικά F ἤν τι ναυτικῷ κινῶνται: ἐὰν κατὰ θάλασσαν παρακινῶσιν οἱ Συρακούσιοι Mvc2 ἀνελπιστό‐ τερα ὄντα: τοῦ δύνασθαι νικῆσαι Mvc2 | |
7.4.6 | τῶν πληρω‐ μάτων: ἤγουν τῶν νηῶν. φρυγανισμόν: ξυλισμόν. | |
7.4.7 | προσβολήν: εἴσοδον. ναυλοχεῖν: ἐπιβουλεύειν. | |
7.5.2 | τῆς ἐφόδου: ἐπιθέσεως τῆς πολεμικῆς. ʃ ἔφοδος, ἐπιδρομή, ἐπιβουλὴ ἢ μηχανή F | |
7.5.4 | ὡς τῇ μὲν παρασκευῇ οὐκ ἔλ. ἕξοντας: ἀμφίβολον, πότερον οὐκ ἔλαττον νῦν πα‐ ρασκευάσασθαι ἤπερ ἐν τῇ προτέρᾳ μάχῃ, ἢ οὐκ ἔλαττον τῶν Ἀθηναίων παρασκευάσασθαι· ὃ καὶ μᾶλλον Mvc2 τῇ δὲ | |
5 | γνώμῃ: τῷ σκοπῷ. ξυγκλύδων: συλλέκτων Fʃ ἤγουν χυδαίων. | |
7.6.1 | ἐκεῖνοι: οἱ περὶ τὸν Γύλιππον. σφίσι: τοῖς Ἀθη‐ ναίοις. ἤδη γὰρ καὶ ὅσον οὐ ...: τὸ τεῖχος τὸ ὑπὸ τῶν Συρακουσίων ὑποτειχιζόμενον ἐπὶ κωλύσει τοῦ τῶν Ἀθηναίων διατειχίσματος ἤδη ἐγγὺς ἦν παρεληλυθέναι καὶ ὑπερβεβλη‐ | |
5 | κέναι τὸ τέλος τοῦ τῶν Ἀθηναίων διατειχίσματος Mvc2 εἰ προέλθοι: τοῦ τῶν Συρακουσίων ὑποτειχίσματος μὴ παραλ‐ λάξαντος τῇ οἰκοδομήσει οὐδὲν ἔτι ὄφελος ἦν τοῦ τῶν Ἀθη‐ ναίων διατειχίσματος· οἱ γὰρ Συρακούσιοι ἐν ἀσφαλεῖ ἔμελλον ἔσεσθαι μετὰ ταῦτα, εἴτε μάχοιντο καὶ νικῷεν τοὺς Ἀθηναίους | |
10 | εἴτε καὶ ἡσυχάζοιεν ἐπιόντων αὐτῶν Mvc2 ἐποίει αὐτοῖς: τοῖς Συρακουσίοις G | 376 |
7.6.3 | ὅπερ κατ’ αὐτοὺς ἦν: ἤγουν τοὺς ἱππεῖς τῶν Συρακουσίων. κατηράχθη: μετὰ ἀραγμοῦ καὶ σφοδρότητος ἐνέπεσεν. αὐτοί: οἱ Συρακούσιοι· ὑπ’ αὐτῶν: τῶν Ἀθηναίων· ἐκείνους: τοὺς Ἀθηναίους ABCFMv | |
7.7.4 | ναυτικὸν ἐπλήρουν: ἤγουν ναῦς ἐπλήρουν ναυ‐ τῶν. ἀνεπειρῶντο: ἀπεπειρῶντο καὶ ἐμελέτων GMvc2 καὶ ἐς τἆλλα: τὰ κατὰ τὴν χέρσον. | |
7.8.1 | καὶ τὴν σφετέραν ἀπορίαν: ἀπὸ κοινοῦ τὸ ἐπιδοδοῦσαν Mvc2 τὴν αὐτοῦ: Νικίου. ἐν τῷ ἀγγέλῳ: ἐν τῇ ἀγγελίᾳ. | |
7.8.3 | καὶ οἱ μὲν ᾤχοντο φέροντες ...: τὸ ἑξῆς, καὶ οἱ μέν, οὓς ἀπέστειλεν, ᾤχοντο φέροντες τὰ γράμματα ABCF ὁ δέ ...: ἡ διάνοια· ἐπιμέλειαν εἶχε τοῦ φυλάττεσθαι μᾶλλον ἢ τοῦ κινδυνεύεσθαι ἑκουσίως. | |
7.10.1 | ὁ δὲ γραμματεύς: οὐ κυρίως γραμματέα λέγει τὸν ἀρ‐ χὴν ἔχοντα, ἀλλ’ ὑπηρέτην τὸν εἰωθότα ἐν τῷ κοινῷ τὰ τοῦ δήμου γράμματα ἀναγιγνώσκειν. τοῦτο δὲ οὐκ ἔντιμον ἦν Mvc2 | |
7.11.1 | τὰ μὲν πρότερον ...: πρὸς τοὺς ἐν Ἀθήναις Νικίου ἐπιστολή ABCEFM οὐχ ἧσσον: ἢ πρότερον δηλονότι. | |
7.11.2 | ἐφ’ οὕς: καθ’ ὧν. ἔστιν ὧν: ἤγουν καὶ ἀπὸ τινῶν. βιασθέν‐ τες ἀνεχωρήσαμεν: σεμνῶς πάνυ τὸ „βιασθέντες ἀνεχωρή‐ σαμεν“ ἐπικρύπτει τοὺς ἀναιρεθέντας, ἵνα ἡ αἰτουμένη ἀπο‐ | |
5 | σταλῇ βοήθεια. | |
7.11.3 | τοῦ περιτειχισμοῦ: τῶν Συρακουσίων δηλονότι. δυναίμεθ’ ἄν: δυνησόμεθα e10 ἀπανηλω‐ κυίας ... ὁπλιτικοῦ: τῶν γὰρ ὁπλιτῶν τινες πρὸς τὸ φυ‐ λάττειν ἦσαν τὰ τείχη Mvc2 τὸ παρατείχισμα τοῦτο: τῶν | |
5 | Συρακουσίων δηλονότι. | |
7.11.4 | πολιορκεῖν δοκοῦντας ...: τὸ πολιορκεῖσθαι μᾶλλον ἢ πολιορκεῖν, δηλωτικὸν καὶ τῆς ἥττης καὶ παρορμητικὸν τοῦ πεμφθῆναι βοήθειαν δι’ ἧς σωθήσον‐ ται· τὸ δὲ ἀποστεῖλαι πρὸς Πελοπόννησον ἕνεκεν στρατιᾶς τοὺς | |
5 | ἐναντίους, καὶ τὸ τὸν Γύλιππον τὰς πόλεις ἀναπείθειν αὐτοῖς συμπολεμεῖν, τοῦ καὶ αὐτοὺς πλείστην στρατιὰν πεζήν τε καὶ ναυτικὴν τὴν ταχίστην ἐξαποστεῖλαι. κατὰ γῆν τοῦτο πά‐ σχειν: ἐν τῷ κατὰ γῆν μέρει ἡττᾶσθαι· ἐπεὶ ἔν γε τῷ κατὰ θάλατταν ἐπεκράτουν οἱ Ἀθηναῖοι Mvc2 ἐπὶ πολύ: διάστημα | 377 |
10 | δηλονότι. | |
7.12.1 | ἐπ’ ἄλλην στρατιάν: ἤγουν δι’ ἄλλην. | |
7.12.3 | τῶν πληρωμάτων: τῶν ναυτῶν. διάβροχοι: σεσηπυῖαι.ʃ Ὅμη‐ ρος [Β 135]· καὶ δὴ δοῦρα σέσηπε νεῶν, καὶ σπάρτα λέλυνται ABCFM | |
5 | θαλασσεύουσαι: ἤγουν ἐν θαλάττῃ οὖσαι. | |
7.12.4 | διαψῦξαι: διακαθᾶραι. | |
7.12.5 | ἐπ’ ἐκείνοις: ἀπὸ κοινοῦ τὸ εἰσί Mvc2 | |
7.13.1 | καὶ ἁρπαγὴν μακράν: καὶ διὰ τὸ ἐπὶ πολλοῦ δια‐ στήματος ἐφ’ ἁρπαγὴν ἐξιέναι Mvc2 οἱ δὲ θεράποντες: ἑαυτῶν δηλονότι G αὐτομολοῦσι: ἑκουσίως ἀποφεύγουσιν F οἱ ξένοι: οἱ φίλοι e10 κατὰ τὰς πόλεις: τῶν Σικελῶν δη‐ | |
5 | λονότι. ἀνθεστῶτα: ἐναντίως ἑστῶτα e10 πολλὴ δ’ ἡ Σι‐ κελία: ἤγουν εὐρύχωρος. Ὑκκαρικά: ἀπὸ Ὑκκάρων πόλεως Σικελῶν, 〈ὧν〉 μέμνηται ἐν τῇ ἕκτῃ [62, 3] ABCFGM τὴν ἀκρίβειαν τοῦ ναυτικοῦ ἀφῄρηνται: ἐλυμήναντο τὸ ἀκρι‐ βὲς τῆς ναυτικῆς δυνάμεως Mvc2 | |
7.14.1 | βραχεῖα ἀκμὴ πληρώματος: οὐ πολλῷ χρόνῳ ἀκμάζει ἡ ναυτικὴ δύναμις Mvc2 | |
7.14.2 | τούτων δὲ πάντων ἀπορώτατον: μείζονα πάντων τῶν εἰρημένων ἀπορίαν ἔχει τὸ μὴ δύνασθαι ἐμὲ κωλύειν τὰ ἁμαρτήματα Mvc2 ἄρξαι: ἀντὶ τοῦ ἀρχθῆναι Mvc2 παθητικοῦ ἐνεργητικὸν εἴληπται τὸ | |
5 | ἄρξαιʃ ὥστε τινὰ αὐτῶν G ἐπιπληρωσόμεθα τὰς ναῦς: τὰ πληρώματα ἀναπληρώσομεν Mvc2 | |
7.14.3 | διαπολεμήσεται αὐτοῖς: κατεργασθήσεται αὐτοῖς Mvc2ʃ διαπολεμήσεται ὁ πόλεμος ABF | |
7.14.4 | ἀσφαλέστερον ἡγησάμην: συμφέρον | |
κατὰ τὴν βούλησιν. | 378 | |
7.15.1 | ἐφ’ ἃ μὲν ἤλθομεν: ὧν ἕνεκα ἤλθομεν Mvc2 ἅπασα ξυνίσταται: ἤγουν συνάγεται, εἰς ὁμόνοιαν ἔρχεται. μηδὲ τοῖς παροῦσιν ἀνταρκούντων: μηδὲ πρὸς τοὺς ἐνθάδε πολεμίους ἀντέχειν δυναμένων Mvc2 | |
7.15.2 | ἀξιῶ δ’ ὑμῶν ξυγγνώμης τυγχάνειν: ἀντὶ τοῦ ἄξιος δέ εἰμι συγγνώμης ἐπιτυχεῖν Mvc2 τὰ μὲν λήσουσιν ὑμᾶς: ἀκόλουθον ἦν τῷ προκειμένῳ, τῷ „δι’ ὀλίγου ποριουμένων“, τὸ τὰ μὲν λησομέ‐ | |
5 | νων ὑμᾶς, τὰ δὲ φθησομένων Mvc2 ἐρρώμην: ὑγιῶς εἶχον e10 φθήσονται: ἤγουν μέλλουσι προλαβεῖν. | |
7.16.1 | παρέλυσαν τῆς ἀρχῆς: ἤγουν ἐξέβαλον. τῶν αὐτοῦ: τῶν στρατιωτῶν αὐτοῦ, ἤγουν ἀπὸ τοῦ Νικίου. | |
7.17.1 | αὐτόθεν: ἀπὸ τῶν ξυμμάχων. | |
7.17.3 | ἐπέρρωντο: διηγέρθησαν. | |
7.17.4 | καὶ τὰς ὁλκάδας αὐτῶν ...: ὅπως τὰς ὁλκάδας τῶν Κορινθίων μὴ κωλύοιεν πλεῖν οἱ Ἀθηναῖοι ὁρ‐ μώμενοι ἐκ Ναυπάκτου Mvc2 ἧσσον: ἀντὶ τοῦ οὐδ’ ὅλως. πρὸς ... φυλακὴν ποιούμενοι: Ἀθηναῖοι δηλονότι τρέ‐ | |
5 | ποντες τὴν φυλακὴν πρὸς τὴν ἀντίταξιν αὐτῶν τῶν Κοριν‐ θίων. | |
7.18.1 | προυδέδοκτο: προεκεκύρωτο. ἐναγόντων: ἐμβιβαζόντων καὶ κινούντων εἰς τοῦτο. ἐσβολῆς γενομέ‐ νης: τῶν Λακεδαιμονίων ἐς τὴν Ἀττικήν. διακωλυθῇ: ἡ βοήθεια δηλονότι. | |
7.18.2 | εὐκαθαιρετωτέρους: εὐχειροτέ‐ ρους. ἐν σπονδαῖς: ἀντὶ τοῦ οὐσῶν σπονδῶν. εἰρημέ‐ νον: ἤγουν τεταγμένου καὶ κεκυρωμένου ὄντος. ὅπλα μὴ ἐπιφέρειν: περὶ παραβάσεως A προκαλουμένων: κινούν‐ | |
5 | των. διὰ τοῦτο: διὰ τὸ παρασπονδῆσαι. | |
7.18.4 | ἑτοίμαζον: ἐς τὴν μάχην τε καὶ ἑτοίμαζον γράφειν τῆς Ἀττικῆς οὐκ ἔστιν, ἀλλ’ Ἰωνίδος e8 Θουκυδίδης: | |
5 | πᾶς τὸν Διὸς Κόρινθον ἐνταυθοὶ βλέπε e8 | 379 |
7.19.1 | τοῦ δ’ ἐπιγιγνομένου ἦρος: ἀρχὴ τοῦ ιθʹ ἔτους τοῦ πολέμου ABCFM | |
7.19.2 | ἐπιφανές: καταφανές Mc2 | |
7.19.3 | 〈ση‐ μείωσαι〉 νεοδαμωδῶν A | |
7.19.5 | ἀνθώρμουν: ἀντηύλισαν. | |
7.20.1 | εἴρητο: ὥριστο. | |
7.20.2 | ἐκ καταλόγου: ἐκ τῶν αὐτο‐ χθόνων. ξυμπορίσαντες: λαβόντες. αὐτῷ: τῷ Δημοσθέ‐ νει. | |
7.20.3 | παραλαβεῖν: ἀπὸ κοινοῦ τὸ περιέμεινεν Mvc2 | |
7.21.2 | ἀπ’ αὐτοῦ: τοῦ ναυμαχεῖν. | |
7.21.3 | μὴ ἀθυμεῖν ἐπιχειρήσειν: ὑπὲρ τοῦ μὴ ὀκνεῖν ἐπιχειρῆσαι τοῖς Ἀθη‐ ναίοις κατὰ θάλασσαν, ἢ ὑπὲρ τοῦ μὴ δεδιέναι Mvc2 ὑπὸ Μήδων: τῶν μετὰ Ξέρξου ABCF καὶ πρὸς ἄνδρας τολ‐ | |
5 | μηροὺς ...: ἤγουν καὶ τοῖς οὕτω τολμηροῖς ὡς εἰσὶν Ἀθη‐ ναῖοι, τοὺς ἀντιτολμῶντας φοβερωτάτους φανήσεσθαι Mvc2 ᾧ γὰρ ἐκεῖνοι ...: ᾧπερ γὰρ ἐκεῖνοι φοβοῦσι τοὺς πέλας, τουτέστι διὰ θράσος καὶ οὐχὶ διὰ δυνάμεως ὑπεροχήν, τούτῳ ἂν καὶ ὑπὸ Συρακουσίων ἐκφοβήσεσθαι τοὺς Ἀθηναίους Mvc2 | |
10 | ὑποσχεῖν: ὑπολαβεῖν, ἀπαιτηθῆναι, ἢ ὑποβάλλειν F | |
7.21.4 | εὖ εἰδέναι ἔφη ...: εἰδέναι φησὶν ὅτι οἱ Συρακούσιοι τολμή‐ σαντες ἀντιστῆναι πρὸς τὸ τῶν Ἀθηναίων ναυτικὸν μᾶλλον αὐτοὺς τῷ ἀπροσδοκήτῳ καταπλήξαντες βλάψουσιν ἤπερ ἐκεί‐ | |
5 | νους οἱ Ἀθηναῖοι διὰ τῆς ἰδίας ἐμπειρίας εἰς τὴν πεῖραν τοῦ ναυτικοῦ Mvc2 | |
7.22.1 | ὁ δὲ Γύλιππος ...: πρώτη ναυμαχία Ἀθηναίων καὶ Συρακουσίων καὶ νίκη Ἀθηναίων ABFc2 ἐκ τοῦ ἐλάσ‐ σονος: λιμένος δηλονότι. πρὸς τὰς ἐντὸς προσμεῖξαι: ταῖς ἰδίαις ταῖς ἐντὸς τοῦ μεγάλου λιμένος συμμῖξαι Mvc2 | |
7.22.2 | ἀντιπληρώσαντες: εἰς ἀντιπαράταξιν τῶν Συρακουσίων. οἱ μέν: οἱ Συρακούσιοι Mvc2 | |
7.23.1 | ἐν τούτῳ δέ: τῷ καιρῷ δηλονότι. ἐν τῷ Πλ.: ἤγουν ἐν τῷ φρουρίῳ τῷ ἐν τῷ Πλημμυρίῳ. τὴν γνώμην προσεχόντων: τὸν νοῦν. ʃ τὴν ναυμαχίαν θεωρούντων. πρῶτον: ἤγουν κατὰ τὴν πρώτην εἰσβολήν. | |
7.23.2 | ἐς τὸ στρα‐ τόπεδον: τὸ ἑαυτῶν δηλονότι. ἐπεδιώκοντο: οἱ ἐκ τοῦ πρώτου τείχους ἁλόντος διαφυγόντες ABCFM νικώμενοι: τῇ ναυμαχίᾳ. οἱ ἐξ αὐτῶν: οἱ ἐκ τῶν τειχῶν τῶν Ἀθηναίων | 380 |
5 | ABCFM τῶν ἐπὶ τῷ Πλημμυρίῳ Mvc2 | |
7.23.3 | βιασάμεναι: νική‐ σασαι. καὶ παραχθεῖσαι: ἤγουν ἀπὸ ταραχῆς περιπίπτου‐ σαι ἀλλήλαις. ἔτρεψαν: οἱ Ἀθηναῖοι δηλονότι G | |
7.24.1 | οὕτως ἐπεπράγεσαν: οὕτως ἐδυστύχησαν. | |
7.24.3 | αἱ ἐσκομιδαί: αἱ εἰσαγωγαὶ τῶν ἐπιτηδείων. | |
7.25.1 | τὸν ἐκεῖ πόλεμον: τὸν ἐν Πελοποννήσῳ. ἐπο‐ τρύνωσι: ἐπισπεύσωσι. γέμοντα χρημάτων: καὶ ἐπὶ τῶν τυχόντων πραγμάτων τὰ χρήματα λαμβάνεται, καὶ οὐχ, ὥσπερ νῦν ἀδοκίμως, ἐπὶ χρυσοῦ καὶ πολυτίμων εἰδῶν. | |
7.25.2 | Καυ‐ λωνιάτιδι: γῇ. ἑτοῖμα ἦν: πρὸς τὸ ναυπηγεῖν δηλονότι. | |
7.25.4 | φυλάξαντες δ’ αὐτούς: τηρήσαντες καιρὸν εἰς τὸ ἐπι‐ θέσθαι αὐτοῖς. | |
7.25.5 | 〈σημείωσαι〉 νεωσοίκων A | |
7.25.6 | προσα‐ γαγόντες: τοῖς σταυρώμασι δηλονότι. ναῦν μυριοφόρον: μεγάλην, δυναμένην δέξασθαι μυρίον φόρτον. παραφράγ‐ ματα: οἱ δρύφακτοι Patm. ὤνευον: ἐκίνουν, περιῆγον Bʃ | |
5 | ὄνος ἐστὶ μηχανὴ περιαγωγῆς, ᾗ οἱ χρώμενοι ὀνεύειν λέγονται GMvc2ʃ ὄνος ἐστὶ μηχανὴ ἐπ’ ἄκρων τῶν ἀκατίων πηγνυ‐ μένη, ἀφ’ ἧς περιβάλλοντες βρόχοις τοὺς σταυροὺς ῥᾳδίως ἐκ τοῦ βυθοῦ ἀνέσπων ἔστι γὰρ ἡ μηχανὴ ἐπὶ τοσοῦτον βιαιο‐ τάτη, ὥστε καὶ σαγήνην βαρεῖαν ὑπὸ δύο ἀνδρῶν ἀπόνως | |
10 | ἕλκεσθαι. καλοῦσι δὲ τὴν μηχανὴν οἱ τοὺς χαμαιλίχοντας ἕλ‐ κοντες ἁλιεῖς ἠλακάτην. ἐρρωμενέστερον δὲ πρὸς τὴν ἀνέλκυ‐ σιν καθίσταται, ὅταν καὶ δίκρουν ξύλον πρὸ αὐτῆς τεθείη· ἐπ’ εὐθείας γὰρ ἡ ἀντίσπασις τῶν ἀνελκομένων γίνεται. | |
7.25.7 | ἡ κρύφιος: σταύρωσις δηλονότι. ἕρμα: φαράγγην. τούτους: τοὺς κρυφίους σταυρούς. ἐσταύρωσαν: τοὺς σταυροὺς κα‐ τέπηξαν. | |
7.25.9 | ὅτι ἐν ἐλπίσιν εἰσί: τοῦ κρείττονες ἔσεσθαι. | |
ξυμβοηθεῖν: βοήθειαν πέμπειν. προσδοκίμων ὄντων: θαρρούντων ἄλλῃ στρατιᾷ, ἐλευσομένῃ δηλονότι. τὸ παρὸν στράτευμα: τὸ τῶν Ἀθηναίων στρατόπεδον GMvc2 | 381 | |
7.26.1 | ξυνελέγη: συνηθροίσθη. ἄρας: τὰ ἱστία δη‐ λονότι. ξυμμίσγει: ἑνοῦται. παραλαβόντες: ἀντὶ τοῦ ἀναλαβόντες. ʃ ὁ μὲν ὁπλίτης ὡς μὴ ἐρέσσων παραλαμβάνε‐ ται, ὁ δὲ ναύτης ὡς κοινωνὸς τῆς εἰρεσίας λαμβάνεται. | |
7.26.2 | τῆς λιμηρᾶς: ἤγουν τῆς καταξήρου, τῆς ἐνδεοῦς. αὐτόσε αὐτο‐ μολῶσι: ἤγουν εἰς τὸ ἰσθμῶδες χωρίον φεύγωσιν. | |
7.26.3 | ξυγ‐ κατέλαβε: συμπεριέγραψε τὸ μέγεθος, καὶ μικρὰν ἀνάτασιν ἐκ τῆς οἰκοδομίας προσδέδωκεν. ἐξετείχισε: εἰς τέλος ἤγαγε. | |
7.27.1 | τοῦ Διακοῦ γένους: Δῖοι Θρᾳκῶν γένος, ὡς αὐτὸς ἐν τῇ δευτέρᾳ [96, 2] λέγει GMvc2 οὓς ἔδει: χρεία ἦν, ὡρισμένον ἦν. | |
7.27.2 | ὡς ὕστερον ἧκον: μετὰ τὸ ἀποπλεῦ‐ σαι δηλονότι τὸν Δημοσθένην. πολυτελές: δαπανηρόν, πολλὰ τελοῦν GMvc2 πολυδάπανον. ἐξ οὗ καὶ πολυτελὲς δεῖπνον. | |
7.27.3 | ὑπὸ πάσης τῆς στρατιᾶς: τῶν Λακεδαιμο‐ νίων δηλονότι. ὕστερον δέ: μετὰ τὸ τειχισθῆναι. | |
7.27.4 | τῆς γῆς: τῆς Ἀττικῆς. ξυνεχῶς ἐπικαθημένων: ἀδιαστάτως ἐπικαθημένων τῶν Λακεδαιμονίων. τῆς ἴσης: τῆς τεταγμέ‐ νης λέγει GMvc2 ἐκ παρέργου: ἀντὶ τοῦ ἀμελῶς, ματαίως. | |
7.27.5 | τῆς τε γὰρ χώρας ἁπάσης: τῆς καρπίμου. ηὐτομολή‐ κεσαν: ἀπ’ Ἀθηναίων Aʃ ἀντὶ τοῦ ηὐτομόλησαν c2 πρό‐ βατα: τὰ τῶν Ἀθηναίων BFMc2 ὑποζύγια: βόες. 〈ση‐ μείωσαι〉 ὁσήμεραι A καταδρομὰς ποιουμένων: τῶν Ἀθη‐ | |
5 | ναίων ἱππέων Mc2 ἀποκρότῳ: καταξήρῳ, ξηρᾷ. | |
7.28.1 | πολυτελής: πολυδάπανος. ἐπακτῶν: εἰσαγω‐ γίμων ἐξ ἀλλοδαπῆς. ἀντὶ τοῦ πόλις εἶναι: κἀγώ σε θρηνῶ καὶ κατοικτείρω, πόλις· καὶ γὰρ πατρὶς πέφυκας τῆς ἐμῆς φύτλης F | |
7.28.2 | τὴν δὲ νύκτα καὶ ξύμπαντες: οὐ κατὰ διαδοχήν ὥσπερ ἡμέρας, ἀλλὰ πάντες Mvc2 | |
7.28.3 | δύο πολέμους: τόν τε Πελο‐ πονησιακὸν καὶ τὸν Σικελικόν ABCFM ἀντιπολιορκεῖν: ἀπὸ κοινοῦ τὸ ἠπίστησεν ἄν τις ἀκούσας Mvc2 οὐδένα: οὐδέτερον ἔστιν οἶμαι τοῦτο αἰτιατικὴ τῶν πληθυντικῶν Gʃ | 382 |
5 | τὸ ἑξῆς, πόλιν Συρακούσας αὐτὴν κατὰ αὑτὴν οὐδενὸς ἐλάσ‐ σονα τῶν Ἀθηναίων. τὸν παράλογον: παρὰ λόγον καὶ παρ’ ἐλπίδα τῶν Ἑλλήνων ἥ τε δύναμις τῶν Ἀθηναίων ἀντεῖχε καὶ ἡ τόλμα Mvc2ʃ τὸ παράδοξον. μετὰ τὴν πρώτην ἐσβο‐ λήν: ᾗ εἰσέβαλεν ὁ Ἀρχίδαμος εἰς τὴν Ἀττικήν, ἄρτι πρώτως | |
10 | κινηθέντος τοῦ πολέμου. τὴν ἄνοιαν διὰ τούτων τῶν ἀνα‐ κινησάντων τὸν πόλεμον αἰτιᾶται καὶ ὥσπερ ἐποδύρεται τὴν πατρίδα. τοῦ πρότερον ὑπάρχοντος: ἀντὶ τοῦ ὑπὸ Πελο‐ ποννησίων ἐπαγομένου Mvc2 | |
7.28.4 | προσπιπτόντων: συμβαι‐ νόντων. ἀδύνατοι ἐγένοντο τοῖς χρήμασι: ἀντὶ τοῦ ἐπέλιπεν αὐτοὺς Mvc2ʃ ἤγουν ἐνδεεῖς χρημάτων ἐγίνοντο. τὴν εἰκοστήν: εἰκοστὸν μέρος πάντων τῶν ἑαυτοῖς προσιόν‐ | |
5 | των. ὑπό: κατά. | |
7.29.1 | τοὺς οὖν Θρᾷκας: τοὺς κατὰ τὸν ἀπόπλουν τοῦ Δημοσθένους ἐλθόντας. τοὺς τῷ Δημ. ὑστερήσαν‐ τας: ἀντὶ τοῦ ὕστερον τοῦ Δημοσθένους ἐλθόντας καὶ μὴ φθάσαντας τὸν Δημοσθένην ABCFM ὑστερήσαντας: | |
5 | καθυστερίζειν Ἀττικὸς σύμπας γράφει e8 ἀπ’ αὐτῶν: ἀντὶ τοῦ δι’ αὐτῶν. | |
7.29.2 | ἀπεβίβασεν: ἤγουν ἀποβῆναι ἐποίησεν. | |
7.29.3 | μάλιστα: ἀντὶ τοῦ κατὰ ἀκρίβειαν. ἅμα δὲ τῇ ἡμέρᾳ: τὸ κατὰ Μυκαλησσὸν γεγονὸς πάθος ὑπὸ τῶν Θρᾳκῶν ABFMc2 τῇ πόλει προσέκειτο: πλησιάσας ἐπέκειτο. αἱρεῖ: πορθεῖ. ἐπιπεσών: ἐπιθέμενος. καὶ | |
5 | ἀπροσδοκήτοις: τὸ ἑξῆς, καὶ ἀπροσδοκήτοις, τοῦ τείχους ἀσθενοῦς ὄντος ABF πυλῶν: τινων Mvc2 | |
7.29.4 | ἐπόρθουν: ἔκαιον. ὁμοῖα τοῖς μάλιστα τοῦ βαρβαρικοῦ: 〈σημείω‐ σαι〉 ὅτι μιαιφονώτατοι πάντων οἱ Θρᾷκες ABFMc2ʃ περὶ τῆς | |
ὠμότητος τῶν Θρᾳκῶν Bʃ ἤγουν ὁμοίως ἔχει τοῖς βαρβαρι‐ | 383 | |
5 | κωτάτοις. ἐν ᾧ ἂν θαρσήσῃ: ἤτοι ἐν ᾧ ἂν πράγματι, ἢ ἐν ᾧ ἀντὶ τοῦ ἐξ οὗ Mvc2 | |
7.29.5 | αὐτόθι: ἐν τῇ πόλει. | |
7.30.1 | ὥρμει: ἤγουν ἐν ὅρμῳ καὶ λιμένι ἦσαν. | |
7.30.2 | τοὺς πλείστους: ἀμφίβολον, πότερον οἱ πολλοὶ νεῖν οὐκ ἠπίσταντο ἢ οἱ πολλοὶ ἀνῃρέθησαν Mvc2 νεῖν: κολυμβᾶν ABFc2 τοῦ ζεύγματος: τῆς γεφύρας. ἀπὸ τοῦ αἰγιαλοῦ ἔφη ὁρμίσαι τὰ | |
5 | πλοῖα. οὐκ ἀτόπως: οὐκ ἀκόσμως. ἐπιχωρίῳ: ἰδίᾳ, συν‐ ήθει. φυλακήν: ἄμυναν. | |
7.30.3 | μέρος τι ἀπανηλώθη: ἤτοι παῖδες μὲν πολλοί, τῶν ἀνδρῶν δὲ μέρος τι, ἢ τὸ μέρος τι ἀντὶ τοῦ τὸ μέρος Mvc2 | |
7.30.4 | πάθει χρησαμένων ...: ἄξιον ὀλοφυρμοῦ τὸ κατὰ τοὺς Μυκαλησσίους ἐγένετο, οὐδενὸς ἄλλου πάθους ἧττον τῶν κατὰ τὸν πόλεμον γενομένων. τὸ δὲ ὡς ἐπὶ μεγέθει ἤτοι πόλεως ἢ ὡς ἐπὶ μεγέθει πάθους Mvc2ʃ τῶν | |
5 | Μυκαλησσίων δηλονότι. | |
7.31.2 | αὐτοί: ἤγουν οἱ Ἀκαρνᾶνες. | |
7.31.3 | περὶ ταῦτα: ἤγουν περὶ τὸ συλλέγειν δύναμιν. τὰ χρήματα ἄγων τῇ στρατιᾷ: ἤγουν τὰ πρὸς τροφὴν χρήσιμα καὶ τὰ λοιπὰ τὰ συντείνοντα αὐτοῖς. τά τε ἄλλα: ὅσα εἶδε δηλονότι. | |
7.31.4 | ἀν‐ θορμοῦσαι: ἐναντίαι οὖσαι ἐπὶ τοῦ ὅρμου. πέμπειν: εἰς Ναύπακτον. αὐτούς: ἤγουν τοὺς Κερκυραίους. ὡς οὐχ ἱκα‐ νὰς οὔσας (εἶναι B): τοῦτο κρεῖττον καὶ σαφές B | |
7.31.5 | ἀπο‐ τραπόμενος: τὸ μὲν ἀποτραπόμενος καθ’ ὑπερβατὸν τῷ ὁ μὲν Εὐρυμέδων, ἐς τὴν Κέρκυραν ἀποτραπόμενος· τὸ δὲ ὥσπερ καὶ ᾑρέθη καὶ αὐτὸ καθ’ ὑπερβατὸν τῷ ξυνῆρχε γὰρ ἤδη | |
5 | Δημοσθένει Mvc2ʃ ὑποστρέψας ἐκ τῆς Σικελίας G | |
7.32.1 | ξυστραφέντες: συναχθέντες. | |
7.33.1 | περὶ τὰς αὐτάς: ἤγουν κατὰ τὰς αὐτάς. αὐ‐ τοῖς: τοῖς Συρακουσίοις. ναυτικόν τε ἐς πέντε ναῦς: ἤγουν λαὸν πέντε νεῶν. | |
7.33.2 | σχεδὸν γάρ τι ...: 〈σημείωσαι〉 ὅτι πλὴν Ἀκραγαντίνων πᾶσα ἡ Σικελία τοῖς Ἀθηναίοις ἐπέ‐ θεντο ABFMc2 | |
7.33.3 | ἐπιχειρεῖν: μάχεσθαι. τὸν Ἰόνιον: ἐπ’ | |
ἄκραν Ἰαπυγίαν εἰς τὸ τέλος τοῦ Ἰονίου, ἐφ’ οὗ οἱ Ἰάπυγες οἰκοῦσι. | 384 | |
7.33.4 | αὐτόθεν: ἤγουν ἐκ τῆς Ἰαπυγίας. | |
7.33.5 | κατὰ τὸ ξυμμαχικόν: συμφώνημα δηλονότι. ἤγουν καθὼς ἀποτεί‐ νει ἡ συμμαχία. | |
7.34.1 | καὶ προσπληρώσαντες: ἀντὶ τοῦ καὶ προσ‐ έτι ἄλλας πληρώσαντες Mvc2 | |
7.34.2 | ἀνεχούσαις: ὑψηλαῖς, ἀνεχούσαις ἐπὶ τὸ πολὺ τοῦ ἀέρος. | |
7.34.4 | καιρός: πολέμου δη‐ λονότι. χρόνον ἀντεῖχον πολὺν ἀλλήλοις: ἤγουν κατὰ χρόνον τινὰ ἰσοπαλεῖς ἦσαν ἐναντιούμενοι καὶ χεῖρας ἀλλήλοις ἀνταίροντες. | |
7.34.5 | ἄπλοι ἐγένοντο: ἀχρεῖοι πρὸς πλεῦσιν. ἄχρηστοι ἐποιήθησαν ὑπὸ τῶν πολεμίων. ἐμβαλλόμεναι: ἀντὶ τοῦ ὑπὸ τῶν πολεμίων νεῶν τυπτόμεναι Mvc2 ἀναρ‐ ραγεῖσαι: ἀντὶ τοῦ τρωθεῖσαι· ἐτρώθησαν δὲ ὑπὸ τῶν ἐπω‐ | |
5 | τίδων Mv τὰς παρεξειρεσίας: παρεξειρεσία ἐστὶ τὸ κατὰ τὴν πρῴραν πρὸ τῶν κωπῶν, ὡς ἂν εἴποι τις τὸ πάρεξ τῆς εἰρεσίας ABCFGM τὰς ἐπωτίδας: ἐπωτίδες εἰσὶ τὰ ἑκατέρω‐ θεν τῆς πρῴρας ἐξέχοντα ξύλα ABCFGM | |
7.34.6 | ἀντίπαλα: ἰσο‐ στάσια. διὰ τὴν τῶν Κορινθίων ...: διὰ τὸ μὴ ἐπανά‐ γεσθαι αὐτοῖς τοὺς Κορινθίους GMvc2 οὐκέτι ἐπαναγωγήν: ἤγουν δευτέραν ἀνάπλευσιν. | |
7.34.7 | νικᾶν: ἐνόμιζον. | |
7.35.1 | ἐξετάσαντες: ἀκριβῶς ἀριθμήσαντες. | |
7.35.2 | εἶ‐ ναι: ἐξεῖναι. | |
7.36.1 | πλέον ἐνεῖδον: ὡς εἶδον πλέον τι σχήσοντες, τουτέστι πλεονεκτήσοντες Mc2ʃ ἤτοι νικήσοντες. σχήσον‐ τες: σχήσει, καθέξει· σχήσουσι, κωλύσουσι· σχήσεσθαι, κατα‐ σχεθήσεσθαι· σχήσεται, ἐπισχεθήσεται F στεριφωτέρας: | |
5 | στερεωτέρας Gc2 τὰς ἐπωτίδας: τὰ [ἐφ’] ἑκατέρωθεν τῆς νηὸς πρὸς τῇ πρύμνῃ ἐξέχοντα. ἀντερείσματα καθ’ ἑκάστην ἐπωτίδα δύο, ἀπὸ τοῦ ἐντὸς καὶ ἐκτὸς μέρους, τοῦ τε πρὸς τὸ τεῖχος τῆς νηὸς καὶ τοῦ πρὸς τὸ πέλαγος. τὸ μὲν οὖν κάτω μέρος τῶν ἀντερεισμάτων ἔστησαν ἐπὶ τοῦ τείχους τῆς νηός, | |
10 | τὸ δὲ ἄνω ἐγόμφωσαν εἰς τὰς ἐπωτίδας. καὶ ἀντηρίδας: ἀντηρίδες, αἱ σιδηραῖ φασκίαι Patm. πρῴραθεν ἐπεσκευ‐ ασμένοι: τὰ κατὰ τὰς πρῴρας ἐπισκευάσαντες Gvc2 | 385 |
7.36.3 | πρὸς τὰς τῶν Ἀθηναίων ναῦς: πρὸς τὰς τῶν Ἀθηναίων ναῦς οὐκ ἔλασσον σχήσειν. λεπτά: ἤγουν ἀσθενῆ. διὰ τὸ μὴ ἀντι‐ πρῴροις μᾶλλον ...: οἱ Ἀθηναῖοι ἐν ταῖς ναυμαχίαις οὐκ | |
5 | ἀντίπρῳροι ἐνέβαλλον ταῖς ἐναντίαις ναυσί, ἀλλὰ κατὰ τὰ πλά‐ για ἐκπεριπλέοντες Mvc2 ἐμβολαῖς: ὁρμαῖς F ἐν πολλῷ: διαστήματι δηλονότι. πρὸς ἑαυτῶν: λυσιτελῆ αὐτοῖς δή. ἔσεσθαι: ἐνόμισαν ἀπὸ κοινοῦ. τοῖς ἐμβόλοις: ἔμβολον χάλκωμα ὡραῖον, περιτιθέμενον κατὰ πρῴραν 〈ταῖσ〉 ναυσὶν F | |
7.36.4 | σφῶν: τῶν Συρακουσίων. αὐτοί: οἱ Συρακούσιοι. οὐ δώσειν ...: οὐ παρέξειν αὐταῖς διέκπλουν Mvc2ʃ ἑρμηνεία τοῦ διεκπλεῖν καὶ περιπλεῖν· τὸ μὲν γὰρ περιπλεῖν ἐν τῇ εὐρυ‐ χωρίᾳ καθίστασθαι, οἷον χορευούσης καὶ ἀναστρεφομένης ἐφ’ | |
5 | ὅπερ βούλεται τῆς νεώς (καὶ ἡ περί πρόθεσις τοῦτο δηλοῖ, τὸ κύκλῳ περιθέειν)· τὸ δὲ διεκπλεῖν τὸ τεμόντα τὴν τάξιν τῶν ἐναντίων εἰς τοὐπίσω γενέσθαι. τὸ δὲ τὴν στενοχωρίαν κωλύσειν: ὑπὸ τῆς στενοχωρίας κωλυθήσεσθαι τοὺς Ἀθη‐ ναίους τοῦ περιπλεῖν. περιττὴ δὲ πρὸς τὸ μὴ περιπλεῖν ἡ μία | |
10 | ἀπόφασις Mvc2 | |
7.36.5 | ἀνάκρουσιν: ἀνάκρουσις ἐν ναυμαχίαις ἐλέγετο ἐπὶ τοῦ πρύμναν κρούειν F | |
7.36.6 | αὐτούς: τοὺς Ἀθη‐ ναίους. ἤν πῃ βιάζωνται: ἀντὶ τοῦ ἡνίκα ἡττῶνται Mvc2ʃ τοὺς Συρακουσίους. οὐκ οὔσης αὐτοῖς: προεῖπεν ὅτι ὀλί‐ γου μέρους ἐν τῷ λιμένι ἐκράτουν οἱ Ἀθηναῖοι, οὓς ἐς τὴν | |
5 | εὐρυχωρίαν οὐ δυνήσεσθαι περιπλεῦσαι τῶν Συρακουσίων κρατούντων Mvc2 | |
7.37.1 | ἐπεχείρουν: τοῖς Ἀθηναίοις δηλονότι σὺν τῷ πεζῷ. | |
7.37.2 | τὸν ἐκ τῆς πόλεως: τῶν Συρακουσίων. καὶ ἡ γυμνητεία τῶν Σ.: γυμνητεία, τὰ τῶν γυμνῶν καὶ οἱονεὶ ψιλῶν παρόσον γυμνοὶ ὅπλων τυγχάνουσιν Patm. | |
7.37.3 | οἱ δέ: | |
οἱ Ἀθηναῖοι B ἀντανῆγον: δευτέρα ναυμαχία Ἀθηναίων καὶ Συρακουσίων ABFMc2ʃ Ἀθηναίων νῆες οεʹ· Συρακου‐ σίων πʹ AM | 386 | |
7.38.1 | ἄξιόν τι λόγου παραλαβεῖν: ἤγουν κτή‐ σασθαί τι ἀξιόλογον. | |
7.38.2 | ἀντίπαλα: ἰσοστάσια. ἐπισκευά‐ ζειν: ἀνανεοῦν. ἐπεπονήκει: ἤγουν ἐπεπόνθει κατεαγυῖα.ʃ ἐσείσθη. ἀντὶ λιμένος: ἵνα ᾖ αὐτοῖς ὥσπερ λιμήν. κλῃ‐ στοῦ: ἤγουν περιειργμένου. | |
7.38.3 | διαλειπούσας: ἤγουν διι‐ σταμένας. | |
7.39.1 | τῇ δ’ ὑστεραίᾳ: ἤγουν τῇ μετὰ τὴν προειρη‐ μένην ἡμέρᾳ. τῆς μὲν ὥρας: ἤγουν τῆς ὀφειλομένης ὥρας τοῦ πολέμου. | |
7.39.2 | πειρώμενοι ἀλλήλων: ἤγουν πλησιάζον‐ τες ἀλλήλοις διὰ τῆς πλεύσεως. πρὶν δὴ ...: περὶ τοῦ Ἀρί‐ στωνος τοῦ Κορινθίου κυβερνήτου καὶ τῆς συμβουλῆς αὐτοῦ ABFMc2 | |
7.40.1 | καὶ οἱ Συρακόσιοι: σημείωσαι τοῦ θεολόγου B πρύμναν κρουσάμενοι: στραφέντες ἀπὸ τῆς ναυμαχίας. | |
7.40.3 | οἱ δέ: οἱ Ἀθηναῖοι ABFc2 | |
7.40.4 | χρόνον μέν τινα: μέχρι τινός. διαμέλλοντας: βραδύνοντας. | |
7.40.5 | δεξάμενοι ...: τρίτη ναυμαχία Συρακουσίων καὶ Ἀθηναίων καὶ νίκη Συρα‐ κουσίων ABFMc2ʃ τοὺς Ἀθηναίους δηλονότι. αὐτοῖς: ἀντὶ τοῦ αὐτῶν. καὶ ἔς τε τοὺς ταρσοὺς ὑποπίπτοντες: ἀντὶ | |
5 | τοῦ καὶ ὑποδυόμενοι ὑπὸ τοὺς ταρσούς Mvc2 | |
7.41.1 | κατὰ κράτος: οὐχὶ κατὰ κράτος ἐναυμάχησαν, ἀλλὰ κατὰ κράτος ἐνίκησαν Mv ἔπειτα αὐτοὺς αἱ κεραῖαι ...: ἐκ τῶν κεραιῶν δελφῖνες ἦσαν ἠρτημένοι μολίβδινοι ὥστε ἐμ‐ βάλλεσθαι ταῖς προσπλεούσαις πολεμίαις ναυσίν, οἳ ἐμπίπτον‐ | |
5 | τες αὐταῖς διέκοπτον τοὔδαφος αὐτῶν καὶ κατέδυον Gvc2 | |
7.42.2 | ὁρῶντες: σημείωσαι τὴν σύνταξιν Mc2ʃ τὸ ὁρῶντες ἐσχημάτισται, συνταττόμενον πρὸς τὸ τοῖς Συρακου‐ σίοις καὶ ξυμμάχοις, ὁρῶσιν Mv | |
7.42.3 | ὑπερώφθη: ἤγουν κατε‐ | |
φρονήθη. ἔφθασεν: προέλαβεν. στρατιᾷ: ἤγουν μετὰ πλήθους στρατιωτῶν. ἱκανοὶ γὰρ αὐτοὶ ...: ἱκανοὶ γὰρ οἱ Συρακούσιοι νομίζοντες εἶναι πρὸς τὸ ἀντισχεῖν Ἀθηναίοις | 387 | |
5 | κατ’ ἰδίαν, ἅμα τε ἂν ἔγνωσαν ὅτι ἥττους εἰσὶ καὶ ἐν τούτῳ ἀπετειχίσθησαν Mvc2 ἅμα τ’ ἂν ἔμαθον ...: σημείωσαι ἐπὶ τοῦ αὐτοῦ κώλου δὶς καὶ τρὶς τὸ ἄν· τοῦτο καὶ Σοφοκλῆς 〈ἐν〉 Αἴαντι [155 sq.] B τῇ πρώτῃ ἡμέρᾳ: τῆς ἀφίξεως αὐτοῦ δηλονότι. ὅ τι τάχος: ἤγουν τάχιστα. | |
7.42.4 | τὸ παρα‐ τείχισμα: τὸ ὀρθὸν διατείχισμα Mvc2 ἐκώλυσαν περιτει‐ χίσαι σφᾶς: οἱ Συρακούσιοι δηλονότι τοὺς Συρακουσίους. τοῦ ἐν αὐταῖς στρατοπέδου: εἰ κρατήσειε δηλονότι. αὐτὸ: | |
5 | τὸ παρατείχισμα Mvc2 ληφθέν: ἔσεσθαι. σφᾶς: τοὺς Ἀθη‐ ναίους. ἠπείγετο ἐπιθέσθαι: ἀντὶ τοῦ ἠπείγετο ἀποπει‐ ρᾶσθαι Mvc2 ʃ ἤγουν ἐγχειρῆσαι. καὶ οἱ: αὐτῷ. ξυντο‐ μωτάτην ἡγεῖτο διαπολ.: ἤγουν ἡγεῖτο εὐχερὲς ἀθρήσειν τὸ τέλος τοῦ πολέμου. | |
7.42.5 | κατορθώσας: ἤγουν τροπαιουχή‐ σας. τὴν στρατιάν: τῶν Ἀθηναίων δηλονότι. ἄλλως: ἤγουν ἀπράκτως. | |
7.42.6 | ἔτεμνον: ἤγουν ἐδενδροτόμουν. ἐπ‐ εκράτουν: τῆς χώρας. | |
7.43.1 | ἀπεκρούοντο: οἱ Ἀθηναῖοι δηλονότι. δια‐ τρίβειν: ἀργεῖν. | |
7.43.2 | λαθεῖν: τοὺς Συρακουσίους δηλονότι. προσελθόντας: τοὺς Ἀθηναίους. λιθολόγους: λιθοδό‐ μους GMvc2 (γρ.) παρασκευήν: ὅπλισιν. ἀπὸ πρώτου ὕπνου: νυκτομαχία Συρακουσίων καὶ Ἀθηναίων καὶ νίκη | |
5 | Συρακουσίων BFMc2 ἐν τοῖς τείχεσι: τοῖς ἑαυτῶν δηλονότι. | |
7.43.3 | πρὸς αὐταῖς: ταῖς Ἐπιπολαῖς. | |
7.43.5 | ὅπως τῇ παρούσῃ ὁρμῇ ...: ὅπως μηδὲ ὑστερήσωσι τοῦ διαπερᾶναι ὧν ἕνεκα ἦλθον. τὸ γὰρ „μὴ βραδεῖς γένωνται“ ἀντὶ τοῦ μὴ ὑστερή‐ σωσι κεῖται Mvc2 τοῦ περαίνεσθαι: ἤγουν τῆς τελειώσεως. | |
5 | ἀπὸ τῆς πρώτης: ὁρμῆς δηλονότι. ʃ πόλεως. | |
7.43.6 | καὶ ἀδο‐ κήτου: ἤγουν αἰφνιδίου. καὶ βιασθέντες: οἱ Συρακού‐ σιοι δηλονότι. | |
7.43.7 | τοῦ μήτω μεμαχημένου: τειχίσματος. ξυστραφῶσιν: οἱ Συρακούσιοι δηλονότι. ἐς φυγὴν κατέ‐ στησαν: τοὺς Ἀθηναίους δηλονότι. | 388 |
7.44.1 | οὐδ’ ἀφ’ ἑτέρων: οὔτε ἀπὸ Ἀθηναίων οὔτε ἀπὸ Συρακουσίων καὶ τῶν ἑκατέροις συμμάχων ABFMc2ʃ τῶν πολεμούντων. ἡ διάνοια· οὐδὲ αὐτοὶ οἱ πολεμοῦντες ἐξηγή‐ σαντο. ὅτῳ τρόπῳ ἕκαστα ξυνηνέχθη: ἤγουν λεπτομε‐ | |
5 | ρῶς, κατὰ ἀκρίβειαν. | |
7.44.3 | ἐφόδῳ: ὁρμῇ. καὶ χαλεπὰ ἦν ὑπὸ τῆς βοῆς διαγνῶναι: διὰ τὴν βοὴν οὐ ῥᾴδιον ἦν αὐτὰ γνῶναι Mvc2 τῶν ἤδη πάλιν φευγόντων: τῶν εἰς τοὐπίσω φευγόντων Mvc2ʃ ἤγουν τραπέντων. τοῦ ξυνθή‐ | |
5 | ματος: γνωρίσματος, συμφωνίας. | |
7.44.5 | τὸ δ’ ἐκείνων: τῶν Συρακουσίων δηλονότι. ὥστ’, εἰ μὲν ἐντύχοιέν τισι ...: τὸ ἑξῆς, ὥστε, εἰ μέν τισιν ἐντύχοιεν τῶν πολεμίων κρείσσους ὄντες, διέφευγον αὐτοὺς οἱ πολέμιοι Mvc2 ὑποκρίνοιντο: | |
5 | τὸ ξύνθημα. — | |
7.44.6 | παιωνισμός: τὸν παιονισμὸν βουλγαρισμὸν εἰ γράφεις, γράφειν μικρὸν γίνωσκε, μηδαμῶς μέγα e8 ἀπὸ γὰρ ἀμφοτέρων: τῶν δύο στρατευμάτων. ἀπορίαν | |
5 | παρεῖχεν: τοῖς δυσὶ στρατεύμασιν. οἵ τε πολέμιοι ὁμοίως: ἀπὸ κοινοῦ τό, ὁπότε παιωνίσειαν, φόβον παρεῖχον Mvc2 | |
7.44.7 | πολλὰ τοῦ στρατοπέδου: λείπει τὸ μέρη FMc2 φίλοι τε φίλοις καὶ πολῖται πολίταις ...: τὸ ἑξῆς, φίλιοί τε φιλίοις καὶ πολῖται πολίταις οὐ μόνον εἰς χεῖρας ἀλλήλοις ἐλ‐ θόντες ἀπελύοντο, ἀλλὰ καὶ εἰς φόβον καθίστασαν Mvc2 | |
7.44.8 | διωκόμενοι: ὑπὸ τῶν Συρακουσίων. τῆς ἀπὸ τῶν Ἐπιπολῶν ...: τῆς ἀπὸ τῶν Ἐπιπολῶν ὀπίσω ἀναχωρήσεως Mvc2 οἱ δὲ ὕστερον ἥκοντες: τὸ σχῆμα Ἀττικόν, ἀντὶ τοῦ, τῶν δὲ ὑστέρων ἡκόντων GMvc2 | |
7.45.1 | ἀντέστησαν: τοῖς Ἀθηναίοις δηλονότι. | |
7.45.2 | οἱ | |
μὲν ἀπώλλυντο: ἀπὸ τῆς κρημνίσεως δηλονότι. | 389 | |
7.46.1 | ὡς: καθώς. Ἀκράγαντα: τὸν Ἀκράγαντα ἀρσε‐ νικῶς ABF | |
7.47.1 | οὐ κατορθοῦντες: ἀντὶ τοῦ ἡττώμενοι Mvc2 τά τε ἄλλα ...: καὶ ὅτι τὰ ἄλλα αὐτοῖς πάντα οὐδεμίαν ἐλ‐ πίδα νίκης παρεῖχεν Mvc2 | |
7.47.3 | ἀλλ’ ἅπερ καὶ διανοηθεὶς ...: διενοήθη μὴ διατρίβειν, ἀλλ’ ἀπάγειν τὴν στρατιάν GMvc2 καὶ τοῦ στρατεύματος ...: τὸ ἑξῆς, ἕως ἔτι οἷόν τε τοῦ πολεμίου στρατεύματος κρατεῖν. ἔμπροσθεν μὲν γὰρ ὑπὸ τῶν | |
5 | Συρακουσίων οἱ περὶ τὸν Νικίαν ἐν τῷ λιμένι κατεκέκλειντο κρατούμενοι, διὰ δὲ τὰς ἐπελθούσας μετὰ τοῦ Δημοσθένους ναῦς οἷοί τε ἦσαν κρατεῖν Mvc2 | |
7.47.4 | τῇ πόλει: τῶν Ἀθη‐ ναίων. τοὺς ... ἐπιτειχίζοντας: τοὺς Λακεδαιμονίους G Συρακουσίους: πρὸς δή. προσκαθῆσθαι: τοῖς Συρα‐ κουσίοις δηλονότι. | |
7.48.1 | πόνηρα: ἀσθενῆ Gʃ ἐπισφαλῆ, ἐπικίνδυνα. καταγγέλτους: δήλους διὰ μηνυμάτων. λαθεῖν γὰρ ἄν ...: μετὰ γὰρ πολλῶν βουλόμενοι οὐ δυνήσεσθε λαθεῖν ἐπι‐ χειροῦντες ἀποπλεῦσαι Mvc2 | |
7.48.2 | τόδ’ ἔτι ...: τὸ ἑξῆς, τόδε ἐλπίδας τε ἔτι παρεῖχε τὰ τῶν πολεμίων πονηρότερα ἔσεσθαι τῶν σφετέρων. ἀφ’ ὧν: τῶν πολεμίων. βουλόμενον τοῖς Ἀθηναίοις τὰ πράγματα ἐνδοῦναι: ἤγουν βουλόμενον | |
5 | κυρίους γενέσθαι τοὺς Ἀθηναίους τῶν κατὰ τὰς Συρακούσας πραγμάτων. ἐπεκηρυκεύετο: διὰ κηρύκων ἐμήνυε. ἀντὶ τοῦ, κήρυξ ἐπέμπετο πρὸς αὐτόν, τὸν Νικίαν, παρὰ τοῦ μέ‐ ρους τῶν Συρακουσίων τοῦ βουλομένου τὰ πράγματα ἐνδοῦναι τοῖς Ἀθηναίοις. | |
7.48.3 | καὶ διασκοπῶν ἀνεῖχε: διστάζων, εἴτε χρὴ μένειν, εἴτε ἀπιέναι, οὐδεμιᾷ προσετίθετο γνώμῃ. τοῦτο γάρ ἐστι τὸ διασκοπῶν ἀνεῖχε Mvc2 ἀπάξειν: ἀπὸ τῶν Συ‐ ρακουσῶν δηλονότι. εὖ λέγων: ἤγουν πιθανῶς λέγων. | |
7.48.4 | ἐκεῖσε: ἤγουν ἐς τὰ Ἀθήνας. οὔκουν βούλεσθαι ...: οὐ βούλεσθαι ἔφη ὁ Νικίας ὑπὸ Ἀθηναίων ἀπολέσθαι μόνος | |
αὐτὸς ἀδίκως, ἀλλά, εἰ δεῖ πάντως ἀπολέσθαι, ὑπὸ τῶν πολε‐ μίων τοῦτο παθεῖν Mvc2 | 390 | |
7.48.5 | ἐν περιπολίοις: ἐν τοῖς περὶ τὴν πόλιν τειχίσμασι καὶ οἰκοδομαῖς fʃ ἐν περιδρόμοις ʃ περιτειχίσμασι, πολιχνίοις. σημείωσαι βόσκοντας AB τῆς νῦν παρασκευῆς: τῆς πολεμικῆς οἰκονομίας. ἐπικουρικὰ | |
5 | μᾶλλον ...: μισθοφόρων τοῖς Συρακουσίοις ὄντων καὶ οὐχὶ δι’ ἀνάγκην στρατευομένων πολιτῶν ὥσπερ Ἀθηναίων Mvc2 | |
7.48.6 | τρίβειν οὖν ἔφη χρῆναι: ἀντὶ τοῦ διατρίβειν καὶ παρ‐ έλκειν Mvc2 καὶ μὴ χρήμασιν ...: καὶ μὴ νομίζειν διὰ χρημάτων ἔνδειαν ἡττᾶσθαι Mvc2 | |
7.49.1 | θαρσήσει: θαρσήσας νῦν δηλονότι μᾶλλον ἢ πρότερον κρατηθεὶς καὶ νικηθείς. | |
7.49.2 | τὰ τῶν πολεμίων: ἤγουν τοὺς πολεμίους. στενοχωρίᾳ: ἡ στενοχωρία G τά τε ...: ἤγουν τῇ ἐμπειρίᾳ αὐτῶν χρήσεσθαι δυνήσονται. | |
7.50.1 | ἐν τούτῳ: τῷ καιρῷ δηλονότι. ἡ τοῖς Συρακο‐ σίοις στάσις: ἀντὶ τοῦ, ἡ στάσις, διὰ Συρακουσίους κινου‐ μένη, εἰς φιλίαν ἐξῆλθε. ὅθεν ... ἀπέχει: ὅθεν ἐλάχιστον πρὸς Σικελίαν διάστημα· δυεῖν γὰρ ἡμερῶν καὶ νυκτὸς ἀπέχει | |
5 | πλοῦς Mvʃ ἀπὸ Καρχηδόνος ἐς Σελινοῦντα πλοῦς δύο ἡμε‐ ρῶν καὶ νυκτός ABCF | |
7.50.3 | αὐτοῖς: ἤγουν τοῖς Συρακουσίοις. τοῖς πᾶσι: κατὰ πάντα. ἀλλ’ ἤ: παρ’ ὅ. | |
7.50.4 | ἑτοῖμα ἦν ἀποπλεῖν: ἕτοιμα ἦν τὰ κατὰ τὸν ἀπόπλουν. ἐνθύμιον ποιούμενοι: ἤτοι δεισιδαιμονήσαντες ἢ ἐκλογισάμενοι Mvc2ʃ κατὰ νοῦν σχόντες τὸ τῆς σελήνης. θειασμῷ: εὐχῇ καὶ μαν‐ | |
5 | τείᾳ v καὶ τῷ τοιούτῳ προσκείμενος: τῷ τοιούτῳ εἴδει τοῦ θειασμοῦ προσέχων, τῷ παραφυλάττειν τὰς ἐκλείψεις καὶ τὰ οὐράνια Mvc2 οὐδ’ ἂν ...: τὸ ἑξῆς, οὐδ’ ἂν διαβουλεύ‐ σασθαι, ὅπως ἂν κινηθείη πρότερον, τουτέστι πρὶν τρὶς ἐννέα ἡμέρας κτλ. | |
7.51.1 | μὴ ἀνιέναι τὰ τῶν Ἀθηναίων: ἀντὶ τοῦ τοὺς Ἀθηναίους φεύγειν δηλονότι. σφῶν: τῶν Συρακουσίων. χαλεπωτέρους προσπολεμεῖν: δυσεπιχειρήτους. | |
7.51.2 | ἐπλή‐ ρουν: ἀνδρῶν δηλονότι. τῇ μὲν προτέρᾳ: καθ’ ἣν δηλον‐ ότι ἐκινήθησαν. ἀπολαμβάνουσί τε: ἤγουν ἀποκόπτουσί τινας τῶν ὁπλιτῶν τῶν Ἀθηναίων. | 391 |
7.52.1 | τῇ δ’ ὑστεραίᾳ: ναυμαχία Συρακουσίων καὶ Ἀθη‐ ναίων καὶ νίκη Συρακουσίων ABFMc2 τῶν Συρακουσίων οϛʹ· τῶν Ἀθηναίων πϛʹ A πρὸς τὰ τείχη: τῶν Ἀθηναίων δη‐ λονότι. τὸν Εὐρυμέδοντα ...: Εὐρυμέδοντος στρατηγοῦ | |
5 | τῶν Ἀθηναίων ἀναίρεσις ὑπὸ Συρακουσίων ABFMc2 | |
7.53.1 | τοὺς ἐκβαίνοντας: ἀπὸ τῶν νεῶν δηλονότι. | |
7.53.3 | παρόντος: προσγεγενημένου. πάντας ἀπέκτειναν: οἱ Συρακούσιοι ἀπέκτειναν δηλονότι ABCF | |
7.54.1 | τῶν ὁπλιτῶν: τῶν Ἀθηναίων δηλονότι. τῶν πε‐ ζῶν: τῶν Συρακουσίων. | |
7.55.1 | πρότερον μὲν γάρ: περιττὸς ὁ μέν σύνδεσμος Mvc2 παράλογος: παραδοξία. | |
7.55.2 | οὐ δυνάμενοι ...: οὐ δυνά‐ μενοι αὐτοὺς προσαγαγέσθαι καὶ ὑποχειρίους ποιῆσαι, οὔτε διὰ τοῦ μεταβάλλειν αὐτῶν τὴν πολιτείαν οἷον στάσιν ἐμβα‐ λόντες ἢ ὀλιγαρχίαν παρ’ αὐτοῖς ἐργασάμενοι Mvc2 ᾧ προσ‐ | |
5 | ήγοντο ἄν: ᾧτινι τῷ πράγματι, τῷ μεταβαλεῖν δηλονότι τὴν πολιτείαν, προσήγοντο ἂν οἱ διάφοροι αὐτοῖς τοῖς Ἀθη‐ ναίοις. οὐ δυνάμενοι δὲ οὔτ’ ἐκ μεταβολῆς, ἐπειδὴ ἡ αὐτὴ ἦν ἑκατέρων πολιτεία, οὔτ’ ἐκ παρασκευῆς πολλῷ μείζονος, ὅτι καὶ ἵππους καὶ ναῦς εἶχον ἐκεῖνοι ὁμοίως τοῖς Ἀθηναίοις. τὸ | |
10 | ἑξῆς, οὐ δυνάμενοι ἐπενεγκεῖν τὸ διάφορον αὐτοῖς. πολλῷ κρείσσους: λείπει τὸ ὄντες Gvc2 ʃ ἀντὶ τοῦ κρείσσονες. πολλῷ δὴ μᾶλλον: ἀπὸ κοινοῦ τὸ ἐν παντὶ δὴ ἀθυμίας ἦσαν Mvc2 | |
7.56.2 | καθυπέρτερα: τῶν Ἀθηναίων. φόβου: ἀπὸ φ. τῆς δουλείας δή. ἀπολύεσθαι: ῥύσεσθαι. τὸν ὕστερον ἐ. πόλεμον ἐνεγκεῖν: ἤγουν ἀντισχεῖν πρὸς τὸν ὕστερον πόλε‐ | |
μον Mvc2 ʃ δέξασθαι. αὐτῶν: τῆς τε ἐλευθερίας τῶν Ἑλλήνων | 392 | |
5 | καὶ τοῦ ἀπαλλαγῆναι φόβου Mvc2 | |
7.56.3 | μέγα μέρος προκό‐ ψαντες: ἀντὶ τοῦ προκοπὴν μεγάλην τῷ ναυτικῷ στόλῳ παρα‐ σχόντες· τουτέστι πολλὰς ναῦς αὐτοῖς παρασχόντες εἰς τὰς ναυμαχίας. ἤ, ὥς τινες, ἐπὶ μέγα ἐν τῷ ναυτικῷ προκόψαν‐ | |
5 | τες Mvc2 | |
7.56.4 | ἐπὶ μίαν πόλιν: κατὰ μιᾶς πόλεως τῶν Συρα‐ κουσῶν. πλήν γε δὴ τοῦ ξύμπαντος ...: πλὴν ὅσα συν‐ ῆλθεν ἔθην πρὸς Ἀθηναίους καὶ Λακεδαιμονίους ἐν παντὶ τῷδε τῷ πολέμῳ Mv ʃ ἐξαίρω δὲ λόγου τὰ ἐν παντὶ τῷδε τῷ | |
5 | πολέμῳ ἔθνη πρός τε τὴν Ἀθηναίων καὶ Λακεδαιμονίων πόλιν συνελθόντα· τουτέστι, πλεῖστα ἔθνη περὶ Συρακουσῶν μαχό‐ μενα ἦλθε, πλήν γε δὴ οὐ τοσαῦτα ὅσα πρὸς Ἀθηναίους καὶ πρὸς Λακεδαιμονίους προσενεμήθη Mv λόγου: ἀριθμοῦ. | |
7.57.1 | τοσοίδε γὰρ ἑκάτεροι ...: ἤγουν πολλοὶ γὰρ ἦσαν συμμαχοῦντες ἑκατέροις τοῖς μέρεσιν. οἵ τε γὰρ Ἀθη‐ ναῖοι ἐπὶ Σικελίαν ἐλθόντες ἔσχον πολλούς τινας συμμάχους· οὐ μὴν ἀλλὰ καὶ οἱ Συρακούσιοι περὶ Σικελίας μαχόμενοι | |
5 | ὡσαύτως ἐπήγοντο τοὺς μετασχήσοντας τοῦ πολέμου καὶ κιν‐ δυνεύσοντας ἐπὶ τῷ διασῶσαι τὴν τῶν Συρακουσίων πόλιν, ὥσπερ τοῖς συμμαχοῦσιν Ἀθηναίοις σκοπὸς τὸ συγκτήσασθαι χώραν. ʃ κατάλογος τῶν ἐθνῶν καὶ πόλεων τῶν συμμαχη‐ σάντων Ἀθηναίοις κατὰ Συρακουσῶν· Ἀθηναῖοι, Λήμνιοι, | |
10 | Ἴμβριοι, Αἰγινῆται, Ἑστιαιεῖς (οὗτοι πάντες Ἀθηναίων ἄποι‐ κοι ἦσαν), Ἐρετριεῖς, Χαλκιδεῖς, Στυρεῖς, Καρύστιοι, Κεῖοι, Ἄνδριοι, Τήιοι, Μιλήσιοι, Σάμιοι, Χῖοι, Μηθυμναῖοι, Τενέ‐ διοι, Αἴνιοι, Πλαταιεῖς, Ῥόδιοι, Κυθήριοι, Κεφαλλῆνες, Ζα‐ κύνθιοι, Κερκυραῖοι, Μεσσήνιοι ἐκ Ναυπάκτου, Μεγαρεῖς | |
15 | φυγάδες, Ἀργεῖοι, Μαντινεῖς, Κρῆτες, Αἰτωλοί, Ἀκαρνᾶνες, Θούριοι, Μεταπόντιοι, Νάξιοι, Καταναῖοι, Ἐγεσταῖοι, Τυρση‐ νοί, Ἰάπυγες ABGMvc2 τοῖς μέν: τοῖς Ἀθηναίοις BCFM τοῖς | |
δέ: τοῖς Συρακουσίοις BCFM μετ’ ἀλλήλων στάντες: συμ‐ μαχήσαντες ἀλλήλοις. ἀλλ’ ὡς ἑκάστοις ...: ἀλλ’ ὡς ἑκά‐ | 393 | |
20 | στῳ συνέτυχεν ἢ διὰ τὸ ἴδιον συμφέρον 〈ἢ〉 ἐξ ἀνάγκης στρα‐ τεύεσθαι Mvc2 | |
7.57.4 | καὶ ἀπ’ Ἀθηναίων: ἄποικοι δηλονότι. οὗτοι: ἤγουν οἱ Καρύστιοι. | |
7.57.5 | ναυσί: ἤγουν σὺν ναυσί. | |
7.57.7 | κατὰ δὲ τὸ νησιωτικόν: ἤγουν νόμιμον, ἔθος. οὐ μό‐ νον Δωριῆς: ὄντες δηλονότι. ἀνάγκῃ μὲν ἐκ τοῦ εὐ‐ πρεποῦς ...: ἔλεγον ἐξ ἀνάγκης ἀκολουθεῖν, ἵν’ εὐπρεπὴς ἀπολογισμὸς αὐτοῖς ᾖ· οὐχ ἧσσον δὲ βουλόμενοι ἤπερ ἐξ ἀνάγ‐ | |
5 | κης εἵποντο, διὰ τὴν Κορινθίων ἔχθραν Mvc2 | |
7.57.8 | κατὰ ξυμ‐ φορὰν ἐμάχοντο: ξυμφορὰν ἄρτι τὴν φυγὴν λέγει, ὅτι φυ‐ γάδες ὄντες τοῖς ξυγγενέσιν ἐμάχοντο Mvc2 | |
7.57.9 | καὶ τῆς παρ‐ αυτίκα: τῆς κατὰ τὸ ἐνεστώς. οὐδὲν ἧσσον διὰ κέρδος: ἡ παροιμία· πιπράσκει δ’ ὁ κακὸς πάντα πρὸς ἀργύριον. τοῦ Καλλιμάχου [fragm. 419 ed. Schneider] ABFMc2 μισθῷ καὶ | |
5 | οὗτοι πεισθέντες: ἦλθον μετὰ τῶν Ἀθηναίων. ξυγκτί‐ σαντας: ἀντὶ τοῦ ξυγκτίσασι GMvc2 | |
7.57.11 | τοιαύταις: ταῖς μισθοφορικαῖς ABFGMc2 οἵπερ ἐπηγάγοντο: ἐπεσπάσαντο. τοὺς Ἀθηναίους. κατὰ διαφοράν: ἔχθραν. | |
7.58.1 | Συρακοσίοις δὲ ...: κατάλογος τῶν ἐθνῶν καὶ τῶν πόλεων τῶν συμμαχησάντων Συρακουσίοις κατὰ Ἀθη‐ ναίων· Συρακόσιοι, Καμαριναῖοι, Γελῷοι, Σελινούντιοι, Ἱμε‐ ραῖοι, Σικελοί, Λακεδαιμόνιοι, Κορίνθιοι, Λευκάδιοι, Ἀμπρα‐ | |
5 | κιῶται, Ἀρκάδες, Σικυώνιοι, Βοιωτοί ABFGMc2 ἡσυχαζόν‐ των: ἀπὸ τοῦ πολέμου ἀπεχόντων. | |
7.58.3 | καὶ οἱ αὐτόνομοι: δημοκρατούμενοι. ὅσοι μὴ ἀφέστασαν: τῶν Συρακουσίων δηλονότι. νεοδαμώδεις: νεοδαμώδης ὁ ἐλεύθερος παρὰ τοῖς Λακεδαιμονίοις ABCF κατὰ τὸ ξυγγενές: τῶν Συρακουσίων. | |
7.58.4 | κατὰ πάντα: παντὸς γένους. | |
7.59.2 | καλὸν ἀγώνισμα: ἔνδοξον, συμφέρον. | |
7.59.3 | ση‐ | |
μείωσαι καὶ ὀλίγον οὐδὲν ἐς οὐδὲν ἐπενόουν ABʃ τὸ ἑξῆς, καὶ ὀλίγον οὐδὲν ἐπενόουν ὡς οὐδέν, τουτέστι τὸ ὀλίγον οὐκ ἐπενόουν οὐδέν, ἀλλὰ πᾶν τὸ μέγα. | 394 | |
7.60.2 | καὶ ξυνελθόντες οἵ τε στρατηγοὶ ...: νῦν διὰ τὸ ἄπορον καὶ τοὺς ταξιάρχους οἱ στρατηγοὶ συνήγαγον, καθ’ αὑτοὺς πρότερον βουλευόμενοι. ἀπολαβόντες: ἰδιώσαντες, ἀποκόψαντες. τοῦτο μέν: τὸ διατείχισμα. καὶ ἀπλοώτε‐ | |
5 | ραι: ἀπλοωτέρας οὐ τὰς ἀπλόους παντάπασι λέγει, ἀλλὰ τὰς διὰ πληρωμάτων ἔνδειαν ἀπλόους ἱσταμένας. τοῦτο δὲ καὶ ἡ τοῦ λόγου ἐπαγωγὴ δηλοῖ, „πάντα τινὰ ἐσβιβάζοντες πληρῶ‐ σαι“. | |
7.60.3 | ἡλικίας: νεότητος. | |
7.60.5 | ὁ δὲ Νικίας: τῷ Νικίᾳ τὴν προτροπὴν τῆς διαλέξεως δίδωσι καὶ ὡς καθ’ ἡλικίαν πρεσβυτέρῳ καὶ ὡς μείζονι στρατηγῷ καὶ ὡς πάλαι τοὺς Συρακουσίους νενικηκότι καὶ ὡς ἐν Πελοποννήσῳ καὶ ἐν ἄλ‐ | |
5 | λοις πολλοῖς τόποις τοὺς ἐναντίους διαπολεμήσαντι. πολύ: λίαν. διακινδυνεύειν: διὰ κινδύνου ἰέναι. | |
7.61.1 | ἄνδρες στρατιῶται ...: δημηγορία Νικίου στρα‐ τηγοῦ Ἀθηναίων ABCEFM ἔστι τῳ: τινὶ [ἀφ’] ἡμῶν. | |
7.61.2 | ἔπειτα διὰ παντὸς ...: ἔπειτα ἐν παντὶ τῷ χρόνῳ δυσ‐ έλπιδές εἰσι καὶ προσδοκῶσιν ὅμοια ταῖς γεγενημέναις συμ‐ φοραῖς τὰ μέλλοντα Mvc2 | |
7.61.3 | τῶν ἐν τοῖς πολέμοις παρα‐ λόγων: Ὅμηρος [Σ 309] ξυνὸς Ἐνυάλιος ABCF καί τε κτανέοντα κατέκτα. τὸ τῆς τύχης: ἤγουν εὐτυχίας. κἂν μεθ’ ἡμῶν ἐλπίσαν‐ | |
5 | τες στῆναι: καὶ τὴν τύχην καὶ ἡμῖν συλλήψεσθαι ἐλπίσαν‐ τες Mvc2 | |
7.62.2 | ἐν δὲ τῇ ἐνθάδε ...: ἐν δὲ τῇ νῦν κατὰ ἀνάγκην ἀπὸ νεῶν γενησομένῃ πεζομαχίᾳ ἐπιτήδεια ἔσται Mvc2 | |
7.62.3 | ηὕρη‐ ται δ’ ἡμῖν ...: ἀντὶ τοῦ ἐξεύρηται ἡμῖν ἐπιβολὴ χειρῶν σιδηρῶν, αἷς προσιούσας τὰς ναῦς τὰς πολεμίας κρατήσομεν, ὥστε μὴ δύνασθαι ἐξ ἀναχωρήσεως ἐμβάλλειν ἡμῖν Mvc2 τῶν | |
5 | ἐπωτίδων αὐτοῖς: ἀντὶ τοῦ τῶν Συρακουσίων. ἐπιβολαί: ἤγουν ἀντιλαβαὶ εὕρηνται ἡμῖν. | 395 |
7.62.4 | ἄλλως τε καὶ τῆς γῆς ...: διὰ τοῦτο, φησίν, οὐ συμφέρει ἀνακρούεσθαι ἡμῖν, ὅτι ἄρα εἰς πολεμίαν γῆν ὑπὸ τῆς ἀνακρούσεως ἐξενεχθησόμεθα Mvc2 | |
7.63.1 | μὴ ἐξωθεῖσθαι ἐς αὐτήν: ἤγουν τὴν γῆν G ἀπαράξητε: μετὰ βίας ἀποκρίνητε F ʃ εἰς τὴν θάλασσαν καταβάλητε Mvc2 ʃ ἤγουν μετὰ ἀραγμοῦ καὶ συντριβῆς ἀπο‐ στήσητε. | |
7.63.2 | τῶν ἄνωθεν μᾶλλον: τὸ μᾶλλον οὐκ ἔστι συγκριτικόν, ἀλλὰ διασαφητικόν· οὐ γὰρ καὶ οἱ ναῦται τοῦ ἀπαράττειν τοὺς πολεμίους συναίτιοι Mvc2 | |
7.63.3 | καὶ ἐν τῷ αὐτῷ τῷδε: ἐν τῷ παραινεῖν GMvc2 καὶ τὰς ναῦς πλείους: ἤτοι τῶν πολεμίων νεῶν ἢ νῦν πλείους ἤπερ πρότερον Mvc2 τὴν ἡδονὴν ἐνθυμεῖσθαι: ἐνθυμεῖσθαί τε ἄξιον ὅτι δεῖ | |
5 | διαφυλάξασθαι τὴν ἡδονήν. ἡδονὴν δὲ λέγει, ἣν ἐπιφέρει, ἐπὶ τῷ θαυμάζεσθαί τε κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὸ ὠφελεῖ‐ σθαι, ἔν τε τῷ μὴ ἀδικεῖσθαι αὐτοὶ καὶ ἐν τῷ φοβεροὶ τοῖς ὑπηκόοις φαίνεσθαι Mvc2 οἳ τέως Ἀθηναῖοι νομιζόμε‐ νοι: τοὺς μετοίκους λέγει GMvc2 ὠφελεῖσθαι: ἤγουν κερ‐ | |
10 | δαίνειν. | |
7.64.1 | εἴ τε ξυμβήσεταί τι ἄλλο: εὐφημότατα ᾐνίξατο τὴν ἧτταν Mvc2 τούς τε ἐνθάδε πολεμίους: ἀπὸ κοινοῦ τὸ ὑπομιμνήσκω Mvc2 | |
7.64.2 | ὑπὲρ ἀμφοτέρων: ὑπέρ τε τῆς ἐνταῦθα δουλείας ὑμῶν καὶ τῆς ἐκεῖ τῶν ἄλλων Ἀθηναίων Mvc2 | |
7.65.1 | πληροῦν: ἀνδρῶν δηλονότι. ἡ ἐπιβολή: ἡ ἀν‐ τίληψις. πρὸς τοῦτο: ἤγουν πρὸς τὴν ἀντιλαβὴν τῶν σιδη‐ ρῶν χειρῶν. | |
7.65.2 | παρεκελεύσαντο ἐκείνοις οἵ τε στρα‐ τηγοὶ καὶ Γύλιππος: πάντες ὑπὸ θάρσους ἐν τούτοις παρακελεύονται· οἱ στρατηγοὶ τῶν Συρακουσίων ὡς ὑπὲρ αὐ‐ | |
τῶν ὄντος τοῦ ἀγῶνος· οἱ τῶν Βοιωτῶν ὡς ἀντιστάντων ἐν | 396 | |
5 | τῇ ἐφόδῳ τοῖς Ἀθηναίοις· Κορίνθιοι ὡς ναυτικῇ καὶ πεζῇ δυνάμει βεβοηθηκότες μόνοι τῶν ἀπὸ Πελοποννήσου· Γύλιπ‐ πος ὡς στρατηγὸς ἐπὶ τούτῳ αὐτῷ παρὰ τῶν Λακεδαιμονίων ἐκπεμφθείς. πάντας δὲ εἰκὸς ἡδομένους καὶ ἀνὰ μέρος καὶ ὁμοῦ τὴν διάλεξιν ποιεῖσθαι πρὸς αὐτούς. | |
7.66.1 | ὅτι μὲν καλὰ ...: δημηγορία Συρακουσίων καὶ Γυλίππου ABCEFM τὰ προειργασμένα: ἤγουν ἡ προγεγε‐ νημένη νίκη. ἀντελάβεσθε: ἀντὶ τοῦ ᾐσθάνεσθε Mvc2 | |
7.66.2 | ἐς τὴν χώραν τήνδε: ἤγουν κατὰ τῆσδε τῆς χώρας. κατ‐ ορθώσειαν: ἤγουν τροπαιουχήσειαν. | |
7.66.3 | ἄνδρες γὰρ ἐπειδὰν ὧν ἀξιοῦσι προύχειν κολουσθῶσι: κολουσθῶ‐ σιν, ἀντὶ τοῦ κωλυθῶσιν, ἀνακοπῶσιν Patm. ʃ σημείωσαι κολουσθῶσι F ʃ ὁπόταν γὰρ ἄνδρες ἐλαττωθῶσιν ἐν τούτῳ | |
5 | ἐν ᾧ δοκοῦσιν ὑπερέχειν τῶν πέλας, εἴς τε τὰ λοιπὰ τῷ φρο‐ νήματι ταπεινοῦνται μᾶλλον ἤπερ εἰ μηδὲ ὅλως τι κατ’ ἀρχάς Mvc2 καὶ τῷ παρ’ ἐλπίδα ...: καὶ παρ’ ἐλπίδα σφαλέντες ἐφ’ οἷς μέγα ἐφρόνησαν, αὖθις ἐν τοῖς ἔργοις ἐνδιδόασιν, ταπεινότεροι καὶ χείρους γινόμενοι τῆς ὑπαρχούσης δυνάμεως | |
10 | ἡμῶν Mvc2 | |
7.67.1 | τῆς δοκήσεως: τῆς ἀγαθῆς ἐλπίδος. διπλα‐ σία ἑκάστου ἡ ἐλπίς: τὸ μὲν διπλασία ἀντὶ τοῦ πολλαπλα‐ σία· οὐχ ἑκάστου δὲ ἡ ἐλπὶς διπλασία, ἀλλ’ ἐξ ἑκάστου τῶν εἰρημένων διπλασιάζεται, ἐκ τοῦ καταπεπτωκέναι τοὺς Ἀθη‐ | |
5 | ναίους τοῖς φρονήμασι κἀκ τοῦ δόκησιν ἔχειν ὅτι κρείττους ἐσμέν, εἰ τοὺς κρείττους ἐνικήσαμεν Mvc2 τὰ δὲ τῆς ἀντι‐ μιμήσεως αὐτῶν ...: ἀντιμίμησις, ἀντὶ τοῦ ἀντίθεσις καὶ ἀντισήκωσις Patm. ʃ μιμούμενοι ἡμᾶς οἱ Ἀθηναῖοι πολλοὺς ὁπλίτας ἐπεβίβασαν ἐπὶ τὰ καταστρώματα, ὅπερ ἡμῖν μὲν σύνη‐ | |
10 | θές ἐστι καὶ διὰ τοῦτο οὐκ ἀνάρμοστον, ἐκείνοις δὲ ἐναντίον διὰ τὰ ἐπιφερόμενα v χερσαῖοι: ὡς ἐν τῇ πρώτῃ [c. 7] θαλασσίους εἶπε τοὺς ἐμπειρίαν ἔχοντας τῶν ναυτικῶν, οὕτως | |
ἄρτι χερσαίους οὐ τοὺς ἠπειρώτας, ἀλλὰ τοὺς ἀπείρους θαλάσ‐ σης λέγει vc2 οἳ οὐδ’ ὅπως ... εὑρήσουσι: οἳ οὐδὲ καθε‐ | 397 | |
15 | ζόμενοι τοξεύειν καὶ ἀκοντίζειν δυνήσονται. μίαν δὲ ἀπόφασιν ἡγητέον λείπειν, ἵνα ᾖ τὸ πλῆρες· οἱ δὲ οὐχ εὑρήσουσιν οὐδὲ ὅπως χρὴ τὸ βέλος καθεζομένους ἀφεῖναι vc2 καὶ ἐν σφίσιν αὐτοῖς ...: τὸ ἑξῆς, καὶ ἐν σφίσιν αὐτοῖς πάντες ταράξον‐ ται Fc2 τὸ δὲ οὐκ ἐν τῷ ἑαυτῶν τρόπῳ κινούμενοι οὐ κατὰ | |
20 | τὸ σύνηθες ἕκαστος ἐπὶ τῶν νεῶν κινούμενοι vc2 | |
7.67.3 | ἐν ὀλίγῳ: διαστήματι. ῥᾷσται δὲ ἐς τὸ βλάπτεσθαι: ῥᾳ‐ δίως δὲ βλαβήσονται ὑπὸ τῶν ἡμῖν παρεσκευασμένων Mvc2 | |
7.67.4 | οὐ παρασκευῆς πίστει μᾶλλον: οὐ τῇ παρασκευῇ πιστεύοντες, ἀλλὰ διακινδυνεῦσαι σπεύδοντες ἐπὶ τῇ τύχῃ τὸ μέλλον ποιοῦνται Mvc2 ἀποκινδυνεύσει: τίνι G | |
7.68.1 | καὶ τύχην ἀνδρῶν: καὶ πρὸς τύχην ἀνδρῶν πολεμίων ἡμῖν ἡττημένων Mvc2 νομίσωμεν ἅμα μὲν ...: νομιμώτατόν ἐστιν ὀργῇ προσμῖξαι τοῖς ἐναντίοις· προσῆκον γὰρ τοῖς τιμωρουμένοις τοὺς ἀδίκως ἐπελθόντας παρίστασθαι | |
5 | τοῦτο, καὶ κρίνειν ὅτι δεῖ ἀποπλῆσαι τὸν θυμὸν ἐν τῇ τιμω‐ ρίᾳ τοῦ ἀδικήματος Mvc2 τὸ λεγόμενόν που ἥδιστον εἶναι: τὸ ἐχθροὺς τιμωρήσασθαι GMvc2 ʃ σημείωσαι τοῦ θεολόγου B | |
7.68.2 | ἐν ᾧ: ἐν τῷ δουλώσασθαι ἡμᾶς vc2 τὰ ἀπρε‐ πέστατα: τοὺς ἀνδραποδισμούς ABCFM τὴν αἰσχίστην ἐπίκλησιν: τὴν δουλείαν ABFMc2 | |
7.68.3 | καλὸς ὁ ἀγών: ἡ διάνοια· καλὸς ἡμῖν ὁ ἀγών ἐστι· πραξάντων γὰρ ἡμῶν ὅσα βουλόμεθα οὗτοί τε κολασθήσονται καὶ ἡ πᾶσα Σικελία ἐλευ‐ θερωθήσεται Mvc2 | |
7.69.1 | τοὺς Ἀθηναίους ᾐσθάνοντο: πληροῦντας δηλονότι τὰς ναῦς. | |
7.69.2 | πάσχουσιν: οἱ ἄνθρωποι δηλονότι. ἐνδεᾶ: ἀπλήρωτα. πατρόθεν τε ἐπονομάζων: Ὅμηρος [Κ 68]· | |
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον ABCFM | 398 | |
5 | ἀξιῶν τό τε καθ’ ἑαυτόν ...: ἀξιῶν μηδένα προδοῦναι τὴν ἰδίαν ἀρετήν Mvc2 ὧν: καὶ ἀξιῶν ἐκείνους ὧν. ὧν ἐπι‐ φανεῖς ἦσαν: τοῦτο καθ’ ὑπερβατόν· συντακτέον 〈δὲ〉 τῷ πατρόθεν ἐπονομάζων vc2 καὶ τῆς ἐν αὐτῇ ἀνεπιτάκτου ...: καὶ τῆς ἐν τῇ πατρίδι αὐτεξουσίου βιοτῆς Mvc2 ἄλλα | |
10 | τε λέγων ...: καθ’ ὑπερβατόν· συντακτέον δὲ τῷ παραπλήσια, ἵνα ᾖ τὸ ἑξῆς· ἄλλα τε λέγων, οἷα ἐν τῷ τοιούτῳ ἤδη τοῦ καιροῦ ὄντες ἄνθρωποι εἴποιεν ἄν, καὶ παραπλήσια. ἡ δὲ διάνοια· ἄλλα τε λέγων, ὅσα ἐν τοιαύτῃ περιστάσει καθεστῶ‐ τες ἄνθρωποι λέξαιεν ἄν, καὶ παραπλήσια, ὑπέρ τε τῶν ἄλλων | |
15 | πάντων καὶ γυναικῶν καὶ παίδων καὶ θεῶν, οὐ φυλαττόμενοί τι αὐτῶν εἰπεῖν, μὴ δόξωσι τοῖς ἀκροαταῖς ἀρχαιολογεῖν, ἀλλὰ ὠφέλιμα πρὸς τὴν παροῦσαν περίστασιν νομίζοντες Mvc2 | |
7.69.3 | οὐχ ἱκανὰ μᾶλλον ἢ ἀναγκαῖα: ἀναγκαῖα μᾶλλον ἤπερ ἱκανά Mvc2 | |
7.69.4 | πρὸς τὸ ζεῦγμα τοῦ λιμένος: ὃ ἔζευξαν οἱ Συ‐ ρακούσιοι ἀποφράττοντες τὸ στόμα τοῦ λιμένος Mvc2 καὶ τὸν παραλειφθέντα διέκπλουν: καὶ τοῦτο τὸ μέρος 〈ὃ〉 οὐκ ἔξευκτο, ἀλλ’ ἀνεῴγει, τοῦ στόματος τοῦ λιμένος. τουτέστι πα‐ | |
5 | ρελέλειπτο ὥστε μὴ ἐζεῦχθαι Mvc2 βιάσασθαι ἐς τὸ ἔξω: μετὰ βίας ἐξελθεῖν. ʃ ναυμαχία Συρακουσίων καὶ Ἀθηναίων καὶ νίκη Συρακουσίων κατὰ κράτος ABFMec2 | |
7.70.1 | προεξαγαγόμενοι: πρότερον ἢ Ἀθηναῖοι. τοῦ παντός: στρατεύματος δηλονότι. | |
7.70.2 | σφίσι: τοῖς Ἀθηναίοις. τῶν προτέρων: ναυμαχιῶν δηλονότι. | |
7.70.3 | οἵ τε ἐπιβάται ἐθεράπευον ...: οἱ ἐπιβάται ἐπεμελοῦντο (τοῦτο γάρ ἐστι τὸ ἐθεράπευον) καὶ ἠγωνίζοντο ὅπως μὴ λείποιντο τῇ προθυμίᾳ οἱ ἐπὶ τοῦ καταστρώματος ὄντες τῆς τε τῶν ναυτῶν καὶ κυβερ‐ | |
5 | νητῶν τέχνης Mvc2 ʃ ἐπεμελοῦντο G πρῶτος: ἀντὶ τοῦ ἔξ‐ οχος vc2 | |
7.70.4 | ἐν ὀλίγῳ: διαστήματι δηλονότι. αἱ μὲν ἐμ‐ βολαὶ ... ἐγίγνοντο: ἔμβολοι, τὰ ἐξέχοντα τῶν νεῶν πρὸς τὴν πρώραν, οἷς ἐνέβαλλον ταῖς τῶν πολεμίων ναυσὶ καὶ κατέ‐ δυον· ἠμφίεστο δὲ ταῦτα χαλκῷ ἢ σιδήρῳ, τύπον ἀποτελοῦντα | 399 |
5 | κριῶν ἢ κυνῶν ἢ τοιούτων τινῶν Patm. αἱ δὲ προσβολαί ...: συνεχῶς ἐγίγνοντο αἱ συμπλοκαὶ τῶν νεῶν· αἱ μὲν γὰρ αὐτῶν φεύγουσαι ἐπεφέροντο ἑτέραις καὶ οὐ συνεπλέκοντο, αἱ δὲ ἑκοντὶ ἐπιπλέουσαι προσέβαλλον Mvc2 | |
7.70.5 | προσφέροιτο: ἀντὶ τοῦ προσήλαυνεν. ἐπ’ αὐτήν: ἤγουν κατ’ αὐτῆς. | |
7.70.6 | ξυν‐ ηρτῆσθαι: ἤρτηται, κρέμαται ἢ δέδεται F ʃ συμπεπλέχθαι. καὶ τοῖς κυβερνήταις: τοὺς κυβερνήτας, εἴτε φυλάττεσθαι δέοι εἴτε ἐπιβουλεύειν, μὴ καθ’ ἓν μέρος, οἷον δεξιὸν ἢ ἀρι‐ | |
5 | στερόν, τοῦτο ποιεῖν, ἀλλὰ πανταχοῦ Mvc2 ξυμπιπτουσῶν: ἀλλήλαις δηλονότι. καὶ ἀποστέρησιν τῆς ἀκοῆς: καὶ μὴ δύνασθαι τῶν κελευσμάτων ἀκούειν Mvc2 | |
7.70.7 | πολλὴ γὰρ δὴ ἡ παρακέλευσις ... τοῖς κελευσταῖς: ὑπὸ τῶν κελευστῶν. τὸ δὲ ἐπιβοῶντες, συνταττόμενον τῷ „πολλὴ γὰρ δὴ ἡ παρα‐ κέλευσις ἀφ’ ἑκατέρων τοῖς κελευσταῖσ“, ἐσχημάτισται· ἦν γὰρ | |
5 | κατὰ φύσιν τό, πολλὰ γὰρ δὴ οἱ κελευσταὶ ἀλλήλοις παρεκε‐ λεύοντο Mvc2 ʃ πολλὴ ἡ παρακέλευσις τοῖς κελευσταῖς ἐγίνετο ἀντὶ τοῦ, πολλὰ οἱ κελευσταὶ παρεκελεύοντο. σημείωσαι· οὕτω γὰρ συνταχθήσεται τούτοις τὸ ἐπιβοῶντες G τὴν τέχνην: τέχνην λέγει τὴν ἰδίαν, τὴν κελευστικήν Mvc2 αὐτίκα: παρ‐ | |
10 | οῦσαν. βιάζεσθαί τε τὸν ἔκπλουν: μετὰ βίας καὶ ἰσχύος ποιεῖσθαι. | |
7.70.8 | ἑκατέρων: τῶν Συρακουσίων καὶ Ἀθηναίων. οἱ μὲν Ἀθηναῖοι ...: οἱ τῶν Ἀθηναίων στρατηγοὶ ἐπυν‐ θάνοντο τῶν πρύμναν κρουομένων τριηραρχῶν καὶ οἷον εἰς γῆν ἀποβαίνειν διανοουμένων, εἰ τὴν γῆν τῶν Συρακουσίων, | |
5 | ἥτις ἐστὶ [ἡ] πολεμία, [εἰ] νομίζουσιν οἰκειοτέραν εἶναι τῆς μετὰ πολλοῦ πόνου κεκτημένης θαλάττης, τουτέστιν ἧς ἐγένοντο | |
ἄρχοντες μετὰ πολλῶν πόνων θαλαττοκρατήσαντες Mvc2 | 400 | |
7.71.1 | ἰσορρόπου: ἰσοπαλοῦς. πολὺν τὸν ἀγῶνα καὶ ξύστασιν τῆς γνώμης εἶχε: ἀντὶ τοῦ ἰσχυρῶς ἠγωνίων καὶ τὰς διανοίας συνετέταντο Mvc2 ὁ αὐτόθεν: ὁ Συρακού‐ σιος στρατός GMvc2 περὶ τοῦ πλείονος ἤδη καλοῦ: ὑπὲρ | |
5 | τοῦ νικῆσαι κατὰ κράτος Mvc2 οἱ ἐπελθόντες: οἱ Ἀθηναῖοι Gc2 | |
7.71.2 | πάντων γὰρ δὴ ἀνακειμένων ...: πάσης αὐτοῖς ἐλπίδος ἐν ταῖς ναυσὶν οὔσης Mvc2 ἐοικώς: ὅμοιος. ἀντὶ τοῦ μείζων ἁπάντων τῶν φόβων. διὰ τὸ ἀνώμαλον ...: διὰ τὸ ἐν ταῖς ναυσὶ μόναις πάσας τὰς ἐλπίδας ἔχειν ἀνωμάλως | |
5 | ἐκ τῆς γῆς ἐθεῶντο τὴν ναυμαχίαν Mvc2 ʃ διὰ τὴν ἀνωμα‐ λίαν τῆς χώρας ἄλλοι ἄλλως ἐθεώρουν τὴν ναυμαχίαν. | |
7.71.3 | δι’ ὀλίγου γὰρ οὔσης τῆς θέας ...: σύνεγγυς γὰρ οὔσης τοῖς πεζοῖς τῆς ναυμαχίας εἰς τὸ πάντας ὁρᾶσθαι καὶ ἄλλων ἄλλο ἔργον αὐτῆς θεωρούντων, οἱ μὲν νικῶντας ὁρῶντες τοὺς οἱ‐ | |
5 | κείους ἀνεθάρσουν τε διὰ τοῦτο καὶ ἔχαιρον, οἱ δὲ θεώμενοι ἡτ‐ τωμένους κατ’ ἄλλο μέρος ἐταράττοντο. καὶ ὁρῶντες τὰ γιγνό‐ μενα ἀθυμότεροί τε οἱ ἀπὸ τῆς γῆς καὶ ταπεινότεροι τῶν ἡττω‐ μένων ἐν ταῖς ναυσὶν ἐγίνοντο Mvc2 ἀνεθάρσησάν τε: ἤγουν ἀνέστησαν τὸ φρόνημα. γνώμην: θυμόν. ἄλλοι δὲ | |
10 | καὶ πρὸς ἀντίπαλόν τι ...: ἄλλοι δὲ τῶν ἀπὸ τῆς γῆς ἰδόντες ἰσόρροπόν που ναυμαχίαν, διὰ τὸ πάνυ ἀδιάκριτον εἶναι πότεροι νικῶσι, συνεξομοιοῦντες τὰ σώματα τῇ περὶ τῶν γιγνομένων προσδοκίᾳ ἀπένευον τῷ σώματι τῇδε κἀκεῖσε Mvc2 διὰ τὸ ἀκρίτως ξυνεχὲς τῆς ἁμίλλης: γενομένης δηλον‐ | |
15 | ότι ἀκρίτως τῆς ἁμίλλης. τοῖς: τούτοις. παρ’ ὀλίγον: μόνον οὐκ. | |
7.71.4 | ἀγχώμαλα: ἴσα. ὀλοφυρμὸς ...: Ὅμηρος [Δ 450]· ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν, | |
ὀλλύντων τε καὶ ὀλλυμένων ABFvc2 | 401 | |
7.71.6 | μετέωροι: ἤγουν ἐν τῷ πελάγει ὄντες. ʃ ἄποροι. κατ‐ ενεχθέντες: ἤγουν πρὸς τὴν γῆν ἐλθόντες. οἰμωγῇ τε καὶ στόνῳ: Ὅμηρος [Χ 409]· κωκυτῷ τ’ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ ABCFM | |
5 | ἐς φυλακήν: ἀπὸ κοινοῦ τὸ παρεβοήθουν Mvc2 | |
7.71.7 | ἐν τῷ παραυτίκα: ἤγουν ἐν τῷ ἐνεστῶτι τότε χρόνῳ. καὶ οἱ ἐν τῇ νήσῳ: ὑπερβατόν. τὸ ἑξῆς· καὶ οἱ διαβεβηκότες αὐτοῖς προσαπώλλυντο ἐν τῇ νήσῳ ἄνδρες Mvc2 | |
7.72.2 | αἰτῆσαι ἀναίρεσιν: ἀνάληψιν. | |
7.72.3 | περί‐ λοιποι: Ἀθηναίων νῆες ξʹ, Συρακουσίων νʹ AM | |
7.73.1 | ἀποικοδομῆσαι: ἀποφράξαι διά τινος οἰκο‐ δομῆς. ξυνεγίγνωσκον: τὰ αὐτὰ ἐγίγνωσκον, τουτέστιν ὁμογνώμονες ἦσαν αὐτῷ Mvc2 καὶ ἅμα ἑορτῆς οὔσης: ἤγουν ἀνεσίμου ἡμέρας. | |
7.73.3 | ἡνίκα ξυνεσκόταζεν: ὅτε ἤδη σκοτεινὴ νὺξ ἦν. ʃ σημείωσαι φρόνησιν Ἑρμοκράτους ABFMc2 διάγγελοι τῶν ἔνδοθεν: μηνυταὶ [καὶ] ἐξαγγέλλοντες τὰ Συρακουσίων Mvc2 | |
7.74.1 | ἐπέσχον: τὸ στράτευμα δηλονότι. | |
7.74.2 | ἀπε‐ φράγνυσαν: ἀντὶ τοῦ ἔφραττον ABF ἐτάσσοντο: παρετάσ‐ σοντο, ὡπλίζοντο. ἀναδησάμενοι: ἤγουν ἐξαρτήσαντες τῶν ἑαυτῶν νεῶν. | |
7.75.1 | καὶ ἡ ἀνάστασις ἤδη: ὁ καὶ σύνδεσμος περιτ‐ τός Mvc2 | |
7.75.2 | αἰσθέσθαι: ἀπὸ κοινοῦ τὸ ἀλγεινά Mvc2 | |
7.75.4 | ἀντι‐ βολίαν: παράκλησιν. ἀντιβολία, δέησις, ἱκεσία. ʃ ἀντιβολία, δάκρυα καὶ στεναγμός, παρὰ τὸ ἀντιβολῶ ABFMc2 ἐπιθει‐ ασμῶν: θειασμὸς εὐχὴ ἢ μαντεία F ʃ θείων ἐπικλήσεων. | |
5 | περὶ τῶν ἐν ἀφανεῖ: περὶ τῶν μελλόντων δεδιότας Mvc2 | |
7.75.5 | ἀκολούθων: ὑπηρετῶν. καὶ οἱ πλεῖστοι παραχρῆμα: ἀντὶ τοῦ καὶ οἱ πλεῖστοι ἐν τῷ τότε παρόντι Mvc2 | |
7.75.6 | ἡ ἄλλη: | |
ἤτοι τῶν ἄλλων. αἰκία: κάκωσις. καὶ ἡ ἰσομοιρία: καὶ τὸ κοινωνεῖν πάντας ἐπίσης τῶν κακῶν, καὶ οἷον ἴσου μέρους ἕκαστον αὐτῶν μετέχειν Mvc2 ἔχουσά τινα ὅμως ...: ἔχουσά | 402 | |
5 | τινα κουφισμὸν ἡ ἰσομοιρία τὸ μετὰ πολλῶν ἰσομοιρεῖν τῶν κακῶν Mvc2 τό: εἶναι. τε καὶ: ἐδοξάζετο. ἀφῖκτο: τὸ στράτευμα δηλονότι. | |
7.75.7 | τῷ Ἑλληνικῷ στρατεύματι: οὐκ ἀπιθάνως περιαιροῦσι τὸ ἄρθρον ἐκ τοῦ „τῷ Ἑλληνικῷ στρα‐ τεύματι ἐγένετο“, ὡς οὐδενὸς Ἑλληνικοῦ στρατεύματος ἐν τοσ‐ αύτῃ μεταβολῇ γεγονότος Mvc2 ναυβατῶν: ναύτης ἢ ἐπι‐ | |
5 | βάτης F προσχόντας: ἐφιστάντας. | |
7.76.1 | ἐκ τῶν ὑπαρχόντων: ἐκ τῶν δυνατῶν. ὡς ἐπιπλῆστον γεγωνίσκων ὠφελεῖν: γεγωνίσκειν, τὸ ἐκτε‐ ταμένως καὶ ἐξακούστως βοᾶν Patm. | |
7.77.1 | ἔτι καὶ ἐκ τῶν παρόντων ...: δημηγορία Νικίου ABFM ʃ θαυμαστῶς ἐστοχάσατο καὶ τοῦ καιροῦ καὶ τῶν περιεχόντων πραγμάτων ἐν τῇ παρακελεύσει οὐδὲ προοιμι‐ ασάμενος Mvc2 ἀλλ’ ὁρᾶτε δὴ ὡς διάκειμαι ...: τὸ μὲν | |
5 | „ἀλλ’ ὁρᾶτε δὴ ὡς διάκειμαι ὑπὸ τῆς νόσου“ διὰ μέσου κεῖ‐ ται. φησὶ δὲ ὅτι οὐδενὸς ὑμῶν οὔτε σώματι ἰσχυρότερος ὤν (ὁρᾶτε γὰρ ὡς διάκειμαι) οὔτε εὐτυχίᾳ τινὸς ὑστερῶν κατά τε τὸν ἰδιωτικὸν βίον καὶ κατὰ τὴν τῶν κοινῶν προστασίαν νῦν ἐν ἴσῳ κινδύνῳ καθέστηκα ὥσπερ οἱ φαυλότατοι Mvc2 τοῖς | |
10 | φαυλοτάτοις: ἀγεννέσιν, ἤγουν ἀνάνδροις. πολλὰ μὲν ἐς θεοὺς νόμιμα δεδιῄτημαι: ἀντὶ τοῦ πολλὰ εἰς θεῶν τιμὴν ἐπετήδευσα Mvc2 ʃ πεπολίτευμαι νομίμως. | |
7.77.3 | θρασεῖα: ἀντὶ τοῦ θαρσαλέα Mvc2 ʃ ἀνεπαίσχυντος c2 οὐ κατ’ ἀξίαν: ἀλλὰ μειζόνως Mvc2 ηὐτύχηται: ἤγουν μετ’ εὐτυχίας κατώρ‐ θωται. ἐπίφθονοι: μεμπτοί. ἀποχρώντως: ἱκανά, ἀρ‐ | |
5 | κούντως F | |
7.77.4 | ἀνθρώπεια: ὅσα προσήκει τῇ ἀνθρωπείᾳ φύσει. οἴκτου γὰρ ... ἢ φθόνου: Πινδάρου [Pyth. I 164]· κρείσσων οἰκτιρμοῦ φθόνος f φθόνου: μέμψεως. οἷοι | |
ὁπλῖται ...: ὑπήλλακται, ἀντὶ τοῦ τοὺς ὁπλίτας καὶ τοὺς | 403 | |
5 | συντεταγμένους χωροῦντας μὴ καταπέπληχθε πάνυ. αὐτό γε μὴν τὸ καταπέπληχθε ἀπὸ κοινοῦ τὸ εἰκός Mvc2 ἱδρυθέν‐ τας: ἤγουν οἴκησιν [ἀ]διάδοχον σχόντας. ἐξαναστήσειεν: μετοικίσειεν. | |
7.77.6 | ἐν τῷ ἐχυρῷ: ἀσφαλεῖ. | |
7.77.7 | τό τε ξύμ‐ παν γνῶτε: τό τε ξύνολον γνῶτε GMvc2 ἄνδρες γὰρ πό‐ λις ...: ὡραῖον C ʃ σημείωσαι· Σοφοκλῆς [O. R. 56sq.] οὔτε πύργος οὔτε ναῦς ἔρημος ἀνδρῶν μή c | |
7.78.3 | καὶ τρεψάμενοι: οἱ Ἀθηναῖοι. | |
7.78.4 | ἄπε‐ δον: ὁμαλόν, ὁμόπεδον, ὡς καὶ ἄλοχος ἡ ὁμόλεχος GMvc2 | |
7.78.5 | ἀπετείχιζον: σκέψαι πῶς χρῆται τῇ ἀπό. ἐπιτατικῶς γάρ ABGMvc2 | |
7.78.7 | ἀποχωρεῖν: ἀντὶ τοῦ ἀποσκίδνασθαι ἀπὸ τοῦ στρατεύματος. οὐκ ἦν ἐπιτήδειον ἀποχωρεῖν κωλυόντων τῶν ἱππέων Mvc2 | |
7.79.1 | ἄραντες: ἀντὶ τοῦ κινηθέντες. | |
7.79.2 | διικνοῦντο γάρ: ἀντὶ τοῦ ἐξικνοῦντο βάλλοντες. | |
7.79.3 | φιλεῖ γίγνεσθαι: ἐκ περιουσίας τοῦτο προσέρριπται Mvc2 | |
7.80.1 | τοὐναντίον ἢ οἱ Συρακόσιοι: ἀντὶ τοῦ ἤπερ Mvc2 | |
7.80.4 | τὸ ἥμισυ: τοῦ παντός Mvc2 | |
7.80.5 | ἀφικνοῦνται ὅμως: ἤγουν οὕτω. παρά: κατά. | |
7.80.6 | καὶ βιασάμενοι: σὺν βίᾳ ἀπωσάμενοι. | |
7.81.1 | ᾗ οὐ χαλεπῶς ᾐσθάνοντο: ἤτοι τὸ οὐ χαλε‐ πῶς τῷ ἔγνωσαν συντακτέον, ἵνα ᾖ, ῥᾳδίως ἔμαθον αὐτοὺς ᾗ κεχωρήκεσαν· ἢ τῷ κεχωρηκότας, ἵνα σημαίνῃ, ᾗ ἐδόκουν αὐ‐ τοῖς εὐκόλως καὶ ῥᾳδίως κεχωρηκέναι οἱ Ἀθηναῖοι Mvc2 ὥσπερ: | |
5 | ἀντὶ τοῦ ὡς, ἤγουν ἐπεί G δίχα δὴ ὄντας: κεχωρισμένους ἀπὸ τῶν μετὰ Νικίου vc2 καὶ ξυνῆγον ἐς ταὐτό: ἀντὶ τοῦ ἐκύκλουν. ʃ ἐς ὀλίγον χωρίον Gvc2 | |
7.81.3 | καὶ πεντήκοντα: περιττὸς ὁ καί σύνδεσμος Mv ἐν τῷ τοιούτῳ: καιρῷ δηλον‐ ότι. | |
7.81.4 | ἀνειληθέντες: συστραφέντες. περισταδόν: 〈παρὰ〉 τὸ περιστῆναι Patm. | |
7.81.5 | ξυσταδόν: ἤγουν ἐκ τοῦ | |
πλησίου. καὶ ἅμα φειδώ τέ τις ἐγίγνετο: ὡς ἂν φανε‐ ρᾶς οὔσης τῆς εὐπραγίας οὐκ ἐβούλετο ἀποκινδυνεύειν, ἀλλ’ ἐφείδετο αὐτὸς ἑαυτοῦ ὥστε μὴ προαναλωθῆναι. τουτέστιν, | 404 | |
5 | ἐνόμιζον καὶ οὕτω λήψεσθαι τοὺς Ἀθηναίους χωρὶς τοῦ αὐτοὶ προαναλωθῆναι καὶ κινδυνεῦσαι Mvc2 ταύτῃ τῇ ἰδέᾳ: ἤγουν τούτῳ τῷ τρόπῳ. καταδαμάσαθαι: τὸ κατατρυχῶσαι, κα‐ ταπονῆσαι Patm. | |
7.82.1 | πανταχόθεν: ἤγουν κύκλωθεν. κήρυγμα: φρόνησις Γυλίππου ABvc2 ὡς σφᾶς: ἤγουν εἰς τοὺς Συρα‐ κουσίους. | |
7.83.4 | τὸ ἡσυχάζον: καθ’ ὃ μάλιστα ἔμελλον τῆς νυκτὸς ἡσυχάζειν οἱ πολέμιοι Mvc2 κατέθεντο: τὰ ὅπλα. οὗτοι δὲ διὰ τῶν φυλάκων βιασάμενοι: ἤγουν διελθόν‐ τες τοὺς φύλακας σὺν βίᾳ. | |
7.84.3 | ἐπ’ αὐτῷ: ἤγουν παρ’ αὐτῷ. σκεύεσιν: ὅπλοις. ἐμπαλασσόμενοι κατέρρεον: ἐμπλεκόμενοι κατέ‐ πιπτον Mvc2ʃ ἑτοίμως ἔπιπτον. | |
7.84.5 | καὶ περιμάχητον ἦν τοῖς πολλοῖς: ἤγουν σπουδαιότατον. | |
7.85.1 | τοῦ δέ: τοῦ δὲ διαφυγόντος Mv | |
7.85.2 | ὅσους μὴ ἀπεκρύψαντο: ὅσους οἱ Συρακούσιοι μὴ διέκλεψαν Mvc2 | |
7.85.4 | πλεῖστος γὰρ δὴ φόνος οὗτος ...: ἀντὶ τοῦ πολὺ πλείων τοῦτο ἀκουστέον. οὐδὲ γὰρ ἐγγὺς ἐν τῷ Σικελικῷ πολέμῳ τοσοῦτος ἄλλος φόνος ἐγένετο. ʃ ἐμοὶ δὲ φαίνεται γεγράφθαι, καὶ οὐδενὸς ἐλάσσων τῶν ἐν τῷ Ἑλληνικῷ πολέμῳ ἐγένετο. | |
5 | λέγει γὰρ αὐτὸς ἐπὶ τέλει τῆσδε τῆς ἱστορίας [c. 87, 4] „συνέβη τοῦτο τὸ ἔργον τὸ Ἑλληνικὸν τῶν κατὰ τὸν πόλεμον τόνδε μέγιστον γενέσθαι, δοκεῖ δέ μοι καὶ ὧν Ἑλληνικῶν ἴσμεν“. ἔοικεν οὖν κἀνταῦθα μὴ μόνοις τοῖς Σικελικοῖς, ἀλλὰ πᾶσι τοῖς Ἑλληνικοῖς ἀντεξετάζειν τὴν συμφοράν Mvc2 | |
7.86.2 | τήρησιν: ἤγουν φυλακήν. Νικίαν δὲ καὶ | |
Δημοσθένη ...: Νικίου καὶ Δημοσθένους τῶν στρατηγῶν τῶν Ἀθηναίων ἀναίρεσις ὑπὸ Συρακουσίων ABMvc2 | 405 | |
7.86.3 | τοὺς γὰρ ἐκ τῆς νήσου ἄνδρας ...: τὸ ἑξῆς, προυθυμήθη ὥστε ἀφεθῆναι, πείσας τὰς σπονδὰς τοὺς Ἀθηναίους ποιήσασθαι Mvc2 νεώτερόν τι ...: τοῦ θεολόγου. σημείωσαι B | |
7.86.5 | διὰ τὴν ... ἐπιτήδευσιν: ἐγκώμιον Νικίου ABCFG ʃ γρ. διὰ τὴν πᾶσαν ἐς ἀρετὴν νενομισμένην ἐπιτήδευσιν. διὰ τὸ πᾶ‐ σαν ἀρετὴν νομίμως ἐπιτετηδευκέναι. οὐ γὰρ δή γε νενομισ‐ | |
5 | μένην ἀρετὴν τὴν δοκοῦσαν λέγει Mvc2 | |
7.87.1 | χαλεπῶς τοὺς πρώτους χρόνους μετε‐ χείρισαν: τοὺς πρώτους χρόνους χαλεπῶς περιεῖπον Mvc2 μετεχείρισαν: ἤγουν ᾠκονόμησαν. πνῖγος: τὸ καῦμα Patm. καὶ αἱ νύκτες ἐπιγιγνόμεναι: ἀντὶ τοῦ, αἱ νύκτες καὶ αἱ | |
5 | ἡμέραι ἀνώμαλον ἐργαζόμεναι τὸ περιέχον νόσων κατῆρχον Mvc2 | |
7.87.2 | πάντα τε ποιούντων: διὰ τὸ δύσφημον ἀπεσιώπησεν αὐτὰ ὀνομαστὶ εἰπεῖν· βούλεται δὲ λέγειν τὰ ὑποχωρήματα, ἅπερ οἱ ἰατροὶ σκύβαλα καὶ ἀποπατήματα εἰώθασι καλεῖν BFMc2 ξυννενημένων: ξυσεσωρευμένων G σημείωσαι κοτύλην | |
5 | ὕδατος δύο κοτύλας σίτου M | |
7.87.3 | ἁθρόοι: συχνοί. ἀπέδοντο: ἐπώλησαν BFMc2 | |
7.87.4 | ἐλήφθησαν: Ἀθηναῖοι AM | |
7.87.6 | σημείω‐ σαι οὐδὲν ὀλίγον ἐς οὐδὲν κακοπαθήσαντες A ʃ ἐν παντὶ πράγματι μεγάλως κακοπαθήσαντες Mvc2 πανωλεθρίᾳ: ἀδέσποτον. | |
5 | αἱ πρὶν μέγισται φανερῶς εὐπραξίαι, τὰ συνεχῆ τρόπαια καὶ ναυκρατίαι, αἱ τῶν μεγάλων πραγμάτων εὐπραγίαι, ὑφ’ ὧν ἀνηνέχθησαν εἰς ὕψος θράσους Περσοκρατῶν Ἕλληνες οἱ πάλαι γόνοι, | |
10 | πρὸς δυστυχίας τῆς πανωλέθρου χάος ἄρτι κατηνέχθησαν, ἀντιπνευσάσης | |
τῆς εὐτυχίας εἰς μακρὰν ἀτυχίαν. | 406 | |
8.1.1 | πασσυδεί: σὺν παντὶ τῷ πλήθει Patm. ὁπόσοι τι τότε αὐτοὺς θειάσαντες ἐπήλπισαν: θεοφορηθέντες ἐν ἐλπίδι ἐποίησαν Mvc2ʃ ἤγουν θεῖά τινα ἐπιφθεγξάμενοι εἰς ἐλπίδας ἐνέβαλον. | |
8.1.2 | πάντα δὲ πανταχόθεν: δεινὰ δηλον‐ ότι. ἐν τῷ κοινῷ: ταμιείῳ δηλονότι. σφῶν: τῶν Ἀθη‐ ναίων. | |
8.1.3 | ὡς ἐκ τῶν ὑπαρχόντων: τῶν δυνατῶν. τῶν τε κατὰ τὴν πόλιν τι ἐς εὐτέλειαν σωφρονίσαι: τοὺς πολίτας εὐτελέστερον πεῖσαι βιοῦν Mvc2 ὡς ἄν: ἤγουν ἕως ἄν. | |
8.1.4 | πρὸς τὸ παραχρῆμα περιδεές: διὰ τὸ ἐν τῷ παρ‐ αυτίκα περιδεεῖς εἶναι Mvc2 | |
8.2.1 | μηδετέρων: ἤγουν Ἀθηναίων καὶ Πελοποννησίων. | |
8.2.2 | αὐτῶν: ἤγουν τῶν Ἀθηναίων. διὰ τὸ ὀργῶντες κρί‐ νειν τὰ πράγματα: ἤτοι μετὰ πάσης προθυμίας ἤ, ὥς τινες, διὰ τὸ αὐτοὺς ὀργίζεσθαι τοῖς Ἀθηναίοις Mvc2 καὶ μηδ’ ὑπολείπειν λόγον αὐτοῖς: μηδενὶ ἐπιτρέπειν λέγειν περὶ | |
5 | αὐτῶν. ἤ, ὡς ἐμοὶ φαίνεται, μὴ ὑπολείπεσθαι μηδεμίαν αἰτίαν τοῦ δυνήσεσθαι ἀντισχεῖν τοὺς Ἀθηναίους Mvc2 τό γ’ ἐπιὸν θέρος: ἀντὶ τοῦ τῷ ἐπιόντι θέρει Mv | |
8.2.4 | ἀπροφασίστως: χωρὶς τῆς προφάσεως. | |
8.3.1 | μεμφομένων: τοῖς Λακεδαιμονίοις Mvc2 | |
8.4.1 | ξυστελλόμενοι: ἀντὶ τοῦ συνάγοντες Mvc2 | |
8.5.1 | ἀμφοτέρων: ἤγουν τῶν Λακεδαιμονίων καὶ Ἀθη‐ ναίων. ἢ ὥσπερ ἀρχομένων ἐν κατασκευῇ τοῦ πολέ‐ μου: ἀντὶ τοῦ ἐν ἀρχῇ τοῦ πολέμου ἕκαστα ἑτοιμαζόντων Mvc2 τὴν διάβασιν: εἰς τὴν Εὔβοιαν δηλονότι. | |
8.5.2 | ὑπέσχοντο: τοῖς Λεσβίοις δηλονότι. | |
8.5.3 | ἢ τῶν ἐν τῇ πόλει Λακεδαι‐ μονίων: ἀντὶ τοῦ, ἢ οἱ ἐν τῇ πόλει Λακεδαιμόνιοι Mvc2 δεινός: φοβερὸς τοῖς Λεσβίοις Mvc2 | |
8.5.4 | ἔπρασσε: συνέπραττε Mvc2 τῶν κάτω: ἐπαρχιῶν. | |
8.5.5 | πεπραγμένος: ἀπῃτημένος | |
GMvc2 οὐ δυνάμενος πράσσεσθαι: ἀντὶ τοῦ οὐ δυνάμε‐ νος ἐκπράξασθαι αὐτός, βασιλεῖ ὠφείλησε Mvc2ʃ ἤγουν ὀφει‐ λέτης ἐγένετο. ἀφεστῶτα: τοῦ βασιλέως. κοινῇ κατὰ τὸ | 407 | |
5 | αὐτό: ἤγουν ὁμογνωμονοῦντες. | |
8.6.1 | φυγάδες τῆς ἑαυτῶν: πατρίδος. καὶ αὐτός: ἤγουν ὁ Φαρνάβαζος. | |
8.6.3 | Ἐνδίῳ: ὁ Ἔνδιος ἡ εὐθεῖα ABFGMc2 ἐς τὰ μάλιστα: ὑπερβαλλόντως. ὅθεν καὶ τοὔνομα Λα‐ κωνικὸν ...: Ἀλκιβιάδης Λακωνικὸν ἦν ὄνομα, ὃς ἦν πατὴρ τοῦ Ἐνδίου. Κλεινίας δὲ ὁ Ἀθηναῖος τῷ Ἀλκιβιάδῃ ξένος | |
5 | γενόμενος τὸ ὄνομα τῷ ἰδίῳ παιδὶ ἔθετο GMvc2 τὴν ξενίαν: φιλίαν. | |
8.6.4 | Φρῦνιν: τὸ ἀρσενικὸν Φρύνις, Φρύνιδος. Φρύνιν ἰῶτα· τὴν δὴ Φρύνην ἦτά μοι, πόρνην τελοῦσαν, ἧς πολὺ πάλαι κλέος e8 περίοικον: περίοικοί εἰσιν οἱ ὑπήκοοι, γείτονες τῆς Σπάρ‐ | |
5 | της Mvc2 αὐτοῖς εἰσιν: τοῖς Χίοις. αὐτοῖς πέμπειν: τοῖς Χίοις. ἐκεῖ: ἤγουν ἐν τῇ Χίῳ. ἀφ’ ὧν: πόλεων ἢ συμμάχων Mvc2 | |
8.6.5 | τούτων: τῶν τεσσαράκοντα. | |
8.7.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους ...: ἀρχὴ τοῦ εἰ‐ κοστοῦ ἔτους τοῦ πολέμου BFMc2 ἐπειγομένων: ἀντὶ τοῦ ἐπειγόντων. ἐς Χίον: τὸν Χῖον ἂν γράψειας ὥσπερ ἐκ Χίου, | |
5 | σοφῶς περισπῶν, μηδαμῶς δίσταζέ μοι e8 | |
8.8.1 | ὑπὲρ τοῦ Φαρναβάζου: ἀντὶ τοῦ, πρεσβευταὶ τοῦ Φαρναβάζου. οὐκ ἐκοινοῦντο ...: οὐ μετέσχον τοῦ στόλου. ἀποστολήν: ἀπόπλευσιν. ἐφ’ ἑαυτῶν: ἤγουν καθ’ ἑαυτούς. | |
8.8.2 | ξυνελθόντες: σολοικοειδές, οὐ σόλοικον τυγχάνει, ἀντὶ ξυνελθόντων δὲ κεῖται ξυμμάχων e8 Ἀλκαμένη ἄρχοντα: ἔχοντας. ἡμίσεας: ἡ ἥμισυς G τὰς | |
5 | ὕστερον διαφερομένας: μετὰ τοῦτο παρακομιζομένας GMvc2 | |
ταύτῃ: τῇ θαλάσσῃ δηλονότι. ἀδυνασίαν: σημείωσαι· ἀδυ‐ νασία ἅπαξ εἴρηται B πολύ: λίαν. καὶ διεκόμισαν: περιτ‐ τὸς ὁ καί σύνδεσμος FMc2 | 408 | |
8.9.1 | αὐτῶν: τῶν Λακεδαιμονίων. ἑτοῖμος ἦν: συγ‐ γνώμην εἶχεν. σπονδάς: θυσίας G | |
8.9.2 | τὸ πιστὸν ναῦς σφίσι ξυμπέμπειν: ὑπὲρ τοῦ πιστοὺς μεῖναι αὐτοὺς ἠξίουν οἱ Ἀθηναῖοι ναῦς συμπέμπειν Mvc2 αἴτιον δ’ ἐγένετο ...: αἴτιον δ’ ἐγένετο τῆς ἀποστολῆς τῶν νεῶν τὸ τοὺς πολλοὺς μὴ | |
5 | εἰδέναι τὰ πραττόμενα GMvc2 πρίν τι καὶ ἰσχυρὸν λά‐ βωσι: ἀντὶ τοῦ, πρὶν δύναμίν τινα προσλάβωσιν Mvc2 | |
8.10.1 | ἐπηγγέλθησαν: αἱ σπονδαὶ δηλονότι. ἐθεώρουν: ἔπεμπον θεωρούς Mvc2 καὶ ἐπειδὴ ἀνεχώρησαν: οἱ θεω‐ ροὶ δηλονότι. | |
8.10.2 | οἱ δέ: οἱ Κορίνθιοι. ἐπῆγον ἐς τὸ πέ‐ λαγος: ὑπεχώρουν, ὅπως εἰς τὸ πέλαγος ἐκείνους προκαλέ‐ σωνται GMvc2 | |
8.10.3 | μετέωρον: πλέουσαν. ὁρμίζουσιν: ἐν ὅρμῳ ἐποίησαν. | |
8.10.4 | καὶ τῶν τε νεῶν: τῶν Λακεδαιμονίων δηλονότι. | |
8.11.1 | ἐπέταξαν: οἱ Ἀθηναῖοι. ἱκανάς: τὰς αὐτῶν. | |
8.11.2 | καὶ ἐπενόησαν μὲν κατακαῦσαι τὰς ναῦς: οἱ Πελο‐ ποννήσιοι τὰς προτέρας Mvc2 τῷ πεζῷ: διὰ τοῦ πεζοῦ. | |
8.12.2 | αὐτός: ὁ Ἀλκιβιάδης. | |
8.13.1 | κοπεῖσαι: ἐπὶ τοῦ κακοπαθῆσαι καὶ οἱονεὶ κοπιᾶσαι εἴρηται GMvc2 | |
8.14.1 | ἐξάγγελτοι: ἤγουν δῆλοι. ʃ 〈ἡ〉 διάνοια· πάν‐ τας τοὺς ἐμπίπτοντας αὐτοῖς συνελάμβανον, ἵνα μὴ ἐπαγγεί‐ λωσιν αὐτοὺς ἐπιπλεῦσαι. αὐτούς: τοὺς ἑαλωκότας. | |
8.14.3 | καὶ οἱ μὲν ἀφεστῶτες: ἀπὸ τῶν Ἀθηναίων δηλονότι. | |
8.15.1 | τῆς μεγίστης πόλεως: ἤγουν τῆς Χίου. τά τε χίλια τάλαντα ...: ἀντὶ τοῦ τὰς ἐπὶ τοῖς χιλίοις ταλάντοις ἐπικειμένας ζημίας Mvc2ʃ 〈ἡ〉 διάνοια· ζημίας ἔλυσαν τὰς | |
ἐπιτεθέντας τοῖς εἰποῦσιν ἢ ἐπιψηφίσασι κινεῖν τὰ χίλια τά‐ | 409 | |
5 | λαντα, ἅτινα ἐβούλοντο ἀκίνητα μίμνειν διὰ παντὸς τοῦ πολέ‐ μου. ἔλυσαν: τὸ ἑξῆς, ἔλυσαν ὑπὸ τῆς παρούσης ἐκπλήξεως. ἐπικειμένας: ἐπὶ τοῖς χιλίοις ταλάντοις δηλονότι G τῷ Πει‐ ραιῷ: τῆς Κορινθίας. ἐφορμουσῶν: πολιορκία τῶν πολε‐ μίων. ἐς τὴν βοήθειαν: ἀντὶ τοῦ τὴν μάχην. | |
8.16.1 | 〈σημείωσαι·〉 Σαμίαν μίαν Mv | |
8.16.3 | ἐσηγάγοντο: προσεδέξαντο. ἐπέσχον: ἀπὸ τοῦ τείχους. | |
8.17.2 | ὅτι πλείστας: ἤγουν λίαν. | |
8.17.3 | λαθόντες οὖν τὸ πλεῖστον τοῦ πλοῦ: λάθρα τὸ πολὺ πλεύσαντες ἔφευγον Mvc2 | |
8.18.1 | ἐπὶ τοῖσδε ...: συμμαχία Λακεδαιμονίων καὶ βασιλέως διὰ Τισσαφέρνους αʹ B καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι: ἑκάτεροι δηλονότι. | |
8.18.3 | ἢν δέ τινες ἀφιστῶν‐ ται: τὸ „ἢν δέ τινες ἀφιστῶνται“ ἕως τοῦ „καὶ τοῖς ξυμμά‐ χοισ“ ἐν ἄλλοις οὐχ εὑρίσκεται. | |
8.20.2 | καὶ ἐπικαθελών: ἤγουν ἐκ δευτέρου. | |
8.21.1 | τοῖς δυνατοῖς: κατὰ τῶν δυνατῶν. τοῖς γεω‐ μόροις: γεωμόρος ὁ τὴν γῆν μερίζων F | |
8.22.1 | καὶ τῶν αὐτόθεν ξυμμάχων: ἤγουν τῶν Χίων. παρῄει: παρῆλθε. Κύμης: σημείωσαι· Κύμη πλησίον Φω‐ καίας ABF | |
8.23.2 | αὐτοβοεί: ἐκ μιᾶς βοῆς. | |
8.23.3 | κατασχόντες ἐς τὸν λιμένα: ἐλλιμενίσαντες. ἃ πυνθανόμενος: τὸ ἑξῆς· ἃ ὁ Ἀστύοχος τῶν τε Ἐρεσίων καὶ τῶν Χίων νεῶν πυνθανό‐ μενος οὐκέτι ἐπὶ τὴν Μιτυλήνην ὥρμησε. περιέτυχον: | |
5 | ἀντὶ τοῦ συνέτυχον Mvc2 | |
8.23.5 | ἀναλαβών: ἀναβιβάσας εἰς τὰς ναῦς. | |
8.23.6 | ἐξ αὐτῆς: τῆς Λέσβου. | |
8.24.1 | ἀπόβασιν ποιησάμενοι: ἀποβάντες τῶν νεῶν. μετὰ κράτους τῆς γῆς: μετὰ τοῦ κρατεῖν τῆς γῆς. | |
8.24.4 | ἐκο‐ σμοῦντο: γρ. ἐκοσμοῦτο· σημείωσαι δὲ τοῦτο G | |
8.24.5 | βεβαίως: ὄντως. εἰ δέ τι ... ἐσφάλησαν: εἴ τι παρὰ λόγον ἐσφάλη‐ | |
σαν, μετὰ πολλῶν συνεξήμαρτον. τοῦτο γάρ ἐστι τὸ τὴν ἁμαρτίαν συνέγνωσαν Mvc2 ξυναιρεθήσεσθαι: αἱροῦμαι τὸ προκρίνω | 410 | |
5 | καὶ τὸ προτιμῶ· ὅθεν καὶ τὸ συναιροῦμαι e10 | |
8.24.6 | εἰργομέ‐ νοις οὖν αὐτοῖς: ἀντὶ τοῦ, ἐν αὐτοῖς εἰργομένοις ἐνεχείρη‐ σάν τινες. | |
8.25.4 | ἑώρων: οἱ Μιλήσιοι. τὰ ὅπλα τίθενται: ἤγουν ἀποτίθενται. | |
8.26.1 | ὅσον οὐ: ἤγουν μετ’ ὀλίγον. ἐνάγοντος ξυνε‐ πιλαβέσθαι: ἤγουν πείθοντος συνεφάψασθαι. ʃ ὥστε καὶ τὴν ὑπολειπομένην δύναμιν τῶν Ἀθηναίων καταλῦσαι Mvc2 ὡς Ἀστύοχον ... προσταχθεῖσαι κομίσαι: προσταχθέντος | |
5 | τῷ Θηραμένει ἀγαγεῖν πρὸς Ἀστύοχον τὰς ναῦς Mvc2ʃ προσ‐ ταχθεῖσαι αἱ νῆες τῷ Θηραμένει ὡς Ἀστύοχον κομίσαι ἀντὶ τοῦ προσταχθὲν Θηραμένει κομίσαι τὰς νῆας ὡς Ἀστύοχον G | |
8.27.1 | Φρύνιχος: περὶ Φρυνίχου ABFMc2 ʃ ἐγκώ‐ μιον Φρυνίχου AB βουλομένων: ἀξιούντων Mv ὑπομεί‐ ναντας: ἀντὶ τοῦ ὑπομεινάντων Mv | |
8.27.2 | ἐν ὑστέρῳ: καιρῷ ἢ χρόνῳ e10 ἔσται ἀγωνίσασθαι: τὸ ἔσται περιττόν. τὸ δὲ „οὐδέποτε τῷ αἰσχρῷ ὀνείδει εἴξας ἀλόγως διακινδυνεύσειν“ ἀντὶ τοῦ οὐδέποτε φεύγων ἀδοξίαν ἀλόγως διακιδυνεύσειν Mvc2ʃ | |
5 | τὸ ἑξῆς· ὅπου ἔξεστιν ἐν ὑστέρῳ εἰδότας πρὸς ὁπόσας τε ναῦς πολεμίας ἔσται ἀγωνίσασθαι καὶ ὅσαις ταῖς σφετέραις πρὸς αὐτοὺς παρασκευασαμέναις ἱκανῶς καὶ καθ’ ἡσυχίαν, αὐτὸς δηλονότι οὐδέποτε εἴξας τῷ αἰσχρῷ ὀνείδει ἀλόγως κινδυνεύ‐ σειν. | |
8.27.3 | ξυμβήσεσθαι: ἤτοι κατὰ γνώμην τῶν πολεμίων ἔστι δὴ συνθήκας ποιεῖν. ᾗ μόλις ἐπὶ ταῖς γεγενημέ‐ ναις ξυμφοραῖς ...: ᾗτινι πόλει διὰ τὰς κατεχούσας συμ‐ φορὰς μόλις ἔξεστι μετὰ μεγάλης παρασκευῆς καὶ ἀναγκαζο‐ | |
5 | μένῃ προεπιχειρεῖν τοῖς πολεμίοις, οὐχὶ δὲ ἑκουσίως, ταύτῃ πῶς προσήκει μὴ ἀναγκαζομένῃ πρὸς αὐθαιρέτους κινδύνους ἰέναι; Mvc2 μετὰ βεβαίου παρασκευῆς: μετὰ βεβαίας e10ʃ ἤγουν ἑτοιμασίας πολεμικῆς ἀσφαλοῦς. καθ’ ἑκουσίαν: | |
βούλησιν e10ʃ ἑκόντως. ἀνάγκῃ: διὰ ἀνάγκην προτερεύ‐ | 411 | |
10 | ουσαν. | |
8.27.6 | καὶ πρὸς ὀργὴν τῆς ξυμφορᾶς: ὀργιζόμενοι διὰ τὴν συμβᾶσαν αὐτοῖς συμφορὰν περὶ Μίλητον Mvc2 | |
8.28.1 | ἐπικατάγονται: ἐπὶ τοὺς Ἀθηναίους. ἐβού‐ λοντο: τὸ ἑξῆς, ἐβούλοντο πλεῦσαι πάλιν ἐς Τειχιοῦσσαν. | |
8.28.2 | προσδεχομένων: προσδοκησάντων. | |
8.28.3 | προσέταξε: ὁ βασιλεὺς δηλονότι. | |
8.28.4 | ξυνέταξαν: ἀντὶ τοῦ, κατέταξαν εἰς τὸ ἴδιον στράτευμα Mv ʃ ἤγουν συνηρίθμησαν. | |
8.29.1 | δραχμήν: 〈σημείωσαι〉 ὅτι ἡ δραχμὴ μείζων τοῦ τριωβόλου AB πάσαις ταῖς ναυσὶ διέδωκε: ἀντὶ τοῦ τοῖς ἐν πάσαις ταῖς ναυσί Mvc2 | |
8.29.2 | παραδοῦναι: ἕνεκα τοῦ παραδοῦναι. μαλακὸς ἦν ...: οὐκ ἐντόνως οὐδὲ σφοδρῶς ἀπῄτει Mvc2ʃ ἀργός. παρὰ πέντε ναῦς: πλὴν εʹ νεῶν πλεῖν. ὡμολογήθησαν: συνεφωνήθησαν. | |
8.30.1 | διακληρωσάμενοι: διαμερίσαντες κλήρῳ. | |
8.31.1 | καταλεγόμενος: ἀπαριθμῶν. τούτου μὲν ἐπέσχεν: ἑαυτὸν δηλονότι, ἀπὸ τοῦ λαμβάνειν ὁμήρους. | |
8.31.4 | διὰ τοὺς ἀνέμους: ἐναντίους δηλονότι ὄντας. ἐσβαλόμενοι: τειχομαχοῦντες. | |
8.32.1 | σφάλμα: τὴν ἧσσαν λέγει. χειμασθεισῶν τῶν νεῶν: ἤγουν διασπαρεισῶν ὑπὸ χειμῶνος. αὐτῷ: ἤγουν τῷ Ἀστυόχῳ. | |
8.33.1 | ἦ μήν: ὄντως. | |
8.33.2 | προσβαλών: ἤγουν ἐλλι‐ μενίσας. τῇ στρατιᾷ: ἤγουν σὺν τῇ στρατιᾷ. ἤτοι παν‐ στρατιᾷ. | |
8.33.3 | ἀφειμένοι: ἀπὸ τῶν Ἀθηναίων. | |
8.33.4 | ἀναζη‐ τήσαντες: βασανίσαντες. | |
8.34.1 | ὥσπερ ...: ἀντὶ τοῦ ὡς εἶδον Gʃ ἐπειδή. ὁρμήσασαι: ἐπὶ τὰ τῶν Χίων. Φοινικοῦντα: Φοινικοῦς λιμὴν ἐν τῷ Μίμαντι B | |
8.35.2 | ξυλλαμβάνειν: βοηθεῖν. | |
8.36.1 | ἔφερον: ὑπέμειναν. | |
8.36.2 | ἐπὶ Θηριμένους: ἐνώπιον. | |
8.37.1 | ξυνθῆκαι ...: συνθῆκαι καὶ σπονδαὶ βʹ πρὸς βασιλέα Δαρεῖον καὶ τοὺς αὐτοῦ παῖδας καὶ Τισσαφέρνην Λακεδαιμονίων καὶ τῶν αὐτοῖς συμμάχων B | 412 |
8.37.3 | Λακεδαι‐ μόνιοι ἢ οἱ ξύμμαχοι: τῶν Λακεδαιμονίων. | |
8.37.4 | κοινῇ: γνώμῃ δηλονότι. | |
8.38.1 | κέλητι: πλοίῳ κέλοκι. | |
8.38.3 | κατ’ ἀνάγκην ἐς ὀλίγον κατεχομένης: ἤτοι ἀναγκαζομένης ὀλιγαρχεῖσθαι ἢ ἐπ’ ὀλίγον πειθομένης καὶ ἀκροωμένης· ὃ καὶ μᾶλλον Mvc2 | |
8.38.5 | νῆες: οὖσαι τοῖς Ἀθηναίοις. ἀντανάγοιεν: αἱ ἐν τῇ Μιλήτῳ δηλονότι νῆες. | |
8.39.1 | ἡλίου τροπάς: τὰς χειμερινὰς δηλονότι ABFMc2 | |
8.39.2 | καὶ εἴρητο αὐτοῖς ...: σημείωσαι τὸ σχῆμα B πρὸς γὰρ τὰς τοῦ Πεδαρίτου ἐπιστολὰς: ἀντὶ τοῦ διὰ γὰρ τὰς τοῦ Πεδαρίτου ἐπιστολάς Mvc2 | |
8.39.3 | καὶ πλείω τὸν πλοῦν διὰ φυλακῆς ποιησάμενοι: καὶ μακρότερον τὸν πλοῦν ποιησάμενοι ὑπὲρ ἀσφαλείας Mvc2 | |
8.39.4 | τοῦ ξυμπαρα‐ κομισθῆναι: ἵνα συμπαραληφθῶσι παρ’ ἐκείνων. | |
8.40.2 | καὶ μιᾷ γε πόλει πλὴν Λ. πλεῖστοι γενόμε‐ νοι: πλείονες οἰκέται ἦσαν ἐν Χίῳ ἤπερ ἐν ἄλλῃ τινὶ πόλει πλὴν Λακεδαιμονίων· ἡ δὲ Λακεδαίμων πλείστους εἶχεν οἰκέ‐ τας Mvc2 ἐπιστάμενοι τὴν χώραν: ἔμπειροι τῆς χώρας. | |
8.40.3 | κωλῦσαι: κωλύμην ποιεῖν. διὰ τὴν τότε ἀπειλήν: ἣν ἠπείλησε τοῖς Χίοις μὴ ἐπιβοηθήσειν αὐτοῖς Mvc2 | |
8.41.1 | νομίσας πάντα ὕστερα εἶναι ...: νομίσας πάντα ἐν δευτέρῳ εἶναι τοῦ παρακομίσαι τὰς ναῦς, ὑπὲρ τοῦ θαλαττοκρατεῖν Mvc2 τὴν Καῦνον: Καῦνον ἐνταῦθα τὴν πρὸς τῇ Λυκίᾳ οὖσαν λέγει B | |
8.41.2 | Κῶν τὴν Μεροπίδα: τὴν Μεροπίδα περιττῶς προσέθηκεν· ἄλλη γὰρ οὐκ ἔστι Κῶς Mvc2 | |
8.41.3 | ἀναγκάζεται ὑπὸ τῶν Κνιδίων παραινούν‐ των: ἀντὶ τοῦ πείθεται παραινεσάντων Mvc2 | |
8.43.1 | προσβαλόντες: τειχομαχοῦντες. | |
8.43.2 | ἀμφοτέ‐ | |
ροις: ἤγουν τοῖς Λακεδαιμονίοις καὶ τῷ Τισσαφέρνει. | 413 | |
8.44.1 | οἱ δ’: ἤγουν οἱ Λακεδαιμόνιοι. | |
8.44.2 | Καμίρῳ: Κάμιρος Ἡρωδιανὸς καὶ Χοιροβοσκός ABMvc2 καὶ προσ‐ εχώρησε: ἤγουν ᾠκειώθη. | |
8.44.3 | ἐφάνησαν: τοῖς πολεμίοις. ὑστερίσαντες δὲ οὐ πολλῷ: ἤγουν μετ’ ὀλίγον ἐλθόντες. τὸ μὲν παραχρῆμα: ἀντὶ τοῦ κατὰ τὸ ἐνεστώς. | |
8.44.4 | ἐξέλε‐ ξαν: ἤγουν ἀπῄτησαν. ἀνελκύσαντες τὰς ναῦς: εἰς τὴν γῆν δηλονότι. | |
8.45.1 | ὑποχωρεῖ: ἤγουν λάθρα ἐχώρησε. | |
8.45.2 | ξυνέτε‐ μεν: ἀντὶ τοῦ, εἰς ὀλίγον συνέστειλε. τοῖς ἑαυτῶν: ναύταις δηλονότι. ἐκ περιουσίας: ἤγουν πληθυσμοῦ. χείρω: ἤγουν ἄχρηστα ἐς μάχην ἢ ἀσθενῆ. δαπανῶντες ... ξυμ‐ | |
5 | βαίνει: περὶ ἀδηφαγίας ABMvc2 | |
8.45.3 | ὥστε δόντα χρήματα αὐτὸν πεῖσαι: ἔπειθεν ὁ Ἀλκιβιάδης τὸν Τισσαφέρνην δοῦ‐ ναι χρήματα τοῖς τριηράρχοις τῶν Πελοποννησίων, ἵνα ξυγχω‐ ρήσωσιν αὐτῷ ἀντὶ τῆς δραχμῆς τριώβολον τῷ στρατιώτῃ δι‐ | |
5 | δόναι Mvc2 ʃ ἡ σύνταξις οὕτως· ἐδίδασκεν ἔτι Τισσαφέρ‐ νην ὥστε δόντα χρήματα αὐτὸν πεῖσαι καὶ τοὺς τριηράρχους καὶ τοὺς στρατηγοὺς τῶν πόλεων, πλὴν τῶν Συρακουσίων, συγχωρῆσαι αὑτῷ ταῦτα. | |
8.45.6 | τοῖς ἰδίοις ... εἰκότως φει‐ δόμενον: εἰκότως φείδεσθαι διὰ τὸ ἐκ τῶν ἰδίων ἀναλίσκειν Mvc2 | |
8.46.2 | καθ’ ἕν: μέρος δηλονότι. εὐτελέστερα: ἀντί‐ κειται τῷ πολυτελεῖ τὸ εὐτελέστερα. ἀδαπανώτερα οὖν λέγει GMvc2 | |
8.46.3 | τὸν λόγον τε ξυμφορώτατον καὶ τὸ ἔργον ...: τοὺς Ἀθηναίους καὶ ἀπὸ τῶν ἔργων συμφορωτέρους εἶναι βα‐ σιλεῖ καταπολεμοῦντας τὴν Ἑλλάδα Mvc2 τοὺς μὲν γὰρ ξυγ‐ καταδουλοῦν ἂν ...: τοὺς μὲν γὰρ Ἀθηναίους θαλασσοκρα‐ | |
5 | τοῦντας οὐ μόνον ἑαυτοῖς καταδουλοῦν τοὺς Ἕλληνας, ἀλλὰ καὶ βασιλεῖ τοὺς ἐν τῇ βασιλέως οἰκοῦντας Mvc2 ἢν μή ποτε αὐτοὺς μὴ ἐξέλωσι: ἀντὶ τοῦ, καταδουλώσωνται τοὺς Ἀθη‐ ναίους Mvc2 | |
8.46.4 | καὶ ἀποτεμόμενον: ἀποτεμόμενον μεγίστην μοῖραν τῶν Ἀθηναίων, τουτέστι μεγίστων στερήσαντα αὐτούς Mvc2 | 414 |
8.46.5 | καὶ ἐκ περιόντος: ἤγουν ἐκ τοῦ ὑπερβάλλοντος. | |
8.47.1 | παρ’ ἐκείνοις: ἔμπροσθεν ἐκείνων. ἐπιθε‐ ραπεύων: ἤγουν μετὰ θεραπείας καὶ οἰκονομίας πραγματευό‐ μενος. εἰ μὴ διαφθερεῖ αὐτήν: ἤ, τὴν εἰς τὴν πατρίδα κάθοδον εἰ μὴ διαφθείρῃ· ἤ, αὐτὴν τὴν πατρίδα εἰ μὴ ἐάσῃ | |
5 | διαφθαρῆναι Mvc2 πεῖσαι δ’ ἄν: τοὺς Ἀθηναίους. | |
8.47.2 | ἐς τοὺς βελτίστους τῶν ἀνθρώπων: φρονιμωτάτους. | |
8.48.1 | τὴν πόλιν: τὰς Ἀθήνας. καὶ ὑποτείνον‐ τος αὐτοῦ: ἐλπίδας δηλονότι. | |
8.48.4 | κόσμου: εὐταξίας. σφίσι δὲ περιοπτέον εἶναι: αὐτοῖς δὲ περιαθρητέον εἶναι ὅπως μὴ στασιάσωσι GMvc2ʃ σκοπητέον. ὁμοίως ἐν τῇ θαλάσσῃ ὄντων: ὁμοίως ὥσπερ καὶ Ἀθηναίων κρατούντων τῆς θαλάτ‐ | |
5 | της Mvc2 | |
8.48.5 | τάς τε ξυμμαχίδας πόλεις ...: περὶ τῶν ξυμ‐ μαχίδων πόλεων, αἷς ὑπέσχοντο ὀλιγαρχίαν οἱ Ἀθηναῖοι ὡς καὶ αὐτοὶ ὀλιγαρχησόμενοι, σαφῶς ἔφη εἰδέναι περὶ τούτων ὁ Φρύνιχος ὅτι οὔτε αἱ ἤδη ἀφεστηκυῖαι προσχωρήσουσιν οὐδὲν | |
5 | μᾶλλον οὔτε αἱ ὑπήκοοι βεβαιότεραι ἔσονται Mvc2 τούς τε καλοὺς κἀγαθούς: ὑπερβατόν, τούς τε τοῦ δήμου καλοὺς καὶ ἀγαθοὺς ὀνομαζομένους· ὁ δὲ νοῦς· οὐκ ἐλάττω παρέχειν πράγματα ἤπερ τὸν δῆμον, ποριστὰς ὄντας καὶ εἰσηγητὰς τῶν κακῶν τῷ δήμῳ, τοὺς ὀνομαζομένους μὲν καλοὺς κἀγαθούς, | |
10 | τῶν δὲ κακῶν πάντων αἰτίους ὄντας τῷ δήμῳ, διὰ τὰ ἴδια κέρδη πράγματα παρέχοντας τοῖς τὴν ὀλιγαρχίαν καθιστᾶσι Mvc2 καὶ τὸ μὲν ἐπ’ ἐκείνοις εἶναι: τὸ εἶναι περιττόν. λέγει δὲ ὅτι ἤτοι ὅσον ἐπὶ τοῖς ὀλιγαρχικοῖς μᾶλλον ἢ ὅσον ἐπὶ τοῖς καλοῖς κἀγαθοῖς λεγομένοις οἱ ἄλλοι ἂν καὶ ἄκριτοι | |
15 | καὶ πρὸς βίαν ἀποθνήσκοιεν Mvc2 | |
8.48.7 | ἐπισταμένας: διδα‐ χθείσας. σαφῶς αὐτὸς εἰδέναι ...: καὶ αὐτὸς σαφῶς εἰ‐ δέναι ὅτι αἱ πόλεις ἐξ αὐτῶν τῶν ἔργων οὕτω φρονοῦσιν Mvc2 | |
8.49.1 | ὥσπερ καὶ τὸ πρῶτον αὐτοῖς ἐδόκει: ἐδόκει | |
γάρ, φησίν, αὐτοῖς καὶ τὸ πρῶτον τὰ παρόντα δέχεσθαι Mvc2 τοῦ ἐκεῖ δήμου: τὸν ἐν ταῖς Ἀθήναις· καὶ γὰρ ὁ ἐπὶ τῶν νεῶν ἐν τῇ Σάμῳ στρατὸς τῶν Ἀθηναίων δῆμος ἦν Mvc2 | 415 | |
8.50.1 | ἐνδέξονται αὐτήν: ἤγουν ἐνδιαθέτως καὶ γνησίως δέξονται. δείσας πρὸς τὴν ἐναντίωσιν ...: δείσας μὴ ὑπεναντίως τῇ γνώμῃ αὐτοῦ κατελθὼν ὁ Ἀλκιβιάδης κακώσῃ αὐτόν Mvc2 | |
8.50.2 | καὶ μετὰ τοῦ τῆς πόλεως ἀξυμφόρου: εἰ καὶ μετὰ τῆς πόλεως ἀξύμφορος Mvc2 ʃ ἤγουν εἰ καὶ ἀξύμ‐ φορον τοῦτο τῇ ἑαυτῶν πόλει G | |
8.50.3 | ἄλλως τε ...: ἄλλως τε οὐδὲ διενοεῖτο τιμωρεῖσθαι, καὶ ταῦτα μηδὲ συμμίσγοντα αὐτῷ Mv ἐς χεῖρας: ἤγουν εἰς ὁμιλίαν καὶ δεξίωσιν φιλικήν. προσέθηκέ τε, ὡς ἐλέγετο: τὸ ἑξῆς, προσέθηκε ἑαυτὸν | |
5 | Τισσαφέρνει G ʃ τὸ „ὡς ἐλέγετο“ κἀνταῦθα πρόσκειται ἐν‐ δεικτικὸν τοῦ περὶ τῶν ἀδήλων μὴ πάνυ διατείνεσθαι. τὸ δὲ προσέθηκεν ἀντὶ τοῦ προσέθετο Mvc2 ʃ ἡ διάνοια· καὶ Ἀστύ‐ οχος ἐνέδωκεν ἑαυτὸν τῷ Τισσαφέρνει τοῖς ἰδίοις κέρδεσιν, ὡς ἐλέγετο, καὶ περὶ τούτου καὶ περὶ τῶν ἄλλων, καὶ διὰ τοῦτο | |
10 | ὠλιγώρει μὴ ἐντελῆ μισθὸν ἐκδοῦναι Τισσαφέρνην τοῖς ναυτι‐ κοῖς. ἀνθήπτετο: ἀντέσχετο. | |
8.50.5 | ὅτι οὐ καλῶς ἐκρύφθη: ἀλλὰ ἀπεκαλύφθη δηλονότι. ᾧ ἂν τρόπῳ: ἤγουν ὅπως. | |
8.51.1 | ὅσον οὐ παροῦσαν: ἤγουν μετ’ ὀλίγον ἐλευσο‐ μένην. ὁρμουσῶν: αὐλιζουσῶν. | |
8.51.2 | ἐκ τοῦ τοιούτου: ἀντὶ τοῦ διὰ τὸ τοιοῦτον. λέγει δὲ τὸ μήνυμα τὸ τοῦ Φρυνί‐ χου Mvc2 μέλλουσα: τειχισθῆναι. | |
8.51.3 | δόξας δὲ ὁ Ἀλκι‐ βιάδης ...: τὰ παρὰ τοῦ Ἀλκιβιάδου γράμματα οὐδὲν ἔβλαψε τὸν Φρύνιχον, ἀλλὰ μᾶλλον ὠφέλησεν. ᾠήθησαν γὰρ οἱ Ἀθη‐ ναῖοι τὸν Ἀλκιβιάδην παρὰ μὲν τῶν πολεμίων μεμαθηκέναι | |
5 | ὅτι μέλλουσιν ἐπιθήσεσθαι Σάμῳ, κατεψεῦσθαι δὲ ταῦτα Φρυ‐ νίχου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν, ὅτι ἀναπείθει τοὺς πολε‐ μίους ἐπιθέσθαι Φρύνιχος Mvc2 | |
8.52.1 | δεδιότα μὲν τοὺς Πελοποννησίους ...: φησὶν | |
ὅτι ἐδεδίει μὲν ὁ Τισσαφέρνης τὴν ἰσχὺν τῶν Λακεδαιμονίων, ἐβούλετο δὲ ὅμως πεισθῆναι, εἰ δύναιτο, ὑπὸ Ἀλκιβιάδου μετα‐ θέσθαι πρὸς τοὺς Ἀθηναίους Mvc2 πιστευθῆναι: τοῖς | 416 | |
5 | Ἀθηναίοις. ἐπηλήθευσεν: ἀντὶ τοῦ ἀλήθειαν εἶπεν ἐπὶ τὸν τοῦ Ἀλκιβιάδου λόγον. ἀνεκτὸν εἶναι ξυγκεῖσθαι: ἀντὶ τοῦ ἀνεκτὴν εἶναι συνθήκην Mvc2 | |
8.53.1 | κεφαλαιοῦντες ἐκ πολλῶν: ἀντὶ τοῦ ἐκ πολλοῦ ἀποδεικνύντες Mvc2 ʃ ἤγουν κεφαλαιωδῶς καὶ ξυντετμημέ‐ νως λέγοντες. μάλιστα δὲ ὡς ἐξείη αὐτοῖς: ὁ δέ σύν‐ δεσμος ἀντὶ τοῦ δή κεῖται, ὡς καὶ ἐν τῇ πρώτῃ [3, 2] ἐν τῷ | |
5 | „καθ’ ἑκάστους δὲ ἤδη τῇ ὁμιλίᾳ“ Mvc2 | |
8.53.2 | καὶ ἐπιθεια‐ ζόντων: ἤγουν θεῖά τινα ἐπιβοωμένων. πρὸς πολλὴν ἀν‐ τιλογίαν καὶ σχετλιασμόν: πρὸς πολλοὺς ἀντιλέγοντας καὶ σχετλιαζομένους. σχετλιασμόν: ἤγουν δεινοπάθειαν. οὐκ‐ | |
5 | έτι ὄντων: χρημάτων δηλονότι. | |
8.53.3 | σωφρονέστερον: ἤγουν ταπεινότερον. | |
8.54.1 | χαλεπῶς ...: ἤγουν δυσανασχετῶν ἦν· σκληρὸς ἦν καὶ ἀνένδοτος. | |
8.54.4 | τάς τε ξυνωμοσίας αἵπερ ἐτύγχα‐ νον ...: ὅσαι ἦσαν ξυνωμοσίαι κατά τε τῶν ἀρχῶν καὶ τῶν δικῶν ἁπάσας ἐπελθὼν καὶ παρακελευσάμενος Mvc2 ἁπάσας ἐπελθὼν ...: ὁ Πείσανδρος εἰς πάσας τὰς συνωμοσίας ἐλθὼν | |
5 | παρεκελεύσατο, ὅπως πάντες ἐν αὐταῖς συστραφέντες μιᾷ γνώμῃ καταλύσωσι τὸν δῆμον Mvc2 ἐπὶ τοῖς παροῦσιν: κατὰ τῆς παρούσης δημοκρατίας Mvc2 | |
8.55.1 | ἐς δὲ τὴν γῆν: δηλονότι τῆς Ῥόδου. τοὺς προσ‐ βοηθήσαντας: τῇ χώρᾳ πορθουμένῃ. εὐφυλακτότερα γὰρ αὐτοῖς ἐγίγνετο: παραφυλάττειν γὰρ ἐντεῦθεν μᾶλλον ἐδύναντο τὰς τῶν Πελοποννησίων ναῦς, εἴ που ἀπαίροιεν | |
5 | Mvc2 | |
8.55.2 | διενοοῦντο: ἤγουν ἐμελέτων. | |
8.55.3 | ἐπεκβοηθη‐ σάντων δέ: ἤγουν ἐκδραμόντων εἰς βοήθειαν ἐπὶ τῷ συμ‐ βάντι. | |
8.56.1 | αὐτόθι: ἐν τῇ Χίῳ. | |
8.56.2 | εἶδος: τύπον, μηχανήν. | |
8.56.3 | ἐπειδὴ ἑώρα ...: ἐπειδὴ ἑώρα τὸν Τισσαφέρνην, καὶ εἰ τὰ μέγιστα λαμβάνοι, μηδὲ οὕτω ξυμβησόμενον πρὸς τοὺς Ἀθηναίους Mvc2 ξυμβασείοντα: ἐφιέμενον ξυμβῆναι. μὴ ἱκανὰ διδόναι: τῇ αἰτήσει δηλονότι. | 417 |
8.56.4 | ὑπὲρ παρόντος τοῦ Τισσαφέρνους: ἔμπροσθεν τοῦ Τισσαφέρνους. ὥστε τὸ τῶν Ἀθηναίων ...: ὥστε τοὺς Ἀθηναίους αἰτίους γε‐ νέσθαι τοῦ μὴ συμβῆναι καίπερ διδόντας τὰ αἰτούμενα Mvc2 | |
5 | ἠξίουν: Ἀλκιβιάδης καὶ Τισσαφέρνης Gf τὰς ἐπικειμένας: δηλονότι τῇ Ἰωνίᾳ. ξυνόδῳ: συνελεύσει, ὁμιλίᾳ. | |
8.56.5 | ἐν‐ ταῦθα δὴ οὐκέτι: ἀπὸ κοινοῦ τὸ συγχωρούντων ἀκουστέον GMvc2 | |
8.57.1 | παντάπασιν ἐκπεπολεμῶσθαι: ἤγουν εἰς τε‐ λείαν ἔχθραν ἐλθεῖν τοῖς Πελοποννησίοις. κενωθεισῶν τῶν νεῶν: ἀπολιπόντων αὐτὰς τῶν στρατιωτῶν διὰ τὸ μὴ λαμ‐ βάνειν μισθόν GMvc2 | |
8.57.2 | ἐπανισοῦν τοὺς Ἕλληνας: ἀντὶ τοῦ ἴσους αὐτοὺς ποιεῖν GMvc2 μεταπεμψάμενος οὖν: τὸ οὖν ἐκ τοῦ παραλλήλου. | |
8.58.1 | τρίτῳ καὶ δεκάτῳ ...: τρίται συνθῆκαι Λακε‐ δαιμονίων καὶ τῶν τούτοις συμμάχων πρὸς βασιλέα Δαρεῖον B | |
8.58.6 | λάβωσιν: εἰς τροφὴν δηλονότι τῶν νεῶν καὶ εἰς ἄλλην δαπάνην. | |
8.58.7 | πρὸς Ἀθηναίους ...: πρὸς Ἀθηναίους ἐὰν ἐθέλωσι διαλλάττεσθαι, ἀμφότεροι διαλλαττέσθωσαν Mvc2 | |
8.59.1 | ὥσπερ εἴρητο: ἐν ταῖς σπονδαῖς δηλονότι. | |
8.60.1 | ἐπιβουλεύοντες ἀπόστασιν τῆς Εὐβοίας: λα‐ θραίως ποιοῦντες τὸ ἀποστῆναι τὴν Εὔβοιαν ἀπὸ τῶν Ἀθη‐ ναίων. ἐπὶ γὰρ τῇ Ἐρετρίᾳ τὸ χωρίον ὄν: ἀντὶ τοῦ ἐπι‐ κείμενον γὰρ τῇ Ἐρετρίᾳ Mvc2 ἐπικαλούμενοι: ἤγουν ἐπὶ | |
5 | βοήθειαν καλοῦντες. | |
8.61.1 | τοῦ δ’ ἐπιγιγνομένου θέρους: ἔτος καʹ FMc2 πεζῇ: ἤγουν διὰ ξηρᾶς. ἀποστήσων: τῶν Ἀθηναίων δη‐ λονότι. | |
8.61.2 | ἔτυχον ... κεκομισμένοι: ἀντὶ τοῦ ἔλαβον. | |
ἐπιβάτης: οὐ τριήραρχος οὐδ’ ἄλλην ἀρχὴν ἔχων Mvc2 | 418 | |
8.61.3 | ἐρυμνόν: ὀχυρόν e10 ἤδη γὰρ καὶ ὀψὲ ἦν: ἤγουν ἑσπέρας ἤδη καταλαβούσης. | |
8.63.1 | τὴν ναυμαχίαν: τὴν γενομένην δηλονότι περὶ τὴν Χίον. ἐθάρσησεν: ἤγουν ἀγαθὰς ἔσχεν ἐλπίδας. | |
8.63.2 | ἀλ‐ λήλοις: κατὰ σφᾶς αὐτούς. | |
8.63.3 | ὑπὸ γὰρ ...: τὸ αἴτιον τῆς ὑποψίας. καίπερ ἐπαναστάντας αὐτοὺς: καίπερ ἐπανα‐ στάντων αὐτοῖς τοῖς ὀλιγαρχικοῖς τῶν δημοκρατούντων ὑπὲρ τοῦ μὴ ὀλιγαρχεῖσθαι Mvc2 | |
8.63.4 | ἀνεθήσεται: ἀφήσεται. τὰ πράγματα: ἡ ὀλιγαρχία. | |
8.64.1 | πράξοντας τἀκεῖ: ἤγουν καταστήσοντας τὰ ἐν Ἀθήναις. εἴρητο: προσετέτακτο. αἷς ἂν ἴσχωσιν: ἀντὶ τοῦ προσορμίσωνται Mvc2 καθιστάναι: ἤγουν νομοθετεῖν. | |
8.64.4 | καὶ γὰρ καὶ φυγὴ ...: καὶ γὰρ καὶ φυγάδες αὐτῶν ἦσαν παρὰ Πελοποννησίοις, πεφευγότες ὑπὸ Ἀθηναίων Mvc2 καὶ αὕτη: ἤγουν αὐτοὶ οἱ φυγάδες. ναῦς: Λακεδαιμονίων. κομίσαι: εἰς τὴν Λακεδαίμονα δηλονότι. | |
8.64.5 | σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις ...: εὐβουλότεραι γὰρ γενόμεναι ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ὑπὸ τῶν Ἀθη‐ ναίων ὑπούλου εὐνομίας οὐδὲν φροντίσαντες· τοῦτο γάρ ἐστι | |
5 | τὸ προτιμήσαντες Mvc2 ʃ ἄλλως· οὐ προτιμήσαντες, οὐ προτιμο‐ τέραν σχόντες. | |
8.65.2 | ἀνεπιτηδείους: τῇ ὀλιγαρχίᾳ δηλονότι. κρύ‐ φα: κρύβδην ἤτοι λάθρα e10 | |
8.65.3 | λόγος τε ἐκ τοῦ φανε‐ ροῦ ...: λόγος τε ἐν τῷ φανερῷ ἐκ παρασκευῆς ἐλέγετο Mvc2 | |
8.66.1 | εὐπρεπὲς πρὸς τοὺς πλείους: πιθανὸν πρὸς τοὺς πολλούς. εὐπρεπὲς μὲν ἦν πρὸς τοὺς πλείους, ὅμως δὲ ὀλίγοι οἱ μεθιστάντες τά [τε] πράγματα ἔμελλον καὶ ἄρξειν αὐτῶν. βουλὴ ἡ ἀπὸ τοῦ κυάμου: κλήρους ἔβαλον κυά‐ | |
5 | μους, καὶ οἱ λαχόντες συνήρχοντο εἰς τὴν βουλήν. ξυνεστῶσι: συνωμόταις. ἀλλὰ καὶ οἱ λέγοντες ἐκ τούτων ἦσαν: ἤγουν οἱ δημηγοροῦντες ἦσαν ἐκ τῶν καταλυσάντων τὴν δη‐ | |
μοκρατίαν. προυσκέπτετο: πρὶν ἐλθεῖν ἐς τὴν συλλογήν. | 419 | |
8.66.2 | ἐπιτηδείου: ἀντὶ τοῦ εὐπροσώπου GMvc2 ʃ ἐσκεμμένου. δικαίωσις: ἀντὶ τοῦ κόλασις ἢ εἰς δίκην ἀπαγωγή GMvc2 ʃ ἤτοι κρίσις. κέρδος ὁ μὴ πάσχων τι βίαιον ...: ὁ μηδὲν πάσχων βίαιον κέρδος ἡγεῖτο τὸ μηδὲν πάσχειν Mvc2 καὶ τὸ | |
5 | ξυνεστηκὸς πολὺ πλέον ἡγούμενοι ...: καὶ τοὺς συν‐ εστῶτας κατὰ τοῦ δήμου πλείονας νομίζοντες εἶναι, ἤπερ ὅσοι ἦσαν, τεταπείνωντο ταῖς γνώμαις Mvc2 διὰ τὸ μέγεθος τῆς πόλεως ...: διὰ τὸ μέγεθος τῆς πόλεως ἠγνόουν τοὺς συν‐ εστῶτας, καὶ οὐκ ἐδύναντο αὐτοὺς ἐξευρεῖν· καὶ διὰ τὸ κρύφα | |
10 | δὲ ἐκείνους πράττειν οὐκ ἐδύναντο εὑρεῖν αὐτούς Mvc2 | |
8.66.4 | κατὰ δὲ ταὐτὸ τοῦτο: κατὰ τὸ ἀγνοεῖν τοὺς ἐκ τῆς ὀλιγαρχίας οὐκ ἦν δυνατὸν (τουτέστιν ἀσφαλὲς) ἀγανακτήσαντά τινα τοῖς πραττομένοις ἀπολοφύρασθαι παρὰ τῷ πέλας Mvc2 | |
8.66.5 | ἀλλή‐ λοις γὰρ ἅπαντες ...: τὸ μὲν ἀλλήλοις ἀντὶ τοῦ ἄλλος ἄλλῳ, τὸ δὲ ὡς μετέχοντα ἀντὶ τοῦ ὡς μετέχοντι Mvc2 καὶ τὸ ἄπι‐ στον οὗτοι ...: καὶ οἱ μὴ δοκοῦντες μὲν ὅλως ὀλιγαρχικοὶ | |
5 | εἶναι, ὄντες δὲ ἐν τῇ συνωμοσίᾳ, μεγάλως ἐποίησαν ἀπιστεῖν αὐτοὺς ἀλλήλοις. ἢ ἀπιστεῖν αὐτοὺς ἐποίησαν ὅτι ἐστὶ συνωμοσία vc2 ἐς τὴν τῶν ὀλίγων ἀσφάλειαν ὠφέλησαν: ὠφέλη‐ σαν ὥστε ἐν ἀσφαλείᾳ εἶναι, ἀπιστεῖν ὅλως ποιήσαντες τοὺς πολλοὺς ἀλλήλοις. ἐκείνων γὰρ τῶν μὴ ἄν ποτε νομισθέντων | |
10 | ὀλιγαρχίας κοινωνήσειν μετασχόντων τῆς συνωμοσίας οὐδεὶς οὐδενὶ ἔτι ἐπίστευεν Mvc2 | |
8.67.1 | εἶπον γνώμην: βουλήν. ἄριστα: ἤγουν ὠφε‐ λιμώτατα. | |
8.67.2 | ἡ ἡμέρα ἐφῆκε: ἀντὶ τοῦ παρῆν ἡ ἡμέρα GMc2 | |
8.67.3 | ἐκ τοῦ αὐτοῦ κόσμου: ἐκ τῆς παλαιᾶς καὶ δη‐ μοτικῆς καταστάσεως vc2 ʃ ἤγουν ἐκ τῆς δημοκρατίας. | |
8.68.1 | Ἀντιφῶν: ὁ τοῦ παρόντος συγγραφέως δι‐ δάσκαλος. δεινότητος: ῥητορείας. πλεῖστα ...: πλεῖστα εἷς ἀνὴρ δυνάμενος ὠφελεῖν ἐν τῷ συμβουλεύειν GMvc2 | |
8.68.2 | ἄρι‐ στα: τὸ ἑξῆς, ἄριστα ἀπολογησάμενος. ὑπὲρ αὐτῶν τού‐ των ...: ὑπὲρ τῆς αἰτίας τῆς τούτων, τουτέστι τῶν κατὰ τὴν ὀλιγαρχίαν, ὡς συγκαταστήσας Mvc2 | 420 |
8.68.3 | εἰδότα αὐτόν: τὸν Ἀλκιβιάδην Mvc2 ὑπέστη: ὑπέσχετο. φερεγγυώτατος: ἱκανώτατος Mvc2 | |
8.68.4 | χαλεπὸν γὰρ ...: τὸ αἴτιον τοῦ με‐ γέθους τοῦ ἔργου. | |
8.69.1 | δ’ Ἀθηναῖοι: τὸ δέ ἀντὶ τοῦ δή ὡς καὶ ἐν τῇ πρώτῃ [3, 2] ἐν τῷ „καθ’ ἑκάστους δὲ ἤδη τῇ ὁμιλίᾳ“ G ἐν τάξει: παρατάξει. | |
8.69.2 | εἴρητο ἡσυχῇ ...: κρύφα εἴρητο παρ’ αὐτοῖς τοῖς ὅπλοις μηδ’ ἐν τῇ εἰθισμένῃ χώρᾳ, ἔνθα ἐφύλατ‐ τον, μένειν Mvc2 | |
8.69.4 | εἴ τί που δέοι χειρουργεῖν: διαχει‐ ρίσασθαί τινα καὶ ἀναιρεῖν Mvc2 ἀπὸ τοῦ κυάμου: τουτ‐ έστι διὰ ψηφισμοῦ ᾑρημένοις. ἔφερον δὲ αὐτοῖς: τοῖς ἀπὸ τοῦ κυάμου βουλευταῖς Mvc2 | |
8.70.1 | σφῶν: ἐκ σφῶν. ἀπεκλήρωσαν: ἤγουν διὰ κλήρου ἀποκατέστησαν. πολὺ μεταλλάξαντες τῆς τοῦ δή‐ μου διοικήσεως: μεταθέντες τὴν πολιτείαν Mvc2 ἔνεμον: ἐνέμοντο καὶ ἐκαρποῦντο Mvc2 ʃ διεξῆγον G | |
8.70.2 | ὑπεξαιρε‐ θῆναι: εἰς τὴν ἀρχήν. | |
8.71.1 | ἐλπίσας ἢ παραχθέντας ...: ἤλπισε ῥᾳδίως κρα‐ τήσειν τῶν Ἀθηναίων τοὺς Πελοποννησίους, καὶ ὡς αὐτοὶ βούλονται οἱ Πελοποννήσιοι· ἴσως δὲ καὶ παραχρῆμα χειρώ‐ σεσθαι τὴν πόλιν ἔνδοθέν τε τεθορυβημένην διὰ τὴν στάσιν | |
5 | καὶ ἔξωθεν διὰ τοὺς πολεμίους ἐγγὺς προσελθόντας τῇ πόλει τῶν Ἀθηναίων Mvc2 | |
8.72.1 | καίτοι οὐ πώποτε Ἀθηναίους ...: τοὺς Ἀθηναίους, διὰ τὸ ἀεὶ πρὸς ὑπερορίους πολεμίους πολέμους εἶναι καὶ τοὺς πολλοὺς αὐτῶν ἀποδημεῖν, οὐδεπώποτε οὕτως ἐν μεγάλῳ πράγματι γεγενῆσθαι, ὥστε ἀθρόους πεντακισχι‐ | |
5 | λίους συνελθεῖν σκεψομένους περὶ τῶν κοινῶν. δηλοῦται δὲ ἐντεῦθεν ὅτι οἱ τετρακόσιοι δημοκρατικωτέραν τῆς πρόσθεν | |
ἐπηγγέλλοντο ποιήσειν τὴν πολιτείαν πεντακισχιλίους κοινω‐ νοὺς παραλαβόντες, ὅσοι οὐδεπώποτε πρότερον βουλευσόμενοι συνῆλθον Mvc2 | 421 | |
8.72.2 | σφᾶς τε ...: κακοῦ τῆς ὀλιγαρχίας λέγει, φησὶ δὲ ὅτι, μὴ ἀφορμὴν καὶ ἀρχὴν λαβοῦσα ἡ ὀλιγαρχία ἀπὸ τῶν ἐν Σάμῳ καταλύσῃ τοὺς τετρακοσίους Mvc2 | |
8.73.2 | καὶ ὄντες δῆμος: καὶ δημοκρατίαν καταστή‐ σαντες vc2 καὶ ἔμελλον τοῖς ἄλλοις ὡς δήμῳ ὄντι ἐπι‐ θήσεσθαι: ἔμελλον τοὺς μὴ συνομόσαντας καταλύσειν vc2 οὐ διὰ δυνάμεως ... φόβον: οὐ φοβούμενοι τὴν δύναμιν | |
5 | οὐδὲ τὸ ἀξίωμα αὐτοῦ vc2 παρὰ σφίσιν: παρὰ σφίσιν ἦσαν, ὅτι ἐδίδουν αὐτοῖς πίστιν σῶας ἔσεσθαι. | |
8.73.4 | τῷ δὲ ὁπλι‐ τεύοντι: ἀντὶ τοῦ ὁπλιτικοῦ ἄρχοντι. οὐκ ἠξίουν περι‐ ιδεῖν: οἱ πλείονες ἐδέοντο οὐ περιιδεῖν. ʃ περιφρονῆσαι, παρα‐ βλέψαι e10 αὐτούς: Θρασύβουλον καὶ Θράσυλλον καὶ τοὺς | |
5 | ἄλλους. σφᾶς: τοὺς πλείονας. ἐς τοῦτο ξυνέμεινεν: ἤτοι μέχρι δεῦρο μεμένηκεν, ἢ ἐν τούτῳ τύχης μεμένηκεν Mvc2 | |
8.73.5 | ἕνα ἕκαστον μετῇσαν: ἀντὶ τοῦ ἐδέοντο ἑκάστου Mvc2 ʃ μετήρχοντο μὴ συγχωρεῖν e10 τοὺς Παράλους: τοὺς ἐκ τῆς νεὼς τῆς Παράλου GMvc2 καὶ μὴ παρούσῃ ἐπικειμένους: ἀχθομένους ὀλιγαρχίᾳ, καὶ εἰ μὴ εἶναι τύχοι Mvc2 ʃ ἐναντιου‐ | |
5 | μένους e10 αὐτοῖς: τοῖς ἐκ τῆς Σάμου δημοκρατικοῖς Mvc2 ʃ τοῖς Σαμίοις e10 | |
8.73.6 | οἱ τῶν Σαμίων πλείονες: οἱ δημο‐ κρατικοί Mvc2 ἐζημίωσαν: κατεδίκασαν e10 | |
8.74.1 | ἐς τὴν μετάστασιν: εἰς τὸ καταλῦσαι τὴν ὀλιγαρχίαν Mvc2 | |
8.74.3 | ἐπὶ τὸ μεῖζον πάντα δεινώσας: ἤγουν εἰς τὰ δεινότατα τῷ λόγῳ ἐπάρας. λαβόντες εἴρξειν: τὸ εἴρξειν ἀντὶ τοῦ εἶρξαι κεῖται. τὸ δέ, ἵνα, ἢν μὴ ὑπακούσωσι. τεθνήκωσιν, ἵνα [μὴ] ἂν μὴ ὑπακούσωσιν οἱ ἐν Σάμῳ, ἀπο‐ | |
5 | θάνωσιν αὐτῶν οἱ προσήκοντες Mvc2 | |
8.75.2 | τῆς μεταβολῆς: τῆς ἀπὸ ὀλιγαρχίας εἰς δημο‐ κρατίαν. | |
8.76.1 | οἱ μὲν τὴν πόλιν: ἤγουν οἱ ἐν Σάμῳ τὰς Ἀθή‐ νας. οἱ δέ: οἱ ἐν Ἀθήναις. | 422 |
8.76.3 | ἡ πόλις αὐτῶν: ἤγουν αἱ Ἀθῆναι. | |
8.76.4 | καὶ εἰ ἐκεῖθεν ὡρμῶντο: ἤγουν τὸ ἐνδόσιμον ἔχουσιν ἐκεῖθεν, ἤγουν ἀπὸ τῶν Ἀθηνῶν, αἱ πόλεις. ʃ ἐκ τῆς Σάμου GMvc2 ὡρμῶντο: λέγειν δή. οὐκ ἀσθενῆ, ἀλλ’ ...: ἰσχυρίζει ὅτι οὐκ ἀσθενὴς ἦν ἡ Σάμος, ἥτις μονονουχὶ ἐκρά‐ | |
5 | τησε τῆς θαλάσσης πολεμοῦσα πρὸς τοὺς Ἀθηναίους. | |
8.76.5 | ἐν τῇ Σάμῳ προκαθημένους ...: ἐγίνετο παραίνεσις ὅτι δεῖ αὐτοὺς ἐν Σάμῳ προκαθημένους πρότερον κρατεῖν τοῦ ἐς τὸν Πειραιᾶ ἔσπλου, καὶ ὅτι νῦν, εἰ μὴ βούλονται ἀποδοῦναι τὴν | |
5 | δημοκρατίαν αὐτοῖς οἱ τετρακόσιοι, ἐν τούτῳ δυνάμεως αὐτοὶ καθεστᾶσιν, ὥστε τοὺς τὴν πόλιν κατέχοντας εἴργειν δύνασθαι τῆς θαλάττης αὐτοὶ μᾶλλον ἤπερ ὑπ’ ἐκείνων εἴργεσθαι Mvc2 καταστήσονται: οἱ ἐν Ἀθήναις δηλονότι. ʃ τοῦ κρατεῖν τὸν πλοῦν τοῦ Πειραιῶς e10 αὐτοί: οἱ Σάμιοι e10 ἐκείνους: | |
10 | τοὺς τετρακοσίους e10 | |
8.76.6 | ἐπορίζοντο: αὐτῇ τῇ Σάμῳ e10 μήτε βούλευμα χρηστόν ...: ἡ διάνοια· περὶ ὀλίγου ποιη‐ τέον ὅτι ἡ πόλις αὐτῶν ἀφέστηκεν. ἐπειδὴ ἡ βουλὴ αὐτῆς ἦν κυρία, εἴωθε εἶναι τῶν στρατοπέδων ἡ πόλις. νῦν αὕτη οὐκ | |
5 | ἔστι χρηστή, ἀλλὰ ἐν αὐτοῖς τοῖς στρατοπέδοις ἡμάρτηκε ἐν τῷ καταλύειν τοὺς νόμους, καὶ ὠμῶς ἀναγκάζειν βούλεται τοὺς στρατιώτας πολεμεῖν διὰ τὴν σωτηρίαν αὐτῆς. τοὺς μέν: τοὺς τετρακοσίους e10 προσαναγκάζειν: ἀπὸ κοινοῦ τὸ σώ‐ ζειν Mvc2 ὥστε οὐδὲ τούτους ...: δυνάμει τοιοῦτόν ἐστιν· | |
10 | οὐ χρὴ τούτους, οἵτινες ἄν τι παρ’ αὑτοῖς χρηστὸν βουλεύ‐ σωνται, χείρους ἐκείνων νομίζειν Mvc2 βουλεύοιεν: ἔμελλον βουλεύειν e10 χείρους: τοῦ βουλεύματος τοῦ ἐν τῇ πόλει. | |
8.78.1 | διεβόων: ἤγουν διάτορον ἐβόων. τοῦ μέν: τοῦ Ἀστυόχου. οὐδέπω ἐν τῷ αὐτῷ εἰσιν: ἤγουν οὐχ ὁμονοοῦσι. ὄνομα ...: κατὰ τὸ ὄνομα μέν, ἀλλ’ οὐ κατὰ τὸ ἔργον κινδυνευούσας. διατριβῆναι: διαφθαρῆναι. ʃ ἀπο‐ | |
5 | λεῖν τὸν χρόνον. κακοῖ τὸ ναυτικόν: ἤγουν εἰς κακοπά‐ | |
θειαν ἐμβάλλει. ἐνῆγον: παρεκίνουν e10 | 423 | |
8.79.1 | ἀπὸ ξυνόδου: ἤγουν ἀπὸ ὁμονοίας. ʃ ξυνελεύ‐ σεως e10 | |
8.79.2 | ὁρμοῦσαι: αὐλίζουσαι. πρὸς τὴν Μυκάλην: κατὰ τὸ τῆς Μυκάλης μέρος. | |
8.79.3 | ναυμαχησείοντας: μέλ‐ λοντας ναυμαχήσειν ἢ ἐπιθυμοῦντας ναυμαχήσειν e10 | |
8.79.5 | τῇ ὑστεραίᾳ: ἐσομένη ἡμέρα e10 | |
8.80.1 | κακῶς διδόντος: σὺν κακώσει. | |
8.80.3 | χειμα‐ σθεῖσαι: ἤγουν ταραχθεῖσαι ὑπὸ χειμῶνος. καὶ αἱ μὲν Δήλου ...: ὑπερβατόν. τὸ δὲ ἑξῆς, καὶ αἱ μὲν πλείους Δήλου λαβόμεναι μετὰ Κλεάρχου καὶ ὕστερον πάλιν ἐλθοῦσαι εἰς Μί‐ | |
5 | λητον, αἱ δὲ μετὰ Ἑλίξου τοῦ Μεγαρέως στρατηγοῦ δέκα εἰς τὸν Ἑλλήσποντον διασωθεῖσαι, Βυζάντιον ἀφιστᾶσι Mvc2 μετὰ Κλεάρχου: οὖσαι. ἦρχεν: τοῦ στόλου τοῦ λοιποῦ δηλονότι. ἀφιστᾶσι: ἀφιστάω ἀφιστῶ καὶ ἐκ τούτου ῥῆμα εἰς μι· ἀφί‐ στημι, ἀφίστης, ἀφίστησι, τὸ τρίτον τῶν πληθυντικῶν ἀφι‐ | |
10 | στᾶσι e10 | |
8.81.1 | κατάγειν: κατέρχεσθαι e10 καὶ τέλος ἀπ’ ἐκκλησίας: ἤτοι ἐν ἐκκλησίᾳ, καὶ οὐκ ἄλλως ἢ ἐν μιᾷ ἐκκλη‐ σίᾳ Mvc2 | |
8.81.2 | τήν τε ἰδίαν ξυμφορὰν τῆς φυγῆς ἐπῃτιά‐ σατο: ἐπῃτιάσατο τοὺς Ἀθηναίους περὶ τῆς ἰδίας ξυμφορᾶς τῆς κατὰ τὴν φυγήν Mvc2 ἀνωλοφύρατο: ἤγουν τὰ ἑαυτοῦ πάθη μετὰ ὀλοφυρμοῦ διηγήσατο. καὶ οἱ ἐν τῇ Σάμῳ: | |
5 | ἤγουν οἱ Ἀθηναῖοι. διαβάλλοιντο: ὑβρίζοιντο. | |
8.81.3 | ἐπι‐ κομπῶν: ἤγουν κομπωδῶς λέγων. ἕως ἄν τι τῶν ἑαυτοῦ λείπηται: μέχρις ἂν ἐξαρκῇ τὰ Τισσαφέρνους. τῶν ἑαυτοῦ: Τισσαφέρνους δηλαδή. ἢν Ἀθηναίοις πιστεύσῃ: ἂν Τισ‐ | |
5 | σαφέρνης πιστοὺς κρίνῃ τοὺς Ἀθηναίους, οὐκ ἀπορήσειν αὐ‐ τοὺς τροφῆς, μέχρις ἂν ἐξαρκῇ τὰ Τισσαφέρνους Mvc2 ἐξαρ‐ γυρῶσαι: ἤγουν ἀργυρίου πωλῆσαι. εἰ σῶς αὐτὸς ...: εἰ ἀνασωθεὶς Ἀλκιβιάδης ὀπίσω ἀνάδοχος γένοιτο Mvc2 αὐτῷ: δι’ αὐτοῦ τοῦ Τισσαφέρνους. | |
8.82.1 | ἠλλάξαντο: ὠνήσαντο διὰ τὸ αὐτίκα. | |
8.82.3 | ἐκεί‐ νου: τοῦ Τισσαφέρνους. τῷ μὲν Τισσαφέρνει ... ἐκεί‐ νοις δέ: διὰ τοῦ Τισσαφέρνους ... διὰ ἐκείνων προσέτι. | 424 |
8.83.1 | διεβέβληντο: ἤγουν εἰς διαβολὴν καὶ λοι‐ δορίαν τὴν κατὰ τοῦ Τισσαφέρνους, ἐν διαβολῇ εἶχον. | |
8.83.2 | ξυν‐ ηνέχθη γὰρ αὐτοῖς ...: τῶν Ἀθηναίων ἐπιπλευσάντων τῇ Μιλήτῳ καὶ βουλομένων διαναυμαχεῖν τοῖς Πελοποννησίοις, τῶν δὲ Πελοποννησίων οὐκ ἀντιταχθέντων αὐτοῖς, ἀλλ’ ἀπο‐ | |
5 | δειλιασάντων, ὁ Τισσαφέρνης καταφρονήσας αὐτῶν πολὺ ὀκνη‐ ρότερον ἤπερ πρότερον παρεῖχεν αὐτοῖς τὸν μισθόν. τοῖς οὖν Πελοποννησίοις, καὶ πρότερον μισοῦσιν αὐτὸν ὡς φθείροντα τὰ πράγματα, συνέβη τότε, διὰ τὸ μὴ προθύμως μισθοδοτεῖν, ἐπιτεῖναι τὸ εἰς αὐτὸν μῖσος Mvc2 ʃ τὸ ἑξῆς, συνηνέχθη ἤτοι | |
10 | ἠκολούθησεν αὐτοῖς ἐπιδεδωκέναι καὶ τὸν Τισσαφέρνην πολλῷ ἀρρωστότερον γενόμενον ἐς τὴν μισθοδοσίαν [τὸν ἐπίπλουν] διὰ τὸν ἐπίπλουν τῶν Ἀθηναίων ἐς τὴν Μίλητον, ὡς οὐκ ἠθέλησαν ἀνταγαγόντες ναυμαχῆσαι· καὶ αὖθις συνηνέχθη ἐπιδεδωκέναι τοῦτο δηλονότι τὸ μισεῖσθαι διὰ τὸν Ἀλκιβιάδην | |
15 | ἐς τὸ μισεῖσθαι ὑπ’ αὐτῶν καὶ πρότερον. ἢ ἄλλως καὶ ἄμει‐ νον· συνηνέχθη καὶ τὸν ἐπίπλουν ἐπιδεδωκέναι τὸν Τισσα‐ φέρνην γενόμενον πολλῷ ἀρρωστότερον, καὶ εἰσέτι αὐτὸν ἐπι‐ δεδωκέναι ἐς τὸ μισεῖσθαι αὐτὸν πρότερον καὶ ἑκάτερον ἐς τὴν μισθοφορίαν, δηλονότι διὰ τὸν Ἀλκιβιάδην. | |
8.83.3 | καί τι‐ νες καὶ τῶν ἄλλων ...: ἀπὸ κοινοῦ τὸ ἀνελογίζοντο, οὐ μόνοι 〈οἱ〉 στρατιῶται· ἀνελογίζοντο δὲ τὰ ἐπιφερόμενα Mvc2 ἢ ἀπαλλάξεται ὅθεν: ἤγουν ἀποστήσεται εἰς τόπον ὅθεν. ʃ | |
5 | ἀποδημήσει G ἐπιφέροντα ὀργάς: τὸ ἐπιφέρειν ὀργὴν ἐπὶ τοῦ χαρίζεσθαι καὶ συγχωρεῖν ἔταττον οἱ ἀρχαῖοι. μάρτυς Κρατῖνος ἐν Χείρωσι [fr. 230] λέγων „τὴν μουσικὴν ἀκο‐ ρέστους ἐπιφέρειν ὀργὰς βροτοῖς σώφροσιν“ ἀντὶ τοῦ χαρίζε‐ σθαι τοῖς σώφροσιν Mvc2 | |
8.84.2 | καὶ τῷ γε Δωριεῖ: τῷ Ἑρμοκράτει. καὶ ἐπανήρατο τὴν βακτηρίαν: ἀντὶ τοῦ ἐπανετείνατο ὡς πλήξων Mvc2 | 425 |
8.84.3 | οἷα δή: καθάπερ. ἐγκραγόντες: ἤγουν μετὰ μεγάλης βοῆς ἀπειλήσαντες. | |
8.85.1 | κατὰ δὴ τοιαύτην διαφορὰν ὄντων αὐ‐ τοῖς τῶν πραγμάτων: τῶν Πελοποννησίων ἐν τοιαύτῃ δια‐ φορᾷ πρός τε Τισσαφέρνην καὶ Ἀστύοχον καθεστώτων Mvc2 | |
8.85.2 | δίγλωσσον: καὶ τὴν βάρβαρον καὶ τὴν Ἑλλάδα γλῶσσαν ἐπιστάμενον Mvc2 φυγόντος: ἀντὶ τοῦ φυγάδος γενομένου. | |
8.86.3 | οἰκεῖοι αὐτῶν: τῶν στρατιωτῶν. | |
8.86.7 | ἀντέ‐ χειν: ἤγουν ἀνθίστασθαι. ʃ τοῖς πολεμίοις. | |
8.86.9 | περιπλεῖν: περιζητεῖν. ἀπὸ τῶν τετρακοσίων ...: ἄγοντες πρέσβεις, οἵτινες ἀπὸ τῶν τετρακοσίων ἀπεστάλησαν εἰς Λακεδαίμονα Mvc2 πρέσβεις: τοὺς Ἀργείους. | |
8.87.1 | ἀττικίζοντι: ἤγουν τὰ τῶν Ἀθηναίων φρο‐ νοῦντι. ὅσῳ: καιρῷ e10 | |
8.87.3 | πολλαχῇ εἰκάζεται: ἤγουν κατὰ πολλοὺς τρόπους ἐν στοχασμῷ κεῖται. οἱ μὲν γάρ: λέ‐ γουσι δηλονότι. οἱ δέ: εἴκαζον λέγοντες e10 ἐκχρηματί‐ σαιτο: ἀντὶ τοῦ πράξαιτο ἀργύριον Mvc2 ʃ χρήματα λάβοι. ʃ | |
5 | χρήματα συλλέξῃ ἀφεὶς τοὺς Φοίνικας ἐς τὴν Ἄσπενδον προ‐ αγαγών, ἤτοι προενεγκών e10 | |
8.87.4 | ἀνοκωχῆς: ἀναπαύσεως e10 ἐκεῖσε: ἤγουν ἐς τὴν Ἄσπενδον. διέμελλε: ἐβράδυνε e10 κομίσας: τὰς ναῦς. ἀντιπάλως: ἤγουν ἰσοπάλως. ἀνθ‐ ώρμουν: ἀντέπλεον e10 | |
8.87.5 | ὁ δὲ χάριν ἂν δήπου ἐν τούτῳ μείζω ἔτι ἔσχεν: ἤτοι χάριν μείζονα παρέσχεν ἂν βασιλεῖ, ἢ χάριτος μείζονος ἠξιώθη Mvc2 | |
8.87.6 | αὐτοῦ: τοῦ Τισσαφέρνους e10 | |
8.88.1 | ἐλθεῖν: αὐτὰς ἐλθεῖν τοῖς Πελοποννησίοις e10 αὐτόν: τὸν Τισσαφέρνην e10 δι’ αὐτὸ σφίσιν ἀναγκά‐ ζοιτο προσχωρεῖν: ὁ Τισσαφέρνης διὰ τὸ ὑποπτεύεσθαι ὑπὸ τῶν Πελοποννησίων Mvc2 ὁ μέν: ὁ Ἀλκιβιάδης e10 | |
8.89.1 | ὡς κελεύει: ὅτι κελεύει ἀντιβαίνειν τοῖς πο‐ | |
λεμίοις e10 κἀκείνοις: τοῖς Σαμίοις e10 τὸ στράτευμα: τὸ ἐν τῇ Σάμῳ δηλονότι. περιέσεσθαι: περιγενήσεσθαι e10 ἀπαλλαγέντας: ἀπαλλαγέντας ἂν καὶ ἀπαλλαγησομένους e10 | 426 | |
5 | 〈ἐπέρρωσαν〉: οἱ πεμφθέντες πρέσβεις τῶν τετρακοσίων e10 | |
8.89.2 | ἀδεῶς (δέ, ὡς): ἀφόβως e10 τοῦ ἄγαν ἐς ὀλίγους ἐλ‐ θεῖν: ἤγουν τῆς ἀκριβοῦς ὀλιγαρχίας. ἀλλὰ τοὺς πεντα‐ κισχιλίους ...: οὐκ ἀντίκειταί τινι τὸ ἀλλά, ὡς λέγομεν, οὐ τόδε, ἀλλὰ τόδε· ἔστι δὲ παρακελευστικόν, ὡς καὶ παρ’ Ὁμή‐ | |
5 | ρῳ [Ν 292]· ἀλλ’ ἄγε, μηκέτι ταῦτα λεγώμεθα. ἡ δὲ διάνοια· οἱ περὶ τὸν Θηραμένην ἄρχοντες τότε τῆς ὀλιγ‐ αρχίας καὶ μετασχόντες αὐτῆς ἐν πρώτοις, ὀρεγόμενοι δὲ δη‐ μοκρατίας, ἔλεγον, οὐχ ὅτι ἀπαλλακτικῶς ἔχουσι τῆς ὀλιγαρχίας | |
10 | (ὅπερ ἦν ἀληθές), ἀλλ’ ὅτι φοβοῦνται τοὺς ἐν Σάμῳ καὶ Ἀλ‐ κιβιάδην καὶ τοὺς ἀπιόντας εἰς Λακεδαίμονα πρέσβεις, μή τι οὗτοι κακὸν ἐργάσωνται τὴν πόλιν ὀλιγαρχίας γενομένης. ἤδη οὖν ἠξίουν τοὺς πεντακισχιλίους καθιστάναι Mvc2 | |
8.89.3 | πολι‐ τικόν: ἤγουν δημοκρατικόν. αὐθημερόν: ἤγουν ἐν μιᾷ ἡμέρα. οὐχ ὅπως ...: οὐχ ἵνα ἴσοι ὦσιν e10 εἶναι: ἠξίου εἶναι e10 ἐκ δὲ δημοκρατίας αἱρέσεως γιγνομένης ...: | |
5 | ἀντὶ τοῦ, ἐν δημοκρατίᾳ δὲ ἄρχοντός τινος αἱρεθέντος ἢ πρω‐ τεύοντός τινος ῥᾳδίως φέρουσιν οἱ μὴ τυχόντες τῶν ὁμοίων· οὐ γὰρ ὁμοίου ἀνδρὸς νομίζουσιν, ἀλλὰ κρείττονος ἐλαττοῦ‐ σθαι Mvc2 ῥᾷον: ῥᾴδιον τὸ ἁπλοῦν, ῥᾷον τὸ συγκριτικόν, ῥᾷστον τὸ ὑπερθετικόν e10 ἐπῇρε: παρεκίνησε e10 | |
8.90.1 | τῷ τοιούτῳ εἴδει: τῷ τῆς δημοκρατίας δηλονότι. ἤγουν καταστάσει. ἀνὴρ ἐν τοῖς μάλιστα: τοῖς ἰσχυροτά‐ τοις. κατέστησαν: ὀλιγαρχίαν. σφῶν ter: αὐτῶν e10 καὶ τὸ ἐν τῇ Ἠετιωνίᾳ καλουμένῃ τεῖχος ἐποιοῦντο: Ἠετι‐ | |
5 | ωνία, τόπος πλησίον Πειραιέως Patm. | |
8.90.2 | αὐτοῦ: ἤγουν ἐν Ἀθήναις. ὅστις καὶ ὁπωσοῦν ἀνεκτός: ὅστις τρόπος. τουτέστιν, ᾡτινιοῦν ἀνεκτῷ τρόπῳ Mvc2 | |
8.90.3 | ἦν δὲ τοῦ τεί‐ | |
χους ἡ γνώμη: ἤγουν ὁ σκοπὸς τῆς ἀνοικοδομίας τοῦ τείχους. οὐχ ἵνα ...: οὐχ ἵνα μὴ δέξωνται ἐς τὸν Πειραιᾶ τοὺς ὄντας ἐν Ξάμῳ, ἐὰν ἐπιπλέωσι βίᾳ, ἀλλ’ ἵνα τοὺς πολεμίους μᾶλλον | 427 | |
5 | δέξωνται ναυσὶ καὶ πεζῷ στρατεύματι, ὅταν βούλωνται e10 | |
8.90.4 | ὥστε καθεζομένων ...: ὥστε τοὺς αὐτόθι φυλάττοντας τοῦ ἐπίπλου κρατεῖν Mvc2 | |
8.90.5 | τούτου: τοῦ ἀνῳκοδομημένου δηλονότι. ἦρχον ἂν αὐτοὶ ...: ἤμελλον ἄρξειν αὐτοὶ αὐτῆς τῆς στοᾶς e10 τὸν ὑπάρχοντά τε: τὸν ἐν τῇ πόλει. καὶ τὸν ἐπιπλέοντα: τὸν ἔξωθεν ἐρχόμενον. ἐξαιρεῖσθαι: | |
5 | ἐκβάλλειν, ἐκκομίζεσθαι. ʃ ἐκκεκομίσθαι e10 | |
8.91.1 | διεθρόει: θροῦν ἐποίει διὰ τῆς βοῆς. ἤγουν ἐφήμιζεν. οὐδὲν πράξαντες ἀνεχώρησαν τοῖς ξύμ‐ πασι ξυμβατικόν: οὐκ ἴσχυσαν γὰρ πᾶσι Λακεδαιμονίοις συμβῆναι, ἀλλά τισιν αὐτῶν Mvc2 | |
8.91.2 | ἐπικαλουμένων: ἐφελκομένων. ὁρμοῦσαι: καθ’ ὑπερβατὸν τοῦτο συντακτέον τῷ, δύο καὶ τεσσαράκοντα νῆες Mvc2 ʃ πλέουσαι e10 ἅς: ναῦς e10 φυλάξεται: ἤγουν φυλακὴν ἕξει. | |
8.91.3 | ἦν δέ τι καὶ τοιοῦτον ...: ἦν δὲ καὶ τῷ ὄντι ἀληθὲς τὸ φοβεῖσθαι τοὺς περὶ Θηραμένην καὶ τοὺς περὶ αὐτὸν ἔχοντας τὴν ὀλιγαρχίαν (ἐφοβοῦντο γὰρ μὴ οἱ Λακεδαιμόνιοι τὸ τεῖχος ἕλωσι), καὶ οὐ | |
5 | μόνον ψευδῶς τοῦτο ἐλέγετο καὶ διεβάλλετο. οἱ γὰρ ὀλιγαρχι‐ κοὶ μάλιστα μὲν ἐβούλοντο, ἐν ὀλιγαρχίᾳ ὄντες, ἄρχειν καὶ τῶν συμμάχων· εἰ δὲ τοῦτο μὴ δύναιντο, αὐτονομεῖσθαί γε ἐν ὀλιγαρχίᾳ, ἔχοντες τὰ τείχη καὶ τὰς ναῦς· εἰ δὲ καὶ τούτου διαμαρτάνοιεν, μὴ ὑπό γε δημοκρατίας αὖθις γενομένης αὐτοὶ | |
10 | διαφθαρῆναι. δῆμον γὰρ νῦν τὴν δημοκρατίαν λέγει Mvc2 κατηγορίαν: κατὰ τῶν Σπαρτιατῶν. διαβόλιμον ὄν: ἤτοι καὶ οὐκ ἔχοντος τοῦ λόγου διαβολὴν (?), οὐδαμῆ εἶχεν ὁ λόγος διαβόλως (?) e10 αὐτονομεῖσθαι: τοῖς ἰδίοις νόμοις χρῆ‐ σθαι. καὶ τούτου: τοῦ ἔχειν τὰς ναῦς καὶ αὐτονομεῖσθαι e10 | |
15 | ξυμβῆναι: συνελθεῖν e10 εἰ τοῖς γε ...: ἐὰν τούτου μό‐ νου τύχωσι, τοῦ σώζεσθαι δηλονότι τὰ σώματα, τὰ τῆς πόλεως | |
οὐκ ἂν περὶ πολλοῦ ἐποίησαν. | 428 | |
8.92.1 | πυλίδας ἔχον: μικρὰ θυρίδια ἔχον e10 φθῆ‐ ναι: προλαβεῖν, προφθάσαι e10 | |
8.92.2 | ἥκων: ἐρχόμενος e10 περιπόλων: φυλάκων. ὁ δὲ ξυνεργός: συναίτιος. κε‐ λεύσαντος: τὸν φόνον. εἰδείη: ἐγίνωσκε e10 καὶ ἐς τοῦ περιπολάρχου καὶ ἄλλοσσε κατοικίας ξυνιόντας: περι‐ | |
5 | πόλαρχος, ὁ τῶν περιπόλων ἄρχων Patm. ʃ συνερχομένους e10 ἀπ’ αὐτοῦ: ἤγουν μετὰ τὸν φόνον τοῦ Φρυνίχου. τῶν ἔξω‐ θεν: τῶν τετρακοσίων δηλονότι. | |
8.92.3 | κατεδεδραμήκεσαν: ἐπόρθησαν e10 ἐς Αἴγιναν κατακολπίσαι: κ., τὸ εἰς κόλ‐ πον τινὰ ὁρμίσασθαι Patm. ʃ εἰς τὸν τῆς Αἰγίνης κόλπον πλεῦσαι. | |
8.92.4 | ταξιαρχῶν: ταξίαρχος e10 τὴν ἑαυτοῦ φυ‐ λακὴν ἔχων: ἤγουν τοὺς ἑαυτοῦ φύλακας. εἶρξαν: ἐς φυ‐ λακὴν ἐσέβαλλον e10 | |
8.92.5 | στῖφος: συνεπελάβετο αὐτοῖς τοῖς ὁπλίταις e10 ταῦτα: συλλαβεῖν ἐκεῖνον δή. | |
8.92.6 | πλὴν ὅσοις ...: πλὴν ὅσοι ἐβούλοντο ὀλιγαρχεῖσθαι Mvc2 | |
8.92.7 | ἐκπληκτικός: ἤγουν ἔκπληξιν ποιῶν τοῖς ἀκούουσιν. | |
8.92.8 | ἐφεδρευόντων: παρακαθημένων e10 | |
8.92.9 | ὅσον ἀπὸ βοῆς ἕνεκα: ἀπὸ βοῆς καὶ οὐκ ἀληθῶς Mvc2 τῷ πλήθει: τῷ δημοτικῷ δηλονότι. γράφεται, τῷ ἀληθεῖ ἐχαλέπαινον. | |
8.92.10 | ὁμόσε τε ἐχώρουν οἱ πλεῖστοι τῷ ἔργῳ: ἤγουν ἐβούλοντο συμπλακῆναι τῇ πράξει. | |
8.92.11 | ἰέναι ἐπὶ τὸ ἔργον: ἤγουν ἐπὶ τὸ κατασκά‐ πτειν τὸ τεῖχος. εἰσὶ(?): γρ. ὦσιν, ὃ καὶ κρεῖττον e10 ἐπ‐ εκρύπτοντο γὰρ ὅμως ...: ὅσοις ἦν βουλομένοις δημο‐ κρατεῖσθαι τὴν πόλιν, οὗτοι δὴ μόνως προσηγόρευον τὴν | |
5 | κατάστασιν, ἣν ἐβούλοντο γενέσθαι, φοβούμενοι τὸ ὄνομα, ἀλλ’ ὑπαλλάττοντες πεντακισχιλίους ἐκάλουν Mvc2 μὴ ἄντικρυς δῆμον: καθ’ ὑπερβατόν, ὅστις βούλεται τὸν δῆμον ἄρχειν, μὴ ἄντικρυς ὀνομάζειν. ἔνιοι δὲ οὕτως ἐδέξαντο· ὅστις αὐτὸς ἐβούλετο ἄρχειν, οὐ δημοκρατίαν τὴν κατάστασιν ὠνόμαζεν, | |
10 | ἀλλὰ πεντακισχιλίους, ὡς καὶ αὐτὸς μεθέξων αὐτῆς Mvc2 ʃ 〈ἡ〉διάνοια· οὐκ ὀνομαστὶ προσηγόρευον ὅστις βούλεται τὸν | |
δῆμον ἄρχειν, φοβούμενοι μὴ οἱ προσαγορευόμενοι ἀληθῶς ὦσιν ἐκ τῶν βουλομένων δημοκρατεῖσθαι. φοβούμενοι μὴ τῷ ὄντι ὦσι: φοβούμενοι μή τις εἰπών, ὅτι ὀρέγεται δημο‐ | 429 | |
15 | κρατίας, πρός τινα ὅς ἐστι τῶν πεντακισχιλίων, ἀγνοῶν ὅτι ἐστὶν εἷς ἐκείνων, ἐν κινδύνῳ γένηται Mvc2 μετόχους: κοι‐ νωνοὺς τῆς ἀρχῆς. τὸ δ’ αὖ ἀφανὲς φόβον ἐς ἀλλήλους παρέξειν: ἀδήλου δὲ ὄντος, ὅτι εἰσὶ πεντακισχίλιοι, φόβον παρασκευάσειν τοῦτο καὶ ὑποψίαν τοῖς Ἀθηναίοις πρὸς ἀλλή‐ | |
20 | λους. ἕκαστος γὰρ τὸν πέλας ᾤετο τῶν πεντακισχιλίων εἶναι Mvc2 | |
8.93.1 | θέμενοι τὰ ὅπλα: ὁπλισθέντες. ἔθεντο: ἤγουν ἀπέθεντο. Ἀνακείῳ: Διοσκούρων ναῷ· ἄνακες γὰρ οἱ Διόσκουροι. | |
8.93.2 | καὶ τοὺς ἄλλους παρακατέχειν: καὶ τοὺς ἄλλους ἡσυχάζοντας παρακατέχειν εἰς τοὺς πολεμίους Mvc2 καὶ ἐκ τούτων ἐν μέρει: καὶ κατὰ μέρος τῶν πεντακισχιλίων Mvc2 | |
8.93.3 | περὶ τοῦ παντὸς πολιτικοῦ: περὶ τῆς πάσης πολιτείας Mvc2 ξυνεχώρησάν τε: δέον εἰπεῖν συνεχώρησε τὸ πλῆθος, ἀλλὰ πρὸς τὸ σημαινόμενον ἀποβλέψας, οὕτως εἴρηκε συνεχώρησαν τὰ πλήθη e10 ʃ ἤγουν συνέδραμον, ὡμο‐ | |
5 | νόησαν. ῥητήν: ὡρισμένην e10 | |
8.94.2 | τάχα: ἴσως. ἀπὸ ξυγκειμένου λόγου: ἀπὸ προδοσίας Mvc2 τῶν Ἀθηναίων: ἐκ τῶν Ἀθηναίων v ἀνέ‐ χειν: ἀπέχειν Mvc2 | |
8.94.3 | ἢ ἀπὸ τῶν πολεμίων: περιαιρετέον τὸν ἤ σύνδεσμον GMvc2 | |
8.95.1 | καὶ περιβαλοῦσαι: ἤγουν περικυκλώσασαι. | |
8.95.2 | καὶ ἀξυγκροτήτοις πληρώμασιν: ἤγουν ἑτοίμοις ναυσίν. ʃ μὴ ᾑρημένοις ἐπιβάταις. ἀποκεκλῃμένης: οὐκ εἰσαγομένων κατὰ θάλατταν τῶν ἐπιτηδείων GMvc2 | |
8.95.3 | θαλάσσης μέτρον ἑξήκοντα σταδίους: οἱ ἑξήκοντα στάδιοι πάντες θάλαττά εἰσιν Mvc2 | |
8.95.4 | ἐπισιτιζόμενοι: ἀντὶ τοῦ λαμβάνοντες. ἀπὸ προνοίας: ἀπὸ γνώμης καὶ παρασκευῆς Mvc2 σχολῇ πλη‐ | |
ρουμένων: ἤγουν βραδέως πληρουμένων τῶν νεῶν. οὕτως ὅπως τύχοιεν ἀνάγεσθαι: οὕτως ἀνάγεσθαι ὅπως ἔτυχον | 430 | |
5 | ἤτοι ὡς ἔτυχον e10 | |
8.95.6 | περιγίγνονται: περισώζονται. | |
8.95.7 | καθ‐ ίσταντο: διῴκουν e10 Ὠρεοῦ: 〈σημείωσαι〉 τὴν Ὠρεόν v | |
8.96.1 | τὰ περὶ τὴν Εὔβοιαν γεγενημένα: ἤγουν τὸ μήνυμα τῶν ἐν τῇ Εὐβοίᾳ γενομένων. | |
8.96.2 | ἐσβησομένων: ἐπιβατῶν. | |
8.96.3 | καὶ δι’ ἐγγυτάτου: καὶ ἐγγυτάτω ὄντων τῶν πολεμίων Mvc2 | |
8.96.4 | ὅπερ ἂν ...: σκόπει τὸ ἄν ὡς πλεονάζει τῷ συγγραφεῖ B καὶ διέστησαν ἄν: ἤγουν εἰς στάσιν ἐνέ‐ βαλον. σφετέροις οἰκείοις: χρήμασι. καὶ ἐν τούτῳ Ἑλλήσποντός τε ἂν ἦν αὐτοῖς: λείπει ὑπὸ Λακεδαιμονίοις | |
5 | Mvc2 | |
8.96.5 | ξυμφορώτατοι: συντελέστατοι. ἄλλως τε καὶ ναυτικῇ ἀρχῇ: ἄλλως τε καὶ ἠπειρῶται ὄντες πρὸς θαλαττο‐ κρατοῦντας Mvc2 | |
8.97.1 | μηδεμιᾷ: λείπει ἐν. | |
8.97.2 | ἀνήνεγκε τὴν πό‐ λιν: ἀντὶ τοῦ ἀνενεγκεῖν ἐποίησεν Mvc2 | |
8.98.2 | ἐπολιόρκουν δ’ αὐτὸ ...: ὅτι ἐπολιόρκουν οἱ Κορίνθιοι τὴν Οἰνόην παραλαβόντες τοὺς Βοιωτοὺς ἄνευ τῶν ἄλλων συμμάχων δι’ ἰδίαν τινὰ συμφοράν. συμφορὰ δὲ τοῖς Κορινθίοις ἐγένετο περὶ τὴν Οἰνόην, διαφθαρέντων ἀν‐ | |
5 | δρῶν αὐτοῖς ὑπὸ Ἀθηναίων ἐκ τῆς Οἰνόης ἐξελθόντων. ἀν‐ εχώρουν δὲ ἐκ Δεκελείας πεφρουρηκότες οἱ Κορίνθιοι. τοῖς οὖν τιμωροῖς αὐτῶν πολιορκοῦσι τὴν Δεκέλειαν κοινολογησά‐ μενος ὁ Ἀρίσταρχος προδίδωσι τὴν Οἰνόην Mvc2 | |
8.99.1 | τῶν ὑπὸ Τισσαφέρνους ...: τῶν κελευσθέντων ὑπὸ Τισσαφέρνους, ὅτε αὐτὸς εἰς Ἄσπενδον ἀπῄει [τὰς λοι‐ πὰς πόλεις τῆς ἑαυτοῦ ἀρχῆς ἀποστῆσαι τῶν Ἀθηναίων] Mvc2 τὰς λοιπὰς ἔτι πόλεις ...: τὰς ἐν τῇ ἑαυτοῦ ἀρχῇ, ὅσαι | |
5 | ἔτι ἦσαν ὑπὸ Ἀθηναίοις, πρόθυμος ἦν ὁ Φαρνάβαζος ἀπο‐ στῆσαι αὐτῶν, ὥσπερ καὶ ὁ Τισσαφέρνης τὰς ἐν τῇ ἑαυτοῦ ἀρχῇ· ἤλπιζε γὰρ ὁ Φαρνάβαζος τούτου γενομένου πλέον τι | |
σχήσειν αὐτός Mvc2 | 431 | |
8.100.2 | αἰσθόμενος: ἤγουν μαθών. καθέξειν: ἐνδιατρί‐ ψειν Mv ἢν πλείων χρόνος ἐγγίγνηται: ἤγουν τῆς ἐν τῇ Χίῳ διατριβῆς τοῦ Μινδάρου. | |
8.100.3 | προσεταιριστούς: εἰς συμμάχους ληφθέντας. ἔξω: τῆς Μηθύμνης. κομι‐ σθέντες: ἀχθέντες. | |
8.100.5 | ὑστερίσας: ὕστερον ἐλθών. ἀφ’ ὧν ... παρεσκευάζοντο: ἀφ’ ὧν νεῶν τοὺς στρατιώτας παρα‐ λαβόντες παρεσκευάζοντο Mvc2 | |
8.101.1 | τεσσαρακοστάς: ἀρχαῖα νομίσματα ἐπιχώρια Mvc2 πελάγιαι: ἐς μέσον τοῦ πελάγους. | |
8.102.1 | ὑπομείξαντες: ἐγγίσαντες vc2 ʃ ὑπεισελθόντες. ἐκπλεῦσαι ἐς τὴν εὐρυχωρίαν: ἀντὶ τοῦ ἐκπλεύσαντες διαφυγεῖν Mvc2 | |
8.102.2 | ἀνακῶς ἕξουσιν, ἢν ἐκπλέωσιν: ἀντὶ τοῦ ἐπιμελῶς e10 ʃ τὸ μὲν ἀνακῶς ἀντὶ τοῦ προνοητικῶς καὶ φυλακτικῶς· ὁ δὲ νοῦς, οἱ Ἀθηναῖοι ἐν ταῖς ἑκκαίδεκα ναυ‐ σὶν ἔλαθον τοὺς ἐν Ἀβύδῳ Πελοποννησίους παραφυλάττοντας, | |
5 | καίτοι προειρημένου τοῖς ἐν τῇ Ἀβύδῳ ὑπὸ τοῦ φιλίου ἐπί‐ πλου (τουτέστιν ὑπὸ τοῦ στόλου τοῦ μετὰ Μινδάρου), ὅπως παραφυλάττωσι τοὺς Ἀθηναίους ὑπὲρ τοῦ μὴ λαθεῖν αὐτοὺς ἐκπλεύσαντας GMvc2 δίωξιν: φυγήν. | |
8.102.3 | ἐποκείλασαν: εἰς γῆν ἐπώσασαν. | |
8.103.2 | ψευσθέντες τῶν σκοπῶν: ἤτοι διὰ τοὺς σκο‐ πούς, ἢ ψευσθέντων τῶν σκοπῶν καὶ ἁμαρτόντων Mv | |
8.104.3 | Θράσυλλος: εἶχε. | |
8.104.4 | ἐπειγομένων δὲ τῶν Πελοποννησίων: ἀντὶ τοῦ ἠπείγοντο οἱ Πελοποννήσιοι πρότεροί τε συμμῖξαι Mvc2 ξυμμεῖξαι: ἤγουν συμπεσεῖν, συρράξαι. | |
8.104.5 | ὑπερεβεβλήκει: ὑπερέδραμε. κάτοπτα: τοῖς ἐκεῖ Πελοποννησίοις κατὰ τὸ μέσον. | |
8.105.1 | τῷ ἔργῳ πολὺ περισχόντες: ὑπερβαλόντες e10 ʃ ἤγουν περιγενόμενοι, κρείττους γενόμενοι. | |
8.105.2 | τῶν ἐπικει‐ | |
μένων: τῶν ἐπιπλεουσῶν νεῶν Mvc2 ἀτακτότεροι γενέ‐ σθαι: μὴ ἐπὶ τάξει προϊέναι Mvc2 | 432 | |
8.105.3 | τὰς ἐπὶ σφίσι ναῦς ἐπεχούσας: τὰς ἐπικειμένας ναῦς Mv ʃ ἤγουν ἐφεδρευούσας. ὑπολαβόντες: ἤγουν δεξάμενοι. | |
8.106.2 | κατὰ βραχύ: ἄρτι, πρὸ ὀλίγου γεγενημένα. | |
8.106.4 | προσαγαγόμενοι: ἤγουν ἰδιωσάμενοι. | |
8.107.1 | προσηγάγοντο: ἤγουν ἐδουλώσαντο. ἀνέλαβον. | |
8.107.2 | τῶν αἰχμαλώτων: ἃς αἰχμαλώτους ἀπῆγον Ἀθηναῖοι. ἀπέπεμψαν: οἱ Πελοποννήσιοι δηλονότι. | |
8.108.2 | ἐξέπραξε: ἀπῄτησεν. μεθώπορον (sic E1): οὐ βάρβαρον πέφυκεν, Ἀττικὸν νόει. ὡς Αἰολεὺς Ἴων γὰρ ἐμμελῶς γράφει, οὕτω δασύνειν Ἀττικὸς φιλεῖ πάλιν | |
5 | τὸ θο μέγα γε (?) καὶ μικρὸν τὸ πο γράφειν. οὐκ Αἰολεύς τις οἶδεν οὐδ’ Ἴων γένει, οὐκ Ἀττικισμός, βαρβαρισμὸς τυγχάνει e8 | |
8.108.3 | ἀναζεύξας: ἤγουν ἐπαναστρέψας. ἀναλύων. ἤλαυνεν: ἠπείγετο. | |
8.108.4 | παρακομισάμενοι: παραλαβόμενοι. ʃ ἤγουν λεληθότως καὶ ἔξω τῆς προκειμένης ὁδοῦ ἀγαγόντες, δῆλον δὲ τοῦτο διὰ τοῦ εἰρηκέναι, ὅτι διὰ τοῦ ὄρους δηλονότι δι’ ὁδοῦ ἀτρίπτου καὶ ἀσυνήθους. ἐπαγγείλας: προστάξας. | |
5 | κατηκόντισεν: ἤγουν διέσφαξε δι’ ἀκοντίων. | |
8.108.5 | ἐπιβάλ‐ λοντος: ἐπιτιθέντος αὐτοῖς τοῖς Ἀντανδρίοις. | |
8.109.1 | διαβεβλῆσθαί τε: ὑβρισθῆναι. καὶ τὰς διαβο‐ λάς: λείπει τὸ ἀπώσηται vc2 ἔδει μὲν εἰς γοργύραν, ὦ Θουκυδίδη, τοὺς Ἀττικοὺς ῥῖψαί σε σὺν τῷ βιβλίῳ, | |
5 | οὐκ ὀστρακίζειν Θρᾳκικοῖς σε τοῖς ὅροις. οὐχ ἱστορῶν φαίνῃ γὰρ ἃ προύβη πάλαι, κρύπτων δὲ μᾶλλον ἃ παρῆξεν ὁ χρόνος, τῷ σῷ σκοτεινῷ καὶ ξυλώδει τοῦ λόγου. ἐγὼ γὰρ αὐτός, ὅσπερ ἐγγράφω τάδε, | |
10 | Τζέτζης κατειδὼς ἵστορας πόσας βίβλους πράξεις τε πάσας ἃς τὰ νῦν αὐτὸς γράφεις, ὥσπερ διοβλὴς καὶ κατεβροντημένος τοῖς οἷς ἔγραψας λοξοσυστρόφοις λόγοις μνήμης ἁπασῶν ἐστερήθην ἁθρόως. | 433 |
15 | τί γάρ τις ἄλλος τῶν ἀνιστόρων πάθοι; τῶν ἱστορούντων τεχνικὸν λόγον νόει· σαφὴ μετ’ ὄγκου, πειστικόν, γλυκὺν ἅμα, καὶ γοργόν, οὗ χρή, πὴ δὲ καὶ μῆκος φέρειν e8 〈Τζέτζου〉· καὶ σὺ δέ, Μαρκελλῖνε, τὰ ψευδῆ γράφεις. | |
20 | Ἀναξαγόραν Εὐριπίδου διδάσκαλον ὄντα παλαιὸν πῶς λέγεις Θουκυδίδου; ὁ τοῦ Λύξου παῖς προχρονώτερος τούτου. οὗ συγγράφοντος παῖς τελῶν Θουκυδίδης ἀκηκοὼς ἔκλαυσε τῶν συγγραμμάτων. | |
25 | ὁ δ’ Ἡρόδοτος φησὶ πατρὶ τῷ τούτου τάδε· ἔνθουν, Ὄλουρε, παῖς ὁ σὸς ψυχὴν ἔχει. ὁ Ἡρόδοτος οὗτος χρόνοις δ’ ἦν ὑστέροις Εὐριπίδου. Εὐριπίδης δὲ Ξερξικοῖς ἦν ἐν χρόνοις. | |
30 | Εὐριπίδου πρῶτος δὲ πῶς Θουκυδίδης, ἔτι τελῶν παῖς συγγραφαῖς ταῖς Ἡροδότου | |
καθυστερούσαις τῶν χρόνων Εὐριπίδου; | 434 |